ΔΗΜΟΙ

1,140 views

Published on

Texto del método "A Greek Boy at home", de W.H.D. Rouse, para aprender griego antiguo.

Published in: Education
  • Be the first to comment

ΔΗΜΟΙ

  1. 1. ΔΗΜΟΙ Texto basado en el método de W.H.D. Rouse, A Greek Boy at home. Ana Mª Ovando
  2. 2. τὸ χωρίον ἐν ᾧ οἰκοῦμεν ἐγώ τε καὶ οἱ ἄλλοι, ἐν Ἀχαρναῖς ἐστιν. αἱ δ' Ἀχαρναί εἰσι δῆμος τῶν Ἀθηνῶν. ἆρ' ἐρωτᾷς με, τί ποτ' ἐστὶ δῆμος; ἆρ' ἀγνοεῖς; λέγω δή.
  3. 3. ἡ γῆ ἡ τῶν Ἀθηνῶν ἡ μέν ἐστι πεδίον, ἡ δὲ λόφοι. καὶ ἔν τε ταῖς Ἀθήναις καὶ ἐν τῷ πεδίῳ καὶ δὴ καὶ ἐν τοῖς λόφοις πολλοί εἰσι δῆμοι, ἅ μόριά ἐστι τῶν Ἀθηνῶν·
  4. 4. τὰ δὲ τῶν Ἀθηνῶν μόρια τὰ μέν ἐστιν ἐν ταῖς Ἀθήναις αὐταῖς, τὰ δ' ἐν ταῖς κώμαις καὶ κατὰ τὸ πέδιον καὶ κατὰ τοὺς λόφους.
  5. 5. πολλοὶ δ' εἰσὶν οἱ δῆμοι· ἕκαστος δ' ἄρχει αὐτὸς ἑαυτοῦ, αἱ δ' Ἀθῆναι κύριαί εἰσι τῶν δήμων, ὅσοι ὑπάρχουσιν. ὀνομάζομεν δὲ δημότας τοὺς ἐν ἑκάστῳ δήμῳ·
  6. 6. οἱ δὲ δημόται ἄρχουσιν αὐτοὶ ἑαυτῶν. ὁ μὲν πρῶτος τῶν δημοτῶν δήμαρχός ἐστιν· ἐν ἑκάστῳ δὲ δήμῳ ταμιεύει ταμίας·
  7. 7. ἔστι δὲ καὶ δημοτικὰ ἱερὰ καὶ ἱεροποιοί, καὶ πρυτανεῖον δημοτικὸν ἐν ᾧ ἐστιν ἑστία δημοτική.
  8. 8. 1.Λεωκόρειον 2.Βωμός των 12 Θεών 3.Ναός του Δία 4.Ναός του Απόλλωνα Πατρώου 5.Μητρώον 6.Βουλευτήριο 7.Το Πρυτανικόν 8.Αιάκειον 9.Εννεάκρουνος
  9. 9. 1.Ποικίλη Στοά 2.Βασίλειος Στοά 3.Στοά Ελευθερέου Διός 4.Ναός Ηφαίστου 5.Νέο Βουλευτήριο 6.Θόλος 7.Νότια Στοά Ι 8.Νομισματοκοπείο 9.Δικαστικός περίβολος
  10. 10. ἐν τοῖς ἱεροῖς ἱερὰ ποιοῦμεν τοῖς θεοῖς καὶ σέβομεν αὐτοὺς καὶ προσκυνοῦμεν· ἐν δὲ τῷ πρυτανείῳ δειπνοῦμεν ἐνίοτε.
  11. 11. ἐνθένδε ἀπὸ τοῦ δήμου τῶν Ἀχαρνῶν ὁρῶμεν τὰς Ἀθήνας· αἱ δ' Ἀθῆναι μακρὰν ἄπεισιν τῶν Ἀχαρνῶν, στάδια ἑξήκοντα.
  12. 12. ἔχομεν δὲ δημότας πολλούς, ὥστε ἔνεισιν ἐν ταῖς Ἀχαρναῖς τρισχίλιοι ὁπλῖται. ὁ δὲ ὁπλίτης τοι στρατιώτης ἐστίν, ὃς ὅπλα φέρει χαλκᾶ ἢ σιδηρᾶ.
  13. 13. καὶ γὰρ οἱ πολῖται οἱ ἐν ἀγροῖς ἐν μὲν μάχῃ εἰσὶ στρατιῶται, ἐν δ' εἰρήνῃ ἐργάται. ὁ αὐτὸς οὖν ἄλλοτε μὲν ἐργάτης ἐστίν, ἄλλοτε δὲ στρατιώτης·
  14. 14. Crédito de las imágenes ajenas, publicadas bajo licencia CC: Suzanne Bernard Gisleno Fernández López Dan Diffendale Wikimedia

×