More Related Content
Similar to Κοντάκια-Χαιρ..pdf
Similar to Κοντάκια-Χαιρ..pdf (11)
Κοντάκια-Χαιρ..pdf
- 1. Τὸ Κοντάκιον τοῦ Προδρόμου.
Προφῆτα Θεοῦ, καὶ Πρόδρομε τῆς χάριτος,
τὴν Κάραν τὴν σήν, ὡς ῥόδον ἱερώτατον,
ἐκ τῆς γῆς εὑράμενοι, τὰς ἰάσεις πάντοτε
λαμβάνομεν· καὶ γὰρ πάλιν ὡς πρότερον,
ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν.
* * *
Τὸ Κοντάκιον τοῦ ἁγίου Θεοδώρου.
Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν
ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κα-
τεπάτησας, Πολύαθλε, καὶ στέφει οὐρανί-
ῳ, ἐστέφθης αἰωνίως, ὡς ἀήττητος.
* * *
Τὸ μαρτυρικὸν Κοντάκιον.
Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς
κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύρι-
ε, τοὺς θεοφόρους Μάρτυρας. Ταῖς αὐτῶν
ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ τὴν Ἐκκλησίαν
σου, διὰ τῆς Θεοτόκου συντήρησον, Πολυ-
έλεε.
* * *
Τό· Αὐτόμελον.
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,
Ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια,
Ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε.
Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,
Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον,
Ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.
* * *
Τῆς ἑορτῆς. Ἦχος δ´.
Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαι-
ον, καὶ τοῦ ἀπ᾿ αἰῶνος Μυστηρίου ἡ φανέ-
ρωσις· ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου
γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζε-
ται. Διὸ καὶ ἡμεῖς σὺν αὐτῷ τῇ Θεοτόκῳ
βοήσωμεν· Χαῖρε Κεχαριτωμένη ὁ Κύριος
μετὰ σοῦ.