SlideShare a Scribd company logo
1 of 9
Download to read offline
Αρχαία Ελληνική Γλώσσα – Γ΄ Γυμνασίου




    Κείμενα για σύνταξη

           Επιμέλεια: Όλγα Παΐζη, Φιλόλογος, ΜΕd

           http://users.sch.gr/olpaizi


                                                   2012-2013
ΕΝΟΤΗΤΑ 1Η
                        Η ΕΛΕΝΗ ΚΑΙ Η ΚΑΤΑΣΤΡΟΦΗ ΤΗΣ ΤΡΟΙΑΣ


    Εἰ ἐν Ἰλίῳ Ἑλένη ἦν, ἀπέδοντο ἄν αὐτὴν τοῖς Ἕλλησιν οἱ Τρῶες, ἑκόντος γε ἤ

    ἄκοντος Ἀλεξάνδρου. Οὐ γὰρ δὴ οὕτω γε φρενοβλαβής ἦν ὁ Πρίαμος οὐδέ οἱ

    ἄλλοι Τρῶες, ὥστε τοῖς σφετέροις σώμασι καὶ τοῖς τέκνοις καὶ τῇ πόλει

    κινδυνεύειν ἐβούλοντο, ὅπως Ἀλέξανδρος Ἑλένη συνοικῇ. Εἰ δέ τοι καὶ ἐν τοῖς

    πρώτοις χρόνοις ταῦτα ἐγίγνωσκον, ἐπεὶ πολλοί μὲν τῶν ἄλλων Τρώων,

    μάλιστα δὲ οἱ αὑτοῦ υἱεῖς, ὁπότε συμμίσγοιεν τοῖς Ἕλλησιν, ἀπώλλυντο,

    Πρίαμος, εἰ καὶ αὐτός Ἑλένη συνῲκει, ἀπέδωκεν ἄν αὐτήν Μενελάῳ, ἵνα αὐτός

    καὶ οἱ ὑπήκοοι αὐτοῦ ἀπαλλαγεῖεν τῶν παρόντων κακῶν. Ἀλλ’ οὐ γὰρ εἶχον

    Ἑλένην ἀποδοῦναι οὐδὲ λέγουσιν αὐτοῖς τὴν ἀλήθειαν ἐπίστευον οἱ Ἕλληνες,

    ὡς μὲν ἐγώ γνώμην ἀποφαίνομαι, τοῦ δαιμονίου παρασκευάζοντος ὅπως

    πανωλεθρίᾳ ἀπολόμενοι καταφανές τοῦτο τοῖς ἀνθρώποις ποιήσωσι, ὡς τῶν

    μεγάλων ἀδικημάτων μεγάλαι εἰσί καὶ αἱ τιμωρίαι παρά τῶν θεῶν.




                                              Ἡρόδοτος, Ἱστορίη 2.120 (διασκευή)




1
ΕΝΟΤΗΤΑ 2Η
                                ΘΥΣΙΑ ΓΙΑ ΤΗΝ ΠΑΤΡΙΔΑ


    Ὥστε προσήκει τούτους εὐδαιμονεστάτους ἡγεῖσθαι, οἵτινες ὑπέρ μεγίστων καί

    καλλίστων κινδυνεύσαντες οὕτω τόν βίον ἐτελεύτησαν, οὐκ ἐπιτρέψαντες περί

    αὑτῶν τῇ τύχῃ οὐδ’ ἀναμείναντες τόν αὐτόματον θάνατον, ἀλλ’ ἐκλεξάμενοι

    τόν κάλλιστον. Καί γάρ τοι ἀγήρατοι μέν αὐτῶν αἱ μνῆμαι, ζηλωταί δέ ὑπό

    πάντων ἀνθρώπων αἱ τιμαί· οἵ πενθοῦνται μέν διά τὴν φύσιν ὡς θνητοί,

    ὑμνοῦνται δέ ὡς ἀθάνατοι διά τὴν ἀρετήν. Καὶ γάρ τοι θάπτονται δημοσίᾳ, καί

    ἀγῶνες τίθενται ἐπ’ αὐτοῖς ῥώμης καί σοφίας καί πλούτου, ὡς ἀξίους ὄντας

    τούς ἐν τῷ πολέμῳ τετελευτηκότας ταῖς αὐταῖς τιμαῖς καί τούς ἀθανάτους

    τιμᾶσθαι. Ἐγώ μέν οὖν αὐτούς καί μακαρίζω τοῦ θανάτου καί ζηλῶ, καί μόνοις

    τούτοις ἀνθρώπων οἶμαι κρεῖττον εἶναι γενέσθαι, οἵτινες, ἐπειδή θνητῶν

    σωμάτων ἔτυχον, ἀθάνατον μνήμην διά τὴν ἀρετήν αὑτῶν κατέλιπον.




                                 Λυσίας, Ἐπιτάφιος τοῖς Κορινθίων βοηθοῖς 79-81




2
ΕΝΟΤΗΤΑ 3Η
                     Η ΚΑΤΟΧΗ ΤΗΣ ΕΞΟΥΣΙΑΣ ΔΕΝ ΕΓΓΥΑΤΑΙ ΤΗΝ ΕΥΤΥΧΙΑ


    Εἰ δὲ σὺ οἴει ὡς πλείω ἔχων τῶν ἰδιωτῶν κτήματα ὁ τύραννος διά τοῦτο καὶ

    πλείω ἀπ’ αὐτῶν εὐφραίνεται, οὐδέ τοῦτο οὕτως ἔχει, ὦ Σιμωνίδη, ἀλλ’ ὥσπερ οἱ

    ἀθληταί οὐχ ὅταν ἰδιωτῶν γένωνται κρείττονες, τοῦτ’ αὐτούς εὐφραίνει, ἀλλ’

    ὅταν τῶν ἀνταγωνιστῶν ἥττους, τοῦτ’ αὐτούς ἀνιᾷ, οὕτω καὶ ὁ τύραννος οὐχ

    ὅταν τῶν ἰδιωτῶν πλείω φαίνηται ἔχων, τότ’ εὐφραίνεται, ἀλλ’ ὅταν ἑτέρων

    τυράννων ἐλάττω ἔχῃ, τούτῳ λυπεῖται· τούτους γάρ ἀνταγωνιστάς ἡγεῖται αὑτῷ

    τοῦ πλούτου εἶναι. Οὐδέ γε θᾶττόν τι γίγνεται τῷ τυράννῳ ἤ τῷ ἰδιώτῃ ὧν

    ἐπιθυμεῖ. Ὁ μὲν γὰρ ἰδιώτης οἰκίας ἤ ἀγροῦ ἤ οἰκέτου ἐπιθυμεῖ, ὁ δὲ τύραννος ἢ

    πόλεων ἢ χώρας πολλῆς ἢ λιμένων ἢ ἀκροπόλεων ἰσχυρῶν [...]Ἀλλὰ μέντοι καὶ

    πένητας ὄψει οὐχ οὕτως ὀλίγους τῶν ἰδιωτῶν ὡς πολλούς τῶν τυράννων. Οὐ

    γὰρ τῷ ἀριθμῷ οὔτε τὰ πολλά κρίνεται οὔτε τὰ ὀλίγα, ἀλλὰ πρὸς τὰς χρήσεις·

    ὥστε τὰ μὲν ὑπερβάλλοντα τὰ ἱκανὰ πολλά ἐστι, τὰ δὲ τῶν ἱκανῶν ἐλλείποντα

    ὀλίγα. Τῷ οὖν τυράννῳ τὰ πολλαπλάσια ἧττον ἱκανά ἐστιν εἰς τὰ ἀναγκαῖα

    δαπανήματα ἢ τῷ ἰδιώτῃ.




                                                               Ξενοφῶν, Ἱέρων 4.6-9




3
ΕΝΟΤΗΤΑ 4Η
                            ΤΑ ΠΛΕΟΝΕΚΤΗΜΑΤΑ ΤΗΣ ΕΙΡΗΝΗΣ


    Ἆρ’ οὖν ἂν ἐξαρκέσειεν ἡμῖν, εἰ τήν τε πόλιν ἀσφαλῶς οἰκοῖμεν καὶ τὰ περὶ τὸν

    βίον εὐπορώτεροι γιγνοίμεθα καὶ τά τε πρὸς ἡμᾶς αὐτοὺς ὁμονοοῖμεν καὶ παρὰ

    τοῖς Ἕλλησιν εὐδοκιμοῖμεν; Ἐγὼ μὲν γὰρ ἡγοῦμαι τούτων ὑπαρξάντων τελέως

    τὴν πόλιν εὐδαιμονήσειν. Ὁ μὲν τοίνυν πόλεμος ἁπάντων ἡμᾶς τῶν εἰρημένων

    ἀπεστέρηκεν· καὶ γὰρ πενεστέρους ἐποίησεν, καὶ πολλοὺς κινδύνους ὑπομένειν

    ἠνάγκασεν καὶ πρὸς τοὺς Ἕλληνας διαβέβληκεν καὶ πάντας τρόπους

    τεταλαιπώρηκεν ἡμᾶς. Ἤν δὲ τὴν εἰρήνην ποιησώμεθα, […] μετὰ πολλῆς μὲν

    ἀσφαλείας τὴν πόλιν οἰκήσομεν, ἀπαλλαγέντες πολέμων καὶ κινδύνων καὶ

    ταραχῆς, […] καθ’ ἑκάστην δὲ τὴν ἡμέραν πρὸς εὐπορίαν ἐπιδώσομεν, […]

    ἀδεῶς γεωργοῦντες καὶ τὴν θάλατταν πλέοντες καὶ ταῖς ἄλλαις ἐργασίαις

    ἐπιχειροῦντες αἳ νῦν διὰ τὸν πόλεμον ἐκλελοίπασιν. Ὀψόμεθα δὲ τὴν πόλιν

    διπλασίας μὲν ἢ νῦν τὰς προσόδους λαμβάνουσαν, μεστὴν δὲ γιγνομένην

    ἐμπόρων καὶ ξένων καὶ μετοίκων, ὧν νῦν ἐρήμη καθέστηκεν. Τὸ δὲ μέγιστον·

    συμμάχους ἕξομεν ἅπαντας ἀνθρώπους, οὐ βεβιασμένους, ἀλλὰ πεπεισμένους.

                                                  Ἰσοκράτης, Περὶ εἰρήνης 19-21




4
ΕΝΟΤΗΤΑ 6Η
                                Η ΜΟΥΣΙΚΗ ΕΞΗΜΕΡΩΝΕΙ


    Μουσικὴν [….] πᾶσι μὲν ἀνθρώποις ὄφελος ἀσκεῖν, Ἀρκάσι δὲ καὶ ἀναγκαῖον.

    [….] Παρὰ μόνοις γὰρ Ἀρκάσι πρῶτον μὲν οἱ παῖδες ἐκ νηπίων ᾄδειν ἐθίζονται

    κατὰ νόμους τοὺς ὕμνους καὶ παιᾶνας, οἷς ἕκαστοι κατὰ τὰ πάτρια τοὺς

    ἐπιχωρίους ἥρωας καὶ θεοὺς ὑμνοῦσι· μετὰ δὲ ταῦτα […] πολλῇ φιλοτιμίᾳ

    χορεύουσι κατ’ ἐνιαυτὸν τοῖς Διονυσιακοῖς αὐληταῖς ἐν τοῖς θεάτροις [….]. Καὶ

    τῶν μὲν ἄλλων μαθημάτων ἀρνηθῆναί τι μὴ γιγνώσκειν οὐδὲν αἰσχρὸν

    ἡγοῦνται, τήν γε μὴν ᾠδὴν οὒτ’ ἀρνηθῆναι δύνανται διὰ τὸ κατ’ ἀνάγκην

    πάντας μανθάνειν, οὒθ’ ὁμολογοῦντες ἀποτρίβεσθαι διὰ τὸ τῶν αἰσχρῶν παρ’

    αὐτοῖς νομίζεσθαι τοῦτο. […] Ταῦτά τέ μοι δοκοῦσιν οἱ πάλαι παρεισαγαγεῖν οὐ

    τρυφῆς καὶ περιουσίας χάριν, ἀλλὰ θεωροῦντες μὲν τὴν ἑκάστων αὐτουργίαν

    καὶ συλλήβδην τὸ τῶν βίων ἐπίπονον καὶ σκληρόν, θεωροῦντες δὲ τὴν τῶν ἠθῶν

    αὐστηρίαν, ἥτις αὐτοῖς παρέπεται διὰ τὴν τοῦ περιέχοντος ψυχρότητα καὶ

    στυγνότητα τὴν κατὰ τὸ πλεῖστον ἐν τοῖς τόποις ὑπάρχουσαν.




                                                       Πολύβιος, Ἱστορίαι 4.20.4-21.1




5
ΕΝΟΤΗΤΑ 8Η
                       Έ ΝΑ ΠΑΡΑΔΕΙΓΜΑ ΣΕΒΑΣΜΟΥ ΠΡΟΣ ΤΟΥΣ ΓΟΝΕΙΣ


    Λέγεται γοῦν ἐν Σικελίᾳ (εἰ γὰρ καὶ μυθωδέστερόν ἐστιν, ἀλλ’ ἁρμόσει καὶ ὑμῖν

    ἅπασι τοῖς νεωτέροις ἀκοῦσαι) ἐκ τῆς Αἴτνης ῥύακα πυρὸς γενέσθαι· τοῦτον δὲ

    ῥεῖν φασιν ἐπί τε τὴν ἄλλην χώραν, καὶ δὴ καὶ πρὸς πόλιν τινὰ τῶν ἐκεῖ

    κατοικουμένων. Τοὺς μὲν οὖν ἄλλους ὁρμῆσαι πρὸς φυγήν, τὴν αὑτῶν

    σωτηρίαν ζητοῦντας, ἕνα δέ τινα τῶν νεωτέρων, ὁρῶντα τὸν πατέρα

    πρεσβύτερον ὄντα καὶ οὐχὶ δυνάμενον ἀποχωρεῖν, ἀλλὰ ἐγκαταλαμβανόμενον

    ὑπὸ τοῦ πυρός, ἀράμενον φέρειν. Φορτίου δ’ οἶμαι προσγενομένου καὶ αὐτὸς

    ἐγκατελήφθη. Ὅθεν δὴ καὶ ἄξιον θεωρῆσαι τὸ θεῖον, ὅτι τοῖς ἀνδράσιν

    τοῖςἀγαθοῖς εὐμενῶς ἔχει. Λέγεται γὰρ κύκλῳ τὸν τόπον ἐκεῖνον περιρρυῆναι

    τὸ πῦρ καὶ σωθῆναι τούτους μόνους, ἀφ’ ὧν καὶ τὸ χωρίον ἔτι καὶ νῦν

    προσαγορεύεσθαι τῶν εὐσεβῶν χῶρον· τοὺς δὲ ταχεῖαν τὴν ἀποχώρησιν

    ποιησαμένους καὶ τοὺς ἑαυτῶν γονέας ἐγκαταλιπόντας ἅπαντας ἀπολέσθαι.




                                          Λυκοῦργος, Κατὰ Λεωκράτους 95-96




6
ΕΝΟΤΗΤΑ 9Η
                    ΟΙ ΝΟΜΟΙ ΕΠΙΣΚΕΠΤΟΝΤΑΙ ΤΟΝ ΣΩΚΡΑΤΗ ΣΤΗ ΦΥΛΑΚΗ


    Εἰ μέλλουσιν ἡμῖν ἐνθένδε εἴτε ἀποδιδράσκειν, εἴθ᾽ ὅπως δεῖ ὀνομάσαι τοῦτο,

    ἐλθόντες οἱ νόμοι καὶ τὸ κοινὸν τῆς πόλεως ἐπιστάντες ἔροιντο· Εἰπέ μοι, ὦ

    Σώκρατες, τί ἐν νῷ ἔχεις ποιεῖν; Ἄλλο τι ἢ τούτῳ τῷ ἔργῳ ᾧ ἐπιχειρεῖς διανοῇ

    τούς τε νόμους ἡμᾶς ἀπολέσαι καὶ σύμπασαν τὴν πόλιν τὸ σὸν μέρος; Ἤ δοκεῖ

    σοι οἷόν τε ἔτι ἐκείνην τὴν πόλιν εἶναι καὶ μὴ ἀνατετράφθαι, ἐν ᾗ ἂν αἱ

    γενόμεναι δίκαι μηδὲν ἰσχύωσιν ἀλλὰ ὑπὸ ἰδιωτῶν ἄκυροί τε γίγνωνται καὶ

    διαφθείρωνται; Τί ἐροῦμεν, ὦ Κρίτων, πρὸς ταῦτα καὶ ἄλλα τοιαῦτα; Πολλὰ γὰρ

    ἄν τις ἔχοι, ἄλλως τε καὶ ῥήτωρ, εἰπεῖν ὑπὲρ τούτου τοῦ νόμου ἀπολλυμένου ὃς

    τὰς δίκας τὰς δικασθείσας προστάττει κυρίας εἶναι. Ἤ ἐροῦμεν πρὸς αὐτοὺς ὅτι

    «Ἠδίκει γὰρ ἡμᾶς ἡ πόλις καὶ οὐκ ὀρθῶς τὴν δίκην ἔκρινεν;» Ταῦτα ἢ τί

    ἐροῦμεν;

                                                            Πλάτων, Κρίτων 50a-c




7
ΕΝΟΤΗΤΑ 11Η
                               ΕΠΙΚΙΝΔΥΝΕΣ ΣΥΜΜΑΧΙΕΣ


    Ὦ Ἀγησίλαε καὶ πάντες οἱ παρόντες Λακεδαιμόνιοι, ἐγὼ ὑμῖν, ὅτε τοῖς

    Ἀθηναίοις ἐπολεμεῖτε, φίλος καὶ σύμμαχος ἐγενόμην, καὶ τὸ μὲν ναυτικὸν τὸ

    ὑμέτερον χρήματα παρέχων ἰσχυρὸν ἐποίουν, ἐν δὲ τῇ γῇ αὐτὸς ἀπὸ τοῦ ἵππου

    μαχόμενος μεθ’ ὑμῶν εἰς τὴν θάλατταν κατεδίωκον τοὺς πολεμίους. Καὶ

    διπλοῦν ὥσπερ Τισσαφέρνους οὐδὲν πώποτέ μου οὔτε ποιήσαντος οὒτ’ εἰπόντος

    πρὸς ὑμᾶς ἒχοιτ’ ἂν κατηγορῆσαι. Τοιοῦτος δὲ γενόμενος νῦν οὕτω διάκειμαι

    ὑφ’ ὑμῶν ὡς οὐδὲ δεῖπνον ἔχω ἐν τῇ ἐμαυτοῦ χώρᾳ, εἰ μή τι ὧν ἂν ὑμεῖς λίπητε

    συλλέξομαι, ὥσπερ τὰ θηρία. Ἃ δὲ μοι ὁ πατὴρ καὶ οἰκήματα καλὰ καὶ

    παραδείσους καὶ δένδρων καὶ θηρίων μεστοὺς κατέλιπεν, ἐφ’ οἷς ηὐφραινόμην,

    ταῦτα πάντα ὁρῶ τὰ μὲν κατακεκομμένα, τὰ δὲ κατακεκαυμένα. Εἰ οὖν ἐγὼ μὴ

    γιγνώσκω μήτε τὰ ὅσια μήτε τὰ δίκαια, ὑμεῖς δὲ διδάξατέ με ὅπως ταῦτ’ ἐστὶν

    ἀνδρῶν ἐπισταμένων χάριτας ἀποδιδόναι.




                                                       Ξενοφῶν, Ἑλληνικά 4.1.32-33




8

More Related Content

What's hot

Clasicos de bolsillo: Jenofonte 5
Clasicos de bolsillo: Jenofonte 5Clasicos de bolsillo: Jenofonte 5
Clasicos de bolsillo: Jenofonte 5
Sito Yelas
 
Σοφοκλέους Αντιγόνη (Β΄Λυκείου): Μεταφράσεις
Σοφοκλέους Αντιγόνη (Β΄Λυκείου): ΜεταφράσειςΣοφοκλέους Αντιγόνη (Β΄Λυκείου): Μεταφράσεις
Σοφοκλέους Αντιγόνη (Β΄Λυκείου): Μεταφράσεις
Olga Paizi
 

What's hot (20)

Clasicos de Bolsillo: Dion crisostomo - discursos 3
Clasicos de Bolsillo: Dion crisostomo - discursos 3Clasicos de Bolsillo: Dion crisostomo - discursos 3
Clasicos de Bolsillo: Dion crisostomo - discursos 3
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 20
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 20Clasicos de bolsillo : Plutarco - Vidas paralelas 20
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 20
 
CLASICOS DE BOLSILLO: Eliano Historias Curiosas
CLASICOS DE BOLSILLO: Eliano Historias CuriosasCLASICOS DE BOLSILLO: Eliano Historias Curiosas
CLASICOS DE BOLSILLO: Eliano Historias Curiosas
 
En defensa de la muerte de Eratóstenes Lisias paeu castilla y león antología...
En defensa de  la muerte de Eratóstenes Lisias paeu castilla y león antología...En defensa de  la muerte de Eratóstenes Lisias paeu castilla y león antología...
En defensa de la muerte de Eratóstenes Lisias paeu castilla y león antología...
 
Clasicos de Bolsillo: Dion crisostomo - discursos 4
Clasicos de Bolsillo: Dion crisostomo - discursos 4Clasicos de Bolsillo: Dion crisostomo - discursos 4
Clasicos de Bolsillo: Dion crisostomo - discursos 4
 
Clasicos de bolsillo: Jenofonte 5
Clasicos de bolsillo: Jenofonte 5Clasicos de bolsillo: Jenofonte 5
Clasicos de bolsillo: Jenofonte 5
 
Σοφοκλέους Αντιγόνη (Β΄Λυκείου): Μεταφράσεις
Σοφοκλέους Αντιγόνη (Β΄Λυκείου): ΜεταφράσειςΣοφοκλέους Αντιγόνη (Β΄Λυκείου): Μεταφράσεις
Σοφοκλέους Αντιγόνη (Β΄Λυκείου): Μεταφράσεις
 
Fabulas de Esopo
Fabulas de EsopoFabulas de Esopo
Fabulas de Esopo
 
Apolodoro - Biblioteca mitológica
Apolodoro - Biblioteca mitológicaApolodoro - Biblioteca mitológica
Apolodoro - Biblioteca mitológica
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 19
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 19Clasicos de bolsillo : Plutarco - Vidas paralelas 19
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 19
 
Clasicos de bolsillo: Luciano 02
Clasicos de bolsillo: Luciano 02Clasicos de bolsillo: Luciano 02
Clasicos de bolsillo: Luciano 02
 
Plutarco vidas paralelas
Plutarco vidas paralelasPlutarco vidas paralelas
Plutarco vidas paralelas
 
Clasicos de Bolsillo: Dion crisostomo - discursos 1
Clasicos de Bolsillo: Dion crisostomo - discursos 1Clasicos de Bolsillo: Dion crisostomo - discursos 1
Clasicos de Bolsillo: Dion crisostomo - discursos 1
 
Clasicos de bolsillo: Apolodoro - biblioteca mitológica
Clasicos de bolsillo: Apolodoro - biblioteca mitológicaClasicos de bolsillo: Apolodoro - biblioteca mitológica
Clasicos de bolsillo: Apolodoro - biblioteca mitológica
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 14
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 14Clasicos de bolsillo : Plutarco - Vidas paralelas 14
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 14
 
Aντιγόνη 1 - 99
Aντιγόνη 1 - 99Aντιγόνη 1 - 99
Aντιγόνη 1 - 99
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 6
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 6Clasicos de bolsillo : Plutarco - Vidas paralelas 6
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 6
 
EJERCICIOS HOMÉRICOS - ODISEA 1
EJERCICIOS HOMÉRICOS - ODISEA 1EJERCICIOS HOMÉRICOS - ODISEA 1
EJERCICIOS HOMÉRICOS - ODISEA 1
 
Μεταφράσεις Αντιγόνης Β΄ Λυκείου
Μεταφράσεις Αντιγόνης Β΄ ΛυκείουΜεταφράσεις Αντιγόνης Β΄ Λυκείου
Μεταφράσεις Αντιγόνης Β΄ Λυκείου
 
Juramentos de los griegos (4)
Juramentos de los griegos (4)Juramentos de los griegos (4)
Juramentos de los griegos (4)
 

Similar to Αρχαία Ελληνική Γλώσσα, Κείμενα για σύνταξη γ γυμνασίου

Palefato peri apiston
Palefato peri apistonPalefato peri apiston
Palefato peri apiston
Sito Yelas
 
Αρχαία Ελληνική Γλώσσα: Μεταφράσεις Γ΄Γυμνασίου
Αρχαία Ελληνική Γλώσσα: Μεταφράσεις Γ΄ΓυμνασίουΑρχαία Ελληνική Γλώσσα: Μεταφράσεις Γ΄Γυμνασίου
Αρχαία Ελληνική Γλώσσα: Μεταφράσεις Γ΄Γυμνασίου
Olga Paizi
 
Cariton quereas y caliroe
Cariton quereas y caliroeCariton quereas y caliroe
Cariton quereas y caliroe
Sito Yelas
 
Clasicos de bolsillo: Jenofonte 7
Clasicos de bolsillo: Jenofonte 7Clasicos de bolsillo: Jenofonte 7
Clasicos de bolsillo: Jenofonte 7
Sito Yelas
 
Clasicos de bolsillo: Jenofonte 8
Clasicos de bolsillo: Jenofonte 8Clasicos de bolsillo: Jenofonte 8
Clasicos de bolsillo: Jenofonte 8
Sito Yelas
 

Similar to Αρχαία Ελληνική Γλώσσα, Κείμενα για σύνταξη γ γυμνασίου (20)

Clasicos de bolsillo : Plutarco - Vidas paralelas 1
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 1Clasicos de bolsillo : Plutarco - Vidas paralelas 1
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 1
 
Clasicos de bolsillo: Luciano 08
Clasicos de bolsillo: Luciano 08Clasicos de bolsillo: Luciano 08
Clasicos de bolsillo: Luciano 08
 
Clasicos de bolsillo: Luciano 06
Clasicos de bolsillo: Luciano 06Clasicos de bolsillo: Luciano 06
Clasicos de bolsillo: Luciano 06
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 21
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 21Clasicos de bolsillo : Plutarco - Vidas paralelas 21
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 21
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 22
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 22Clasicos de bolsillo : Plutarco - Vidas paralelas 22
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 22
 
Eliano - Historias curiosas
Eliano - Historias curiosasEliano - Historias curiosas
Eliano - Historias curiosas
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 11
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 11Clasicos de bolsillo : Plutarco - Vidas paralelas 11
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 11
 
Palefato peri apiston
Palefato peri apistonPalefato peri apiston
Palefato peri apiston
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 5
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 5Clasicos de bolsillo : Plutarco - Vidas paralelas 5
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 5
 
Αρχαία Ελληνική Γλώσσα: Μεταφράσεις Γ΄Γυμνασίου
Αρχαία Ελληνική Γλώσσα: Μεταφράσεις Γ΄ΓυμνασίουΑρχαία Ελληνική Γλώσσα: Μεταφράσεις Γ΄Γυμνασίου
Αρχαία Ελληνική Γλώσσα: Μεταφράσεις Γ΄Γυμνασίου
 
Cariton quereas y caliroe
Cariton quereas y caliroeCariton quereas y caliroe
Cariton quereas y caliroe
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 23
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 23Clasicos de bolsillo : Plutarco - Vidas paralelas 23
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 23
 
Clasicos de bolsillo: Jenofonte 7
Clasicos de bolsillo: Jenofonte 7Clasicos de bolsillo: Jenofonte 7
Clasicos de bolsillo: Jenofonte 7
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 8
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 8Clasicos de bolsillo : Plutarco - Vidas paralelas 8
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 8
 
Clasicos de bolsillo: Isocrates 1
Clasicos de bolsillo: Isocrates 1Clasicos de bolsillo: Isocrates 1
Clasicos de bolsillo: Isocrates 1
 
Menandro retor
Menandro retorMenandro retor
Menandro retor
 
Clasicos de bolsillo: Luciano 09
Clasicos de bolsillo: Luciano 09Clasicos de bolsillo: Luciano 09
Clasicos de bolsillo: Luciano 09
 
1726
17261726
1726
 
Homero Odisea1-12 (imprimir)
Homero Odisea1-12 (imprimir)Homero Odisea1-12 (imprimir)
Homero Odisea1-12 (imprimir)
 
Clasicos de bolsillo: Jenofonte 8
Clasicos de bolsillo: Jenofonte 8Clasicos de bolsillo: Jenofonte 8
Clasicos de bolsillo: Jenofonte 8
 

More from Olga Paizi

Οδηγίες για τον τρόπο αξιολόγησης μαθημάτων της Α΄ τάξης Ημερησίου και των Α΄...
Οδηγίες για τον τρόπο αξιολόγησης μαθημάτων της Α΄ τάξης Ημερησίου και των Α΄...Οδηγίες για τον τρόπο αξιολόγησης μαθημάτων της Α΄ τάξης Ημερησίου και των Α΄...
Οδηγίες για τον τρόπο αξιολόγησης μαθημάτων της Α΄ τάξης Ημερησίου και των Α΄...
Olga Paizi
 
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 11η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 11η - Συντακτική ανάλυση Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 11η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 11η - Συντακτική ανάλυση
Olga Paizi
 
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 9η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 9η - Συντακτική ανάλυσηΑρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 9η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 9η - Συντακτική ανάλυση
Olga Paizi
 
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 8η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 8η - Συντακτική ανάλυσηΑρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 8η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 8η - Συντακτική ανάλυση
Olga Paizi
 
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 6η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 6η - Συντακτική ανάλυσηΑρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 6η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 6η - Συντακτική ανάλυση
Olga Paizi
 
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 4η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 4η - Συντακτική ανάλυσηΑρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 4η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 4η - Συντακτική ανάλυση
Olga Paizi
 
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 3η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 3η - Συντακτική ανάλυσηΑρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 3η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 3η - Συντακτική ανάλυση
Olga Paizi
 
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 2η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 2η - Συντακτική ανάλυσηΑρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 2η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 2η - Συντακτική ανάλυση
Olga Paizi
 
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 1η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 1η - Συντακτική ανάλυσηΑρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 1η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 1η - Συντακτική ανάλυση
Olga Paizi
 

More from Olga Paizi (20)

Eκδρομή στην Ελευσίνα
Eκδρομή στην ΕλευσίναEκδρομή στην Ελευσίνα
Eκδρομή στην Ελευσίνα
 
Τροποποίηση του Π.Δ. 46/2016 (αξιολόγηση των μαθητών/-τριών του Γενικού Λυκείου)
Τροποποίηση του Π.Δ. 46/2016 (αξιολόγηση των μαθητών/-τριών του Γενικού Λυκείου)Τροποποίηση του Π.Δ. 46/2016 (αξιολόγηση των μαθητών/-τριών του Γενικού Λυκείου)
Τροποποίηση του Π.Δ. 46/2016 (αξιολόγηση των μαθητών/-τριών του Γενικού Λυκείου)
 
188583 οδηγιες φιλολογικα_α_β_γ_εσπερινου_γελ_180253_signed
188583 οδηγιες φιλολογικα_α_β_γ_εσπερινου_γελ_180253_signed188583 οδηγιες φιλολογικα_α_β_γ_εσπερινου_γελ_180253_signed
188583 οδηγιες φιλολογικα_α_β_γ_εσπερινου_γελ_180253_signed
 
συμπληρωματική εγκύκλιος_για__παρατασεις_2017-2018_και_2018_του_ν
συμπληρωματική  εγκύκλιος_για__παρατασεις_2017-2018_και_2018_του_νσυμπληρωματική  εγκύκλιος_για__παρατασεις_2017-2018_και_2018_του_ν
συμπληρωματική εγκύκλιος_για__παρατασεις_2017-2018_και_2018_του_ν
 
εξ -188142_-_2017_-_σχεδιασμος_και_υλοποιηση_προγραμματων_σχολικων_δραστηριο...
εξ  -188142_-_2017_-_σχεδιασμος_και_υλοποιηση_προγραμματων_σχολικων_δραστηριο...εξ  -188142_-_2017_-_σχεδιασμος_και_υλοποιηση_προγραμματων_σχολικων_δραστηριο...
εξ -188142_-_2017_-_σχεδιασμος_και_υλοποιηση_προγραμματων_σχολικων_δραστηριο...
 
Νεοελληνική Τέχνη 19ου αιώνα
Νεοελληνική Τέχνη 19ου αιώναΝεοελληνική Τέχνη 19ου αιώνα
Νεοελληνική Τέχνη 19ου αιώνα
 
Εισαγωγή στην Τριτοβάθμια Εκπαίδευση ατόμων που πάσχουν από σοβαρές παθήσεις ...
Εισαγωγή στην Τριτοβάθμια Εκπαίδευση ατόμων που πάσχουν από σοβαρές παθήσεις ...Εισαγωγή στην Τριτοβάθμια Εκπαίδευση ατόμων που πάσχουν από σοβαρές παθήσεις ...
Εισαγωγή στην Τριτοβάθμια Εκπαίδευση ατόμων που πάσχουν από σοβαρές παθήσεις ...
 
Ενημέρωση μαθητών της τελευταίας τάξης ΓΕΛ σχολικού έτους 2015-2016 σχετικά μ...
Ενημέρωση μαθητών της τελευταίας τάξης ΓΕΛ σχολικού έτους 2015-2016 σχετικά μ...Ενημέρωση μαθητών της τελευταίας τάξης ΓΕΛ σχολικού έτους 2015-2016 σχετικά μ...
Ενημέρωση μαθητών της τελευταίας τάξης ΓΕΛ σχολικού έτους 2015-2016 σχετικά μ...
 
Αρχαία Ελληνική Γλώσσα και Γραμματεία Α΄ Λυκείου, Ερωτήσεις εισαγωγής στον Ξε...
Αρχαία Ελληνική Γλώσσα και Γραμματεία Α΄ Λυκείου, Ερωτήσεις εισαγωγής στον Ξε...Αρχαία Ελληνική Γλώσσα και Γραμματεία Α΄ Λυκείου, Ερωτήσεις εισαγωγής στον Ξε...
Αρχαία Ελληνική Γλώσσα και Γραμματεία Α΄ Λυκείου, Ερωτήσεις εισαγωγής στον Ξε...
 
Aρχαία Ελληνική Γλώσσα και Γραμματεία Α΄ Λυκείου, Ερωτήσεις εισαγωγής στον Θο...
Aρχαία Ελληνική Γλώσσα και Γραμματεία Α΄ Λυκείου, Ερωτήσεις εισαγωγής στον Θο...Aρχαία Ελληνική Γλώσσα και Γραμματεία Α΄ Λυκείου, Ερωτήσεις εισαγωγής στον Θο...
Aρχαία Ελληνική Γλώσσα και Γραμματεία Α΄ Λυκείου, Ερωτήσεις εισαγωγής στον Θο...
 
ξενοφώντος, ιέρων 2,6 8
ξενοφώντος, ιέρων 2,6 8ξενοφώντος, ιέρων 2,6 8
ξενοφώντος, ιέρων 2,6 8
 
Οδηγίες για τον τρόπο αξιολόγησης μαθημάτων της Α΄ τάξης Ημερησίου και των Α΄...
Οδηγίες για τον τρόπο αξιολόγησης μαθημάτων της Α΄ τάξης Ημερησίου και των Α΄...Οδηγίες για τον τρόπο αξιολόγησης μαθημάτων της Α΄ τάξης Ημερησίου και των Α΄...
Οδηγίες για τον τρόπο αξιολόγησης μαθημάτων της Α΄ τάξης Ημερησίου και των Α΄...
 
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 11η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 11η - Συντακτική ανάλυση Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 11η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 11η - Συντακτική ανάλυση
 
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 9η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 9η - Συντακτική ανάλυσηΑρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 9η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 9η - Συντακτική ανάλυση
 
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 8η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 8η - Συντακτική ανάλυσηΑρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 8η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 8η - Συντακτική ανάλυση
 
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 6η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 6η - Συντακτική ανάλυσηΑρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 6η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 6η - Συντακτική ανάλυση
 
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 4η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 4η - Συντακτική ανάλυσηΑρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 4η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 4η - Συντακτική ανάλυση
 
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 3η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 3η - Συντακτική ανάλυσηΑρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 3η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 3η - Συντακτική ανάλυση
 
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 2η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 2η - Συντακτική ανάλυσηΑρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 2η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 2η - Συντακτική ανάλυση
 
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 1η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 1η - Συντακτική ανάλυσηΑρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 1η - Συντακτική ανάλυση
Αρχαία Ελληνική Γλώσσα - Γ΄ Γυμνασίου: Ενότητα 1η - Συντακτική ανάλυση
 

Recently uploaded

Recently uploaded (20)

Ναυμαχία της Ναυαρίνου 20 Οκτωβρίου 1827
Ναυμαχία της Ναυαρίνου 20 Οκτωβρίου 1827Ναυμαχία της Ναυαρίνου 20 Οκτωβρίου 1827
Ναυμαχία της Ναυαρίνου 20 Οκτωβρίου 1827
 
ΧΑΝΟΣ ΚΡΟΥΜΟΣ-ΒΑΣΙΛΙΑΣ ΝΙΚΗΦΟΡΟΣ,ΚΡΙΣΤΙΝΑ ΚΡΑΣΤΕΒΑ
ΧΑΝΟΣ ΚΡΟΥΜΟΣ-ΒΑΣΙΛΙΑΣ ΝΙΚΗΦΟΡΟΣ,ΚΡΙΣΤΙΝΑ ΚΡΑΣΤΕΒΑΧΑΝΟΣ ΚΡΟΥΜΟΣ-ΒΑΣΙΛΙΑΣ ΝΙΚΗΦΟΡΟΣ,ΚΡΙΣΤΙΝΑ ΚΡΑΣΤΕΒΑ
ΧΑΝΟΣ ΚΡΟΥΜΟΣ-ΒΑΣΙΛΙΑΣ ΝΙΚΗΦΟΡΟΣ,ΚΡΙΣΤΙΝΑ ΚΡΑΣΤΕΒΑ
 
Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ 2008 ΓΙΑ ΕΚΠΑΙΔΕΥΤΙΚΟΥΣ
Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ 2008 ΓΙΑ ΕΚΠΑΙΔΕΥΤΙΚΟΥΣΗ ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ 2008 ΓΙΑ ΕΚΠΑΙΔΕΥΤΙΚΟΥΣ
Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ 2008 ΓΙΑ ΕΚΠΑΙΔΕΥΤΙΚΟΥΣ
 
Μάχη του Πουατιέ,ΧΡΥΣΑΝΘΟΣ ΚΑΙ ΧΡΥΣΑ ΟΠΡΙΝΕΣΚΟΥ
Μάχη του Πουατιέ,ΧΡΥΣΑΝΘΟΣ ΚΑΙ ΧΡΥΣΑ ΟΠΡΙΝΕΣΚΟΥΜάχη του Πουατιέ,ΧΡΥΣΑΝΘΟΣ ΚΑΙ ΧΡΥΣΑ ΟΠΡΙΝΕΣΚΟΥ
Μάχη του Πουατιέ,ΧΡΥΣΑΝΘΟΣ ΚΑΙ ΧΡΥΣΑ ΟΠΡΙΝΕΣΚΟΥ
 
Επανάληψη Γλώσσας Α' Λυκείου για τις τελικές εξετάσεις Ιουνίου.pptx
Επανάληψη Γλώσσας Α' Λυκείου για τις τελικές εξετάσεις Ιουνίου.pptxΕπανάληψη Γλώσσας Α' Λυκείου για τις τελικές εξετάσεις Ιουνίου.pptx
Επανάληψη Γλώσσας Α' Λυκείου για τις τελικές εξετάσεις Ιουνίου.pptx
 
Ρατσισμός, ορισμός, είδη, αίτια , συνέπειες
Ρατσισμός, ορισμός, είδη, αίτια , συνέπειεςΡατσισμός, ορισμός, είδη, αίτια , συνέπειες
Ρατσισμός, ορισμός, είδη, αίτια , συνέπειες
 
Παρουσίαση θεατρικού στην Τεχνόπολη. 2023-2024
Παρουσίαση θεατρικού στην Τεχνόπολη. 2023-2024Παρουσίαση θεατρικού στην Τεχνόπολη. 2023-2024
Παρουσίαση θεατρικού στην Τεχνόπολη. 2023-2024
 
ΘΕΣΣΑΛΟΝΙΚΗ Η ΔΕΥΤΕΡΗ ΠΟΛΗ ΤΗΣ ΒΥΖΑΝΤΙΝΗΣ ΑΥΤΟΚΡΑΤΟΡΙΑΣ, ΔΑΝΑΗ ΠΑΝΟΥ
ΘΕΣΣΑΛΟΝΙΚΗ Η ΔΕΥΤΕΡΗ ΠΟΛΗ ΤΗΣ ΒΥΖΑΝΤΙΝΗΣ ΑΥΤΟΚΡΑΤΟΡΙΑΣ, ΔΑΝΑΗ ΠΑΝΟΥΘΕΣΣΑΛΟΝΙΚΗ Η ΔΕΥΤΕΡΗ ΠΟΛΗ ΤΗΣ ΒΥΖΑΝΤΙΝΗΣ ΑΥΤΟΚΡΑΤΟΡΙΑΣ, ΔΑΝΑΗ ΠΑΝΟΥ
ΘΕΣΣΑΛΟΝΙΚΗ Η ΔΕΥΤΕΡΗ ΠΟΛΗ ΤΗΣ ΒΥΖΑΝΤΙΝΗΣ ΑΥΤΟΚΡΑΤΟΡΙΑΣ, ΔΑΝΑΗ ΠΑΝΟΥ
 
Η ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΗ, ΣΤΑΥΡΟΥΛΑ ΜΠΕΚΙΑΡΗ
Η ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΗ,  ΣΤΑΥΡΟΥΛΑ  ΜΠΕΚΙΑΡΗΗ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΗ,  ΣΤΑΥΡΟΥΛΑ  ΜΠΕΚΙΑΡΗ
Η ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΗ, ΣΤΑΥΡΟΥΛΑ ΜΠΕΚΙΑΡΗ
 
Ποια είμαι εγώ; Ποιος είσαι εσύ;
Ποια είμαι εγώ;                 Ποιος είσαι εσύ;Ποια είμαι εγώ;                 Ποιος είσαι εσύ;
Ποια είμαι εγώ; Ποιος είσαι εσύ;
 
ΕΙΚΟΝΟΜΑΧΙΑ, ΦΩΤΕΙΝΗ ΚΡΗΤΙΚΟΠΟΥΛΟΥ-ΣΩΤΗΡΗΣ ΒΥΡΓΙΩΤΗΣ
ΕΙΚΟΝΟΜΑΧΙΑ, ΦΩΤΕΙΝΗ ΚΡΗΤΙΚΟΠΟΥΛΟΥ-ΣΩΤΗΡΗΣ ΒΥΡΓΙΩΤΗΣΕΙΚΟΝΟΜΑΧΙΑ, ΦΩΤΕΙΝΗ ΚΡΗΤΙΚΟΠΟΥΛΟΥ-ΣΩΤΗΡΗΣ ΒΥΡΓΙΩΤΗΣ
ΕΙΚΟΝΟΜΑΧΙΑ, ΦΩΤΕΙΝΗ ΚΡΗΤΙΚΟΠΟΥΛΟΥ-ΣΩΤΗΡΗΣ ΒΥΡΓΙΩΤΗΣ
 
Η απελευθέρωση της Θεσσαλονίκης από την Οθωμανική Αυτοκρατορία
Η απελευθέρωση της Θεσσαλονίκης από την Οθωμανική ΑυτοκρατορίαΗ απελευθέρωση της Θεσσαλονίκης από την Οθωμανική Αυτοκρατορία
Η απελευθέρωση της Θεσσαλονίκης από την Οθωμανική Αυτοκρατορία
 
Ο ΜΑΥΡΟΣ ΘΑΝΑΤΟΣ (Η ΝΟΣΟΣ), ΣΤΕΛΙΟΣ ΚΑΡΑΪΣΚΟΣ
Ο ΜΑΥΡΟΣ ΘΑΝΑΤΟΣ (Η ΝΟΣΟΣ), ΣΤΕΛΙΟΣ ΚΑΡΑΪΣΚΟΣΟ ΜΑΥΡΟΣ ΘΑΝΑΤΟΣ (Η ΝΟΣΟΣ), ΣΤΕΛΙΟΣ ΚΑΡΑΪΣΚΟΣ
Ο ΜΑΥΡΟΣ ΘΑΝΑΤΟΣ (Η ΝΟΣΟΣ), ΣΤΕΛΙΟΣ ΚΑΡΑΪΣΚΟΣ
 
Ο ΧΡΙΣΤΟΦΟΡΟΣ ΚΟΛΟΜΒΟΣ ΚΑΙ Η ΑΝΑΚΑΛΥΨΗ ΤΗΣ ΑΜΕΡΙΚΗΣ,ΕΙΡΗΝΗ ΝΤΟΥΣΚΑ-ΠΕΝΥ ΖΑΓΓΟ...
Ο ΧΡΙΣΤΟΦΟΡΟΣ ΚΟΛΟΜΒΟΣ ΚΑΙ Η ΑΝΑΚΑΛΥΨΗ ΤΗΣ ΑΜΕΡΙΚΗΣ,ΕΙΡΗΝΗ ΝΤΟΥΣΚΑ-ΠΕΝΥ ΖΑΓΓΟ...Ο ΧΡΙΣΤΟΦΟΡΟΣ ΚΟΛΟΜΒΟΣ ΚΑΙ Η ΑΝΑΚΑΛΥΨΗ ΤΗΣ ΑΜΕΡΙΚΗΣ,ΕΙΡΗΝΗ ΝΤΟΥΣΚΑ-ΠΕΝΥ ΖΑΓΓΟ...
Ο ΧΡΙΣΤΟΦΟΡΟΣ ΚΟΛΟΜΒΟΣ ΚΑΙ Η ΑΝΑΚΑΛΥΨΗ ΤΗΣ ΑΜΕΡΙΚΗΣ,ΕΙΡΗΝΗ ΝΤΟΥΣΚΑ-ΠΕΝΥ ΖΑΓΓΟ...
 
ΙΣΤΟΡΙΑ Γ΄ΓΥΜΝΑΣΙΟΥ: ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΜΕΡΟΣ 2ο
ΙΣΤΟΡΙΑ Γ΄ΓΥΜΝΑΣΙΟΥ: ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ  ΜΕΡΟΣ 2οΙΣΤΟΡΙΑ Γ΄ΓΥΜΝΑΣΙΟΥ: ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ  ΜΕΡΟΣ 2ο
ΙΣΤΟΡΙΑ Γ΄ΓΥΜΝΑΣΙΟΥ: ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΜΕΡΟΣ 2ο
 
ΙΣΤΟΡΙΑ Γ ΄ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΜΕΡΟΣ 1ο
ΙΣΤΟΡΙΑ Γ ΄ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΜΕΡΟΣ 1ο ΙΣΤΟΡΙΑ Γ ΄ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΜΕΡΟΣ 1ο
ΙΣΤΟΡΙΑ Γ ΄ΓΥΜΝΑΣΙΟΥ : ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΜΕΡΟΣ 1ο
 
ΥΓΡΟΝ ΠΥΡ, ΧΡΗΣΤΟΣ ΠΟΛΕΝΤΑΣ-ΑΠΟΣΤΟΛΟΣ ΠΑΠΑΚΩΣΤΑΣ
ΥΓΡΟΝ ΠΥΡ, ΧΡΗΣΤΟΣ ΠΟΛΕΝΤΑΣ-ΑΠΟΣΤΟΛΟΣ ΠΑΠΑΚΩΣΤΑΣΥΓΡΟΝ ΠΥΡ, ΧΡΗΣΤΟΣ ΠΟΛΕΝΤΑΣ-ΑΠΟΣΤΟΛΟΣ ΠΑΠΑΚΩΣΤΑΣ
ΥΓΡΟΝ ΠΥΡ, ΧΡΗΣΤΟΣ ΠΟΛΕΝΤΑΣ-ΑΠΟΣΤΟΛΟΣ ΠΑΠΑΚΩΣΤΑΣ
 
ΝΑΠΟΛΕΩΝ ΒΟΝΑΠΑΡΤΗΣ, ΜΑΡΙΟΣ ΚΟΝΤΟΒΟΥΝΗΣΙΟΣ- ΓΙΑΝΝΗΣΚΟΥΚΟΥΣΑΣ
ΝΑΠΟΛΕΩΝ ΒΟΝΑΠΑΡΤΗΣ, ΜΑΡΙΟΣ ΚΟΝΤΟΒΟΥΝΗΣΙΟΣ- ΓΙΑΝΝΗΣΚΟΥΚΟΥΣΑΣΝΑΠΟΛΕΩΝ ΒΟΝΑΠΑΡΤΗΣ, ΜΑΡΙΟΣ ΚΟΝΤΟΒΟΥΝΗΣΙΟΣ- ΓΙΑΝΝΗΣΚΟΥΚΟΥΣΑΣ
ΝΑΠΟΛΕΩΝ ΒΟΝΑΠΑΡΤΗΣ, ΜΑΡΙΟΣ ΚΟΝΤΟΒΟΥΝΗΣΙΟΣ- ΓΙΑΝΝΗΣΚΟΥΚΟΥΣΑΣ
 
ΗΡΑΚΛΕΙΟΣ, ΧΑΡΗΣ ΤΑΣΙΟΥΔΗΣ-ΓΙΩΡΓΟΣ ΤΖΑΝΗΣ
ΗΡΑΚΛΕΙΟΣ, ΧΑΡΗΣ ΤΑΣΙΟΥΔΗΣ-ΓΙΩΡΓΟΣ ΤΖΑΝΗΣΗΡΑΚΛΕΙΟΣ, ΧΑΡΗΣ ΤΑΣΙΟΥΔΗΣ-ΓΙΩΡΓΟΣ ΤΖΑΝΗΣ
ΗΡΑΚΛΕΙΟΣ, ΧΑΡΗΣ ΤΑΣΙΟΥΔΗΣ-ΓΙΩΡΓΟΣ ΤΖΑΝΗΣ
 
Ο εκχριστιανισμός των Σλάβων, Άγγελος Δόσης
Ο εκχριστιανισμός των Σλάβων, Άγγελος ΔόσηςΟ εκχριστιανισμός των Σλάβων, Άγγελος Δόσης
Ο εκχριστιανισμός των Σλάβων, Άγγελος Δόσης
 

Αρχαία Ελληνική Γλώσσα, Κείμενα για σύνταξη γ γυμνασίου

  • 1. Αρχαία Ελληνική Γλώσσα – Γ΄ Γυμνασίου Κείμενα για σύνταξη Επιμέλεια: Όλγα Παΐζη, Φιλόλογος, ΜΕd http://users.sch.gr/olpaizi 2012-2013
  • 2. ΕΝΟΤΗΤΑ 1Η Η ΕΛΕΝΗ ΚΑΙ Η ΚΑΤΑΣΤΡΟΦΗ ΤΗΣ ΤΡΟΙΑΣ Εἰ ἐν Ἰλίῳ Ἑλένη ἦν, ἀπέδοντο ἄν αὐτὴν τοῖς Ἕλλησιν οἱ Τρῶες, ἑκόντος γε ἤ ἄκοντος Ἀλεξάνδρου. Οὐ γὰρ δὴ οὕτω γε φρενοβλαβής ἦν ὁ Πρίαμος οὐδέ οἱ ἄλλοι Τρῶες, ὥστε τοῖς σφετέροις σώμασι καὶ τοῖς τέκνοις καὶ τῇ πόλει κινδυνεύειν ἐβούλοντο, ὅπως Ἀλέξανδρος Ἑλένη συνοικῇ. Εἰ δέ τοι καὶ ἐν τοῖς πρώτοις χρόνοις ταῦτα ἐγίγνωσκον, ἐπεὶ πολλοί μὲν τῶν ἄλλων Τρώων, μάλιστα δὲ οἱ αὑτοῦ υἱεῖς, ὁπότε συμμίσγοιεν τοῖς Ἕλλησιν, ἀπώλλυντο, Πρίαμος, εἰ καὶ αὐτός Ἑλένη συνῲκει, ἀπέδωκεν ἄν αὐτήν Μενελάῳ, ἵνα αὐτός καὶ οἱ ὑπήκοοι αὐτοῦ ἀπαλλαγεῖεν τῶν παρόντων κακῶν. Ἀλλ’ οὐ γὰρ εἶχον Ἑλένην ἀποδοῦναι οὐδὲ λέγουσιν αὐτοῖς τὴν ἀλήθειαν ἐπίστευον οἱ Ἕλληνες, ὡς μὲν ἐγώ γνώμην ἀποφαίνομαι, τοῦ δαιμονίου παρασκευάζοντος ὅπως πανωλεθρίᾳ ἀπολόμενοι καταφανές τοῦτο τοῖς ἀνθρώποις ποιήσωσι, ὡς τῶν μεγάλων ἀδικημάτων μεγάλαι εἰσί καὶ αἱ τιμωρίαι παρά τῶν θεῶν. Ἡρόδοτος, Ἱστορίη 2.120 (διασκευή) 1
  • 3. ΕΝΟΤΗΤΑ 2Η ΘΥΣΙΑ ΓΙΑ ΤΗΝ ΠΑΤΡΙΔΑ Ὥστε προσήκει τούτους εὐδαιμονεστάτους ἡγεῖσθαι, οἵτινες ὑπέρ μεγίστων καί καλλίστων κινδυνεύσαντες οὕτω τόν βίον ἐτελεύτησαν, οὐκ ἐπιτρέψαντες περί αὑτῶν τῇ τύχῃ οὐδ’ ἀναμείναντες τόν αὐτόματον θάνατον, ἀλλ’ ἐκλεξάμενοι τόν κάλλιστον. Καί γάρ τοι ἀγήρατοι μέν αὐτῶν αἱ μνῆμαι, ζηλωταί δέ ὑπό πάντων ἀνθρώπων αἱ τιμαί· οἵ πενθοῦνται μέν διά τὴν φύσιν ὡς θνητοί, ὑμνοῦνται δέ ὡς ἀθάνατοι διά τὴν ἀρετήν. Καὶ γάρ τοι θάπτονται δημοσίᾳ, καί ἀγῶνες τίθενται ἐπ’ αὐτοῖς ῥώμης καί σοφίας καί πλούτου, ὡς ἀξίους ὄντας τούς ἐν τῷ πολέμῳ τετελευτηκότας ταῖς αὐταῖς τιμαῖς καί τούς ἀθανάτους τιμᾶσθαι. Ἐγώ μέν οὖν αὐτούς καί μακαρίζω τοῦ θανάτου καί ζηλῶ, καί μόνοις τούτοις ἀνθρώπων οἶμαι κρεῖττον εἶναι γενέσθαι, οἵτινες, ἐπειδή θνητῶν σωμάτων ἔτυχον, ἀθάνατον μνήμην διά τὴν ἀρετήν αὑτῶν κατέλιπον. Λυσίας, Ἐπιτάφιος τοῖς Κορινθίων βοηθοῖς 79-81 2
  • 4. ΕΝΟΤΗΤΑ 3Η Η ΚΑΤΟΧΗ ΤΗΣ ΕΞΟΥΣΙΑΣ ΔΕΝ ΕΓΓΥΑΤΑΙ ΤΗΝ ΕΥΤΥΧΙΑ Εἰ δὲ σὺ οἴει ὡς πλείω ἔχων τῶν ἰδιωτῶν κτήματα ὁ τύραννος διά τοῦτο καὶ πλείω ἀπ’ αὐτῶν εὐφραίνεται, οὐδέ τοῦτο οὕτως ἔχει, ὦ Σιμωνίδη, ἀλλ’ ὥσπερ οἱ ἀθληταί οὐχ ὅταν ἰδιωτῶν γένωνται κρείττονες, τοῦτ’ αὐτούς εὐφραίνει, ἀλλ’ ὅταν τῶν ἀνταγωνιστῶν ἥττους, τοῦτ’ αὐτούς ἀνιᾷ, οὕτω καὶ ὁ τύραννος οὐχ ὅταν τῶν ἰδιωτῶν πλείω φαίνηται ἔχων, τότ’ εὐφραίνεται, ἀλλ’ ὅταν ἑτέρων τυράννων ἐλάττω ἔχῃ, τούτῳ λυπεῖται· τούτους γάρ ἀνταγωνιστάς ἡγεῖται αὑτῷ τοῦ πλούτου εἶναι. Οὐδέ γε θᾶττόν τι γίγνεται τῷ τυράννῳ ἤ τῷ ἰδιώτῃ ὧν ἐπιθυμεῖ. Ὁ μὲν γὰρ ἰδιώτης οἰκίας ἤ ἀγροῦ ἤ οἰκέτου ἐπιθυμεῖ, ὁ δὲ τύραννος ἢ πόλεων ἢ χώρας πολλῆς ἢ λιμένων ἢ ἀκροπόλεων ἰσχυρῶν [...]Ἀλλὰ μέντοι καὶ πένητας ὄψει οὐχ οὕτως ὀλίγους τῶν ἰδιωτῶν ὡς πολλούς τῶν τυράννων. Οὐ γὰρ τῷ ἀριθμῷ οὔτε τὰ πολλά κρίνεται οὔτε τὰ ὀλίγα, ἀλλὰ πρὸς τὰς χρήσεις· ὥστε τὰ μὲν ὑπερβάλλοντα τὰ ἱκανὰ πολλά ἐστι, τὰ δὲ τῶν ἱκανῶν ἐλλείποντα ὀλίγα. Τῷ οὖν τυράννῳ τὰ πολλαπλάσια ἧττον ἱκανά ἐστιν εἰς τὰ ἀναγκαῖα δαπανήματα ἢ τῷ ἰδιώτῃ. Ξενοφῶν, Ἱέρων 4.6-9 3
  • 5. ΕΝΟΤΗΤΑ 4Η ΤΑ ΠΛΕΟΝΕΚΤΗΜΑΤΑ ΤΗΣ ΕΙΡΗΝΗΣ Ἆρ’ οὖν ἂν ἐξαρκέσειεν ἡμῖν, εἰ τήν τε πόλιν ἀσφαλῶς οἰκοῖμεν καὶ τὰ περὶ τὸν βίον εὐπορώτεροι γιγνοίμεθα καὶ τά τε πρὸς ἡμᾶς αὐτοὺς ὁμονοοῖμεν καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκιμοῖμεν; Ἐγὼ μὲν γὰρ ἡγοῦμαι τούτων ὑπαρξάντων τελέως τὴν πόλιν εὐδαιμονήσειν. Ὁ μὲν τοίνυν πόλεμος ἁπάντων ἡμᾶς τῶν εἰρημένων ἀπεστέρηκεν· καὶ γὰρ πενεστέρους ἐποίησεν, καὶ πολλοὺς κινδύνους ὑπομένειν ἠνάγκασεν καὶ πρὸς τοὺς Ἕλληνας διαβέβληκεν καὶ πάντας τρόπους τεταλαιπώρηκεν ἡμᾶς. Ἤν δὲ τὴν εἰρήνην ποιησώμεθα, […] μετὰ πολλῆς μὲν ἀσφαλείας τὴν πόλιν οἰκήσομεν, ἀπαλλαγέντες πολέμων καὶ κινδύνων καὶ ταραχῆς, […] καθ’ ἑκάστην δὲ τὴν ἡμέραν πρὸς εὐπορίαν ἐπιδώσομεν, […] ἀδεῶς γεωργοῦντες καὶ τὴν θάλατταν πλέοντες καὶ ταῖς ἄλλαις ἐργασίαις ἐπιχειροῦντες αἳ νῦν διὰ τὸν πόλεμον ἐκλελοίπασιν. Ὀψόμεθα δὲ τὴν πόλιν διπλασίας μὲν ἢ νῦν τὰς προσόδους λαμβάνουσαν, μεστὴν δὲ γιγνομένην ἐμπόρων καὶ ξένων καὶ μετοίκων, ὧν νῦν ἐρήμη καθέστηκεν. Τὸ δὲ μέγιστον· συμμάχους ἕξομεν ἅπαντας ἀνθρώπους, οὐ βεβιασμένους, ἀλλὰ πεπεισμένους. Ἰσοκράτης, Περὶ εἰρήνης 19-21 4
  • 6. ΕΝΟΤΗΤΑ 6Η Η ΜΟΥΣΙΚΗ ΕΞΗΜΕΡΩΝΕΙ Μουσικὴν [….] πᾶσι μὲν ἀνθρώποις ὄφελος ἀσκεῖν, Ἀρκάσι δὲ καὶ ἀναγκαῖον. [….] Παρὰ μόνοις γὰρ Ἀρκάσι πρῶτον μὲν οἱ παῖδες ἐκ νηπίων ᾄδειν ἐθίζονται κατὰ νόμους τοὺς ὕμνους καὶ παιᾶνας, οἷς ἕκαστοι κατὰ τὰ πάτρια τοὺς ἐπιχωρίους ἥρωας καὶ θεοὺς ὑμνοῦσι· μετὰ δὲ ταῦτα […] πολλῇ φιλοτιμίᾳ χορεύουσι κατ’ ἐνιαυτὸν τοῖς Διονυσιακοῖς αὐληταῖς ἐν τοῖς θεάτροις [….]. Καὶ τῶν μὲν ἄλλων μαθημάτων ἀρνηθῆναί τι μὴ γιγνώσκειν οὐδὲν αἰσχρὸν ἡγοῦνται, τήν γε μὴν ᾠδὴν οὒτ’ ἀρνηθῆναι δύνανται διὰ τὸ κατ’ ἀνάγκην πάντας μανθάνειν, οὒθ’ ὁμολογοῦντες ἀποτρίβεσθαι διὰ τὸ τῶν αἰσχρῶν παρ’ αὐτοῖς νομίζεσθαι τοῦτο. […] Ταῦτά τέ μοι δοκοῦσιν οἱ πάλαι παρεισαγαγεῖν οὐ τρυφῆς καὶ περιουσίας χάριν, ἀλλὰ θεωροῦντες μὲν τὴν ἑκάστων αὐτουργίαν καὶ συλλήβδην τὸ τῶν βίων ἐπίπονον καὶ σκληρόν, θεωροῦντες δὲ τὴν τῶν ἠθῶν αὐστηρίαν, ἥτις αὐτοῖς παρέπεται διὰ τὴν τοῦ περιέχοντος ψυχρότητα καὶ στυγνότητα τὴν κατὰ τὸ πλεῖστον ἐν τοῖς τόποις ὑπάρχουσαν. Πολύβιος, Ἱστορίαι 4.20.4-21.1 5
  • 7. ΕΝΟΤΗΤΑ 8Η Έ ΝΑ ΠΑΡΑΔΕΙΓΜΑ ΣΕΒΑΣΜΟΥ ΠΡΟΣ ΤΟΥΣ ΓΟΝΕΙΣ Λέγεται γοῦν ἐν Σικελίᾳ (εἰ γὰρ καὶ μυθωδέστερόν ἐστιν, ἀλλ’ ἁρμόσει καὶ ὑμῖν ἅπασι τοῖς νεωτέροις ἀκοῦσαι) ἐκ τῆς Αἴτνης ῥύακα πυρὸς γενέσθαι· τοῦτον δὲ ῥεῖν φασιν ἐπί τε τὴν ἄλλην χώραν, καὶ δὴ καὶ πρὸς πόλιν τινὰ τῶν ἐκεῖ κατοικουμένων. Τοὺς μὲν οὖν ἄλλους ὁρμῆσαι πρὸς φυγήν, τὴν αὑτῶν σωτηρίαν ζητοῦντας, ἕνα δέ τινα τῶν νεωτέρων, ὁρῶντα τὸν πατέρα πρεσβύτερον ὄντα καὶ οὐχὶ δυνάμενον ἀποχωρεῖν, ἀλλὰ ἐγκαταλαμβανόμενον ὑπὸ τοῦ πυρός, ἀράμενον φέρειν. Φορτίου δ’ οἶμαι προσγενομένου καὶ αὐτὸς ἐγκατελήφθη. Ὅθεν δὴ καὶ ἄξιον θεωρῆσαι τὸ θεῖον, ὅτι τοῖς ἀνδράσιν τοῖςἀγαθοῖς εὐμενῶς ἔχει. Λέγεται γὰρ κύκλῳ τὸν τόπον ἐκεῖνον περιρρυῆναι τὸ πῦρ καὶ σωθῆναι τούτους μόνους, ἀφ’ ὧν καὶ τὸ χωρίον ἔτι καὶ νῦν προσαγορεύεσθαι τῶν εὐσεβῶν χῶρον· τοὺς δὲ ταχεῖαν τὴν ἀποχώρησιν ποιησαμένους καὶ τοὺς ἑαυτῶν γονέας ἐγκαταλιπόντας ἅπαντας ἀπολέσθαι. Λυκοῦργος, Κατὰ Λεωκράτους 95-96 6
  • 8. ΕΝΟΤΗΤΑ 9Η ΟΙ ΝΟΜΟΙ ΕΠΙΣΚΕΠΤΟΝΤΑΙ ΤΟΝ ΣΩΚΡΑΤΗ ΣΤΗ ΦΥΛΑΚΗ Εἰ μέλλουσιν ἡμῖν ἐνθένδε εἴτε ἀποδιδράσκειν, εἴθ᾽ ὅπως δεῖ ὀνομάσαι τοῦτο, ἐλθόντες οἱ νόμοι καὶ τὸ κοινὸν τῆς πόλεως ἐπιστάντες ἔροιντο· Εἰπέ μοι, ὦ Σώκρατες, τί ἐν νῷ ἔχεις ποιεῖν; Ἄλλο τι ἢ τούτῳ τῷ ἔργῳ ᾧ ἐπιχειρεῖς διανοῇ τούς τε νόμους ἡμᾶς ἀπολέσαι καὶ σύμπασαν τὴν πόλιν τὸ σὸν μέρος; Ἤ δοκεῖ σοι οἷόν τε ἔτι ἐκείνην τὴν πόλιν εἶναι καὶ μὴ ἀνατετράφθαι, ἐν ᾗ ἂν αἱ γενόμεναι δίκαι μηδὲν ἰσχύωσιν ἀλλὰ ὑπὸ ἰδιωτῶν ἄκυροί τε γίγνωνται καὶ διαφθείρωνται; Τί ἐροῦμεν, ὦ Κρίτων, πρὸς ταῦτα καὶ ἄλλα τοιαῦτα; Πολλὰ γὰρ ἄν τις ἔχοι, ἄλλως τε καὶ ῥήτωρ, εἰπεῖν ὑπὲρ τούτου τοῦ νόμου ἀπολλυμένου ὃς τὰς δίκας τὰς δικασθείσας προστάττει κυρίας εἶναι. Ἤ ἐροῦμεν πρὸς αὐτοὺς ὅτι «Ἠδίκει γὰρ ἡμᾶς ἡ πόλις καὶ οὐκ ὀρθῶς τὴν δίκην ἔκρινεν;» Ταῦτα ἢ τί ἐροῦμεν; Πλάτων, Κρίτων 50a-c 7
  • 9. ΕΝΟΤΗΤΑ 11Η ΕΠΙΚΙΝΔΥΝΕΣ ΣΥΜΜΑΧΙΕΣ Ὦ Ἀγησίλαε καὶ πάντες οἱ παρόντες Λακεδαιμόνιοι, ἐγὼ ὑμῖν, ὅτε τοῖς Ἀθηναίοις ἐπολεμεῖτε, φίλος καὶ σύμμαχος ἐγενόμην, καὶ τὸ μὲν ναυτικὸν τὸ ὑμέτερον χρήματα παρέχων ἰσχυρὸν ἐποίουν, ἐν δὲ τῇ γῇ αὐτὸς ἀπὸ τοῦ ἵππου μαχόμενος μεθ’ ὑμῶν εἰς τὴν θάλατταν κατεδίωκον τοὺς πολεμίους. Καὶ διπλοῦν ὥσπερ Τισσαφέρνους οὐδὲν πώποτέ μου οὔτε ποιήσαντος οὒτ’ εἰπόντος πρὸς ὑμᾶς ἒχοιτ’ ἂν κατηγορῆσαι. Τοιοῦτος δὲ γενόμενος νῦν οὕτω διάκειμαι ὑφ’ ὑμῶν ὡς οὐδὲ δεῖπνον ἔχω ἐν τῇ ἐμαυτοῦ χώρᾳ, εἰ μή τι ὧν ἂν ὑμεῖς λίπητε συλλέξομαι, ὥσπερ τὰ θηρία. Ἃ δὲ μοι ὁ πατὴρ καὶ οἰκήματα καλὰ καὶ παραδείσους καὶ δένδρων καὶ θηρίων μεστοὺς κατέλιπεν, ἐφ’ οἷς ηὐφραινόμην, ταῦτα πάντα ὁρῶ τὰ μὲν κατακεκομμένα, τὰ δὲ κατακεκαυμένα. Εἰ οὖν ἐγὼ μὴ γιγνώσκω μήτε τὰ ὅσια μήτε τὰ δίκαια, ὑμεῖς δὲ διδάξατέ με ὅπως ταῦτ’ ἐστὶν ἀνδρῶν ἐπισταμένων χάριτας ἀποδιδόναι. Ξενοφῶν, Ἑλληνικά 4.1.32-33 8