Successfully reported this slideshow.
We use your LinkedIn profile and activity data to personalize ads and to show you more relevant ads. You can change your ad preferences anytime.

ΩΙΑ

1,260 views

Published on

Texto del método "A Greek Boy at home", de W.H.D. Rouse, para aprender griego antiguo.

Published in: Education
  • Be the first to comment

ΩΙΑ

  1. 1. ΩΙΑ Texto del método de W.H.D. Rouse, A Greek Boy at home. Ana Mª Ovando
  2. 2. τὰ δ’ ᾠὰ ζητοῦμεν ἐν τῷ χωρίῳ ἡμῶν καθ’ ἡμέραν· εὑρίσκομεν δ’ οὕτως.
  3. 3. τὰ μὲν ἄριστα τῶν ἡμέρων ὀρνιθίων τίκτει καθ’ ἑκάστην ἡμέραν ᾠόν· καὶ πρῶτον μὲν τίκτει τὸ ᾠὸν ἐν τῇ καλιᾷ, ἔπειτα δὲ κλώζει μέγα.
  4. 4. ἐν ᾧ δὲ χρόνῳ κλώζει τὸ ὀρνίθιον, ἀκούομεν ἡμεῖς· και εὐθὺς ζητοῦμεν τὸ ᾠόν, καὶ ἐκ τῆς καλιᾶς λαμβάνομεν, καὶ φέρομεν εἰς τὴν οἰκίαν.
  5. 5. ἡ δ’ Εὐρυδίκη λαμβάνει τὸ ᾠὸν εὐθύς, καὶ μετὰ ταῦτα ἕψει μετ’ ἄλλων ᾠῶν, καὶ ἡμεῖς ἐσθίομεν, τὸ δ’ ὀρνίθιον κλώζει οὐχ ἧττον.
  6. 6. τῇ δ’ ὑστεραίᾳ ἡμέρᾳ τὸ αὐτὸ ποιεῖ τὸ ὀρνίθιον, τὸ δ’ αὐτὸ ποιοῦμεν καὶ ἡμᾶς· οὐδὲ θαυμάζει τὸ ὀρνίθιον, ὅπου ποτ’ ἐστὶ τὰ ἄλλα ᾠά· κλώζει δ’ ὁμοίως καὶ καθ’ ἡμέραν τίκτει.
  7. 7. ὢ τοῦ φιλανθρώπου ὀρνιθίου· οὕτω γὰρ φιλεῖ τοὺς ἀνθρώπους, ὥστε καθ’ ἡμέραν τίκτει ᾠὸν αὐτοῖς τροφήν· τοῦτο δὲ ποιεῖ δήπου ἀντὶ τῆς τροφῆς ᾗ τρέφομεν αὐτὸ ἡμεῖς.
  8. 8. οὕτω δὴ τροφὴν μὲν παρέχομεν, τροφὴν δὲ λαμβάνομεν. λέγομεν δὲ τὸ δῶρον, ὅπερ λαμβάνομεν ἀντὶ τροφῆς, τροφεῖα.
  9. 9. Crédito de las imágenes ajenas, publicadas bajo licencia CC: Mary Harrsch Charo Marco Emiliano Zapata

×