SlideShare a Scribd company logo
1 of 10
Download to read offline
Θουκυδίδης «Ἱστοριῶν» Γ’ §§ 70 – 81: «Κερκυραϊκά»
1
Θουκυδίδης «Ἱστοριῶν» Γ’ §§ 70 – 81: «Κερκυραϊκά»
[§70] Οἱ γὰρ Κερκυραῖοι ἐστασίαζον, ἐπειδὴ οἱ αἰχμάλωτοι ἦλθον αὐτοῖς οἱ ἐκ τῶν
περὶ Ἐπίδαμνον ναυμαχιῶν ὑπὸ Κορινθίων ἀφεθέντες, τῷ μὲν λόγῳ ὀκτακοσίων
ταλάντων τοῖς προξένοις διηγγυημένοι, ἔργῳ δὲ πεπεισμένοι Κορινθίοις Κέρκυραν
προσποιῆσαι. καὶ ἔπρασσον οὗτοι, ἕκαστον τῶν πολιτῶν μετιόντες, ὅπως
ἀποστήσωσιν Ἀθηναίων τὴν πόλιν. καὶ ἀφικομένης Ἀττικῆς τε νεὼς καὶ Κορινθίας
πρέσβεις ἀγουσῶν καὶ ἐς λόγους καταστάντων ἐψηφίσαντο Κερκυραῖοι Ἀθηναίοις μὲν
ξύμμαχοι εἶναι κατὰ τὰ ξυγκείμενα, Πελοποννησίοις δὲ φίλοι ὥσπερ καὶ πρότερον. καὶ
(ἦν γὰρ Πειθίας ἐθελοπρόξενός τε τῶν Ἀθηναίων καὶ τοῦ δήμου προειστήκει)
ὑπάγουσιν αὐτὸν οὗτοι οἱ ἄνδρες ἐς δίκην, λέγοντες Ἀθηναίοις τὴν Κέρκυραν
καταδουλοῦν. ὁ δὲ ἀποφυγὼν ἀνθυπάγει αὐτῶν τοὺς πλουσιωτάτους πέντε ἄνδρας,
φάσκων τέμνειν χάρακας ἐκ τοῦ τε Διὸς τοῦ τεμένους καὶ τοῦ Ἀλκίνου· ζημία δὲ καθ᾿
Θουκυδίδης «Ἱστοριῶν» Γ’ §§ 70 – 81: «Κερκυραϊκά»
2
ἑκάστην χάρακα ἐπέκειτο στατήρ. ὀφλόντων δὲ αὐτῶν καὶ πρὸς τὰ ἱερὰ ἱκετῶν
καθεζομένων διὰ πλῆθος τῆς ζημίας, ὅπως ταξάμενοι ἀποδῶσιν, ὁ Πειθίας (ἐτύγχανε
γὰρ καὶ βουλῆς ὤν) πείθει ὥστε τῷ νόμῳ χρήσασθαι. οἱ δ᾿ ἐπειδὴ τῷ τε νόμῳ
ἐξείργοντο καὶ ἅμα ἐπυνθάνοντο τὸν Πειθίαν, ἕως ἔτι βουλῆς ἐστί, μέλλειν τὸ πλῆθος
ἀναπείσειν τοὺς αὐτοὺς Ἀθηναίοις φίλους τε καὶ ἐχθροὺς νομίζειν, ξυνίσταντό τε καὶ
λαβόντες ἐγχειρίδια ἐξαπιναίως ἐς τὴν βουλὴν ἐσελθόντες τόν τε Πειθίαν κτείνουσι
καὶ ἄλλους τῶν τε βουλευτῶν καὶ ἰδιωτῶν ἐς ἑξήκοντα· οἱ δέ τινες τῆς αὐτῆς γνώμης
τῷ Πειθίᾳ ὀλίγοι ἐς τὴν Ἀττικὴν τριήρη κατέφυγον ἔτι παροῦσαν. [§71] δράσαντες δὲ
τοῦτο καὶ ξυγκαλέσαντες Κερκυραίους εἶπον ὅτι ταῦτα καὶ βέλτιστα εἴη καὶ ἥκιστ᾿ ἂν
δουλωθεῖεν ὑπ᾿ Ἀθηναίων, τό τε λοιπὸν μηδετέρους δέχεσθαι ἀλλ᾿ ἢ μιᾷ νηὶ
ἡσυχάζοντας, τὸ δὲ πλέον πολέμιον ἡγεῖσθαι. ὡς δὲ εἶπον, καὶ ἐπικυρῶσαι ἠνάγκασαν
τὴν γνώμην. πέμπουσι δὲ καὶ ἐς τὰς Ἀθήνας εὐθὺς πρέσβεις περί τε τῶν
πεπραγμένων διδάξοντας ὡς ξυνέφερε καὶ τοὺς ἐκεῖ καταπεφευγότας πείσοντας μηδὲν
Θουκυδίδης «Ἱστοριῶν» Γ’ §§ 70 – 81: «Κερκυραϊκά»
3
ἀνεπιτήδειον πράσσειν, ὅπως μή τις ἐπιστροφὴ γένηται. [§72] ἐλθόντων δὲ οἱ
Ἀθηναῖοι τούς τε πρέσβεις ὡς νεωτερίζοντας ξυλλαβόντες, καὶ ὅσους ἔπεισαν,
κατέθεντο ἐς Αἴγιναν.
Ἐν δὲ τούτῳ τῶν Κερκυραίων οἱ ἔχοντες τὰ πράγματα ἐλθούσης τριήρους Κορινθίας
καὶ Λακεδαιμονίων πρέσβεων ἐπιτίθενται τῷ δήμῳ, καὶ μαχόμενοι ἐνίκησαν.
ἀφικομένης δὲ νυκτὸς ὁ μὲν δῆμος ἐς τὴν ἀκρόπολιν καὶ τὰ μετέωρα τῆς πόλεως
καταφεύγει καὶ αὐτοῦ ξυλλεγεὶς ἱδρύθη, καὶ τὸν Ὑλλαϊκὸν λιμένα εἶχον· οἱ δὲ τήν τε
ἀγορὰν κατέλαβον, οὗπερ οἱ πολλοὶ ᾤκουν αὐτῶν, καὶ τὸν λιμένα τὸν πρὸς αὐτῇ καὶ
πρὸς τὴν ἤπειρον. [§73] τῇ δ᾿ ὑστεραίᾳ ἠκροβολίσαντό τε ὀλίγα καὶ ἐς τοὺς ἀγροὺς
περιέπεμπον ἀμφότεροι, τοὺς δούλους παρακαλοῦντές τε καὶ ἐλευθερίαν
ὑπισχνούμενοι· καὶ τῷ μὲν δήμῳ τῶν οἰκετῶν τὸ πλῆθος παρεγένετο ξύμμαχον, τοῖς
δ᾿ ἑτέροις ἐκ τῆς ἠπείρου ἐπίκουροι ὀκτακόσιοι. [§74] διαλιπούσης δ᾿ ἡμέρας μάχη
αὖθις γίγνεται καὶ νικᾷ ὁ δῆμος χωρίων τε ἰσχύι καὶ πλήθει προύχων· αἵ τε γυναῖκες
Θουκυδίδης «Ἱστοριῶν» Γ’ §§ 70 – 81: «Κερκυραϊκά»
4
αὐτοῖς τολμηρῶς ξυνεπελάβοντο βάλλουσαι ἀπὸ τῶν οἰκιῶν τῷ κε ράμῳ καὶ παρὰ
φύσιν ὑπομένουσαι τὸν θόρυβον. γενομένης δὲ τῆς τροπῆς περὶ δείλην ὀψίαν, δείσαντες
οἱ ὀλίγοι μὴ αὐτοβοεὶ ὁ δῆμος τοῦ τε νεωρίου κρατήσειεν ἐπελθὼν καὶ σφᾶς
διαφθείρειεν, ἐμπιπρᾶσι τὰς οἰκίας τὰς ἐν κύκλῳ τῆς ἀγορᾶς καὶ τὰς ξυνοικίας, ὅπως
μὴ ᾖ ἔφοδος, φειδόμενοι οὔτε οἰκείας οὔτε ἀλλοτρίας, ὥστε καὶ χρήματα πολλὰ
ἐμπόρων κατεκαύθη καὶ ἡ πόλις ἐκινδύνευσε πᾶσα διαφθαρῆναι, εἰ ἄνεμος ἐπεγένετο
τῇ φλογὶ ἐπίφορος ἐς αὐτήν.
Καὶ οἱ μὲν παυσάμενοι τῆς μάχης ὡς ἑκάτεροι ἡσυχάσαντες τὴν νύκτα ἐν φυλακῇ
ἦσαν· καὶ ἡ Κορινθία ναῦς τοῦ δήμου κεκρατηκότος ὑπεξανήγετο, καὶ τῶν ἐπικούρων
οἱ πολλοὶ ἐς τὴν ἤπειρον λαθόντες διεκομίσθησαν. [§75] τῇ δὲ ἐπιγιγνομένῃ ἡμέρᾳ
Νικόστρατος ὁ Διειτρέφους Ἀθηναίων στρατηγὸς παραγίγνεται βοηθῶν ἐκ
Ναυπάκτου δώδεκα ναυσὶ καὶ Μεσσηνίων πεντακοσίοις ὁπλίταις· ξύμβασίν τε
ἔπρασσε καὶ πείθει ὥστε ξυγχωρῆσαι ἀλλήλοις δέκα μὲν ἄνδρας τοὺς αἰτιωτάτους
Θουκυδίδης «Ἱστοριῶν» Γ’ §§ 70 – 81: «Κερκυραϊκά»
5
κρῖναι, οἳ οὐκέτι ἔμειναν, τοὺς δ᾿ ἄλλους οἰκεῖν σπονδὰς πρὸς ἀλλήλους ποιησαμένους
καὶ πρὸς Ἀθηναίους, ὥστε τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους νομίζειν. καὶ ὁ μὲν ταῦτα
πράξας ἔμελλεν ἀποπλεύσεσθαι· οἱ δὲ τοῦ δήμου προστάται πείθουσιν αὐτὸν πέντε μὲν
ναῦς τῶν αὐτοῦ σφίσι καταλιπεῖν, ὅπως ἧσσόν τι ἐν κινήσει ὦσιν οἱ ἐναντίοι, ἴσας δὲ
αὐτοὶ πληρώσαντες ἐκ σφῶν αὐτῶν ξυμπέμψειν. καὶ ὁ μὲν ξυνεχώρησεν, οἱ δὲ τοὺς
ἐχθροὺς κατέλεγον ἐς τὰς ναῦς. δείσαντες δὲ ἐκεῖνοι μὴ ἐς τὰς Ἀθήνας ἀποπεμφθῶσι
καθίζουσιν ἐς τὸ τῶν Διοσκόρων ἱερόν. Νικόστρατος δὲ αὐτοὺς ἀνίστη τε καὶ
παρεμυθεῖτο. ὡς δ᾿ οὐκ ἔπειθεν, ὁ δῆμος ὁπλισθεὶς ἐπὶ τῇ προφάσει ταύτῃ, ὡς οὐδὲν
αὐτῶν ὑγιὲς διανοουμένων τῇ τοῦ μὴ ξυμπλεῖν ἀπιστίᾳ, τά τε ὅπλα αὐτῶν ἐκ τῶν
οἰκιῶν ἔλαβε καὶ αὐτῶν τινὰς οἷς ἐπέτυχον, εἰ μὴ Νικόστρατος ἐκώλυσε, διέφθειραν
ἄν. ὁρῶντες δὲ οἱ ἄλλοι τὰ γιγνόμενα καθίζουσιν ἐς τὸ Ἥραιον ἱκέται καὶ γίγνονται οὐκ
ἐλάσσους τετρακοσίων. ὁ δὲ δῆμος δείσας μή τι νεωτερίσωσιν ἀνίστησί τε αὐτοὺς
Θουκυδίδης «Ἱστοριῶν» Γ’ §§ 70 – 81: «Κερκυραϊκά»
6
πείσας καὶ διακομίζει ἐς τὴν πρὸ τοῦ Ἡραίου νῆσον, καὶ τὰ ἐπιτήδεια ἐκεῖσε αὐτοῖς
διεπέμπετο.
[§76] Τῆς δὲ στάσεως ἐν τούτῳ οὔσης τετάρτῃ ἢ πέμπτῃ ἡμέρᾳ μετὰ τὴν τῶν
ἀνδρῶν ἐς τὴν νῆσον διακομιδὴν αἱ ἐκ τῆς Κυλλήνης Πελοποννησίων νῆες, μετὰ τὸν ἐκ
τῆς Ἰωνίας πλοῦν ἔφορμοι οὖσαι, παραγίγνονται τρεῖς καὶ πεντήκοντα· ἦρχε δὲ αὐτῶν
Ἀλκίδας, ὅσπερ καὶ πρότερον, καὶ Βρασίδας αὐτῷ ξύμβουλος ἐπέπλει. ὁρμισάμενοι δὲ
ἐς Σύβοτα λιμένα τῆς ἠπείρου ἅμα ἕῳ ἐπέπλεον τῇ Κερκύρᾳ. [§77] οἱ δὲ πολλῷ
θορύβῳ καὶ πεφοβημένοι τά τ᾿ ἐν τῇ πόλει καὶ τὸν ἐπίπλουν παρεσκευάζοντό τε ἅμα
ἑξήκοντα ναῦς καὶ τὰς αἰεὶ πληρουμένας ἐξέπεμπον πρὸς τοὺς ἐναντίους,
παραινούντων Ἀθηναίων σφᾶς τε ἐᾶσαι πρῶτον ἐκπλεῦσαι καὶ ὕστερον πάσαις ἅμα
ἐκείνους ἐπιγενέσθαι. ὡς δὲ αὐτοῖς πρὸς τοῖς πολεμίοις ἦσαν σποράδες αἱ νῆες, δύο μὲν
εὐθὺς ηὐτομόλησαν, ἐν ἑτέραις δὲ ἀλλήλοις οἱ ἐμπλέοντες ἐμάχοντο, ἦν δὲ οὐδεὶς
κόσμος τῶν ποιουμένων. ἰδόντες δὲ οἱ Πελοποννήσιοι τὴν ταραχὴν εἴκοσι μὲν ναυσὶ
Θουκυδίδης «Ἱστοριῶν» Γ’ §§ 70 – 81: «Κερκυραϊκά»
7
πρὸς τοὺς Κερκυραίους ἐτάξαντο, ταῖς δὲ λοιπαῖς πρὸς τὰς δώδεκα ναῦς τῶν
Ἀθηναίων, ὧν ἦσαν αἱ δύο Σαλαμινία καὶ Πάραλος. [§78] καὶ οἱ μὲν Κερκυραῖοι
κακῶς τε καὶ κατ᾿ ὀλίγας προσπίπτοντες ἐταλαιπώρουν τὸ καθ᾿ αὑτούς· οἱ δ᾿ Ἀθηναῖοι
φοβούμενοι τὸ πλῆθος καὶ τὴν περικύκλωσιν ἁθρόαις μὲν οὐ προσέπιπτον οὐδὲ κατὰ
μέσον ταῖς ἐφ᾿ ἑαυτοὺς τεταγμέναις, προσβαλόντες δὲ κατὰ κέρας καταδύουσι μίαν
ναῦν. καὶ μετὰ ταῦτα κύκλον ταξαμένων αὐτῶν περιέπλεον καὶ ἐπειρῶντο θορυβεῖν.
γνόντες δὲ οἱ πρὸς τοῖς Κερκυραίοις καὶ δείσαντες μὴ ὅπερ ἐν Ναυπάκτῳ γένοιτο,
ἐπιβοηθοῦσι, καὶ γενόμεναι ἁθρόαι αἱ νῆες ἅμα τὸν ἐπίπλουν τοῖς Ἀθηναίοις ἐποιοῦντο.
οἱ δ᾿ ὑπεχώρουν ἤδη πρύμναν κρουόμενοι καὶ ἅμα τὰς τῶν Κερκυραίων ἐβούλοντο
προκαταφυγεῖν ὅτι μάλιστα, ἑαυτῶν σχολῇ τε ὑποχωρούντων καὶ πρὸς σφᾶς
τεταγμένων τῶν ἐναντίων.
[§79] Ἡ μὲν οὖν ναυμαχία τοιαύτη γενομένη ἐτελεύτα ἐς ἡλίου δύσιν, καὶ οἱ
Κερκυραῖοι δείσαντες μὴ σφίσιν ἐπιπλεύσαντες ἐπὶ τὴν πόλιν ὡς κρατοῦντες οἱ
Θουκυδίδης «Ἱστοριῶν» Γ’ §§ 70 – 81: «Κερκυραϊκά»
8
πολέμιοι ἢ τοὺς ἐκ τῆς νήσου ἀναλάβωσιν ἢ καὶ ἄλλο τι νεωτερίσωσι, τούς τε ἐκ τῆς
νήσου πάλιν ἐς τὸ Ἥραιον διεκόμισαν καὶ τὴν πόλιν ἐφύλασσον. οἱ δ᾿ ἐπὶ μὲν τὴν πόλιν
οὐκ ἐτόλμησαν πλεῦσαι κρατοῦντες τῇ ναυμαχίᾳ, τρεῖς δὲ καὶ δέκα ναῦς ἔχοντες τῶν
Κερκυραίων ἀπέπλευσαν ἐς τὴν ἤπειρον, ὅθενπερ ἀνηγάγοντο. τῇ δ᾿ ὑστεραίᾳ ἐπὶ μὲν
τὴν πόλιν οὐδὲν μᾶλλον ἐπέπλεον, καίπερ ἐν πολλῇ ταραχῇ καὶ φόβῳ ὄντας καὶ
Βρασίδου παραινοῦντος, ὡς λέγεται, Ἀλκίδᾳ, ἰσοψήφου δὲ οὐκ ὄντος· ἐπὶ δὲ τὴν
Λευκίμμην τὸ ἀκρωτήριον ἀποβάντες ἐπόρθουν τοὺς ἀγρούς. [§80] ὁ δὲ δῆμος τῶν
Κερκυραίων ἐν τούτῳ περιδεὴς γενόμενος μὴ ἐπιπλεύσωσιν αἱ νῆες, τοῖς τε ἱκέταις
ᾖσαν ἐς λόγους καὶ τοῖς ἄλλοις, ὅπως σωθήσεται ἡ πόλις, καί τινας αὐτῶν ἔπεισαν ἐς
τὰς ναῦς ἐσβῆναι· ἐπλήρωσαν γὰρ ὅμως τριάκοντα προσδεχόμενοι τὸν ἐπίπλουν. οἱ δὲ
Πελοποννήσιοι μέχρι μέσου ἡμέρας δῃώσαντες τὴν γῆν ἀπέπλευσαν, καὶ ὑπὸ νύκτα
αὐτοῖς ἐφρυκτωρήθησαν ἑξήκοντα νῆες Ἀθηναίων προσπλέουσαι ἀπὸ Λευκάδος· ἃς οἱ
Ἀθηναῖοι πυνθανόμενοι τὴν στάσιν καὶ τὰς μετ᾿ Ἀλκίδου ναῦς ἐπὶ Κέρκυραν
Θουκυδίδης «Ἱστοριῶν» Γ’ §§ 70 – 81: «Κερκυραϊκά»
9
μελλούσας πλεῖν ἀπέστειλαν καὶ Εὐρυμέδοντα τὸν Θουκλέους στρατηγόν. [§81] οἱ
μὲν οὖν Πελοποννήσιοι τῆς νυκτὸς εὐθὺς κατὰ τάχος ἐκομίζοντο ἐπ᾿ οἴκου παρὰ τὴν
γῆν· καὶ ὑπερενεγκόντες τὸν Λευκαδίων ἰσθμὸν τὰς ναῦς, ὅπως μὴ περιπλέοντες
ὀφθῶσιν, ἀποκομίζονται. Κερκυραῖοι δὲ αἰσθόμενοι τάς τε Ἀττικὰς ναῦς
προσπλεούσας τάς τε τῶν πολεμίων οἰχομένας, λαβόντες τούς τε Μεσσηνίους ἐς τὴν
πόλιν ἤγαγον πρότερον ἔξω ὄντας, καὶ τὰς ναῦς περιπλεῦσαι κελεύσαντες ἃς
ἐπλήρωσαν ἐς τὸν Ὑλλαϊκὸν λιμένα, ἐν ὅσῳ περιεκομίζοντο, τῶν ἐχθρῶν εἴ τινα
λάβοιεν, ἀπέκτεινον· καὶ ἐκ τῶν νεῶν ὅσους ἔπεισαν ἐσβῆναι ἐκβιβάζοντες
ἀπεχρῶντο, ἐς τὸ Ἥραιόν τε ἐλθόντες τῶν ἱκετῶν ὡς πεντήκοντα ἄνδρας δίκην
ὑποσχεῖν ἔπεισαν καὶ κατέγνωσαν πάντων θάνατον. οἱ δὲ πολλοὶ τῶν ἱκετῶν, ὅσοι οὐκ
ἐπείσθησαν, ὡς ἑώρων τὰ γιγνόμενα, διέφθειρον αὐτοῦ ἐν τῷ ἱερῷ ἀλλήλους, καὶ ἐκ
τῶν δένδρων τινὲς ἀπήγχοντο, οἱ δ᾿ ὡς ἕκαστοι ἐδύναντο ἀνηλοῦντο. ἡμέρας τε ἑπτά,
ἃς ἀφικόμενος ὁ Εὐρυμέδων ταῖς ἑξήκοντα ναυσὶ παρέμεινε, Κερκυραῖοι σφῶν αὐτῶν
Θουκυδίδης «Ἱστοριῶν» Γ’ §§ 70 – 81: «Κερκυραϊκά»
10
τοὺς ἐχθροὺς δοκοῦντας εἶναι ἐφόνευον, τὴν μὲν αἰτίαν ἐπιφέροντες τοῖς τὸν δῆμον
καταλύουσιν, ἀπέθανον δέ τινες καὶ ἰδίας ἔχθρας ἕνεκα, καὶ ἄλλοι χρημάτων σφίσιν
ὀφειλομένων ὑπὸ τῶν λαβόντων· πᾶσά τε ἰδέα κατέστη θανάτου, καὶ οἷον φιλεῖ ἐν τῷ
τοιούτῳ γίγνεσθαι, οὐδὲν ὅτι οὐ ξυνέβη καὶ ἔτι περαιτέρω. καὶ γὰρ πατὴρ παῖδα
ἀπέκτεινε καὶ ἀπὸ τῶν ἱερῶν ἀπεσπῶντο καὶ πρὸς αὐτοῖς ἐκτείνοντο, οἱ δέ τινες καὶ
περιοικοδομηθέντες ἐν τοῦ Διονύσου τῷ ἱερῷ ἀπέθανον.

More Related Content

What's hot

Eργασίες Θουκυδίδου Ἱστορίαι (Κερκυραϊκά)
Eργασίες Θουκυδίδου Ἱστορίαι (Κερκυραϊκά)Eργασίες Θουκυδίδου Ἱστορίαι (Κερκυραϊκά)
Eργασίες Θουκυδίδου Ἱστορίαι (Κερκυραϊκά)ΣΟΦΙΑ ΦΕΛΛΑΧΙΔΟΥ
 
Metafrasi syntaxi xenofon 2.1.16-32
Metafrasi syntaxi xenofon  2.1.16-32Metafrasi syntaxi xenofon  2.1.16-32
Metafrasi syntaxi xenofon 2.1.16-32Vasilis Vasileiou
 
Ellinika, book2, 16 23
Ellinika, book2, 16 23Ellinika, book2, 16 23
Ellinika, book2, 16 23eldpappa
 
εργασιεσ ξενοφωντοσ ελληνικα 2.1.16 28
εργασιεσ ξενοφωντοσ ελληνικα 2.1.16 28εργασιεσ ξενοφωντοσ ελληνικα 2.1.16 28
εργασιεσ ξενοφωντοσ ελληνικα 2.1.16 28ΣΟΦΙΑ ΦΕΛΛΑΧΙΔΟΥ
 
το ημερολόγιο ενός λακεδαιμονίου α2
το ημερολόγιο ενός λακεδαιμονίου α2το ημερολόγιο ενός λακεδαιμονίου α2
το ημερολόγιο ενός λακεδαιμονίου α2GiorgosGalatas
 
ΞΕΝΟΦΩΝΤΟΣ ΕΛΛΗΝΙΚΑ ΜΕΤΑΦΡΑΣΗ
ΞΕΝΟΦΩΝΤΟΣ ΕΛΛΗΝΙΚΑ ΜΕΤΑΦΡΑΣΗΞΕΝΟΦΩΝΤΟΣ ΕΛΛΗΝΙΚΑ ΜΕΤΑΦΡΑΣΗ
ΞΕΝΟΦΩΝΤΟΣ ΕΛΛΗΝΙΚΑ ΜΕΤΑΦΡΑΣΗGeorgia Sofi
 
το σχέδιο του λυσάνδρου
το σχέδιο του λυσάνδρουτο σχέδιο του λυσάνδρου
το σχέδιο του λυσάνδρουLouiza Koustoubardi
 
ΞΕΝΟΦΩΝΤΑΣ " ΕΛΛΗΝΙΚΑ"
ΞΕΝΟΦΩΝΤΑΣ " ΕΛΛΗΝΙΚΑ"ΞΕΝΟΦΩΝΤΑΣ " ΕΛΛΗΝΙΚΑ"
ΞΕΝΟΦΩΝΤΑΣ " ΕΛΛΗΝΙΚΑ"smarkan73
 
Ξενοφώντος Ελληνικά ,Βιβλίο 2ο,κεφ. 1ο .,παρ.16 19
Ξενοφώντος Ελληνικά ,Βιβλίο 2ο,κεφ. 1ο .,παρ.16 19Ξενοφώντος Ελληνικά ,Βιβλίο 2ο,κεφ. 1ο .,παρ.16 19
Ξενοφώντος Ελληνικά ,Βιβλίο 2ο,κεφ. 1ο .,παρ.16 19smarkan73
 
ΔΟΚΙΜΕΣ ΜΕΤΑΓΡΑΦΩΝ
ΔΟΚΙΜΕΣ ΜΕΤΑΓΡΑΦΩΝΔΟΚΙΜΕΣ ΜΕΤΑΓΡΑΦΩΝ
ΔΟΚΙΜΕΣ ΜΕΤΑΓΡΑΦΩΝDoiranli
 
εναλλακτικη μεταφραση στα κερκυραϊκα του θουκυδιδη
εναλλακτικη μεταφραση στα κερκυραϊκα του θουκυδιδηεναλλακτικη μεταφραση στα κερκυραϊκα του θουκυδιδη
εναλλακτικη μεταφραση στα κερκυραϊκα του θουκυδιδηEleni Kots
 
αιγός ποταμοί
αιγός ποταμοίαιγός ποταμοί
αιγός ποταμοίΕλένη Ξ
 
η εφαρμογη του σχεδιου
η εφαρμογη του σχεδιουη εφαρμογη του σχεδιου
η εφαρμογη του σχεδιουLouiza Koustoubardi
 
οι συμβουλές του αλκιβιάδη
οι συμβουλές του αλκιβιάδηοι συμβουλές του αλκιβιάδη
οι συμβουλές του αλκιβιάδηLouiza Koustoubardi
 
Gynaikes ston polemo emprhsmos
Gynaikes ston polemo emprhsmosGynaikes ston polemo emprhsmos
Gynaikes ston polemo emprhsmosΕλένη Ξ
 
ναυμαχία της σαλαμίνας
ναυμαχία της σαλαμίναςναυμαχία της σαλαμίνας
ναυμαχία της σαλαμίναςGiorgosGalatas
 

What's hot (20)

Eργασίες Θουκυδίδου Ἱστορίαι (Κερκυραϊκά)
Eργασίες Θουκυδίδου Ἱστορίαι (Κερκυραϊκά)Eργασίες Θουκυδίδου Ἱστορίαι (Κερκυραϊκά)
Eργασίες Θουκυδίδου Ἱστορίαι (Κερκυραϊκά)
 
κεφαλαιο 70
κεφαλαιο 70κεφαλαιο 70
κεφαλαιο 70
 
Metafrasi syntaxi xenofon 2.1.16-32
Metafrasi syntaxi xenofon  2.1.16-32Metafrasi syntaxi xenofon  2.1.16-32
Metafrasi syntaxi xenofon 2.1.16-32
 
Ellinika, book2, 16 23
Ellinika, book2, 16 23Ellinika, book2, 16 23
Ellinika, book2, 16 23
 
Θουκυδίδη Κερκυραϊκά 3.79 81
Θουκυδίδη Κερκυραϊκά 3.79 81Θουκυδίδη Κερκυραϊκά 3.79 81
Θουκυδίδη Κερκυραϊκά 3.79 81
 
εργασιεσ ξενοφωντοσ ελληνικα 2.1.16 28
εργασιεσ ξενοφωντοσ ελληνικα 2.1.16 28εργασιεσ ξενοφωντοσ ελληνικα 2.1.16 28
εργασιεσ ξενοφωντοσ ελληνικα 2.1.16 28
 
το ημερολόγιο ενός λακεδαιμονίου α2
το ημερολόγιο ενός λακεδαιμονίου α2το ημερολόγιο ενός λακεδαιμονίου α2
το ημερολόγιο ενός λακεδαιμονίου α2
 
ΞΕΝΟΦΩΝΤΟΣ ΕΛΛΗΝΙΚΑ ΜΕΤΑΦΡΑΣΗ
ΞΕΝΟΦΩΝΤΟΣ ΕΛΛΗΝΙΚΑ ΜΕΤΑΦΡΑΣΗΞΕΝΟΦΩΝΤΟΣ ΕΛΛΗΝΙΚΑ ΜΕΤΑΦΡΑΣΗ
ΞΕΝΟΦΩΝΤΟΣ ΕΛΛΗΝΙΚΑ ΜΕΤΑΦΡΑΣΗ
 
το σχέδιο του λυσάνδρου
το σχέδιο του λυσάνδρουτο σχέδιο του λυσάνδρου
το σχέδιο του λυσάνδρου
 
ΞΕΝΟΦΩΝΤΑΣ " ΕΛΛΗΝΙΚΑ"
ΞΕΝΟΦΩΝΤΑΣ " ΕΛΛΗΝΙΚΑ"ΞΕΝΟΦΩΝΤΑΣ " ΕΛΛΗΝΙΚΑ"
ΞΕΝΟΦΩΝΤΑΣ " ΕΛΛΗΝΙΚΑ"
 
Θουκυδίδη Κερκυραϊκά Γ .71-74
Θουκυδίδη Κερκυραϊκά Γ .71-74Θουκυδίδη Κερκυραϊκά Γ .71-74
Θουκυδίδη Κερκυραϊκά Γ .71-74
 
Ξενοφώντος Ελληνικά 2.2. 1-4
Ξενοφώντος Ελληνικά 2.2. 1-4Ξενοφώντος Ελληνικά 2.2. 1-4
Ξενοφώντος Ελληνικά 2.2. 1-4
 
Ξενοφώντος Ελληνικά ,Βιβλίο 2ο,κεφ. 1ο .,παρ.16 19
Ξενοφώντος Ελληνικά ,Βιβλίο 2ο,κεφ. 1ο .,παρ.16 19Ξενοφώντος Ελληνικά ,Βιβλίο 2ο,κεφ. 1ο .,παρ.16 19
Ξενοφώντος Ελληνικά ,Βιβλίο 2ο,κεφ. 1ο .,παρ.16 19
 
ΔΟΚΙΜΕΣ ΜΕΤΑΓΡΑΦΩΝ
ΔΟΚΙΜΕΣ ΜΕΤΑΓΡΑΦΩΝΔΟΚΙΜΕΣ ΜΕΤΑΓΡΑΦΩΝ
ΔΟΚΙΜΕΣ ΜΕΤΑΓΡΑΦΩΝ
 
εναλλακτικη μεταφραση στα κερκυραϊκα του θουκυδιδη
εναλλακτικη μεταφραση στα κερκυραϊκα του θουκυδιδηεναλλακτικη μεταφραση στα κερκυραϊκα του θουκυδιδη
εναλλακτικη μεταφραση στα κερκυραϊκα του θουκυδιδη
 
αιγός ποταμοί
αιγός ποταμοίαιγός ποταμοί
αιγός ποταμοί
 
η εφαρμογη του σχεδιου
η εφαρμογη του σχεδιουη εφαρμογη του σχεδιου
η εφαρμογη του σχεδιου
 
οι συμβουλές του αλκιβιάδη
οι συμβουλές του αλκιβιάδηοι συμβουλές του αλκιβιάδη
οι συμβουλές του αλκιβιάδη
 
Gynaikes ston polemo emprhsmos
Gynaikes ston polemo emprhsmosGynaikes ston polemo emprhsmos
Gynaikes ston polemo emprhsmos
 
ναυμαχία της σαλαμίνας
ναυμαχία της σαλαμίναςναυμαχία της σαλαμίνας
ναυμαχία της σαλαμίνας
 

Viewers also liked

Θουκυδίδης "Ιστοριών" Γ' 70 - 81 - Ερμηνευτικές ερωτήσεις από τα κριτήρια αξι...
Θουκυδίδης "Ιστοριών" Γ' 70 - 81 - Ερμηνευτικές ερωτήσεις από τα κριτήρια αξι...Θουκυδίδης "Ιστοριών" Γ' 70 - 81 - Ερμηνευτικές ερωτήσεις από τα κριτήρια αξι...
Θουκυδίδης "Ιστοριών" Γ' 70 - 81 - Ερμηνευτικές ερωτήσεις από τα κριτήρια αξι...Thanos Stavropoulos
 
ΘΟΥΚΥΔΙΔΗ ΚΕΡΚΥΡΑΪΚΑ
ΘΟΥΚΥΔΙΔΗ ΚΕΡΚΥΡΑΪΚΑ ΘΟΥΚΥΔΙΔΗ ΚΕΡΚΥΡΑΪΚΑ
ΘΟΥΚΥΔΙΔΗ ΚΕΡΚΥΡΑΪΚΑ Georgia Sofi
 
Φύλλο εργασίας Θουκυδίδη Ιστορία Κεφ. 71 73
Φύλλο εργασίας Θουκυδίδη Ιστορία Κεφ. 71 73Φύλλο εργασίας Θουκυδίδη Ιστορία Κεφ. 71 73
Φύλλο εργασίας Θουκυδίδη Ιστορία Κεφ. 71 73Vassiliki Yiannou
 
Θουκυδίδης "Ιστοριών" Γ 76 - 77
Θουκυδίδης "Ιστοριών" Γ 76 - 77Θουκυδίδης "Ιστοριών" Γ 76 - 77
Θουκυδίδης "Ιστοριών" Γ 76 - 77Thanos Stavropoulos
 
Αρχαίοι Έλληνες Ιστοριογράφοι Α' Λυκείου - Θουκυδίδης "Ιστορίαι" - Εισαγωγή -...
Αρχαίοι Έλληνες Ιστοριογράφοι Α' Λυκείου - Θουκυδίδης "Ιστορίαι" - Εισαγωγή -...Αρχαίοι Έλληνες Ιστοριογράφοι Α' Λυκείου - Θουκυδίδης "Ιστορίαι" - Εισαγωγή -...
Αρχαίοι Έλληνες Ιστοριογράφοι Α' Λυκείου - Θουκυδίδης "Ιστορίαι" - Εισαγωγή -...Thanos Stavropoulos
 
Θουκυδίδου "Ιστορίαι" Α' Λυκείου, Γ' 76 - 77 – Τράπεζα Θεμάτων, Λεξιλογικές Α...
Θουκυδίδου "Ιστορίαι" Α' Λυκείου, Γ' 76 - 77 – Τράπεζα Θεμάτων, Λεξιλογικές Α...Θουκυδίδου "Ιστορίαι" Α' Λυκείου, Γ' 76 - 77 – Τράπεζα Θεμάτων, Λεξιλογικές Α...
Θουκυδίδου "Ιστορίαι" Α' Λυκείου, Γ' 76 - 77 – Τράπεζα Θεμάτων, Λεξιλογικές Α...Thanos Stavropoulos
 
Διδάσκοντας Αρχαία Ελληνικά στην Α΄ λυκείου με την ομαδοσυνεργατική μέθοδο
Διδάσκοντας Αρχαία Ελληνικά στην Α΄ λυκείου με την ομαδοσυνεργατική μέθοδοΔιδάσκοντας Αρχαία Ελληνικά στην Α΄ λυκείου με την ομαδοσυνεργατική μέθοδο
Διδάσκοντας Αρχαία Ελληνικά στην Α΄ λυκείου με την ομαδοσυνεργατική μέθοδοPanos Pir
 
H θρησκεία στην αρχαία Αθήνα
H θρησκεία στην αρχαία ΑθήναH θρησκεία στην αρχαία Αθήνα
H θρησκεία στην αρχαία Αθήναetriada
 
δ.ε. 27 αρχαια ελληνικη θρησκεια
δ.ε. 27 αρχαια ελληνικη θρησκειαδ.ε. 27 αρχαια ελληνικη θρησκεια
δ.ε. 27 αρχαια ελληνικη θρησκειαPapanikolaou Dimitris
 
Kριτήριο Eλeεύθερος χρόνος Έκφραση- έκθεση Β' Λυκείου
Kριτήριο Eλeεύθερος χρόνος Έκφραση- έκθεση Β' ΛυκείουKριτήριο Eλeεύθερος χρόνος Έκφραση- έκθεση Β' Λυκείου
Kριτήριο Eλeεύθερος χρόνος Έκφραση- έκθεση Β' ΛυκείουVassiliki Yiannou
 
Θουκυδίδης "Ιστοριών" Α' Λυκείου: §§ 71 - 72 | Τράπεζα Θεμάτων - Λεξιλογικές...
Θουκυδίδης "Ιστοριών" Α' Λυκείου: §§ 71 - 72  | Τράπεζα Θεμάτων - Λεξιλογικές...Θουκυδίδης "Ιστοριών" Α' Λυκείου: §§ 71 - 72  | Τράπεζα Θεμάτων - Λεξιλογικές...
Θουκυδίδης "Ιστοριών" Α' Λυκείου: §§ 71 - 72 | Τράπεζα Θεμάτων - Λεξιλογικές...Thanos Stavropoulos
 
Θουκυδίδου "Ιστορίαι" Α' Λυκείου, Γ' 78: Τράπεζα Θεμάτων, Λεξιλογικές Ασκήσεις
Θουκυδίδου "Ιστορίαι" Α' Λυκείου, Γ' 78: Τράπεζα Θεμάτων, Λεξιλογικές ΑσκήσειςΘουκυδίδου "Ιστορίαι" Α' Λυκείου, Γ' 78: Τράπεζα Θεμάτων, Λεξιλογικές Ασκήσεις
Θουκυδίδου "Ιστορίαι" Α' Λυκείου, Γ' 78: Τράπεζα Θεμάτων, Λεξιλογικές ΑσκήσειςThanos Stavropoulos
 
Θουκυδίδου "Ιστορίαι" Α' Λυκείου: Γ', 75 – Τράπεζα Θεμάτων, Λεξιλογικές Ασκήσεις
Θουκυδίδου "Ιστορίαι" Α' Λυκείου: Γ', 75 – Τράπεζα Θεμάτων, Λεξιλογικές ΑσκήσειςΘουκυδίδου "Ιστορίαι" Α' Λυκείου: Γ', 75 – Τράπεζα Θεμάτων, Λεξιλογικές Ασκήσεις
Θουκυδίδου "Ιστορίαι" Α' Λυκείου: Γ', 75 – Τράπεζα Θεμάτων, Λεξιλογικές ΑσκήσειςThanos Stavropoulos
 
Αρχαία Α΄ Λυκείου,Θουκυδίδης Ολόρου Αλιμούσιος, Εισαγωγή
 Αρχαία Α΄ Λυκείου,Θουκυδίδης Ολόρου Αλιμούσιος, Εισαγωγή  Αρχαία Α΄ Λυκείου,Θουκυδίδης Ολόρου Αλιμούσιος, Εισαγωγή
Αρχαία Α΄ Λυκείου,Θουκυδίδης Ολόρου Αλιμούσιος, Εισαγωγή Vassiliki Yiannou
 
Θουκυδίδου "Ιστορίαι" Α' Λυκείου, Γ’ 74: Τράπεζα Θεμάτων, Λεξιλογικές Ασκήσεις
Θουκυδίδου "Ιστορίαι" Α' Λυκείου, Γ’ 74: Τράπεζα Θεμάτων, Λεξιλογικές ΑσκήσειςΘουκυδίδου "Ιστορίαι" Α' Λυκείου, Γ’ 74: Τράπεζα Θεμάτων, Λεξιλογικές Ασκήσεις
Θουκυδίδου "Ιστορίαι" Α' Λυκείου, Γ’ 74: Τράπεζα Θεμάτων, Λεξιλογικές ΑσκήσειςThanos Stavropoulos
 
Θουκυδίδου "Ιστορίαι", Γ' 81,1 - 3 & 3 - 5: Τράπεζα Θεμάτων, Λεξιλογικές Ασκή...
Θουκυδίδου "Ιστορίαι", Γ' 81,1 - 3 & 3 - 5: Τράπεζα Θεμάτων, Λεξιλογικές Ασκή...Θουκυδίδου "Ιστορίαι", Γ' 81,1 - 3 & 3 - 5: Τράπεζα Θεμάτων, Λεξιλογικές Ασκή...
Θουκυδίδου "Ιστορίαι", Γ' 81,1 - 3 & 3 - 5: Τράπεζα Θεμάτων, Λεξιλογικές Ασκή...Thanos Stavropoulos
 

Viewers also liked (20)

Θουκυδίδης "Ιστοριών" Γ' 70 - 81 - Ερμηνευτικές ερωτήσεις από τα κριτήρια αξι...
Θουκυδίδης "Ιστοριών" Γ' 70 - 81 - Ερμηνευτικές ερωτήσεις από τα κριτήρια αξι...Θουκυδίδης "Ιστοριών" Γ' 70 - 81 - Ερμηνευτικές ερωτήσεις από τα κριτήρια αξι...
Θουκυδίδης "Ιστοριών" Γ' 70 - 81 - Ερμηνευτικές ερωτήσεις από τα κριτήρια αξι...
 
ΘΟΥΚΥΔΙΔΗ ΚΕΡΚΥΡΑΪΚΑ
ΘΟΥΚΥΔΙΔΗ ΚΕΡΚΥΡΑΪΚΑ ΘΟΥΚΥΔΙΔΗ ΚΕΡΚΥΡΑΪΚΑ
ΘΟΥΚΥΔΙΔΗ ΚΕΡΚΥΡΑΪΚΑ
 
Φύλλο εργασίας Θουκυδίδη Ιστορία Κεφ. 71 73
Φύλλο εργασίας Θουκυδίδη Ιστορία Κεφ. 71 73Φύλλο εργασίας Θουκυδίδη Ιστορία Κεφ. 71 73
Φύλλο εργασίας Θουκυδίδη Ιστορία Κεφ. 71 73
 
Θουκυδίδης "Ιστοριών" Γ 76 - 77
Θουκυδίδης "Ιστοριών" Γ 76 - 77Θουκυδίδης "Ιστοριών" Γ 76 - 77
Θουκυδίδης "Ιστοριών" Γ 76 - 77
 
Αρχαίοι Έλληνες Ιστοριογράφοι Α' Λυκείου - Θουκυδίδης "Ιστορίαι" - Εισαγωγή -...
Αρχαίοι Έλληνες Ιστοριογράφοι Α' Λυκείου - Θουκυδίδης "Ιστορίαι" - Εισαγωγή -...Αρχαίοι Έλληνες Ιστοριογράφοι Α' Λυκείου - Θουκυδίδης "Ιστορίαι" - Εισαγωγή -...
Αρχαίοι Έλληνες Ιστοριογράφοι Α' Λυκείου - Θουκυδίδης "Ιστορίαι" - Εισαγωγή -...
 
Θουκυδίδου "Ιστορίαι" Α' Λυκείου, Γ' 76 - 77 – Τράπεζα Θεμάτων, Λεξιλογικές Α...
Θουκυδίδου "Ιστορίαι" Α' Λυκείου, Γ' 76 - 77 – Τράπεζα Θεμάτων, Λεξιλογικές Α...Θουκυδίδου "Ιστορίαι" Α' Λυκείου, Γ' 76 - 77 – Τράπεζα Θεμάτων, Λεξιλογικές Α...
Θουκυδίδου "Ιστορίαι" Α' Λυκείου, Γ' 76 - 77 – Τράπεζα Θεμάτων, Λεξιλογικές Α...
 
Διδάσκοντας Αρχαία Ελληνικά στην Α΄ λυκείου με την ομαδοσυνεργατική μέθοδο
Διδάσκοντας Αρχαία Ελληνικά στην Α΄ λυκείου με την ομαδοσυνεργατική μέθοδοΔιδάσκοντας Αρχαία Ελληνικά στην Α΄ λυκείου με την ομαδοσυνεργατική μέθοδο
Διδάσκοντας Αρχαία Ελληνικά στην Α΄ λυκείου με την ομαδοσυνεργατική μέθοδο
 
Θουκυδίδης Γ' 81
Θουκυδίδης Γ' 81 Θουκυδίδης Γ' 81
Θουκυδίδης Γ' 81
 
Θουκυδίδης Γ' 79-80
Θουκυδίδης Γ' 79-80Θουκυδίδης Γ' 79-80
Θουκυδίδης Γ' 79-80
 
Bullying
BullyingBullying
Bullying
 
H θρησκεία στην αρχαία Αθήνα
H θρησκεία στην αρχαία ΑθήναH θρησκεία στην αρχαία Αθήνα
H θρησκεία στην αρχαία Αθήνα
 
δ.ε. 27 αρχαια ελληνικη θρησκεια
δ.ε. 27 αρχαια ελληνικη θρησκειαδ.ε. 27 αρχαια ελληνικη θρησκεια
δ.ε. 27 αρχαια ελληνικη θρησκεια
 
κεφαλαιο 71
κεφαλαιο 71κεφαλαιο 71
κεφαλαιο 71
 
Kριτήριο Eλeεύθερος χρόνος Έκφραση- έκθεση Β' Λυκείου
Kριτήριο Eλeεύθερος χρόνος Έκφραση- έκθεση Β' ΛυκείουKριτήριο Eλeεύθερος χρόνος Έκφραση- έκθεση Β' Λυκείου
Kριτήριο Eλeεύθερος χρόνος Έκφραση- έκθεση Β' Λυκείου
 
Θουκυδίδης "Ιστοριών" Α' Λυκείου: §§ 71 - 72 | Τράπεζα Θεμάτων - Λεξιλογικές...
Θουκυδίδης "Ιστοριών" Α' Λυκείου: §§ 71 - 72  | Τράπεζα Θεμάτων - Λεξιλογικές...Θουκυδίδης "Ιστοριών" Α' Λυκείου: §§ 71 - 72  | Τράπεζα Θεμάτων - Λεξιλογικές...
Θουκυδίδης "Ιστοριών" Α' Λυκείου: §§ 71 - 72 | Τράπεζα Θεμάτων - Λεξιλογικές...
 
Θουκυδίδου "Ιστορίαι" Α' Λυκείου, Γ' 78: Τράπεζα Θεμάτων, Λεξιλογικές Ασκήσεις
Θουκυδίδου "Ιστορίαι" Α' Λυκείου, Γ' 78: Τράπεζα Θεμάτων, Λεξιλογικές ΑσκήσειςΘουκυδίδου "Ιστορίαι" Α' Λυκείου, Γ' 78: Τράπεζα Θεμάτων, Λεξιλογικές Ασκήσεις
Θουκυδίδου "Ιστορίαι" Α' Λυκείου, Γ' 78: Τράπεζα Θεμάτων, Λεξιλογικές Ασκήσεις
 
Θουκυδίδου "Ιστορίαι" Α' Λυκείου: Γ', 75 – Τράπεζα Θεμάτων, Λεξιλογικές Ασκήσεις
Θουκυδίδου "Ιστορίαι" Α' Λυκείου: Γ', 75 – Τράπεζα Θεμάτων, Λεξιλογικές ΑσκήσειςΘουκυδίδου "Ιστορίαι" Α' Λυκείου: Γ', 75 – Τράπεζα Θεμάτων, Λεξιλογικές Ασκήσεις
Θουκυδίδου "Ιστορίαι" Α' Λυκείου: Γ', 75 – Τράπεζα Θεμάτων, Λεξιλογικές Ασκήσεις
 
Αρχαία Α΄ Λυκείου,Θουκυδίδης Ολόρου Αλιμούσιος, Εισαγωγή
 Αρχαία Α΄ Λυκείου,Θουκυδίδης Ολόρου Αλιμούσιος, Εισαγωγή  Αρχαία Α΄ Λυκείου,Θουκυδίδης Ολόρου Αλιμούσιος, Εισαγωγή
Αρχαία Α΄ Λυκείου,Θουκυδίδης Ολόρου Αλιμούσιος, Εισαγωγή
 
Θουκυδίδου "Ιστορίαι" Α' Λυκείου, Γ’ 74: Τράπεζα Θεμάτων, Λεξιλογικές Ασκήσεις
Θουκυδίδου "Ιστορίαι" Α' Λυκείου, Γ’ 74: Τράπεζα Θεμάτων, Λεξιλογικές ΑσκήσειςΘουκυδίδου "Ιστορίαι" Α' Λυκείου, Γ’ 74: Τράπεζα Θεμάτων, Λεξιλογικές Ασκήσεις
Θουκυδίδου "Ιστορίαι" Α' Λυκείου, Γ’ 74: Τράπεζα Θεμάτων, Λεξιλογικές Ασκήσεις
 
Θουκυδίδου "Ιστορίαι", Γ' 81,1 - 3 & 3 - 5: Τράπεζα Θεμάτων, Λεξιλογικές Ασκή...
Θουκυδίδου "Ιστορίαι", Γ' 81,1 - 3 & 3 - 5: Τράπεζα Θεμάτων, Λεξιλογικές Ασκή...Θουκυδίδου "Ιστορίαι", Γ' 81,1 - 3 & 3 - 5: Τράπεζα Θεμάτων, Λεξιλογικές Ασκή...
Θουκυδίδου "Ιστορίαι", Γ' 81,1 - 3 & 3 - 5: Τράπεζα Θεμάτων, Λεξιλογικές Ασκή...
 

Similar to Θουκυδίδης «Ιστοριῶν» Γ’ §§ 70 – 81: "Κερκυραϊκά", το κείμενο

Clasicos de bolsillo: Jenofonte 1
Clasicos de bolsillo: Jenofonte 1Clasicos de bolsillo: Jenofonte 1
Clasicos de bolsillo: Jenofonte 1Sito Yelas
 
Ellinika, book2, 1 4
Ellinika, book2, 1 4Ellinika, book2, 1 4
Ellinika, book2, 1 4eldpappa
 
ΕΡΓΑΣΙΑ ΑΡΧΑΙΩΝ
ΕΡΓΑΣΙΑ ΑΡΧΑΙΩΝΕΡΓΑΣΙΑ ΑΡΧΑΙΩΝ
ΕΡΓΑΣΙΑ ΑΡΧΑΙΩΝpemptoussia
 
H καταστροφή του αθηναϊκού στόλου
H καταστροφή του αθηναϊκού στόλουH καταστροφή του αθηναϊκού στόλου
H καταστροφή του αθηναϊκού στόλουAkis Ampelas
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 23
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 23Clasicos de bolsillo : Plutarco - Vidas paralelas 23
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 23Sito Yelas
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 17
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 17Clasicos de bolsillo : Plutarco - Vidas paralelas 17
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 17Sito Yelas
 
Clasicos de bolsillo: Jenofonte 6
Clasicos de bolsillo: Jenofonte 6Clasicos de bolsillo: Jenofonte 6
Clasicos de bolsillo: Jenofonte 6Sito Yelas
 
εναλλακτικη μεταφραση στα κερκυραϊκα του θουκυδιδη
εναλλακτικη μεταφραση στα κερκυραϊκα του θουκυδιδηεναλλακτικη μεταφραση στα κερκυραϊκα του θουκυδιδη
εναλλακτικη μεταφραση στα κερκυραϊκα του θουκυδιδηEleni Kots
 
CLASICOS DE BOLSILLO: Eliano Historias Curiosas
CLASICOS DE BOLSILLO: Eliano Historias CuriosasCLASICOS DE BOLSILLO: Eliano Historias Curiosas
CLASICOS DE BOLSILLO: Eliano Historias CuriosasSito Yelas
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 1
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 1Clasicos de bolsillo : Plutarco - Vidas paralelas 1
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 1Sito Yelas
 
arte griego - pausanias
arte griego - pausaniasarte griego - pausanias
arte griego - pausaniasDeletrea .
 
Clasicos de bolsillo: Jenofonte 2
Clasicos de bolsillo: Jenofonte 2Clasicos de bolsillo: Jenofonte 2
Clasicos de bolsillo: Jenofonte 2Sito Yelas
 
Plutarco vidas paralelas
Plutarco vidas paralelasPlutarco vidas paralelas
Plutarco vidas paralelasSito Yelas
 
οι όροι της συνθηκολόγησης
οι όροι της συνθηκολόγησηςοι όροι της συνθηκολόγησης
οι όροι της συνθηκολόγησηςLouiza Koustoubardi
 

Similar to Θουκυδίδης «Ιστοριῶν» Γ’ §§ 70 – 81: "Κερκυραϊκά", το κείμενο (20)

120 themata thuc_trapeza
120 themata thuc_trapeza120 themata thuc_trapeza
120 themata thuc_trapeza
 
3.70
3.703.70
3.70
 
Clasicos de bolsillo: Jenofonte 1
Clasicos de bolsillo: Jenofonte 1Clasicos de bolsillo: Jenofonte 1
Clasicos de bolsillo: Jenofonte 1
 
Ellinika, book2, 1 4
Ellinika, book2, 1 4Ellinika, book2, 1 4
Ellinika, book2, 1 4
 
ΕΡΓΑΣΙΑ ΑΡΧΑΙΩΝ
ΕΡΓΑΣΙΑ ΑΡΧΑΙΩΝΕΡΓΑΣΙΑ ΑΡΧΑΙΩΝ
ΕΡΓΑΣΙΑ ΑΡΧΑΙΩΝ
 
H καταστροφή του αθηναϊκού στόλου
H καταστροφή του αθηναϊκού στόλουH καταστροφή του αθηναϊκού στόλου
H καταστροφή του αθηναϊκού στόλου
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 23
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 23Clasicos de bolsillo : Plutarco - Vidas paralelas 23
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 23
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 17
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 17Clasicos de bolsillo : Plutarco - Vidas paralelas 17
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 17
 
Clasicos de bolsillo: Jenofonte 6
Clasicos de bolsillo: Jenofonte 6Clasicos de bolsillo: Jenofonte 6
Clasicos de bolsillo: Jenofonte 6
 
εναλλακτικη μεταφραση στα κερκυραϊκα του θουκυδιδη
εναλλακτικη μεταφραση στα κερκυραϊκα του θουκυδιδηεναλλακτικη μεταφραση στα κερκυραϊκα του θουκυδιδη
εναλλακτικη μεταφραση στα κερκυραϊκα του θουκυδιδη
 
CLASICOS DE BOLSILLO: Eliano Historias Curiosas
CLASICOS DE BOLSILLO: Eliano Historias CuriosasCLASICOS DE BOLSILLO: Eliano Historias Curiosas
CLASICOS DE BOLSILLO: Eliano Historias Curiosas
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 1
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 1Clasicos de bolsillo : Plutarco - Vidas paralelas 1
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 1
 
arte griego - pausanias
arte griego - pausaniasarte griego - pausanias
arte griego - pausanias
 
2
22
2
 
Greek - Judith.pdf
Greek - Judith.pdfGreek - Judith.pdf
Greek - Judith.pdf
 
Antologã­a anã¡basis (ies avempace)
Antologã­a anã¡basis (ies avempace)Antologã­a anã¡basis (ies avempace)
Antologã­a anã¡basis (ies avempace)
 
Iliad
Iliad Iliad
Iliad
 
Clasicos de bolsillo: Jenofonte 2
Clasicos de bolsillo: Jenofonte 2Clasicos de bolsillo: Jenofonte 2
Clasicos de bolsillo: Jenofonte 2
 
Plutarco vidas paralelas
Plutarco vidas paralelasPlutarco vidas paralelas
Plutarco vidas paralelas
 
οι όροι της συνθηκολόγησης
οι όροι της συνθηκολόγησηςοι όροι της συνθηκολόγησης
οι όροι της συνθηκολόγησης
 

More from Thanos Stavropoulos

ιστορια του αρχαιου κοσμου αίγυπτος , τράπεζα θεμάτων ιεπ
ιστορια του αρχαιου κοσμου  αίγυπτος , τράπεζα θεμάτων ιεπιστορια του αρχαιου κοσμου  αίγυπτος , τράπεζα θεμάτων ιεπ
ιστορια του αρχαιου κοσμου αίγυπτος , τράπεζα θεμάτων ιεπThanos Stavropoulos
 
αρχαία ελληνική γλώσσα και γραμματεία α λυκείου τράπεζα θεματων λεξιλογικές α...
αρχαία ελληνική γλώσσα και γραμματεία α λυκείου τράπεζα θεματων λεξιλογικές α...αρχαία ελληνική γλώσσα και γραμματεία α λυκείου τράπεζα θεματων λεξιλογικές α...
αρχαία ελληνική γλώσσα και γραμματεία α λυκείου τράπεζα θεματων λεξιλογικές α...Thanos Stavropoulos
 
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Κοιινωνικά δίκτυα, συν...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Κοιινωνικά δίκτυα, συν...ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Κοιινωνικά δίκτυα, συν...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Κοιινωνικά δίκτυα, συν...Thanos Stavropoulos
 
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Καλλιτεχνικά επαγγέλματα"
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Καλλιτεχνικά επαγγέλματα"ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Καλλιτεχνικά επαγγέλματα"
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Καλλιτεχνικά επαγγέλματα"Thanos Stavropoulos
 
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Ίσες επαγγελματικές ευ...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Ίσες επαγγελματικές ευ...ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Ίσες επαγγελματικές ευ...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Ίσες επαγγελματικές ευ...Thanos Stavropoulos
 
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η προέλευση της τέχνης"
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η προέλευση της τέχνης"ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η προέλευση της τέχνης"
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η προέλευση της τέχνης"Thanos Stavropoulos
 
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η κατασκευή της πραγμα...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η κατασκευή της πραγμα...ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η κατασκευή της πραγμα...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η κατασκευή της πραγμα...Thanos Stavropoulos
 
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η επίδραση της τηλεόρα...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η επίδραση της τηλεόρα...ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η επίδραση της τηλεόρα...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η επίδραση της τηλεόρα...Thanos Stavropoulos
 
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η εξουσία του λόγου τη...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η εξουσία του λόγου τη...ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η εξουσία του λόγου τη...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η εξουσία του λόγου τη...Thanos Stavropoulos
 
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η δεοντολογία υπάρχει,...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η δεοντολογία υπάρχει,...ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η δεοντολογία υπάρχει,...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η δεοντολογία υπάρχει,...Thanos Stavropoulos
 
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η βραδύτητα"
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η βραδύτητα"   ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η βραδύτητα"
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η βραδύτητα" Thanos Stavropoulos
 
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η ανεργία στον «αναπτυ...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η ανεργία στον «αναπτυ...ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η ανεργία στον «αναπτυ...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η ανεργία στον «αναπτυ...Thanos Stavropoulos
 
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: Επιστροφή στην εποχή τη...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: Επιστροφή στην εποχή τη...ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: Επιστροφή στην εποχή τη...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: Επιστροφή στην εποχή τη...Thanos Stavropoulos
 
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: Επανάσταση στην επικοιν...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: Επανάσταση στην επικοιν...ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: Επανάσταση στην επικοιν...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: Επανάσταση στην επικοιν...Thanos Stavropoulos
 
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: Γλώσσα και διαφυλικές σ...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: Γλώσσα και διαφυλικές σ...ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: Γλώσσα και διαφυλικές σ...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: Γλώσσα και διαφυλικές σ...Thanos Stavropoulos
 
Γλώσσα και διαφυλικές σχέσεις γλωσσα β' λυκειου
Γλώσσα και διαφυλικές σχέσεις   γλωσσα β' λυκειουΓλώσσα και διαφυλικές σχέσεις   γλωσσα β' λυκειου
Γλώσσα και διαφυλικές σχέσεις γλωσσα β' λυκειουThanos Stavropoulos
 
H εύκολη κριτική στην τηλεόραση είναι η δύσκολη κριτική στον τύπο γλωσσα β ...
H εύκολη κριτική στην τηλεόραση είναι η δύσκολη κριτική στον τύπο   γλωσσα β ...H εύκολη κριτική στην τηλεόραση είναι η δύσκολη κριτική στον τύπο   γλωσσα β ...
H εύκολη κριτική στην τηλεόραση είναι η δύσκολη κριτική στον τύπο γλωσσα β ...Thanos Stavropoulos
 
ΛΑΤΙΝΙΚΑ Γ' ΛΥΚΕΙΟΥ - Μάθημα 3ο - Ασκήσεις Γραμματικής
ΛΑΤΙΝΙΚΑ Γ' ΛΥΚΕΙΟΥ - Μάθημα 3ο - Ασκήσεις ΓραμματικήςΛΑΤΙΝΙΚΑ Γ' ΛΥΚΕΙΟΥ - Μάθημα 3ο - Ασκήσεις Γραμματικής
ΛΑΤΙΝΙΚΑ Γ' ΛΥΚΕΙΟΥ - Μάθημα 3ο - Ασκήσεις ΓραμματικήςThanos Stavropoulos
 
Ασκήσεις Γραμματικής Αρχαίας Ελληνικής / 6
Ασκήσεις Γραμματικής Αρχαίας Ελληνικής / 6Ασκήσεις Γραμματικής Αρχαίας Ελληνικής / 6
Ασκήσεις Γραμματικής Αρχαίας Ελληνικής / 6Thanos Stavropoulos
 
Ασκήσεις Γραμματικής Αρχαίας Ελληνικής / 5
Ασκήσεις Γραμματικής Αρχαίας Ελληνικής / 5Ασκήσεις Γραμματικής Αρχαίας Ελληνικής / 5
Ασκήσεις Γραμματικής Αρχαίας Ελληνικής / 5Thanos Stavropoulos
 

More from Thanos Stavropoulos (20)

ιστορια του αρχαιου κοσμου αίγυπτος , τράπεζα θεμάτων ιεπ
ιστορια του αρχαιου κοσμου  αίγυπτος , τράπεζα θεμάτων ιεπιστορια του αρχαιου κοσμου  αίγυπτος , τράπεζα θεμάτων ιεπ
ιστορια του αρχαιου κοσμου αίγυπτος , τράπεζα θεμάτων ιεπ
 
αρχαία ελληνική γλώσσα και γραμματεία α λυκείου τράπεζα θεματων λεξιλογικές α...
αρχαία ελληνική γλώσσα και γραμματεία α λυκείου τράπεζα θεματων λεξιλογικές α...αρχαία ελληνική γλώσσα και γραμματεία α λυκείου τράπεζα θεματων λεξιλογικές α...
αρχαία ελληνική γλώσσα και γραμματεία α λυκείου τράπεζα θεματων λεξιλογικές α...
 
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Κοιινωνικά δίκτυα, συν...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Κοιινωνικά δίκτυα, συν...ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Κοιινωνικά δίκτυα, συν...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Κοιινωνικά δίκτυα, συν...
 
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Καλλιτεχνικά επαγγέλματα"
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Καλλιτεχνικά επαγγέλματα"ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Καλλιτεχνικά επαγγέλματα"
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Καλλιτεχνικά επαγγέλματα"
 
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Ίσες επαγγελματικές ευ...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Ίσες επαγγελματικές ευ...ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Ίσες επαγγελματικές ευ...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Ίσες επαγγελματικές ευ...
 
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η προέλευση της τέχνης"
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η προέλευση της τέχνης"ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η προέλευση της τέχνης"
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η προέλευση της τέχνης"
 
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η κατασκευή της πραγμα...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η κατασκευή της πραγμα...ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η κατασκευή της πραγμα...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η κατασκευή της πραγμα...
 
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η επίδραση της τηλεόρα...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η επίδραση της τηλεόρα...ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η επίδραση της τηλεόρα...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η επίδραση της τηλεόρα...
 
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η εξουσία του λόγου τη...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η εξουσία του λόγου τη...ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η εξουσία του λόγου τη...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η εξουσία του λόγου τη...
 
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η δεοντολογία υπάρχει,...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η δεοντολογία υπάρχει,...ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η δεοντολογία υπάρχει,...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η δεοντολογία υπάρχει,...
 
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η βραδύτητα"
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η βραδύτητα"   ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η βραδύτητα"
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η βραδύτητα"
 
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η ανεργία στον «αναπτυ...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η ανεργία στον «αναπτυ...ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η ανεργία στον «αναπτυ...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: "Η ανεργία στον «αναπτυ...
 
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: Επιστροφή στην εποχή τη...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: Επιστροφή στην εποχή τη...ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: Επιστροφή στην εποχή τη...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: Επιστροφή στην εποχή τη...
 
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: Επανάσταση στην επικοιν...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: Επανάσταση στην επικοιν...ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: Επανάσταση στην επικοιν...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: Επανάσταση στην επικοιν...
 
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: Γλώσσα και διαφυλικές σ...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: Γλώσσα και διαφυλικές σ...ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: Γλώσσα και διαφυλικές σ...
ΕΚΦΡΑΣΗ - ΕΚΘΕΣΗ Β' ΛΥΚΕΙΟΥ - ΤΡΑΠΕΖΑ ΘΕΜΑΤΩΝ Ι.Ε.Π.: Γλώσσα και διαφυλικές σ...
 
Γλώσσα και διαφυλικές σχέσεις γλωσσα β' λυκειου
Γλώσσα και διαφυλικές σχέσεις   γλωσσα β' λυκειουΓλώσσα και διαφυλικές σχέσεις   γλωσσα β' λυκειου
Γλώσσα και διαφυλικές σχέσεις γλωσσα β' λυκειου
 
H εύκολη κριτική στην τηλεόραση είναι η δύσκολη κριτική στον τύπο γλωσσα β ...
H εύκολη κριτική στην τηλεόραση είναι η δύσκολη κριτική στον τύπο   γλωσσα β ...H εύκολη κριτική στην τηλεόραση είναι η δύσκολη κριτική στον τύπο   γλωσσα β ...
H εύκολη κριτική στην τηλεόραση είναι η δύσκολη κριτική στον τύπο γλωσσα β ...
 
ΛΑΤΙΝΙΚΑ Γ' ΛΥΚΕΙΟΥ - Μάθημα 3ο - Ασκήσεις Γραμματικής
ΛΑΤΙΝΙΚΑ Γ' ΛΥΚΕΙΟΥ - Μάθημα 3ο - Ασκήσεις ΓραμματικήςΛΑΤΙΝΙΚΑ Γ' ΛΥΚΕΙΟΥ - Μάθημα 3ο - Ασκήσεις Γραμματικής
ΛΑΤΙΝΙΚΑ Γ' ΛΥΚΕΙΟΥ - Μάθημα 3ο - Ασκήσεις Γραμματικής
 
Ασκήσεις Γραμματικής Αρχαίας Ελληνικής / 6
Ασκήσεις Γραμματικής Αρχαίας Ελληνικής / 6Ασκήσεις Γραμματικής Αρχαίας Ελληνικής / 6
Ασκήσεις Γραμματικής Αρχαίας Ελληνικής / 6
 
Ασκήσεις Γραμματικής Αρχαίας Ελληνικής / 5
Ασκήσεις Γραμματικής Αρχαίας Ελληνικής / 5Ασκήσεις Γραμματικής Αρχαίας Ελληνικής / 5
Ασκήσεις Γραμματικής Αρχαίας Ελληνικής / 5
 

Recently uploaded

Μαθητικές καταλήψεις
Μαθητικές                                  καταλήψειςΜαθητικές                                  καταλήψεις
Μαθητικές καταλήψειςDimitra Mylonaki
 
Σουρεαλιστικά ταξίδια μέσα από την τέχνη
Σουρεαλιστικά ταξίδια μέσα από την τέχνηΣουρεαλιστικά ταξίδια μέσα από την τέχνη
Σουρεαλιστικά ταξίδια μέσα από την τέχνηTheodora Chandrinou
 
EKSETASTEA KAI DIDAKTEA YLH G TAKSHS GENIKOY LYKEIOY
EKSETASTEA KAI DIDAKTEA YLH G TAKSHS GENIKOY LYKEIOYEKSETASTEA KAI DIDAKTEA YLH G TAKSHS GENIKOY LYKEIOY
EKSETASTEA KAI DIDAKTEA YLH G TAKSHS GENIKOY LYKEIOYssuser369a35
 
Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ ΕΚΠΑΙΔΕΥΤΙΚΩΝ 2008
Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ ΕΚΠΑΙΔΕΥΤΙΚΩΝ  2008Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ ΕΚΠΑΙΔΕΥΤΙΚΩΝ  2008
Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ ΕΚΠΑΙΔΕΥΤΙΚΩΝ 2008Θεόδωρος Μαραγκούλας
 
Η Κινέζικη Αστρολογία - Ημερολόγιο - Ζώδια.docx
Η Κινέζικη Αστρολογία - Ημερολόγιο - Ζώδια.docxΗ Κινέζικη Αστρολογία - Ημερολόγιο - Ζώδια.docx
Η Κινέζικη Αστρολογία - Ημερολόγιο - Ζώδια.docxeucharis
 
5ο Κεφάλαιο - Το Λογισμικό του Υπολογιστή.pptx
5ο Κεφάλαιο - Το Λογισμικό του Υπολογιστή.pptx5ο Κεφάλαιο - Το Λογισμικό του Υπολογιστή.pptx
5ο Κεφάλαιο - Το Λογισμικό του Υπολογιστή.pptxAthina Tziaki
 
Μια νύχτα σε κατάστημα παιχνιδιώνΚΕΙΜΕΝΑ
Μια νύχτα σε κατάστημα παιχνιδιώνΚΕΙΜΕΝΑΜια νύχτα σε κατάστημα παιχνιδιώνΚΕΙΜΕΝΑ
Μια νύχτα σε κατάστημα παιχνιδιώνΚΕΙΜΕΝΑDimitra Mylonaki
 
Επίσκεψη στο 10ο Γυμνάσιο Πάτρας
Επίσκεψη          στο 10ο Γυμνάσιο ΠάτραςΕπίσκεψη          στο 10ο Γυμνάσιο Πάτρας
Επίσκεψη στο 10ο Γυμνάσιο ΠάτραςDimitra Mylonaki
 
Πασχαλινά αυγά από τη Β΄ τάξη του σχολείου μας.pptx
Πασχαλινά αυγά από τη Β΄ τάξη του σχολείου μας.pptxΠασχαλινά αυγά από τη Β΄ τάξη του σχολείου μας.pptx
Πασχαλινά αυγά από τη Β΄ τάξη του σχολείου μας.pptx36dimperist
 
Επίσκεψη στο 11ο Γυμνάσιο Πάτρας
Επίσκεψη              στο 11ο Γυμνάσιο ΠάτραςΕπίσκεψη              στο 11ο Γυμνάσιο Πάτρας
Επίσκεψη στο 11ο Γυμνάσιο ΠάτραςDimitra Mylonaki
 
Πασχαλινές λαμπάδες από τη Δ΄ τάξη του σχολείου μας.pptx
Πασχαλινές λαμπάδες από τη Δ΄ τάξη του σχολείου μας.pptxΠασχαλινές λαμπάδες από τη Δ΄ τάξη του σχολείου μας.pptx
Πασχαλινές λαμπάδες από τη Δ΄ τάξη του σχολείου μας.pptx36dimperist
 
ΙΣΤΟΡΙΑ Α' ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΜΕΡΟΣ 2ο
ΙΣΤΟΡΙΑ Α' ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΜΕΡΟΣ 2οΙΣΤΟΡΙΑ Α' ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΜΕΡΟΣ 2ο
ΙΣΤΟΡΙΑ Α' ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΜΕΡΟΣ 2οΧρύσα Παπακωνσταντίνου
 
Πασχαλινές Λαμπάδες από ΣΤ τάξη του σχολείου μας.pptx
Πασχαλινές Λαμπάδες από ΣΤ τάξη του σχολείου μας.pptxΠασχαλινές Λαμπάδες από ΣΤ τάξη του σχολείου μας.pptx
Πασχαλινές Λαμπάδες από ΣΤ τάξη του σχολείου μας.pptx36dimperist
 
Επίσκεψη στο 12ο Γυμνάσιο Πάτρας
Επίσκεψη          στο 12ο Γυμνάσιο ΠάτραςΕπίσκεψη          στο 12ο Γυμνάσιο Πάτρας
Επίσκεψη στο 12ο Γυμνάσιο ΠάτραςDimitra Mylonaki
 
2η Διεθνική Συνάντηση μαθητών και καθηγητών στο Σαλέρνο της Ιταλίας
2η Διεθνική Συνάντηση μαθητών και καθηγητών στο Σαλέρνο της Ιταλίας2η Διεθνική Συνάντηση μαθητών και καθηγητών στο Σαλέρνο της Ιταλίας
2η Διεθνική Συνάντηση μαθητών και καθηγητών στο Σαλέρνο της ΙταλίαςKonstantina Katirtzi
 
Γιορτή της μητέρας-Φύλλα εργασιών για όλες τις τάξεις
Γιορτή της μητέρας-Φύλλα εργασιών για όλες τις τάξειςΓιορτή της μητέρας-Φύλλα εργασιών για όλες τις τάξεις
Γιορτή της μητέρας-Φύλλα εργασιών για όλες τις τάξειςΟΛΓΑ ΤΣΕΧΕΛΙΔΟΥ
 

Recently uploaded (18)

Μαθητικές καταλήψεις
Μαθητικές                                  καταλήψειςΜαθητικές                                  καταλήψεις
Μαθητικές καταλήψεις
 
Σουρεαλιστικά ταξίδια μέσα από την τέχνη
Σουρεαλιστικά ταξίδια μέσα από την τέχνηΣουρεαλιστικά ταξίδια μέσα από την τέχνη
Σουρεαλιστικά ταξίδια μέσα από την τέχνη
 
EKSETASTEA KAI DIDAKTEA YLH G TAKSHS GENIKOY LYKEIOY
EKSETASTEA KAI DIDAKTEA YLH G TAKSHS GENIKOY LYKEIOYEKSETASTEA KAI DIDAKTEA YLH G TAKSHS GENIKOY LYKEIOY
EKSETASTEA KAI DIDAKTEA YLH G TAKSHS GENIKOY LYKEIOY
 
ΙΣΤΟΡΙΑ Γ΄ ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΨΗ 2024
ΙΣΤΟΡΙΑ Γ΄ ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΨΗ 2024ΙΣΤΟΡΙΑ Γ΄ ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΨΗ 2024
ΙΣΤΟΡΙΑ Γ΄ ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΨΗ 2024
 
Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ ΕΚΠΑΙΔΕΥΤΙΚΩΝ 2008
Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ ΕΚΠΑΙΔΕΥΤΙΚΩΝ  2008Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ ΕΚΠΑΙΔΕΥΤΙΚΩΝ  2008
Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ ΕΚΠΑΙΔΕΥΤΙΚΩΝ 2008
 
Η Κινέζικη Αστρολογία - Ημερολόγιο - Ζώδια.docx
Η Κινέζικη Αστρολογία - Ημερολόγιο - Ζώδια.docxΗ Κινέζικη Αστρολογία - Ημερολόγιο - Ζώδια.docx
Η Κινέζικη Αστρολογία - Ημερολόγιο - Ζώδια.docx
 
5ο Κεφάλαιο - Το Λογισμικό του Υπολογιστή.pptx
5ο Κεφάλαιο - Το Λογισμικό του Υπολογιστή.pptx5ο Κεφάλαιο - Το Λογισμικό του Υπολογιστή.pptx
5ο Κεφάλαιο - Το Λογισμικό του Υπολογιστή.pptx
 
ΙΣΤΟΡΙΑ Α΄ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΨΗ 2024
ΙΣΤΟΡΙΑ Α΄ΓΥΜΝΑΣΙΟΥ  : ΕΠΑΝΑΛΗΨΗ 2024ΙΣΤΟΡΙΑ Α΄ΓΥΜΝΑΣΙΟΥ  : ΕΠΑΝΑΛΗΨΗ 2024
ΙΣΤΟΡΙΑ Α΄ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΨΗ 2024
 
Μια νύχτα σε κατάστημα παιχνιδιώνΚΕΙΜΕΝΑ
Μια νύχτα σε κατάστημα παιχνιδιώνΚΕΙΜΕΝΑΜια νύχτα σε κατάστημα παιχνιδιώνΚΕΙΜΕΝΑ
Μια νύχτα σε κατάστημα παιχνιδιώνΚΕΙΜΕΝΑ
 
Επίσκεψη στο 10ο Γυμνάσιο Πάτρας
Επίσκεψη          στο 10ο Γυμνάσιο ΠάτραςΕπίσκεψη          στο 10ο Γυμνάσιο Πάτρας
Επίσκεψη στο 10ο Γυμνάσιο Πάτρας
 
Πασχαλινά αυγά από τη Β΄ τάξη του σχολείου μας.pptx
Πασχαλινά αυγά από τη Β΄ τάξη του σχολείου μας.pptxΠασχαλινά αυγά από τη Β΄ τάξη του σχολείου μας.pptx
Πασχαλινά αυγά από τη Β΄ τάξη του σχολείου μας.pptx
 
Επίσκεψη στο 11ο Γυμνάσιο Πάτρας
Επίσκεψη              στο 11ο Γυμνάσιο ΠάτραςΕπίσκεψη              στο 11ο Γυμνάσιο Πάτρας
Επίσκεψη στο 11ο Γυμνάσιο Πάτρας
 
Πασχαλινές λαμπάδες από τη Δ΄ τάξη του σχολείου μας.pptx
Πασχαλινές λαμπάδες από τη Δ΄ τάξη του σχολείου μας.pptxΠασχαλινές λαμπάδες από τη Δ΄ τάξη του σχολείου μας.pptx
Πασχαλινές λαμπάδες από τη Δ΄ τάξη του σχολείου μας.pptx
 
ΙΣΤΟΡΙΑ Α' ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΜΕΡΟΣ 2ο
ΙΣΤΟΡΙΑ Α' ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΜΕΡΟΣ 2οΙΣΤΟΡΙΑ Α' ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΜΕΡΟΣ 2ο
ΙΣΤΟΡΙΑ Α' ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΜΕΡΟΣ 2ο
 
Πασχαλινές Λαμπάδες από ΣΤ τάξη του σχολείου μας.pptx
Πασχαλινές Λαμπάδες από ΣΤ τάξη του σχολείου μας.pptxΠασχαλινές Λαμπάδες από ΣΤ τάξη του σχολείου μας.pptx
Πασχαλινές Λαμπάδες από ΣΤ τάξη του σχολείου μας.pptx
 
Επίσκεψη στο 12ο Γυμνάσιο Πάτρας
Επίσκεψη          στο 12ο Γυμνάσιο ΠάτραςΕπίσκεψη          στο 12ο Γυμνάσιο Πάτρας
Επίσκεψη στο 12ο Γυμνάσιο Πάτρας
 
2η Διεθνική Συνάντηση μαθητών και καθηγητών στο Σαλέρνο της Ιταλίας
2η Διεθνική Συνάντηση μαθητών και καθηγητών στο Σαλέρνο της Ιταλίας2η Διεθνική Συνάντηση μαθητών και καθηγητών στο Σαλέρνο της Ιταλίας
2η Διεθνική Συνάντηση μαθητών και καθηγητών στο Σαλέρνο της Ιταλίας
 
Γιορτή της μητέρας-Φύλλα εργασιών για όλες τις τάξεις
Γιορτή της μητέρας-Φύλλα εργασιών για όλες τις τάξειςΓιορτή της μητέρας-Φύλλα εργασιών για όλες τις τάξεις
Γιορτή της μητέρας-Φύλλα εργασιών για όλες τις τάξεις
 

Θουκυδίδης «Ιστοριῶν» Γ’ §§ 70 – 81: "Κερκυραϊκά", το κείμενο

  • 1. Θουκυδίδης «Ἱστοριῶν» Γ’ §§ 70 – 81: «Κερκυραϊκά» 1 Θουκυδίδης «Ἱστοριῶν» Γ’ §§ 70 – 81: «Κερκυραϊκά» [§70] Οἱ γὰρ Κερκυραῖοι ἐστασίαζον, ἐπειδὴ οἱ αἰχμάλωτοι ἦλθον αὐτοῖς οἱ ἐκ τῶν περὶ Ἐπίδαμνον ναυμαχιῶν ὑπὸ Κορινθίων ἀφεθέντες, τῷ μὲν λόγῳ ὀκτακοσίων ταλάντων τοῖς προξένοις διηγγυημένοι, ἔργῳ δὲ πεπεισμένοι Κορινθίοις Κέρκυραν προσποιῆσαι. καὶ ἔπρασσον οὗτοι, ἕκαστον τῶν πολιτῶν μετιόντες, ὅπως ἀποστήσωσιν Ἀθηναίων τὴν πόλιν. καὶ ἀφικομένης Ἀττικῆς τε νεὼς καὶ Κορινθίας πρέσβεις ἀγουσῶν καὶ ἐς λόγους καταστάντων ἐψηφίσαντο Κερκυραῖοι Ἀθηναίοις μὲν ξύμμαχοι εἶναι κατὰ τὰ ξυγκείμενα, Πελοποννησίοις δὲ φίλοι ὥσπερ καὶ πρότερον. καὶ (ἦν γὰρ Πειθίας ἐθελοπρόξενός τε τῶν Ἀθηναίων καὶ τοῦ δήμου προειστήκει) ὑπάγουσιν αὐτὸν οὗτοι οἱ ἄνδρες ἐς δίκην, λέγοντες Ἀθηναίοις τὴν Κέρκυραν καταδουλοῦν. ὁ δὲ ἀποφυγὼν ἀνθυπάγει αὐτῶν τοὺς πλουσιωτάτους πέντε ἄνδρας, φάσκων τέμνειν χάρακας ἐκ τοῦ τε Διὸς τοῦ τεμένους καὶ τοῦ Ἀλκίνου· ζημία δὲ καθ᾿
  • 2. Θουκυδίδης «Ἱστοριῶν» Γ’ §§ 70 – 81: «Κερκυραϊκά» 2 ἑκάστην χάρακα ἐπέκειτο στατήρ. ὀφλόντων δὲ αὐτῶν καὶ πρὸς τὰ ἱερὰ ἱκετῶν καθεζομένων διὰ πλῆθος τῆς ζημίας, ὅπως ταξάμενοι ἀποδῶσιν, ὁ Πειθίας (ἐτύγχανε γὰρ καὶ βουλῆς ὤν) πείθει ὥστε τῷ νόμῳ χρήσασθαι. οἱ δ᾿ ἐπειδὴ τῷ τε νόμῳ ἐξείργοντο καὶ ἅμα ἐπυνθάνοντο τὸν Πειθίαν, ἕως ἔτι βουλῆς ἐστί, μέλλειν τὸ πλῆθος ἀναπείσειν τοὺς αὐτοὺς Ἀθηναίοις φίλους τε καὶ ἐχθροὺς νομίζειν, ξυνίσταντό τε καὶ λαβόντες ἐγχειρίδια ἐξαπιναίως ἐς τὴν βουλὴν ἐσελθόντες τόν τε Πειθίαν κτείνουσι καὶ ἄλλους τῶν τε βουλευτῶν καὶ ἰδιωτῶν ἐς ἑξήκοντα· οἱ δέ τινες τῆς αὐτῆς γνώμης τῷ Πειθίᾳ ὀλίγοι ἐς τὴν Ἀττικὴν τριήρη κατέφυγον ἔτι παροῦσαν. [§71] δράσαντες δὲ τοῦτο καὶ ξυγκαλέσαντες Κερκυραίους εἶπον ὅτι ταῦτα καὶ βέλτιστα εἴη καὶ ἥκιστ᾿ ἂν δουλωθεῖεν ὑπ᾿ Ἀθηναίων, τό τε λοιπὸν μηδετέρους δέχεσθαι ἀλλ᾿ ἢ μιᾷ νηὶ ἡσυχάζοντας, τὸ δὲ πλέον πολέμιον ἡγεῖσθαι. ὡς δὲ εἶπον, καὶ ἐπικυρῶσαι ἠνάγκασαν τὴν γνώμην. πέμπουσι δὲ καὶ ἐς τὰς Ἀθήνας εὐθὺς πρέσβεις περί τε τῶν πεπραγμένων διδάξοντας ὡς ξυνέφερε καὶ τοὺς ἐκεῖ καταπεφευγότας πείσοντας μηδὲν
  • 3. Θουκυδίδης «Ἱστοριῶν» Γ’ §§ 70 – 81: «Κερκυραϊκά» 3 ἀνεπιτήδειον πράσσειν, ὅπως μή τις ἐπιστροφὴ γένηται. [§72] ἐλθόντων δὲ οἱ Ἀθηναῖοι τούς τε πρέσβεις ὡς νεωτερίζοντας ξυλλαβόντες, καὶ ὅσους ἔπεισαν, κατέθεντο ἐς Αἴγιναν. Ἐν δὲ τούτῳ τῶν Κερκυραίων οἱ ἔχοντες τὰ πράγματα ἐλθούσης τριήρους Κορινθίας καὶ Λακεδαιμονίων πρέσβεων ἐπιτίθενται τῷ δήμῳ, καὶ μαχόμενοι ἐνίκησαν. ἀφικομένης δὲ νυκτὸς ὁ μὲν δῆμος ἐς τὴν ἀκρόπολιν καὶ τὰ μετέωρα τῆς πόλεως καταφεύγει καὶ αὐτοῦ ξυλλεγεὶς ἱδρύθη, καὶ τὸν Ὑλλαϊκὸν λιμένα εἶχον· οἱ δὲ τήν τε ἀγορὰν κατέλαβον, οὗπερ οἱ πολλοὶ ᾤκουν αὐτῶν, καὶ τὸν λιμένα τὸν πρὸς αὐτῇ καὶ πρὸς τὴν ἤπειρον. [§73] τῇ δ᾿ ὑστεραίᾳ ἠκροβολίσαντό τε ὀλίγα καὶ ἐς τοὺς ἀγροὺς περιέπεμπον ἀμφότεροι, τοὺς δούλους παρακαλοῦντές τε καὶ ἐλευθερίαν ὑπισχνούμενοι· καὶ τῷ μὲν δήμῳ τῶν οἰκετῶν τὸ πλῆθος παρεγένετο ξύμμαχον, τοῖς δ᾿ ἑτέροις ἐκ τῆς ἠπείρου ἐπίκουροι ὀκτακόσιοι. [§74] διαλιπούσης δ᾿ ἡμέρας μάχη αὖθις γίγνεται καὶ νικᾷ ὁ δῆμος χωρίων τε ἰσχύι καὶ πλήθει προύχων· αἵ τε γυναῖκες
  • 4. Θουκυδίδης «Ἱστοριῶν» Γ’ §§ 70 – 81: «Κερκυραϊκά» 4 αὐτοῖς τολμηρῶς ξυνεπελάβοντο βάλλουσαι ἀπὸ τῶν οἰκιῶν τῷ κε ράμῳ καὶ παρὰ φύσιν ὑπομένουσαι τὸν θόρυβον. γενομένης δὲ τῆς τροπῆς περὶ δείλην ὀψίαν, δείσαντες οἱ ὀλίγοι μὴ αὐτοβοεὶ ὁ δῆμος τοῦ τε νεωρίου κρατήσειεν ἐπελθὼν καὶ σφᾶς διαφθείρειεν, ἐμπιπρᾶσι τὰς οἰκίας τὰς ἐν κύκλῳ τῆς ἀγορᾶς καὶ τὰς ξυνοικίας, ὅπως μὴ ᾖ ἔφοδος, φειδόμενοι οὔτε οἰκείας οὔτε ἀλλοτρίας, ὥστε καὶ χρήματα πολλὰ ἐμπόρων κατεκαύθη καὶ ἡ πόλις ἐκινδύνευσε πᾶσα διαφθαρῆναι, εἰ ἄνεμος ἐπεγένετο τῇ φλογὶ ἐπίφορος ἐς αὐτήν. Καὶ οἱ μὲν παυσάμενοι τῆς μάχης ὡς ἑκάτεροι ἡσυχάσαντες τὴν νύκτα ἐν φυλακῇ ἦσαν· καὶ ἡ Κορινθία ναῦς τοῦ δήμου κεκρατηκότος ὑπεξανήγετο, καὶ τῶν ἐπικούρων οἱ πολλοὶ ἐς τὴν ἤπειρον λαθόντες διεκομίσθησαν. [§75] τῇ δὲ ἐπιγιγνομένῃ ἡμέρᾳ Νικόστρατος ὁ Διειτρέφους Ἀθηναίων στρατηγὸς παραγίγνεται βοηθῶν ἐκ Ναυπάκτου δώδεκα ναυσὶ καὶ Μεσσηνίων πεντακοσίοις ὁπλίταις· ξύμβασίν τε ἔπρασσε καὶ πείθει ὥστε ξυγχωρῆσαι ἀλλήλοις δέκα μὲν ἄνδρας τοὺς αἰτιωτάτους
  • 5. Θουκυδίδης «Ἱστοριῶν» Γ’ §§ 70 – 81: «Κερκυραϊκά» 5 κρῖναι, οἳ οὐκέτι ἔμειναν, τοὺς δ᾿ ἄλλους οἰκεῖν σπονδὰς πρὸς ἀλλήλους ποιησαμένους καὶ πρὸς Ἀθηναίους, ὥστε τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους νομίζειν. καὶ ὁ μὲν ταῦτα πράξας ἔμελλεν ἀποπλεύσεσθαι· οἱ δὲ τοῦ δήμου προστάται πείθουσιν αὐτὸν πέντε μὲν ναῦς τῶν αὐτοῦ σφίσι καταλιπεῖν, ὅπως ἧσσόν τι ἐν κινήσει ὦσιν οἱ ἐναντίοι, ἴσας δὲ αὐτοὶ πληρώσαντες ἐκ σφῶν αὐτῶν ξυμπέμψειν. καὶ ὁ μὲν ξυνεχώρησεν, οἱ δὲ τοὺς ἐχθροὺς κατέλεγον ἐς τὰς ναῦς. δείσαντες δὲ ἐκεῖνοι μὴ ἐς τὰς Ἀθήνας ἀποπεμφθῶσι καθίζουσιν ἐς τὸ τῶν Διοσκόρων ἱερόν. Νικόστρατος δὲ αὐτοὺς ἀνίστη τε καὶ παρεμυθεῖτο. ὡς δ᾿ οὐκ ἔπειθεν, ὁ δῆμος ὁπλισθεὶς ἐπὶ τῇ προφάσει ταύτῃ, ὡς οὐδὲν αὐτῶν ὑγιὲς διανοουμένων τῇ τοῦ μὴ ξυμπλεῖν ἀπιστίᾳ, τά τε ὅπλα αὐτῶν ἐκ τῶν οἰκιῶν ἔλαβε καὶ αὐτῶν τινὰς οἷς ἐπέτυχον, εἰ μὴ Νικόστρατος ἐκώλυσε, διέφθειραν ἄν. ὁρῶντες δὲ οἱ ἄλλοι τὰ γιγνόμενα καθίζουσιν ἐς τὸ Ἥραιον ἱκέται καὶ γίγνονται οὐκ ἐλάσσους τετρακοσίων. ὁ δὲ δῆμος δείσας μή τι νεωτερίσωσιν ἀνίστησί τε αὐτοὺς
  • 6. Θουκυδίδης «Ἱστοριῶν» Γ’ §§ 70 – 81: «Κερκυραϊκά» 6 πείσας καὶ διακομίζει ἐς τὴν πρὸ τοῦ Ἡραίου νῆσον, καὶ τὰ ἐπιτήδεια ἐκεῖσε αὐτοῖς διεπέμπετο. [§76] Τῆς δὲ στάσεως ἐν τούτῳ οὔσης τετάρτῃ ἢ πέμπτῃ ἡμέρᾳ μετὰ τὴν τῶν ἀνδρῶν ἐς τὴν νῆσον διακομιδὴν αἱ ἐκ τῆς Κυλλήνης Πελοποννησίων νῆες, μετὰ τὸν ἐκ τῆς Ἰωνίας πλοῦν ἔφορμοι οὖσαι, παραγίγνονται τρεῖς καὶ πεντήκοντα· ἦρχε δὲ αὐτῶν Ἀλκίδας, ὅσπερ καὶ πρότερον, καὶ Βρασίδας αὐτῷ ξύμβουλος ἐπέπλει. ὁρμισάμενοι δὲ ἐς Σύβοτα λιμένα τῆς ἠπείρου ἅμα ἕῳ ἐπέπλεον τῇ Κερκύρᾳ. [§77] οἱ δὲ πολλῷ θορύβῳ καὶ πεφοβημένοι τά τ᾿ ἐν τῇ πόλει καὶ τὸν ἐπίπλουν παρεσκευάζοντό τε ἅμα ἑξήκοντα ναῦς καὶ τὰς αἰεὶ πληρουμένας ἐξέπεμπον πρὸς τοὺς ἐναντίους, παραινούντων Ἀθηναίων σφᾶς τε ἐᾶσαι πρῶτον ἐκπλεῦσαι καὶ ὕστερον πάσαις ἅμα ἐκείνους ἐπιγενέσθαι. ὡς δὲ αὐτοῖς πρὸς τοῖς πολεμίοις ἦσαν σποράδες αἱ νῆες, δύο μὲν εὐθὺς ηὐτομόλησαν, ἐν ἑτέραις δὲ ἀλλήλοις οἱ ἐμπλέοντες ἐμάχοντο, ἦν δὲ οὐδεὶς κόσμος τῶν ποιουμένων. ἰδόντες δὲ οἱ Πελοποννήσιοι τὴν ταραχὴν εἴκοσι μὲν ναυσὶ
  • 7. Θουκυδίδης «Ἱστοριῶν» Γ’ §§ 70 – 81: «Κερκυραϊκά» 7 πρὸς τοὺς Κερκυραίους ἐτάξαντο, ταῖς δὲ λοιπαῖς πρὸς τὰς δώδεκα ναῦς τῶν Ἀθηναίων, ὧν ἦσαν αἱ δύο Σαλαμινία καὶ Πάραλος. [§78] καὶ οἱ μὲν Κερκυραῖοι κακῶς τε καὶ κατ᾿ ὀλίγας προσπίπτοντες ἐταλαιπώρουν τὸ καθ᾿ αὑτούς· οἱ δ᾿ Ἀθηναῖοι φοβούμενοι τὸ πλῆθος καὶ τὴν περικύκλωσιν ἁθρόαις μὲν οὐ προσέπιπτον οὐδὲ κατὰ μέσον ταῖς ἐφ᾿ ἑαυτοὺς τεταγμέναις, προσβαλόντες δὲ κατὰ κέρας καταδύουσι μίαν ναῦν. καὶ μετὰ ταῦτα κύκλον ταξαμένων αὐτῶν περιέπλεον καὶ ἐπειρῶντο θορυβεῖν. γνόντες δὲ οἱ πρὸς τοῖς Κερκυραίοις καὶ δείσαντες μὴ ὅπερ ἐν Ναυπάκτῳ γένοιτο, ἐπιβοηθοῦσι, καὶ γενόμεναι ἁθρόαι αἱ νῆες ἅμα τὸν ἐπίπλουν τοῖς Ἀθηναίοις ἐποιοῦντο. οἱ δ᾿ ὑπεχώρουν ἤδη πρύμναν κρουόμενοι καὶ ἅμα τὰς τῶν Κερκυραίων ἐβούλοντο προκαταφυγεῖν ὅτι μάλιστα, ἑαυτῶν σχολῇ τε ὑποχωρούντων καὶ πρὸς σφᾶς τεταγμένων τῶν ἐναντίων. [§79] Ἡ μὲν οὖν ναυμαχία τοιαύτη γενομένη ἐτελεύτα ἐς ἡλίου δύσιν, καὶ οἱ Κερκυραῖοι δείσαντες μὴ σφίσιν ἐπιπλεύσαντες ἐπὶ τὴν πόλιν ὡς κρατοῦντες οἱ
  • 8. Θουκυδίδης «Ἱστοριῶν» Γ’ §§ 70 – 81: «Κερκυραϊκά» 8 πολέμιοι ἢ τοὺς ἐκ τῆς νήσου ἀναλάβωσιν ἢ καὶ ἄλλο τι νεωτερίσωσι, τούς τε ἐκ τῆς νήσου πάλιν ἐς τὸ Ἥραιον διεκόμισαν καὶ τὴν πόλιν ἐφύλασσον. οἱ δ᾿ ἐπὶ μὲν τὴν πόλιν οὐκ ἐτόλμησαν πλεῦσαι κρατοῦντες τῇ ναυμαχίᾳ, τρεῖς δὲ καὶ δέκα ναῦς ἔχοντες τῶν Κερκυραίων ἀπέπλευσαν ἐς τὴν ἤπειρον, ὅθενπερ ἀνηγάγοντο. τῇ δ᾿ ὑστεραίᾳ ἐπὶ μὲν τὴν πόλιν οὐδὲν μᾶλλον ἐπέπλεον, καίπερ ἐν πολλῇ ταραχῇ καὶ φόβῳ ὄντας καὶ Βρασίδου παραινοῦντος, ὡς λέγεται, Ἀλκίδᾳ, ἰσοψήφου δὲ οὐκ ὄντος· ἐπὶ δὲ τὴν Λευκίμμην τὸ ἀκρωτήριον ἀποβάντες ἐπόρθουν τοὺς ἀγρούς. [§80] ὁ δὲ δῆμος τῶν Κερκυραίων ἐν τούτῳ περιδεὴς γενόμενος μὴ ἐπιπλεύσωσιν αἱ νῆες, τοῖς τε ἱκέταις ᾖσαν ἐς λόγους καὶ τοῖς ἄλλοις, ὅπως σωθήσεται ἡ πόλις, καί τινας αὐτῶν ἔπεισαν ἐς τὰς ναῦς ἐσβῆναι· ἐπλήρωσαν γὰρ ὅμως τριάκοντα προσδεχόμενοι τὸν ἐπίπλουν. οἱ δὲ Πελοποννήσιοι μέχρι μέσου ἡμέρας δῃώσαντες τὴν γῆν ἀπέπλευσαν, καὶ ὑπὸ νύκτα αὐτοῖς ἐφρυκτωρήθησαν ἑξήκοντα νῆες Ἀθηναίων προσπλέουσαι ἀπὸ Λευκάδος· ἃς οἱ Ἀθηναῖοι πυνθανόμενοι τὴν στάσιν καὶ τὰς μετ᾿ Ἀλκίδου ναῦς ἐπὶ Κέρκυραν
  • 9. Θουκυδίδης «Ἱστοριῶν» Γ’ §§ 70 – 81: «Κερκυραϊκά» 9 μελλούσας πλεῖν ἀπέστειλαν καὶ Εὐρυμέδοντα τὸν Θουκλέους στρατηγόν. [§81] οἱ μὲν οὖν Πελοποννήσιοι τῆς νυκτὸς εὐθὺς κατὰ τάχος ἐκομίζοντο ἐπ᾿ οἴκου παρὰ τὴν γῆν· καὶ ὑπερενεγκόντες τὸν Λευκαδίων ἰσθμὸν τὰς ναῦς, ὅπως μὴ περιπλέοντες ὀφθῶσιν, ἀποκομίζονται. Κερκυραῖοι δὲ αἰσθόμενοι τάς τε Ἀττικὰς ναῦς προσπλεούσας τάς τε τῶν πολεμίων οἰχομένας, λαβόντες τούς τε Μεσσηνίους ἐς τὴν πόλιν ἤγαγον πρότερον ἔξω ὄντας, καὶ τὰς ναῦς περιπλεῦσαι κελεύσαντες ἃς ἐπλήρωσαν ἐς τὸν Ὑλλαϊκὸν λιμένα, ἐν ὅσῳ περιεκομίζοντο, τῶν ἐχθρῶν εἴ τινα λάβοιεν, ἀπέκτεινον· καὶ ἐκ τῶν νεῶν ὅσους ἔπεισαν ἐσβῆναι ἐκβιβάζοντες ἀπεχρῶντο, ἐς τὸ Ἥραιόν τε ἐλθόντες τῶν ἱκετῶν ὡς πεντήκοντα ἄνδρας δίκην ὑποσχεῖν ἔπεισαν καὶ κατέγνωσαν πάντων θάνατον. οἱ δὲ πολλοὶ τῶν ἱκετῶν, ὅσοι οὐκ ἐπείσθησαν, ὡς ἑώρων τὰ γιγνόμενα, διέφθειρον αὐτοῦ ἐν τῷ ἱερῷ ἀλλήλους, καὶ ἐκ τῶν δένδρων τινὲς ἀπήγχοντο, οἱ δ᾿ ὡς ἕκαστοι ἐδύναντο ἀνηλοῦντο. ἡμέρας τε ἑπτά, ἃς ἀφικόμενος ὁ Εὐρυμέδων ταῖς ἑξήκοντα ναυσὶ παρέμεινε, Κερκυραῖοι σφῶν αὐτῶν
  • 10. Θουκυδίδης «Ἱστοριῶν» Γ’ §§ 70 – 81: «Κερκυραϊκά» 10 τοὺς ἐχθροὺς δοκοῦντας εἶναι ἐφόνευον, τὴν μὲν αἰτίαν ἐπιφέροντες τοῖς τὸν δῆμον καταλύουσιν, ἀπέθανον δέ τινες καὶ ἰδίας ἔχθρας ἕνεκα, καὶ ἄλλοι χρημάτων σφίσιν ὀφειλομένων ὑπὸ τῶν λαβόντων· πᾶσά τε ἰδέα κατέστη θανάτου, καὶ οἷον φιλεῖ ἐν τῷ τοιούτῳ γίγνεσθαι, οὐδὲν ὅτι οὐ ξυνέβη καὶ ἔτι περαιτέρω. καὶ γὰρ πατὴρ παῖδα ἀπέκτεινε καὶ ἀπὸ τῶν ἱερῶν ἀπεσπῶντο καὶ πρὸς αὐτοῖς ἐκτείνοντο, οἱ δέ τινες καὶ περιοικοδομηθέντες ἐν τοῦ Διονύσου τῷ ἱερῷ ἀπέθανον.