More Related Content
More from Ana Ovando (20)
ΠΙΘΗΚΟΣ
- 2. εἴδομεν τήμερον
θαυμάσιόν τι,
θαυμασιώτατον
μὲν οὖν, οἷον
οὐδεὶς πρότερον
εἶδεν, ὡς νομίζω,
οὐδεπώποτε.
- 3. ἦλθε γὰρ
ξένος τις
Αἰγύπτιος,
ὃς εἶχε ζῷον
ὅμοιον μὲν
ἀνθρώπῳ,
μικρὸν δέ·
- 5. οὗτος τοίνυν ὁ πίθηκος
μικρότερος ἧν παιδίου καὶ
πάνυ μικροῦ εἶχε δὲ
χλαῖναν μικράν, καὶ δὴ
καὶ βλαύτας, καὶ πέτασον
ἐπὶ τῆς κεφαλῆς.
- 6. κόμας δ' εἶχεν ὁ
πίθηκος κατὰ τὸ
πρόσωπον ὅλον, καὶ
ἔβλεπε δόλιον·
ἔφασκε δ' ὁ ἄγων
πολυμήχανόν τ'
εἶναι, καὶ κλέπτην.
- 7. ἵστησι δ' ὁ ἄγων τὸν πίθηκον
ἐγγύς μου· ἐγὼ δὲ δίδωμι αὐτῷ
κάρυον·
- 8. ἰδού, τίθησι τὸ κάρυον
ὁ πίθηκος μεταξὺ τῶν
ὀδόντων, καὶ πιέζει τὸ
κάρυον τοῖς ὀδοῦσιν,
καὶ συνθραύει·
τὸ μὲν ἔξω τοῦ καρύου
ἀποβάλλει, τὸν δὲ
κόκκον κατεσθίει
ὥσπερ καὶ ἄνθρωπος.
- 9. ἐπεὶ δ' ἔφαγε
τάχιστα τὸν κόκκον,
τίθημι παρ' αὐτῷ
ποτήριον οἴνου·
ὁ δὲ πίθηκος εὐθὺς
λαβὼν τὸ ποτήριον
πίνει τὸν οἶνον, καὶ
τὸ ποτήριον
καταβάλλει χαμαί.
- 10. μετὰ ταῦτα τίθησι τὸν
πέτασον χαμαὶ ὕπτιον,
ὥστε τὸ κοῖλον τοῦ
πετάσου ἄνω εἶναι·
ἵνα δὴ εἰσβάλωμεν καὶ
ἄλλα κάρυα.
ἡμεῖς δὲ μόνον οὐκ
ἐξεθάνομεν γελῶντες.
- 11. Crédito de las imágenes ajenas, publicadas bajo
licencia CC:
Wikimedia
Dan Diffendale
Sebastià Giralt
Oboulko