Successfully reported this slideshow.
We use your LinkedIn profile and activity data to personalize ads and to show you more relevant ads. You can change your ad preferences anytime.

ΔΙΔΑΣΚΑΛΟΣ

1,252 views

Published on

Texto del método "A Greek Boy at home", de W.H.D. Rouse, para aprender griego antiguo.

Published in: Education
  • Be the first to comment

ΔΙΔΑΣΚΑΛΟΣ

  1. 1. ΔΙΔΑΣΚΑΛΟΣ ΚΑΙ ΤΑ ΤΟΥ ΔΙΔΑΣΚΑΛΕΙΟΥ Texto basado en el método de W.H.D. Rouse, A Greek Boy at home. Ana Mª Ovando
  2. 2. οὐκ ἔχομεν ἡμεῖς, ὥσπερ καὶ ὑμεῖς, οἶκον μέγιστον ἐν ᾧ διδάσκουσι πολλοὶ διδάσκαλοι· παρ᾽ ὑμῖν γάρ ἐστιν οἶκος ὃς πολλὰ ἔχει δωμάτια, ἄλλα μὲν μεγάλα, ἄλλα δὲ μικρότερα·
  3. 3. ἐμοὶ δ’ ἐστὶ παιδαγωγὸς μέν, ὃς δοῦλός ἐστι, καὶ ἄγει με εἰς τὴν κώμην παρὰ τὸν διδάσκαλον·
  4. 4. διδάσκει δ’ ὁ διδάσκαλος ἢ ἐν τῇ ἑαυτοῦ οἰκιᾷ ἢ ἐν τῇ αὐλῇ, ἢ ὑπὸ τῶν δένδρων ἔξω.
  5. 5. ὑμεῖς μὲν γράφετε καλάμοις ἐν παπύρῳ ἢ γύψῳ ἐν τῷ τοίχῳ·
  6. 6. ἡμεῖς δὲ γράφομεν στύλῳ ἐν πινακίῳ, ἢ ξύλῳ ἐπὶ τῆς γῆς.
  7. 7. ἆρ᾽ ἀγνοεῖς, ποῖα τινὰ ἐστὶ τὰ πινάκια ἡμῶν; λέγω δή. ξύλινα μέν ἐστι ταῦτα τὰ λελευκώμενα πινάκια, ἐφ᾽ οἷς γράφομεν τοῖς στύλοις·
  8. 8. καὶ μετὰ ταῦτα λεαίνομεν τὴν μάλθαν, καὶ λεία ἐστὶν ἤδη· ὥστε γράφομεν πολλάκις ἐν τῇ αὐτῇ μάλθῃ· οὕτως οὐ δεῖ ἡμῖν πολλῶν πινακίων, τὰ δὲ αὐτὰ πινάκια ἱκανά ἐστιν.
  9. 9. γράφομεν δὲ καλῶς· οὐ γὰρ ἐθέλομεν πληγὰς λαμβάνειν. καὶ γὰρ ἔχει ξύλον ὁ διδάσκαλος, ᾧ παίει ἡμᾶς ἐνίοτε· ἀλλ’οὐ πολλάκις παίει τὰ παιδία τῷ ξύλῳ, ἐπεὶ εὔκολός ἐστιν. οἱ δὲ δύσκολοι διδάσκαλοι πολλάκις παίουσι τὰ παιδία, ἐν ᾧ χρόνῳ διδάσκουσιν.
  10. 10. πρὸς δὲ τούτοις μανθάνομεν ἀναγιγνώσκειν τὰ τῶν ποιητῶν, καὶ δὴ καὶ ἐκμανθάνομεν, ὥστε λέγειν ἄνευ πινακίου καὶ ἄνευ βιβλίου.
  11. 11. ποιητῶν τοι ὁ μέγιστός ἐστιν Ὅμηρος, μανθάνομεν δὲ ἀναγιγνώσκειν τὰ τοῦ Ὁμήρου, καὶ τὰ Ἰλιακὰ καὶ τὴν Ὀδυσσείαν.
  12. 12. μαθηταί ἐσμεν καλοί, καὶ μανθάνομεν εὖ, ἐπεὶ οὕτως εὔκολός ἐστιν ὁ διδάσκαλος· ὁ δὲ σοφώτατός τίς ἐστι, καὶ δυνατός ἐστι λέγειν πάντα τα Ὁμηρικὰ ἄνευ βιβλίου.
  13. 13. Crédito de las imágenes ajenas, publicadas bajo licencia CC: Sebastià Giralt Mary Harrsch Bart Mertens Isabel Buesa

×