SlideShare a Scribd company logo
1 of 13
Download to read offline
13 ΟΚΤΩΒΡΙΟΥ 2013 
Κυριακὴ  Δ´ Λουκᾶ 

ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνω‐
σμένον. 

Κάρπου καὶ σὺν αὐτῷ. Πατέρων τῆς Ζ´ Οἰκουμενικῆς. 

Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·  
Ὅτιι  σὸν  τὸ  κράτος..... 
Ὅτ σὸν τὸ κράτος

Ἦχος βαρύς. Ἑωθινὸν Ε´. 

* * * 

* * * * * 

ΚΑΘΙΣΜΑΤΑ 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 

Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. 

Μετὰ τὸν Ἑξάψαλμον,  
Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις·  
Ὅτιι  πρέπειι  σοιι  πᾶσα  δόξα..... 
Ὅτ πρέπε σο πᾶσα δόξα
Ἦχος βαρύς. 
Θεὸς  Κύριος,  καὶ  ἐπέφανεν  ἡμῖν·  εὐλογημέ‐
νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐

θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ 

ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι 

θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 
ΑΠΟΛΥΤΙΚΙΑ 
Τὸ Ἀναστάσιμον. Ἦχος βαρύς. 
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον· ἠνέ‐
ῳξας  τῷ  λῃστῇ  τὸν  Παράδεισον·  τῶν  Μυρο‐
φόρων  τὸν  θρῆνον  μετέβαλες,  καὶ  τοῖς  σοῖς 
Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης 
Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔ‐
λεος. 
Δόξα. Τῶν Πατέρων. Ἦχος πλ. δ´. 
Ὑπερδεδοξασμένος  εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ 
φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμε‐
λιώσας, καὶ δι᾿ αὐτῶν πρὸς τὴν ἀληθινὴν πί‐
στιν,  πάντας  ἡμᾶς  ὁδηγήσας,  πολυεύσπλαγ‐
χνε δόξα σοι. 
Καὶ νῦν. Θεοτοκίον. 
Ὁ δι᾿ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύ‐
ρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνα‐
τον  σκυλεύσας,  καὶ  ἔγερσιν  δείξας  ὡς  Θεός, 
μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον 
τὴν  φιλανθρωπίαν  σου  Ἐλεῆμον·  δέξαι  τὴν 
τεκοῦσάν  σε  Θεοτόκον,  πρεσβεύουσαν  ὑπὲρ 
 

Ἀναστάσιμον. Ἦχος βαρύς. 
Ἡ  ζωὴ  ἐν  τῷ  τάφῳ  ἀνέκειτο,  καὶ  σφραγὶς  ἐν 
τῷ  λίθῳ  ἐπέκειτο·  ὡς  βασιλέα  ὑπνοῦντα, 
στρατιῶται  ἐφύλαττον  Χριστόν,  καὶ  Ἄγγελοι 
ἐδόξαζον, ὡς  Θεὸν  ἀθάνατον·  γυναῖκες  δὲ  ἐ‐
κραύγαζον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κό‐
σμῳ τὸ μέγα ἔλεος. 
Δόξα. 
Τῇ  τριημέρῳ  ταφῇ σου  σκυλεύσας τὸν θάνα‐
τον, καὶ φθαρέντα τὸν ἄνθρωπον, τῇ ζωηφό‐
ρῳ ἐγέρσει σου, ἀναστήσας Χριστὲ ὁ Θεός, ὡς 
φιλάνθρωπος· δόξα σοι. 
Καὶ νῦν. Θεοτοκίον. 
Ὡς  τῆς  ἡμῶν  ἀναστάσεως  θησαύρισμα,  τοὺς 
ἐπὶ  σοὶ  πεποιθότας  Πανύμνητε,  ἐκ  λάκκου 
καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς 
ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν 
σωτηρίαν, ἡ πρὸ τόκου παρθένος, καὶ ἐν τόκῳ 
παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθέ‐
νος. 
Μετὰ τὴν β´ Στιχολογίαν. 

Ἦχος βαρύς. 
Ἐσφραγισμένου  τοῦ  μνήματος,  ἡ  ζωὴ  ἐκ  τά‐
φου ἀνέτειλας Χριστὲ ὁ Θεός· καὶ τῶν θυρῶν 
κεκλεισμένων,  τοῖς  Μαθηταῖς  ἐπέστης,  ἡ 
πάντων  ἀνάστασις·  Πνεῦμα  εὐθὲς  δι᾿  αὐτῶν 
ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος. 
Δόξα. 
Ἐπὶ τὸ μνῆμα ἔδραμον γυναῖκες, μετὰ δακρύ‐
ων  μύρα  φέρουσαι,  καὶ  στρατιωτῶν  φυλασ‐
σόντων  σε,  τὸν  τῶν  ὅλων  Βασιλέα,  ἔλεγον 
πρὸς  ἑαυτάς·  Τίς  ἀποκυλίσει  ἡμῖν  τὸν  λίθον; 
καὶ  φωνῆς  Ἀσωμάτων  ἤκουον  λεγούσης.  Ἀ‐
νέστη  ὁ  μεγάλης  βουλῆς  Ἄγγελος,  πατήσας 
τὸν θάνατον. Παντοδύναμε Κύριε, δόξα σοι. 
Καὶ νῦν. Θεοτοκίον. 
Ἦχος δ´. Ταχὺ προκατάλαβε. 
Χαῖρε  Κεχαριτωμένη  Θεοτόκε  Παρθένε,  λι‐
μὴν  καὶ  προστασία  τοῦ  γένους  τῶν  ἀνθρώ‐
1
πων·  ἐκ  σοῦ  γὰρ  ἐσαρκώθη  ὁ  Λυτρωτὴς  τοῦ 
κόσμου·  μόνη  γὰρ  ὑπάρχεις  Μήτηρ  καὶ  Παρ‐
θένος·  ἀεὶ  εὐλογημένη,  καὶ  δεδοξασμένη, 
πρέσβευε  Χριστῷ  τῷ  Θεῷ,  εἰρήνην  δωρήσα‐
σθαι, πάσῃ τῇ οἰκουμένῃ. 
* * * 

ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ 
Ἦχος πλ. α´. 
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * 
ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σω‐
τήρ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * 
τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ‐
λευθερώσαντα. 
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μα‐
θήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ 
ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· * 
Ἴδετε  ὑμεῖς  *  τὸν  τάφον  καὶ  ᾔσθητε·  *  ὁ  Σω‐
τὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος. 
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

Λίαν  πρωῒ  *  μυροφόροι  ἔδραμον  *  πρὸς  τὸ 
μνῆμά  σου  θρηνολογοῦσαι·  *  ἀλλ᾿  ἐπέστη  * 
πρὸς  αὐτὰς  ὁ  ἄγγελος  καὶ  εἶπε·  *  Θρήνου  ὁ 
καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστα‐
σιν δὲ * ἀποστόλοις εἴπατε. 
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

Μυροφόροι  γυναῖκες  * μετὰ μύρων ἐλθοῦσαι 
* πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγ‐
γέλου  *  πρὸς  αὐτὰς  φθεγγομένου·  *  Τί  μετὰ 
νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ 
* ἐξανέστη τοῦ μνήματος. 
Δόξα. 
Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν 
τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα 
* ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφεὶμ * κρά‐
ζοντες τὸ Ἅγιος, * Ἅγιος, Ἅγιος εἶ, Κύριε. 
Καὶ νῦν. 
Ζωοδότην  τεκοῦσα,  *  ἐλυτρώσω,  Παρθένε,  * 
τὸν  Ἀδὰμ  ἁμαρτίας·  *  χαρμονὴν  δὲ  τῇ  Εὔᾳ  * 
ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυ‐
νε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε‐
ὸς καὶ ἄνθρωπος. 

 

Ἀλληλούϊα,  ἀλληλούϊα,  ἀλληλούϊα·  δόξα  σοι 
ὁ Θεός. (ἐκ γ´) 
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·  
Ὅτιι  ηὐλόγηταίί  Σου..... 
Ὅτ ηὐλόγητα Σου
* * * 

ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ 
Ἡ Ὑπακοή. Ἦχος βαρύς. 

Ὁ  ἡμετέραν  μορφὴν  ἀναλαβών,  καὶ  ὑπομεί‐
νας  Σταυρὸν  σωματικῶς,  σῶσόν  με  τῇ  ἀνα‐
στάσει σου, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος. 
Οἱ Ἀναβαθμοί. Ἦχος βαρύς. 
Ἀντίφωνον Α´. 

Τὴν  αἰχμαλωσίαν  Σιών,  ἐκ  πλάνης  ἐπιστρέ‐
ψας, κἀμὲ Σωτὴρ ζώωσον, ἐξαίρων δουλοπα‐
θείας. 
Ἐν τῷ νότῳ ὁ σπείρων θλίψεις, νηστείας μετὰ 
δακρύων, οὗτος χαρᾶς δρέψεται, δράγματα ἀ‐
ειζωοτροφίας. 
Δόξα. Καὶ νῦν. 
Ἁγίῳ  Πνεύματι,  πηγὴ  τῶν  θείων  θησαυρι‐
σμάτων,  ἐξ  οὗ  σοφία,  σύνεσις,  φόβος·  αὐτῷ 
αἴνεσις, δόξα, τιμή, καὶ κράτος. 
Ἀντίφωνον Β´. 

Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τὸν τῆς ψυ‐
χῆς,  μάτην  κοπιῶμεν·  πλὴν  γὰρ  αὐτοῦ,  οὐ 
πρᾶξις, οὐ λόγος τελεῖται. 
Τοῦ καρποῦ τῆς γαστρός, οἱ Ἅγιοι πνευματο‐
κινήτως, ἀναβλαστοῦσι, πατρῷα δόγματα υἱ‐
οθεσίας. 
Δόξα. Καὶ νῦν. 
Ἁγίῳ  Πνεύματι,  τὰ  σύμπαντα  τὸ  εἶναι  ἔχει· 
πρὸ  πάντων  γὰρ  Θεός,  τῶν  ὅλων  κυριότης, 
φῶς ἀπρόσιτον, ζωὴ τῶν πάντων. 
Ἀντίφωνον Γ´. 

Οἱ φοβούμενοι τὸν Κύριον, ὁδοὺς ζωῆς εὑρόν‐
τες, νῦν καὶ ἀεὶ μακαριοῦνται, δόξῃ ἀκηράτῳ. 
Κύκλῳ  τῆς  τραπέζης  σου,  ὡς  στελέχη  βλέ‐
πων τὰ ἔκγονά σου, χαῖρε εὐφραίνου, προσά‐
γων ταῦτα, τῷ Χριστῷ ποιμενάρχα. 
Δόξα. Καὶ νῦν. 
Ἁγίῳ  Πνεύματι,  βυθὸς  χαρισμάτων,  πλοῦτος 
δόξης,  κριμάτων  βάθος  μέγα·  ὁμόδοξον  Πα‐
τρὶ καὶ Υἱῷ, λατρευτὸν γάρ. 

2
Προκείμενον. 
Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ 
σου,  μὴ  ἐπιλάθῃ  τῶν πενήτων σου εἰς τέλος. 
(δίς) 
Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρ‐

δίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. 
Ἀνάστηθι, Κύριε ὁ Θεός μου... 
* * * 

ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ 
Ὁ διάκονος· Τοῦ  Κυρίίου  δεηθῶμεν.. 
Τοῦ Κυρ ου δεηθῶμεν
Κύριε, ἐλέησον. 
Ὁ ἱερεύς· Ὅτιι  ἅγιιος  εἶἶ,,  ὁ  Θεὸς  ἡμῶν,,  ..... 
Ὅτ ἅγ ος ε ὁ Θεὸς ἡμῶν
Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 
Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. 
Ὁ  διάκονος·  Καὶὶ   ὑπὲρ   τοῦ   καταξιιωθῆναιι   ἡμᾶς  
Κα ὑπὲρ τοῦ καταξ ωθῆνα ἡμᾶς
τῆς   ἀκροάσεως   τοῦ   ἁγίίου   Εὐαγγελίίου   Κύριιον  
τῆς ἀκροάσεως τοῦ ἁγ ου Εὐαγγελ ου Κύρ ον
τὸν  Θεὸν  ἡμῶν  ἱἱκετεύσωμεν.. 
τὸν Θεὸν ἡμῶν κετεύσωμεν

Κύριε, ἐλέησον. (γ´) 
Σοφ α ὀρθο ἀκούσωμεν τοῦ ἁγ ου
Ὁ διάκονος· Σοφίία··  ὀρθοίί··  ἀκούσωμεν  τοῦ  ἁγίίου  
Εὐαγγελίίου.. 
Ε ὐ α γ γ ελ ο υ
Ὁ ἱερεύς· Εἰἰρήνη  πᾶσιι.. 
Ε ρήνη πᾶσ
Καὶ τῷ Πνεύματί σου. 
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγ ου Εὐαγγελ
Ὁ ἱερεύς· Ἐκ  τοῦ  κατὰ  Λουκᾶν  ἁγίίου  Εὐαγγελίί‐‐
ου  τὸ  ἀνάγνωσμα.. 
ου τὸ ἀνάγνωσμα
Ὁ διάκονος· Πρόσχωμεν. 
Δόξα σοι, Κύριε, δόξα σοι. 
ὁ Ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον 

Ἑωθινὸν Ε´  
Ἐκ τοῦ κατὰ Λουκᾶν  
(κδ´ 12‐35) 

Τῷ καιρῷ ἐκείνῳ, ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖ‐
ον,  καὶ  παρακύψας  βλέπει  τὰ  ὀθόνια  κείμενα  μόνα,  καὶ  ἀ‐
πῆλθε  πρὸς  ἑαυτὸν  θαυμάζων  τὸ  γεγονός.  Καὶ  ἰδοὺ  δύο  ἐξ 
αὐτῶν  ἦσαν  πορευόμενοι  ἐν  αὐτῇ  τῇ  ἡμέρᾳ  εἰς  κώμην  ἀπέ‐
χουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμα‐
ούς.  Καὶ  αὐτοὶ  ὡμίλουν  πρὸς  ἀλλήλους  περὶ  πάντων  τῶν 
συμβεβηκότων  τούτων.  Καὶ  ἐγένετο  ἐν  τῷ  ὁμιλεῖν  αὐτοὺς 
καὶ  συζητεῖν  καὶ  αὐτὸς  ὁ  Ἰησοῦς  ἐγγίσας  συνεπορεύετο  αὐ‐
τοῖς·  οἱ  δὲ  ὀφθαλμοὶ  αὐτῶν  ἐκρατοῦντο  τοῦ  μὴ  ἐπιγνῶναι 
αὐτόν.  Εἶπε  δὲ  πρὸς  αὐτούς·  Τίνες  οἱ  λόγοι  οὗτοι  οὓς  ἀντι‐
βάλλετε  πρὸς  ἀλλήλους  περιπατοῦντες,  καί  ἐστε  σκυθρω‐
ποί; Ἀποκριθεὶς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν· 
Σὺ  μόνος  παροικεῖς  ἐν  Ἱερουσαλὴμ  καὶ  οὐκ  ἔγνως  τὰ  γενό‐
μενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; Καὶ εἶπεν αὐτοῖς· Ποῖ‐
α; Οἱ δὲ εἶπον αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένε‐
το  ἀνὴρ  προφήτης  δυνατὸς  ἐν  ἔργῳ  καὶ  λόγῳ  ἐναντίον  τοῦ 
Θεοῦ, καὶ παντὸς τοῦ λαοῦ, ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρ‐
χιερεῖς  καὶ  οἱ  ἄρχοντες  ἡμῶν  εἰς  κρῖμα  θανάτου  καὶ  ἐσταύ‐
ρωσαν  αὐτόν·  ἡμεῖς  δὲ  ἠλπίζομεν  ὅτι  αὐτός  ἐστιν  ὁ  μέλλων 
λυτροῦσθαι  τὸν  Ἰσραήλ·  ἀλλά  γε  σὺν  πᾶσι  τούτοις  τρίτην 

 

ταύτην  ἡμέραν  ἄγει  σήμερον,  ἀφ᾿  οὗ  ταῦτα  ἐγένετο.  Ἀλλὰ 
καὶ  γυναῖκές  τινες  ἐξ  ἡμῶν  ἐξέστησαν  ἡμᾶς,  γενόμεναι  ὄρ‐
θριαι  ἐπὶ  τὸ  μνημεῖον,  καὶ  μὴ  εὑροῦσαι  τὸ  σῶμα  αὐτοῦ  ἦλ‐
θον,  λέγουσαι  καὶ  ὀπτασίαν  ἀγγέλων  ἑωρακέναι,  οἳ  λέγου‐
σιν αὐτὸν ζῆν. Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνη‐
μεῖον,  καὶ  εὗρον  οὕτω,  καθὼς  καὶ  αἱ  γυναῖκες  εἶπον,  αὐτὸν 
δὲ  οὐκ  εἶδον.  Καὶ  αὐτὸς  εἶπε  πρὸς  αὐτούς·  Ὦ  ἀνόητοι  καὶ 
βραδεῖς  τῇ  καρδίᾳ  τοῦ  πιστεύειν  ἐπὶ  πᾶσιν  οἷς  ἐλάλησαν  οἱ 
προφῆται! Οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν 
εἰς τὴν δόξαν αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ 
πάντων  τῶν  προφητῶν,  διηρμήνευεν  αὐτοῖς  ἐν  πάσαις  ταῖς 
γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην, οὗ ἐπο‐
ρεύοντο,  καὶ  αὐτὸς  προσεποιεῖτο  πορρωτέρω  πορεύεσθαι. 
Καὶ  παρεβιάσαντο  αὐτὸν  λέγοντες·  Μεῖνον  μεθ᾿  ἡμῶν,  ὅτι 
πρὸς  ἑσπέραν  ἐστὶ  καὶ  κέκλικεν  ἡ  ἡμέρα.  Καὶ  εἰσῆλθε  τοῦ 
μεῖναι  σὺν  αὐτοῖς.  Καὶ  ἐγένετο  ἐν  τῷ  κατακλιθῆναι  αὐτὸν 
μετ᾿  αὐτῶν,  λαβὼν  τὸν  ἄρτον,  εὐλόγησε,  καὶ  κλάσας  ἐπεδί‐
δου  αὐτοῖς.  Αὐτῶν  δὲ  διηνοίχθησαν  οἱ  ὀφθαλμοί,  καὶ  ἐπέ‐
γνωσαν  αὐτόν·  καὶ  αὐτὸς  ἄφαντος  ἐγένετο  ἀπ᾿  αὐτῶν.  Καὶ 
εἶπον πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡ‐
μῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γρα‐
φάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσα‐
λήμ,  καὶ  εὗρον  συνηθροισμένους  τοὺς  ἕνδεκα  καὶ  τοὺς  σὺν 
αὐτοῖς,  λέγοντας·  Ὅτι  ἠγέρθη  ὁ  Κύριος  ὄντως  καὶ  ὤφθη  Σί‐
μωνι. Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐ‐
τοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου. 

Δόξα σοι, Κύριε, δόξα σοι. 
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης· 
Ἀνάστασιν  Χριστοῦ  θεασάμενοι,  προσκυνή‐
σωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον  ἀνα‐
μάρτητον. Τὸν σταυρόν σου, Χριστέ, προσκυ‐
νοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦ‐
μεν  καὶ  δοξάζομεν·  σὺ  γὰρ  εἶ  Θεὸς  ἡμῶν,  ἐ‐
κτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀ‐
νομάζομεν.  Δεῦτε  πάντες  οἱ  πιστοὶ  προσκυ‐
νήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰ‐
δοὺ  γὰρ  ἦλθε  διὰ  τοῦ  Σταυροῦ  χαρὰ  ἐν  ὅλῳ 
τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύρι‐
ον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν 
γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, θανάτῳ θάνατον ὤ‐
λεσεν. 
Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον 

Ἦχος β´. 
Ἐλεῆμον,  Ἐλέησόν  με,  ὁ  Θεός,  κατὰ  τὸ  μέγα 
ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν 
σου ἐξάλειψον τὸ ἀνόμημά μου. 
Ἐπὶ  πλεῖον  πλῦνόν  με  ἀπὸ  τῆς  ἀνομίας  μου 
καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 
Ὅτι  τὴν  ἀνομίαν  μου  ἐγὼ  γινώσκω,  καὶ  ἡ  ἁ‐
μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. 
3
Σοὶ  μόνῳ  ἥμαρτον  καὶ  τὸ  πονηρὸν  ἐνώπιόν 
σου  ἐποίησα,  ὅπως  ἂν  δικαιωθῇς  ἐν  τοῖς  λό‐
γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 
Ἰδοὺ  γὰρ  ἐν  ἀνομίαις  συνελήφθην,  καὶ  ἐν  ἁ‐
μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 
Ἰδοὺ  γὰρ  ἀλήθειαν  ἠγάπησας,  τὰ  ἄδηλα  καὶ 
τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. 
Ῥαντιεῖς  με  ὑσσώπῳ,  καὶ  καθαρισθήσομαι· 
πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. 
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐
γαλλιάσονται ὀστέα τεταπεινωμένα. 
Ἀπόστρεψον  τὸ  πρόσωπόν  σου  ἀπὸ  τῶν  ἁ‐
μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐
λειψον. 
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ 
πνεῦμα  εὐθὲς  ἐγκαίνισον  ἐν  τοῖς  ἐγκάτοις 
μου. 
Μὴ  ἀποῤῥίψῃς  με  ἀπὸ  τοῦ  προσώπου  σου, 
καὶ  τὸ  Πνεῦμά  σου  τὸ  ἅγιον  μὴ  ἀντανέλῃς 
ἀπ᾿ ἐμοῦ. 
Ἀπόδος  μοι  τὴν  ἀγαλλίασιν  τοῦ  σωτηρίου 
σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 
Διδάξω  ἀνόμους  τὰς  ὁδούς  σου,  καὶ  ἀσεβεῖς 
ἐπὶ σὲ ἐπιστρέψουσι. 
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐
τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν 
δικαιοσύνην σου. 
Κύριε,  τὰ  χείλη  μου  ἀνοίξεις,  καὶ  τὸ  στόμα 
μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 
Ὅτι,  εἰ  ἠθέλησας  θυσίαν,  ἔδωκα  ἄν·  ὁλοκαυ‐
τώματα οὐκ εὐδοκήσεις. 
Θυσία  τῷ Θεῷ  πνεῦμα  συντετριμμένον· καρ‐
δίαν  συντετριμμένην  καὶ  τεταπεινωμένην  ὁ 
Θεὸς οὐκ ἐξουδενώσει. 
Ἀγάθυνον,  Κύριε,  ἐν  τῇ  εὐδοκίᾳ  σου  τὴν  Σι‐
ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐
ρὰν καὶ ὁλοκαυτώματα. 
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐
σχους. Καὶ ἐλέησόν με, ὁ Θεός. 
 

Δόξα. 
Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, * 
ἐξάλειψον  τὰ  πλήθη  *  τῶν  ἐμῶν  ἐγκλημά‐
των. 
Καὶ νῦν. 
Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐ‐
ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. 
Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. 
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός 
σου,  καὶ  κατὰ  τὸ  πλῆθος  τῶν  οἰκτιρμῶν  σου 
ἐξάλειψον τὸ ἀνόμημά μου. 
Ἀναστὰς  ὁ  Ἰησοῦς  ἀπὸ  τοῦ  τάφου,  *  καθὼς 
προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν * 
καὶ μέγα ἔλεος. 
Σῶσον,,  ὁ  Θεός,,  τὸν  λαόν  Σου.....   Κύριε,  ἐλέησον 
Σῶσον ὁ Θεός τὸν λαόν Σου
Ἐλέε κα ο κτ ρμο ς
(ιβ´). Ἐλέειι  καὶὶ  οἰἰκτιιρμοῖῖς.....  Ἀμήν. 
* * * 

ΟΙ ΚΑΝΟΝΕΣ 
ὁ Ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ ὁ τῶν Πατέρων 

ᾨδὴ α´.  
ὁ Ἀναστάσιμος εἰς δ´ 
(ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ) 

Ἦχος βαρύς. Ὁ Εἱρμός. 
Νεύσει σου πρὸς γεώδη, ἀντιτυπίαν μετήχθη, 
ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις Κύριε· ὅθεν 
ἀβρόχως  πεζεύσας,  ᾄδει  Ἰσραήλ  σοι,  ᾠδὴν  ἐ‐
πινίκιον. 
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. 

Κέκριται τοῦ θανάτου, ἡ τυραννὶς διὰ ξύλου, 
ἀδίκῳ  θανάτῳ  σου,  κατακριθέντος  Κύριε·  ὅ‐
θεν  ὁ  ἄρχων  τοῦ  σκότους,  σοῦ  μὴ  κατισχύ‐
σας, δικαίως ἐκβέβληται. 
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. 

ᾍδης  σοι  προσπελάσας,  καὶ  τοῖς  ὀδοῦσι  μὴ 
σθένων,  συντρῖψαι  τὸ  σῶμά  σου,  τὰς  σιαγό‐
νας  τέθλασται·  ὅθεν  Σωτὴρ  τὰς  ὀδύνας,  λύ‐
σας τοῦ θανάτου, ἀνέστης τριήμερος. 
Θεοτοκίον 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 

Λέλυνται αἱ ὀδύναι, αἱ τῆς προμήτορος Εὔας· 
ὠδῖνας  λαθοῦσα  γάρ,  ἀπειρογάμως  τέτοκας· 
ὅθεν  σαφῶς  Θεοτόκον,  Πάναγνε  εἰδότες,  σὲ 
πάντες δοξάζομεν. 

4
καὶ ὁ τῶν Πατέρων ἄνευ τῶν Εἱρμῶν 
οὗ ἡ Ἀκροστιχίς· Ὑμνῶ μακάρων συνδρομὴν τὴν ἑβδόμην. 
(ποίημα Θεοφάνους) 

Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ. 
Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 

Ὑμνολογῆσαι  τὴν  ἑβδόμην  ἄθροισιν, ἐφιεμέ‐
νῳ μοι νῦν, τὴν τῶν ἑπτὰ δίδου, χαρισμάτων 
σύνοδον, τοῦ Παρακλήτου Κύριε, τὴν σοφίσα‐
σαν ταύτην, γλωσσοπυρσεύτως, καὶ βλάσφη‐
μον, πᾶσαν γλωσσαλγίαν σιγάσασαν. 
Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 

Μείζων  ἀρχῆθεν  ἀριθμῶν  ὁ  ἕβδομος·  δημι‐
ουργίας καὶ γάρ, τῆς τοῦ Θεοῦ πάσης, πρωτο‐
τύπως  γέγονεν,  ἡ  παντελὴς  κατάπαυσις,  εἰς 
ἑβδόμην ἡμέραν· καὶ νῦν πασῶν τῶν αἱρέσε‐
ων, λῆξις εἰς ἰσάριθμον Σύνοδον. 
Δόξα. 
Νενικηκὼς  τὸν  θεομάχον  Ἄρειον,  ἐν  τῇ  Νι‐
καίᾳ  τὸ  πρίν,  ποιμαντικῇ  ῥάβδῳ,  ὀρθοδόξοις 
ἴθυνε, τὴν Ἐκκλησίαν δόγμασιν, ὁ χορὸς τῶν 
Πατέρων·  καὶ  νῦν  ἐν  ταύτῃ  κατῄσχυνε,  τοὺς 
Εἰκονομάχους ὁ σύμμαχος. 
Καὶ νῦν.  
Θεοτοκίον 

Ὡς  οἱ  Πατέρες  εὐσεβῶς  ἐδίδαξαν,  ὁμολογοῦ‐
μεν  πιστῶς,  Παρθενικὴν  μήτραν,  ἀνωδίνως 
τέξασαν, μετὰ σαρκὸς τὸν ἄσαρκον· προσκυ‐
νοῦμέν τε τούτου, στηλογραφοῦντες τὴν μόρ‐
φωσιν, καὶ τιμητικῶς ἀσπαζόμεθα. 
ᾨδὴ γ´.  
ὁ Ἀναστάσιμος 

Ἦχος βαρύς. Ὁ Εἱρμός. 
Ὁ  κατ᾿  ἀρχὰς  τοὺς  οὐρανούς,  παντοδυνάμῳ 
σου  Λόγῳ,  στερεώσας  Κύριε  Σωτήρ,  καὶ  τῷ 
παντουργῷ  καὶ  θείῳ  Πνεύματι,  πᾶσαν  τὴν 
δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁ‐
μολογίας σου στερέωσον. 
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. 

Σὺ ἀνελθὼν ἐπὶ ξύλου, ὑπὲρ ἡμῶν ὀδυνᾶσαι, 
ἑκουσίως  εὔσπλαγχνε  Σωτήρ,  καὶ  φέρεις 
πληγὴν εἰρήνης πρόξενον, καὶ σωτηρίας τοῖς 
πιστοῖς, δι᾿ ἧς τῷ σῷ Ἐλεῆμον, πάντες κατηλ‐
λάγημεν Γεννήτορι. 

Σύ  με  καθῇρας  τῆς  πληγῆς,  τὸν  τῇ  ψυχῇ  τε‐
τρωμένον,  δρακοντίῳ  δήγματι  Χριστέ,  καὶ  ἔ‐
δειξας  φῶς  ἐν  σκότει  πάλαι  μοι,  κατῳκισμέ‐
νῳ καὶ φθορᾷ· διὰ Σταυροῦ γὰρ εἰς ᾅδην, κα‐
ταβεβηκώς με συνανέστησας. 
Θεοτοκίον 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 

Τῆς  ἀπειράνδρου  σου  Μητρός,  ταῖς  ἱκεσίαις 
τῷ  κόσμῳ,  τὴν  εἰρήνην  βράβευσον  Σωτήρ, 
καὶ τῷ βασιλεῖ τὴν νίκην δώρησαι, κατὰ βαρ‐
βάρων  δυσμενῶν,  καὶ  τῆς  ἀφράστου  σου  δό‐
ξης, τοὺς δοξολογοῦντάς σε ἀξίωσον. 
καὶ τῶν Πατέρων  

Ἦχος πλ. δ´. Ὁ στερεώσας κατ᾿ ἀρχάς. 
Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 

Μὴ σαλευθῆναι τοῦ Χριστοῦ, τὴν ἀῤῥαγῆ Ἐκ‐
κλησίαν,  ὑπ᾿  αὐτοῦ  μυσταγωγούμενοι  θεῖοι, 
Ποιμενάρχαι  τοὺς  αὐτήν,  παρασαλεῦσαι  θέ‐
λοντας, ὡς Ἀντιχρίστου μοίρας, τῶν εὐσεβῶν 
παρεσάλευσαν. 
Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 

Ἀνακαθαίρει  θολερούς,  καὶ  βορβορώδεις  χει‐
μάῤῥους,  ἐκ  πηγῶν  τοῦ  σωτηρίου  ἀντλήσας, 
καὶ  διψῶντα  τὸν  λαόν,  τὸν  τοῦ  Χριστοῦ  κο‐
ρέννυσι,  τῶν  διδαχῶν  τοῖς  ῥείθροις,  ὁ  τῶν 
Πατέρων κατάλογος. 
Δόξα. 
Κατὰ  τῶν  ὄντως  μισητῶν,  χριστιανοκατηγό‐
ρων,  συνδρομὴ  τῶν  φιλοχρίστων  ἑβδόμη,  ἐν 
τῇ  πόλει  τῇ  λαμπρᾷ,  τῶν  Νικαέων  γέγονεν, 
ἧς  βασιλεῖς  Εἰρήνη,  καὶ  Κωνσταντῖνος  συνή‐
γοροι. 
Καὶ νῦν.  
Θεοτοκίον 

Ἅπας  ἀπέστω  δυσσεβής, ὁ τὴν εἰκόνα μὴ  σέ‐
βων,  τὴν  σεπτὴν  τῆς  Θεοτόκου  καὶ  ταύτην, 
μὴ  κηρύττων  τὸν  Χριστόν,  θεανδρικῶς  κυή‐
σασαν,  καὶ  τῷ  πυρὶ  πεμπέσθω,  κατακαιόμε‐
νος ἄπαυστα. 
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·  
Ὅτιι  σὺ  εἶἶ  ὁ  Θεὸς  ἡμῶν.... 
Ὅτ σὺ ε ὁ Θεὸς ἡμῶν
* * * 

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. 

 

5
ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ 
Τὸ Ἀναστάσιμον Κοντάκιον μετὰ τοῦ Οἴκου. 
Ἦχος βαρύς. Οὐκέτι φλογίνη ῥομφαία. 

Οὐκέτι τὸ κράτος τοῦ θανάτου, ἰσχύσει κατέ‐
χειν τοὺς βροτούς· Χριστὸς γὰρ κατῆλθε συν‐
τρίβων, καὶ λύων τὰς δυνάμεις αὐτοῦ· δεσμεῖ‐
ται ὁ ᾅδης, Προφῆται συμφώνως ἀγάλλονται· 
Ἐπέστη,  λέγοντες,  Σωτὴρ  τοῖς  ἐν  σκότει·  ἐ‐
ξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν. 
ὁ Οἶκος 

Ἔτρεμε  κάτωθεν  τὰ  καταχθόνια  σήμερον,  ὁ 
ᾅδης  καὶ  ὁ  θάνατος  τὸν  Ἕνα  τῆς  Τριάδος·  ἡ 
γῆ  ἐκλονεῖτο,  πυλωροὶ  δὲ  ᾅδου  ἰδόντες  σε  ἔ‐
πτηξαν· ἡ κτίσις δὲ πᾶσα σὺν τοῖς Προφήταις 
χαίρουσα  ψάλλει  σοι,  ἐπινίκιον  ᾠδὴν  τῷ  λυ‐
τρωτῇ ἡμῶν Θεῷ, τῷ καταλύσαντι νῦν θανά‐
του τὴν δύναμιν. Ἀλαλάξωμεν καὶ βοήσωμεν 
τῷ  Ἀδάμ,  καὶ  τοῖς ἐξ  Ἀδάμ·  Ξύλον  τοῦτον εἰ‐
σήγαγεν· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστα‐
σιν. 
Μεσῴδιον Κάθισμα τῶν Πατέρων 

Ἦχος δ´. Ταχὺ προκατάλαβε. 
Φωστῆρες  ὑπέρλαμπροι,  τῆς  ἀληθείας  σα‐
φῶς, τῷ κόσμῳ ἐδείχθητε, μακαριώτατοι, Πα‐
τέρες θεόφθογγοι· τήξαντες τὰς αἱρέσεις, τῶν 
βλασφήμων  γλωσσάλγων·  σβέσαντες  τὰς 
φλογώδεις, τῶν δυσφήμων συγχύσεις· διὸ ὡς 
Ἱεράρχαι  Χριστοῦ,  πρεσβεύσατε  σωθῆναι  ἡ‐
μᾶς. 
Δόξα. Καὶ νῦν.  
Θεοτοκίον 

Ταχὺ ἡμᾶς πρόφθασον, Παρθενομῆτορ ἁγνή· 
ἐχθρῶν ἡμᾶς λύτρωσαι, τῶν βλασφημούντων 
εἰς  σέ,  καὶ  μὴ  προσκυνούντων  σε·  θραῦσον 
τὰς γλωσσαλγίας, τῶν αἱρέσεων πάσας· γνώ‐
τωσαν  ὅτι  μόνη,  Θεομήτωρ  ὑπάρχεις,  πρε‐
σβείαις  σου  Ὀρθοδόξων,  τὸ  σύστημα  σώζου‐
σα. 
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·  
Σὺ  γὰρ  εἶἶ  ὁ  Βασιιλεύς.... 
Σ ὺ γ ὰ ρ ε ὁ Β α σ λ εύ ς
* * * 

ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ 
Κοντάκιον καὶ Οἶκος τῶν Πατέρων. 
Κοντάκιον. Ἦχος β´. Χειρόγραφον εἰκόνα. 

Ὁ ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς ἀῤῥήτως, ἐκ γυ‐
ναικὸς  ἐτέχθη  διπλοῦς  τῇ  φύσει·  ὃν  εἰδότες, 
 

οὐκ ἀρνούμεθα τῆς μορφῆς τὸ ἐκτύπωμα· αὐ‐
τὸ  δὲ  εὐσεβῶς  ἀνιστοροῦντες,  σέβομεν  πι‐
στῶς· καὶ διὰ τοῦτο τὴν ἀληθινὴν πίστιν κρα‐
τοῦσα ἡ Ἐκκλησία, ἀσπάζεται τὴν εἰκόνα τῆς 
Χριστοῦ ἐνανθρωπήσεως. 
ὁ Οἶκος 

Θέλων ὁ πανοικτίρμων Θεὸς ἡμᾶς διεγείρειν 
ἀεί,  πρὸς  μνήμην  τελείαν  τῆς  αὑτοῦ  ἐναν‐
θρωπήσεως,  τὴν  ὑπόθεσιν  ταύτην  παρέδωκε 
τοῖς  ἀνθρώποις,  διὰ  τῆς  χρωματουργίας  τῶν 
εἰκόνων,  τὴν  σεβάσμιον  ἀνατυποῦσθαι  μορ‐
φήν·  ὅπως  ταύτην  ἐπ᾿  ὄψεσιν  ὁρῶντες,  πι‐
στεύωμεν,  ἅπερ  λόγῳ  ἀκηκόαμεν,  γνωρίζον‐
τες  σαφῶς  τὴν  πρᾶξιν  καὶ  τὸ  ὄνομα,  τὸ  σχῆ‐
μα  καὶ  τοὺς  ἄθλους  τῶν  Ἁγίων  ἀνδρῶν·  καὶ 
Χριστὸν  τὸν  στεφοδότην  στεφάνους  παρεχό‐
μενον,  τοῖς  Ἁγίοις  ἀθληταῖς  τε  καὶ  μάρτυσι, 
δι᾿  ὧν  ἄρτι  τρανότερον  τὴν  ἀληθινὴν  πίστιν 
κρατοῦσα ἡ Ἐκκλησία, ἀσπάζεται τὴν εἰκόνα 
τῆς Χριστοῦ ἐνανθρωπήσεως. 
Συναξάριον. 
Τῇ  ΙΓ´  τοῦ  αὐτοῦ  μηνός,  Μνήμη  τῶν  Ἁγίων 
ἐνδόξων  τοῦ  Χριστοῦ  Μαρτύρων  Κάρπου, 
Παπύλου, Ἀγαθοδώρου καὶ Ἀγαθονίκης. 
Στίχοι 
Κάρπῳ, Παπύλῳ, τοῖς Θεοῦ καρποῖς δύο, 
Παπυλεὼν τμηθεῖσιν ἠνoίγη πόλου. 
Ἀγαθόδωρον δωρεῶν πληθὺς μένει, 
Πρὸς πληθὺν ἀθλήσαντα δεινῶν μαστίγων. 
Οὐκ ἐμποδών σοι, Μάρτυς Ἀγαθονίκη, 
Τὸ θῆλυ πρὸς τὸ θεῖον ἐκ ξίφους τέλος. 
Κάρπον σὺν Παπύλῳ δεκάτῃ τρίτῃ ἔκτανε χαλκός. 

Τῇ  αὐτῇ  ἡμέρᾳ,  Μνήμη  τοῦ  Ἁγίου    ἐνδόξου 
Μάρτυρος Φλωρεντίου τοῦ ἐν Θεσσαλονίκῃ. 
Στίχοι 
Ὢ θάρσος οἷον Μάρτυρος Φλωρεντίου! 
Πρὸς τὴν φλόγα τρέχοντος, ὥσπερ πρὸς δρόσον. 

Τῇ  αὐτῇ  ἡμέρᾳ,  Μνήμη  τοῦ  Ἁγίου  ἐνδόξου 
Μάρτυρος Διοσκόρου. 
Στίχοι 
Τμηθεὶς ὁ Διόσκορος αἰσχύνει Δία, 
Τὸν μὴ λαβόντα ψυχαπωλείας κόρον. 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ θεοφό‐
ρου Πατρὸς ἡμῶν Νικήτα πατρικίου τοῦ ὁμο‐
λογητοῦ. 
Στίχοι 
Θλίψεις ὑποστὰς εἰκόνων θείων χάριν, 
Χαίρει χαρὰν Νικήτας, οἵαν οἱ Νόες. 

6
Τῇ  αὐτῇ  ἡμέρᾳ,  Μνήμη  τοῦ  Ἁγίου  ἐνδόξου 
Μάρτυρος Βενιαμὶν τοῦ διακόνου τοῦ ἐν Περ‐
σίᾳ. 
Στίχοι 
Βενιαμὶν πρόβατον ὢν ἀλλ᾿ οὐ λύκος, 
Ἅρπαξι λύκοις θύεται, ἀλλ᾿ οὐ θύει. 

Τῇ  αὐτῇ  ἡμέρᾳ,  Μνήμη  τοῦ  Ἁγίου  ἐνδόξου 
Μάρτυρος  Ἀντιγόνου,  διὰ  πυρὸς  τελειω‐
θέντος. 
Στίχοι 
Τεθνήξομαί σοι τῆς ἐκεῖθεν, Χριστέ μου, 
Τὴν ᾧδε καῦσιν Ἀντίγονος προκρίνων. 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς 
ἡμῶν Μελετίου Α´ τοῦ ἐπικαλουμένου Πηγᾶ, 
Πατριάρχου Ἀλεξανδρείας. 
Στίχοι 
Χείλη πλησιάσας Πηγῇ τῆς Σοφίας, 
Μελέτιος γέγονε πηγὴ Σοφίας. 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ θεοφό‐
ρου  Πατρὸς  ἡμῶν  Βενιαμὶν  τῆς  Λαύρας  τῶν 
Σπηλαίων τοῦ Κιέβου. 
Στίχοι 
Πτωχείαν ἔλλογον ἀσκήσας ἐνθάδε, 
Βενιαμίν, ἐφεῦρες τὸν Μαργαρίτην. 

Τῇ  αὐτῇ  ἡμέρᾳ,  ἡ  Ἁγία  ἔνδοξος  Νεομάρτυς 
Χρυσῆ,  ἡ  ἀθλήσασα  ἔν  τινι  χωρίῳ  τῆς  ἐπαρ‐
χίας  Μογλενῶν  (Ἐδέσσης),  τῷ  καλουμένῳ 
Σλάτενα,  ἐν  ἔτει  1795ῳ,  μεληδὸν  κατακοπεῖ‐
σα τελειοῦται. 

μεγίστην σωτηρίαν τῇ πόλει ταύτῃ καὶ τῷ Γέ‐
νει τῶν Χριστιανῶν, ἐν ἔτει ͵αφοα´ (1571). 
Στίχοι 
Ναυπακτίων παῖδες τῆς Ἁγνῆς εἰκόνι, 
Προστρέχοντες πόνων λυτροῦνται παντοίων. 

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν ἑνδεκάτην 
Ὀκτωβρίου,  μνήμην  ἐπιτελοῦμεν  τῶν  Ἁγίων 
καὶ  μακαρίων  τριακοσίων  καὶ  πεντήκοντα 
Πατέρων,  τῶν  ἐν  Νικαίᾳ  συνελθόντων  τὸ 
δεύτερον,  ἐπὶ  τῶν  εὐσεβῶν  καὶ  φιλοχρίστων 
Βασιλέων,  Κωνσταντίνου  καὶ  Εἰρήνης,  κατὰ 
τῶν δυσσεβῶς καὶ ἀμαθῶς καὶ ἀπερισκέπτως 
τὴν  Ἐκκλησίαν  τοῦ  Θεοῦ  εἰδωλολατρεῖν  εἰ‐
πόντων, καὶ τὰς σεπτὰς καὶ ἁγίας εἰκόνας δι‐
αβαλόντων  καὶ  καθαιρεσάντων,  οἵτινες  Πα‐
τέρες  τὴν  Ἑβδόμην  Οἰκουμενικὴν  Σύνοδον 
συνεκρότησαν. 
Στίχοι 
Ὑπέρμαχοι σοί, τοῖς λόγων ὅπλοις, Λόγε, 
Ἐχθροὺς τροποῦνται τῶν σεβαστῶν εἰκόνων. 

Ταῖς  τῶν  ἁγίων  Πατέρων  πρεσβείαις,  Χριστὲ 
ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. 
* * * 

ΚΑΤΑΒΑΣΙΑΙ 
τῆς Θεοτόκου 

Στίχοι 
Ἐν ταῖς βασάνοις χρυσὸς οἷον καμίνῳ, 
Χρυσῆ ἐδείχθης ἠγλαϊσμένη ὅλη. 

ᾨδὴ α´. Ἦχος δ´. 
Ἀνοίξω  τὸ  στόμα  μου  *  καὶ  πληρωθήσεται 
Πνεύματος  *  καὶ  λόγον  ἐρεύξομαι  *  τῇ  βασι‐
λίδι Μητρί· * καὶ ὀφθήσομαι * φαιδρῶς πανη‐
γυρίζων  *  καὶ  ᾄσω  γηθόμενος  *  ταύτης  τὰ 
θαύματα. 

Τῇ  αὐτῇ  ἡμέρᾳ,  δευτέρᾳ  Κυριακῇ  τοῦ  Ὀκτω‐
βρίου,  μνήμην  ἐπιτελοῦμεν  τοῦ  Ὁσίου  Πα‐
τρὸς  ἡμῶν  Ματθαίου  τοῦ  Ἀκτήμονος,  τοῦ  ἐν 
Σινᾷ  διαλάμψαντος, ἐκ Σικυῶνος δὲ καταγο‐
μένου, ἤτοι ἐκ τῆς κώμης τῆς νῦν ἐπιλεγομέ‐
νης Βασιλικὸν Κορινθίας. 

ᾨδὴ γ´. 
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, * ἡ ζῶσα καὶ 
ἄφθονος  πηγή,  *  θίασον  συγκροτήσαντας  * 
πνευματικόν, στερέωσον· * καὶ ἐν τῇ θείᾳ δό‐
ξῃ σου *  
…στεφάνων δόξης ἀξίωσον. 

Στίχοι 
Μύρῳ τιμαλφεῖ, Ματθαῖε, ἀκτησίας, 
Μέτοχος ὤφθης τῆς Μωσέως εὐκλείας. 

Τῇ  δευτέρᾳ  ὡσαύτως  Κυριακῇ  τοῦ  Ὀκτωβρί‐
ου, Πανήγυρις ἐξαίρετος ἐν Ναυπάκτῳ τελεῖ‐
ται  εἰς  εὐγνώμονα  τιμὴν  τῆς  Ὑπερμάχου 
Στρατηγοῦ,  Θεοτόκου  Μαρίας,  τῆς  ἐπιλεγο‐
μένης  Ναυπακτιωτίσσης,  ὡς  προξενησάσης 
 

ᾨδὴ δ´. 
Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν * τῆς ἐκ τῆς 
Παρθένου  σαρκώσεως  *  σοῦ  τοῦ  ὑψίστου  *  ὁ 
προφήτης Ἀββακοὺμ  * κατανοῶν ἐκραύγαζε· 
* Δόξα τῇ δυνάμει σου, Κύριε. 
ᾨδὴ ε´. 
Ἐξέστη τὰ σύμπαντα * ἐπὶ τῇ θείᾳ δόξῃ σου· * 
σὺ  γάρ,  ἀπειρόγαμε  Παρθένε, *  ἔσχες  ἐν  μή‐
7
τρᾳ  *  τὸν  ἐπὶ  πάντων  Θεὸν  *  καὶ  τέτοκας  ἄ‐
χρονον Υἱόν, * πᾶσι τοῖς ὑμνοῦσί σε * σωτηρί‐
αν βραβεύοντα. 
ᾨδὴ ς´. 
Τὴν  θείαν  ταύτην  καὶ  πάντιμον  *  τελοῦντες 
ἑορτὴν οἱ θεόφρονες * τῆς Θεομήτορος * δεῦ‐
τε τὰς χεῖρας κροτήσωμεν, * τὸν ἐξ αὐτῆς τε‐
χθέντα * Θεὸν δοξάζοντες. 
ᾨδὴ ζ´. 
Οὐκ  ἐλάτρευσαν  *  τῇ  κτίσει  οἱ  θεόφρονες  * 
παρὰ  τὸν  κτίσαντα·  *  ἀλλὰ  πυρὸς  ἀπειλὴν  * 
ἀνδρείως πατήσαντες * χαίροντες ἔψαλλον· * 
Ὑπερύμνητε,  *  ὁ  τῶν  πατέρων  Κύριος  *  καὶ 
Θεός, εὐλογητὸς εἶ. 
ᾨδὴ η´. 
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. 

Παῖδας  εὐαγεῖς  ἐν  τῇ  καμίνῳ  *  ὁ  τόκος  τῆς 
Θεοτόκου διεσώσατο, * τότε μὲν τυπούμενος· 
* νῦν δὲ ἐνεργούμενος * τὴν οἰκουμένην ἅπα‐
σαν * ἀγείρει ψάλλουσαν· * Τὸν Κύριον ὑμνεῖ‐
τε  τὰ  ἔργα  *  καὶ  ὑπερυψοῦτε  *  εἰς  πάντας 
τοὺς αἰῶνας. 
Τὴν Θε οτόκον καὶ μητέ ρα τοῦ φωτός, 
ὁ διάκονος· Τὴν Θεοτόκον  καὶ μητέρα  τοῦ φωτός, 
ἐν  ὕμνοιις  τιιμῶντες  μεγαλύνομεν.. 
ἐν ὕμνο ς τ μῶντες μεγαλύνομεν

Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ 
Ἦχος δ´. 
Στίχ.  α´.  Μεγαλύνει  ἡ  ψυχή  μου  τὸν  Κύριον, 
καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ 
σωτῆρί μου. 
Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέ‐
ραν  *  ἀσυγκρίτως  τῶν  Σεραφίμ,  *  τὴν  ἀδια‐
φθόρως  Θεὸν  Λόγον  τεκοῦσαν,  *  τὴν  ὄντως 
Θεοτόκον, * σὲ μεγαλύνομεν. 
Στίχ.  β´.  Ὅτι  ἐπέβλεψεν  ἐπὶ  τὴν  ταπείνωσιν 

τῆς  δούλης  αὐτοῦ·  ἰδοὺ  γὰρ  ἀπὸ  τοῦ  νῦν  μα‐
καριοῦσί με πᾶσαι αἱ γενεαί. 
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 
Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, 

καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ 
εἰς  γενεὰν  καὶ  γενεὰν  τοῖς  φοβουμένοις  αὐ‐
τόν. 
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 

 

Στίχ.  δ´.  Ἐποίησε  κράτος  ἐν  βραχίονι  αὐτοῦ, 

διεσκόρπισεν  ὑπερηφάνους  διανοίᾳ  καρδίας 
αὐτῶν. 
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 
Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕ‐

ψωσε  ταπεινούς·  πεινῶντας  ἐνέπλησεν  ἀγα‐
θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. 
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 
Στίχ.  Ϛ´.  Ἀντελάβετο  Ἰσραὴλ  παιδὸς  αὐτοῦ 

μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς 
πατέρας  ἡμῶν,  τῷ  Ἀβραὰμ  καὶ  τῷ  σπέρματι 
αὐτοῦ ἕως αἰῶνος. 
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 
Καταβασία. ᾨδὴ θ´. 
Ἅπας γηγενὴς * σκιρτάτω τῷ πνεύματι * λαμ‐
παδουχούμενος·  *  πανηγυριζέτω  δὲ  *  ἀΰλων 
νόων  *  φύσις,  γεραίρουσα  *  τὴν  ἱερὰν  πανή‐
γυριν  *  τῆς  Θεομήτορος,  *  καὶ  βοάτω·  *  Χαί‐
ροις, παμμακάριστε * Θεοτόκε ἁγνή, ἀειπάρ‐
θενε. 
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·  
Ὅτιι  σὲ  αἰἰνοῦσιι  πᾶσαιι  αἱἱ  δυνάμειις..... 
Ὅτ σὲ α νοῦσ πᾶσα α δυνάμε ς
* * * 

ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ 
Ἦχος β´. 
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. 
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. 
Ὑψοῦτε  Κύριον  τὸν  Θεὸν  ἡμῶν  καὶ  προσκυ‐
νεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ,  
… ὅτι ἅγιός ἐστιν. 
Ἀναστάσιμον Ἐξαποστειλάριον Ε´. 
Ἡ ζωὴ καὶ ὁδὸς Χριστός, ἐκ νεκρῶν τῷ Κλεό‐
πᾳ  καὶ  τῷ Λουκᾷ  συνώδευσεν,  οἷς  περ  καὶ  ἐ‐
πεγνώσθη,  εἰς  Ἐμμαοὺς  κλῶν  τὸν  ἄρτον·  ὧν 
ψυχαὶ  καὶ καρδίαι,  καιόμεναι ἐτύγχανον,  ὅτε 
τούτοις  ἐλάλει  ἐν  τῇ  ὁδῷ,  καὶ  Γραφαῖς  ἡρμή‐
νευεν,  ἃ  ὑπέστη·  μεθ᾿  ὧν,  Ἠγέρθη,  κράξω‐
μεν, ὤφθη τε καὶ τῷ Πέτρῳ. 
καὶ τῶν Πατέρων 

Ἦχος γ´. Ἐν Πνεύματι τῷ Ἱερῷ. 
Πατέρες  οὐρανόφρονες,  οἱ  Συνόδῳ  ἑβδόμῃ, 
συναθροισθέντες  δέησιν,  ἐκτενῆ  τῇ  Τριάδι, 
προσάξατε τοῦ ῥυσθῆναι, ἐκ πάσης αἱρέσεως, 
καὶ κρίσεως αἰωνίου, βασιλείας τε τυχεῖν, οὐ‐
8
ρανῶν τοὺς τὴν ὑμῶν, σύναξιν θείαν ὑμνοῦν‐
τας. 
Θεοτοκίον, ὅμοιον. 
Πρεσβείαις  ὑπεράγαθε,  Κύριε  τῆς  Μητρός 
σου,  καὶ  τῶν  ἐν  ἑπτὰ  Συνόδοις,  ἀθροισθέν‐
των  Πατέρων,  τὴν  Ἐκκλησίαν  στήριξον,  καὶ 
τὴν πίστιν κράτυνον· καὶ οὐρανῶν Βασιλείας, 
δεῖξον  πάντας  κοινωνούς,  ὅταν  ἔλθῃς  ἐπὶ 
γῆς,  
...τοῦ κρῖναι πᾶσαν τὴν κτίσιν. 
* * * 

ΑΙΝΟΙ 
Ἦχος βαρύς. 
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν 
Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς 
ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 
Αἰνεῖτε  αὐτόν,  πάντες  οἱ  ἄγγελοι  αὐτοῦ·  αἰ‐
νεῖτε  αὐτόν,  πᾶσαι  αἱ  δυνάμεις  αὐτοῦ.  Σοὶ 
πρέπει ὕμνος τῷ Θεῷ. 
Στιχηρὰ Ἀναστάσιμα. Ἦχος βαρύς. 

Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν· 
πρὸς τοὺς ἀχαρίστους ὁ εὐεργέτης· πρὸς τοὺς 
αἰχμαλώτους  ὁ  ἐλευθερωτής·  πρὸς  τοὺς  ἐν 
σκότει καθημένους, ὁ Ἥλιος τῆς δικαιοσύνης· 
ἐπὶ  τὸν  Σταυρὸν  ὁ  ἀπαθής·  ἐπὶ  τὸν  ᾅδην  τὸ 
φῶς· ἐπὶ τὸν θάνατον ἡ ζωή· ἡ ἀνάστασις διὰ 
τοὺς πεσόντας· πρὸς ὃν βοήσωμεν· Ὁ Θεὸς ἡ‐
μῶν δόξα σοι. 
ἕτερα Στιχηρά, προσόμοια τῶν Πατέρων 

Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι. 
Στίχ.  ε´.  Αἰνεῖτε  αὐτὸν  ἐν  τυμπάνῳ  καὶ  χορῷ· 
αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 
Ὅλην  συγκροτήσαντες,  τὴν  τῆς  ψυχῆς  ἐπι‐
στήμην,  καὶ  τῷ  Θείῳ  Πνεύματι,  συνδιασκε‐
ψάμενοι  τὸ  οὐράνιον,  καὶ  σεπτὸν  Σύμβολον, 
οἱ  σεπτοὶ  Πατέρες,  θεογράφως  διεχάραξαν· 
ἐν  ᾧ  σαφέστατα,  τῷ  γεγεννηκότι  συνάναρ‐
χον,  τὸν  Λόγον  ἐκδιδάσκουσι,  καὶ  παναλη‐
θῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμε‐
νοι  προδήλως  διδαχαῖς,  οἱ  εὐκλεεῖς  καὶ  πα‐
νόλβιοι, ὄντως καὶ θεόφρονες. 

Στίχ.  α´.  Τοῦ  ποιῆσαι  ἐν  αὐτοῖς  κρῖμα  ἔγγρα‐

Στίχ.  Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις  εὐήχοις· 

πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. 
Ἀνέστη  Χριστὸς  ἐκ  νεκρῶν,  λύσας  θανάτου 
τὰ  δεσμά·  εὐαγγελίζου  γῆ  χαρὰν  μεγάλην· 
αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν. 

Στίχ.  ζ´.  Εὐλογητὸς  εἶ,  Κύριε,  ὁ  Θεὸς  τῶν  Πα‐

Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· 

αἰνεῖτε  αὐτὸν  ἐν  στερεώματι  τῆς  δυνάμεως 
αὐτοῦ. 
Ἀνάστασιν  Χριστοῦ  θεασάμενοι,  προσκυνή‐
σωμεν  ἅγιον  Κύριον,  Ἰησοῦν  τὸν  μόνον ἀνα‐
μάρτητον. 
Στίχ.  γ´.  Αἰνεῖτε  αὐτὸν  ἐπὶ  ταῖς  δυναστείαις 

αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐
γαλωσύνης αὐτοῦ. 
Χριστοῦ  τὴν  ἀνάστασιν,  προσκυνοῦντες  οὐ 
παυόμεθα· αὐτὸς γὰρ ἡμᾶς ἔσωσεν, ἐκ τῶν ἀ‐
νομιῶν  ἡμῶν·  ἅγιος  Κύριος  Ἰησοῦς,  ὁ  δείξας 
τὴν ἀνάστασιν. 
Στίχ.  δ´.  Αἰνεῖτε  αὐτὸν  ἐν  ἤχῳ  σάλπιγγος·  αἰ‐

νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 
Τί  ἀνταποδώσωμεν  τῷ  Κυρίῳ,  περὶ  πάντων 
ὧν  ἀνταπέδωκεν  ἡμῖν;  δι᾿  ἡμᾶς  Θεὸς  ἐν  ἀν‐
θρώποις·  διὰ  τὴν  καταφθαρεῖσαν  φύσιν,  ὁ 
 

αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐
σα πνοὴ αἰνεσάτω τὸν Κύριον. 
Ὅλην συγκροτήσαντες...  
τέρων ἡμῶν. 
Ὅλην  εἰσδεξάμενοι,  τὴν  νοητὴν  λαμπηδόνα, 
τοῦ  Ἁγίου  Πνεύματος,  τὸ  ὑπερφυέστατον 
χρησμολόγημα,  τὸ  βραχὺ  ῥήματι,  καὶ  πολλῇ 
συνέσει, θεοπνεύστως ἀπεφθέγξαντο, οἱ χρι‐
στοκήρυκες, εὐαγγελικῶν προϊστάμενοι, δογ‐
μάτων οἱ μακάριοι, καὶ τῶν εὐσεβῶν παραδό‐
σεων,  ἄνωθεν  λαβόντες,  τὴν  τούτων  ἀποκά‐
λυψιν  σαφῶς,  καὶ  φωτισθέντες  ἐξέθεντο,  πί‐
στιν θεοδίδακτον. 
Στίχ. η´. Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ, 

τοὺς  διατιθεμένους  τὴν  διαθήκην  αὐτοῦ  ἐπὶ 
θυσίαις. 
Ὅλην συλλεξάμενοι, ποιμαντικὴν ἐμπειρίαν, 
καὶ  θυμὸν  κινήσαντες,  νῦν  τὸν  δικαιότατον 
ἐνδικώτατα,  τοὺς  βαρεῖς  ἤλασαν,  καὶ  λοιμώ‐
δεις λύκους, τῇ σφενδόνῃ τῇ τοῦ Πνεύματος, 
ἐκσφενδονήσαντες,  τοῦ  τῆς  Ἐκκλησίας  πλη‐
ρώματος, πεσόντας ὡς πρὸς θάνατον, καὶ ὡς 
9
ἀνιάτως  νοσήσαντας,  οἱ  θεῖοι  Ποιμένες,  ὡς 
δοῦλοι  γνησιώτατοι  Χριστοῦ,  καὶ  τοῦ  ἐνθέου 
κηρύγματος, μύσται ἱερώτατοι. 
Δόξα. Τῶν Πατέρων. Ἦχος πλ. δ´. 
Τῶν  ἁγίων  Πατέρων  ὁ  χορός,  ἐκ  τῶν  τῆς  οἰ‐
κουμένης  περάτων  συνδραμών,  Πατρὸς  καὶ 
Υἱοῦ καὶ Πνεύματος Ἁγίου, μίαν οὐσίαν ἐδογ‐
μάτισε  καὶ  φύσιν·  καὶ  τὸ  μυστήριον  τῆς  Θεο‐
λογίας,  τρανῶς  παρέδωκε  τῇ  Ἐκκλησίᾳ.  Οὓς 
εὐφημοῦντες  ἐν  πίστει,  μακαρίσωμεν  λέγον‐
τες·  Ὦ  θεία  παρεμβολή,  θεηγόροι  ὁπλῖται, 
παρατάξεως Κυρίου· ἀστέρες πολύφωτοι, τοῦ 
νοητοῦ  στερεώματος·  τῆς  μυστικῆς  Σιών,  οἱ 
ἀκαθαίρετοι  πύργοι·  τὰ  μυρίπνοα  ἄνθη  τοῦ 
Παραδείσου·  τὰ  πάγχρυσα  στόματα  τοῦ  Λό‐
γου· Νικαίας τὸ καύχημα, οἰκουμένης ἀγλάϊ‐
σμα, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν 
ἡμῶν. 
Καὶ νῦν. Θεοτοκίον. 
Ὑπερευλογημένη  ὑπάρχεις,  *  Θεοτόκε  Παρ‐
θένε·  *  διὰ  γὰρ  τοῦ  ἐκ  σοῦ  σαρκωθέντος,  *  ὁ 
ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * 
ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * 
ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι‐
ήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογη‐
τὸς  Χριστὸς  ὁ  Θεὸς  ἡμῶν,  *  ὁ  οὕτως  εὐδοκή‐
σας, δόξα σοι. 
* * * 

Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ 
Δόξα  σοι  τῷ  δείξαντι  τὸ  φῶς.  *  Δόξα  ἐν  ὑψί‐
στοις  Θεῷ  *  καὶ  ἐπὶ  γῆς  εἰρήνη,  *  ἐν  ἀνθρώ‐
ποις εὐδοκία. 
Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐
μέν  σε,  *  δοξολογοῦμέν  σε,  *  εὐχαριστοῦμέν 
σοι * διὰ τὴν μεγάλην σου δόξαν. 
Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐
τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐
στέ, * καὶ ἅγιον Πνεῦμα. 
Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ 
Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, 
*  ἐλέησον  ἡμᾶς,  *  ὁ  αἴρων  τὰς  ἁμαρτίας  τοῦ 
κόσμου. 

 

Πρόσδεξαι  τὴν  δέησιν  ἡμῶν,  *  ὁ  καθήμενος 
ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. 
Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * 
Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐
μήν. 
Καθ᾿  ἑκάστην  ἡμέραν  εὐλογήσω  σε  *  καὶ  αἰ‐
νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν 
αἰῶνα τοῦ αἰῶνος. 
Καταξίωσον,  Κύριε,  *  ἐν  τῇ  ἡμέρᾳ  ταύτῃ  *  ἀ‐
ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. 
Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐
μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐
μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. 
Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * κα‐
θάπερ ἠλπίσαμεν ἐπὶ σέ. 
Εὐλογητὸς  εἶ,  Κύριε·  *  δίδαξόν  με  τὰ  δικαιώ‐
ματά σου. (ἐκ γ´) 
Κύριε,  *  καταφυγὴ  ἐγενήθης  ἡμῖν  *  ἐν  γενεᾷ 
καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με·  * 
ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. 
Κύριε,  πρὸς  σὲ  κατέφυγον·  *  δίδαξόν  με  τοῦ 
ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. 
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐
ψόμεθα φῶς. 
Παράτεινον  τὸ  ἔλεός  σου  *  τοῖς  γινώσκουσί 
σε. 
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´) 
Δόξα. Καὶ νῦν. 
Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. 
Καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ· 
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. 
Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β´. 
Ἀναστὰς ἐκ τοῦ μνήματος  * καὶ τὰ δεσμὰ δι‐
αῤῥήξας  τοῦ  ᾅδου,  *  ἔλυσας  τὸ  κατάκριμα 
τοῦ  θανάτου,  Κύριε,  *  πάντας  ἐκ  τῶν  παγί‐
δων  τοῦ  ἐχθροῦ  ῥυσάμενος·  *  ἐμφανίσας  σε‐
αυτὸν  τοῖς  ἀποστόλοις  σου  *  ἐξαπέστειλας 
αὐτοὺς ἐπὶ τὸ κήρυγμα * καὶ δι᾿ αὐτῶν τὴν εἰ‐
10
ρήνην * παρέσχες τῇ οἰκουμένῃ, * μόνε πολυ‐
έλεε. 
ἢ  τὸ ἕτερον σύνηθες. Ἦχος δ´. 
Σήμερον  σωτηρία  τῷ  κόσμῳ  γέγονεν·  *  ᾄσω‐
μεν τῷ ἀναστάντι ἐκ τάφου * καὶ ἀρχηγῷ τῆς 
ζωῆς  ἡμῶν·  *  καθελὼν  γὰρ  τῷ  θανάτῳ  τὸν 
θάνατον * τὸ νῖκος ἔδωκεν ἡμῖν * καὶ τὸ μέγα 
ἔλεος. 
* * * * * 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ 
Ἀντίφωνα τῶν Κυριακῶν 

Ἀντίφωνον Α´. Ἦχος β´. (Ψαλμὸς ρβ´) 
Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ 
πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Ταῖς  πρεσβείαις  τῆς  Θεοτόκου,  *  Σῶτερ,  σῶ‐
σον ἡμᾶς. 
Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ 

μὴ  ἐπιλανθάνου  πάσας  τὰς  ἀνταποδόσεις 
αὐτοῦ. 
Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 
Στίχ.  γ´.  Κύριος  ἐν  τῷ  οὐρανῷ  ἡτοίμασε  τὸν 

θρόνον αὐτοῦ,  καὶ ἡ βασιλεία αὐτοῦ πάντων 
δεσπόζει. 
Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐
νατος  ὑπάρχων  *  καὶ  καταδεξάμενος  *  διὰ 
τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς 
ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * 
ἀτρέπτως  ἐνανθρωπήσας,  *  σταυρωθείς  τε, 
Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * 
εἷς  ὢν  τῆς  ἁγίας  Τριάδος,  *  συνδοξαζόμενος 
τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐
μᾶς. 
Ἀντίφωνον Γ´. Ἦχος Ἦχος βαρύς.  (Ψαλμὸς ριζ´) 
Στίχ.  α´.  Ἐξομολογεῖσθε  τῷ  Κυρίῳ,  ὅτι  ἀγα‐

θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 
Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος βαρύς. 
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον· ἠνέ‐
ῳξας  τῷ  λῃστῇ  τὸν  Παράδεισον·  τῶν  Μυρο‐
φόρων  τὸν  θρῆνον  μετέβαλες,  καὶ  τοῖς  σοῖς 
Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης 
Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔ‐
λεος. 
Στίχ.  β´. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι 

τὸν  Κύριον,  ὅτι  ἀγαθός,  ὅτι  εἰς  τὸν  αἰῶνα  τὸ 
ἔλεος αὐτοῦ. 
Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. 

Στίχ. δ´.  Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα 

Στίχ. γ´.  Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· 

αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. 
Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 
Δόξα. Καὶ νῦν. 
Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. 

Ἀντίφωνον Β´. Ἦχος β´. (Ψαλμὸς ρμε´) 
Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω 
Κύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕως 
ὑπάρχω. 
Σῶσον  ἡμᾶς,  Υἱὲ  Θεοῦ,  *  ὁ  ἀναστὰς  ἐκ  νε‐
κρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα. 
Στίχ.  β´.  Μακάριος,  οὗ  ὁ  Θεὸς  Ἰακὼβ  βοηθὸς 

αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐ‐
τοῦ. 
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς ... 
Στίχ.  γ´.  Τὸν  ποιήσαντα  τὸν  οὐρανὸν  καὶ  τὴν 

γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. 
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς ... 
Στίχ.  δ´.  Βασιλεύσει  Κύριος  εἰς  τὸν  αἰῶνα,  ὁ 

Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. 
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς ... 
Δόξα. Καὶ νῦν. 
 

Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. 
* * * 

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ 
Εἰσοδικόν. Ἦχος β´.  
(Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) 

Δεῦτε  προσκυνήσωμεν  καὶ  προσπέσωμεν 
Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ 
νεκρῶν…  
… ψάλλοντάς σοι, Ἀλληλούϊα. 
* * * 

Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος βαρύς. 
(ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) 

Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον· ἠνέ‐
ῳξας  τῷ  λῃστῇ  τὸν  Παράδεισον·  τῶν  Μυρο‐
φόρων  τὸν  θρῆνον  μετέβαλες,  καὶ  τοῖς  σοῖς 
Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης 
Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔ‐
λεος. 
11
Ἀπολυτίκιον τῶν Πατέρων. Ἦχος πλ. δ´. 
Ὑπερδεδοξασμένος  εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ 
φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμε‐
λιώσας, καὶ δι᾿ αὐτῶν πρὸς τὴν ἀληθινὴν πί‐
στιν,  πάντας  ἡμᾶς  ὁδηγήσας,  πολυεύσπλαγ‐
χνε δόξα σοι. 
Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. 
Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β´. 
(ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) 

Προστασία * τῶν Χριστιανῶν ἀκαταίσχυντε, * 
μεσιτεία  *  πρὸς  τὸν  ποιητὴν  ἀμετάθετε,  *  μὴ 
παρίδῃς  *  ἁμαρτωλῶν  δεήσεων  φωνάς,  *  ἀλ‐
λὰ  πρόφθασον  ὡς  ἀγαθὴ  *  εἰς  τὴν  βοήθειαν 
ἡμῶν, * τῶν πιστῶς κραυγαζόντων σοι·  * Τά‐
χυνον  εἰς  πρεσβείαν  *  καὶ  σπεῦσον  εἰς  ἱκεσί‐
αν, * ἡ προστατεύουσα ἀεί, * Θεοτόκε, τῶν τι‐
μώντων σε. 
* * * 

ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ 
* * * 

ΑΠΟΣΤΟΛΟΣ 
(Κυριακῆς τῶν Πατέρων) 
Προκείμενον τῶν Πατέρων 
Ἦχος δ´. Ὕμνος Τριῶν Παίδων (Δανιὴλ γ´) 
 [Προσευχὴ Ἀζαρίου] 

Εὐλογητὸς  εἶ,  Κύριε,  ὁ  Θεὸς  τῶν  πατέρων  ἡ‐
μῶν. 
Στίχ. Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡ‐

μῖν. 
Πρὸς  Τίτον  Ἐπιστολῆς  Παύλου  τὸ  Ἀνάγνω‐
σμα. 
(Τίτ. γ´ 8‐15) 

Τέκνον Τίτε, πιστὸς ὁ λόγος· καὶ περὶ τούτων 
βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι 
καλῶν  ἔργων  προΐστασθαι  οἱ  πεπιστευκότες 
τῷ Θεῷ· ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς 
ἀνθρώποις.  Μωρὰς  δὲ ζητήσεις  καὶ  γενεαλο‐
γίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο· 
εἰσὶ  γὰρ  ἀνωφελεῖς  καὶ  μάταιοι.  Αἱρετικὸν 
ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν 
παραιτοῦ,  εἰδὼς  ὅτι  ἐξέστραπται  ὁ  τοιοῦτος 
καὶ  ἁμαρτάνει  ὢν  αὐτοκατάκριτος.  Ὅταν 
πέμψω Ἀρτεμᾶν πρὸς σέ, ἢ Τυχικόν, σπούδα‐
σον  ἐλθεῖν  πρός  με  εἰς  Νικόπολιν·  ἐκεῖ  γὰρ 
κέκρικα  παραχειμάσαι.  Ζηνᾶν  τὸν  νομικὸν 
 

καὶ  Ἀπολλὼ  σπουδαίως  πρόπεμψον,  ἵνα  μη‐
δὲν αὐτοῖς λείπῃ. Μανθανέτωσαν δὲ καὶ οἱ ἡ‐
μέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀ‐
ναγκαίας  χρείας,  ἵνα  μὴ  ὦσιν  ἄκαρποι.  Ἀ‐
σπάζονταί  σε  οἱ  μετ᾿  ἐμοῦ  πάντες.  Ἄσπασαι 
τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ 
πάντων ὑμῶν· ἀμήν. 
Ἀλληλούϊα (γ´) 
Ἦχος δ´. (Ψαλμὸς μγ´) 
Στίχ. Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν. 
Στίχ. Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν. 

* * * 

ΕΥΑΓΓΕΛΙΟΝ 
Κυριακῆς Δ´ Λουκᾶ 

Ἐκ τοῦ κατὰ Λουκᾶν  
(η´ 5‐15) 

Εἶπεν  ὁ  Κύριος  τὴν  παραβολὴν  ταύτην·  Ἐξῆλθεν  ὁ  σπείρων 
τοῦ  σπεῖραι  τὸν  σπόρον  αὐτοῦ.  Καὶ  ἐν  τῷ  σπείρειν  αὐτόν,  ὃ 
μὲν  ἔπεσε  παρὰ  τὴν  ὁδόν,  καὶ  κατεπατήθη,  καὶ  τὰ  πετεινὰ 
τοῦ οὐρανοῦ κατέφαγεν αὐτό· καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέ‐
τραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα· καὶ ἕτερον 
ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀ‐
πέπνιξαν  αὐτό·  καὶ  ἕτερον  ἔπεσεν  ἐπὶ  τὴν  γῆν  τὴν  ἀγαθήν, 
καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. Ἐπηρώτων δὲ 
αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Τίς εἴη ἡ παραβολὴ αὕτη; 
Ὁ δὲ εἶπεν· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας 
τοῦ  Θεοῦ,  τοῖς  δὲ  λοιποῖς  ἐν  παραβολαῖς,  ἵνα  βλέποντες  μὴ 
βλέπωσι  καὶ  ἀκούοντες  μὴ  συνιῶσιν.  Ἔστι  δὲ  αὕτη  ἡ  παρα‐
βολή· Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ· οἱ δὲ παρὰ τὴν ὁδόν 
εἰσιν  οἱ  ἀκούσαντες,  εἶτα  ἔρχεται  ὁ  διάβολος  καὶ  αἴρει  τὸν 
λόγον  ἀπὸ  τῆς  καρδίας  αὐτῶν,  ἵνα  μὴ  πιστεύσαντες  σωθῶ‐
σιν. Οἱ δὲ ἐπὶ τῆς πέτρας, οἳ ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέ‐
χονται  τὸν  λόγον,  καὶ  οὗτοι  ῥίζαν  οὐκ  ἔχουσιν,  οἳ  πρὸς  και‐
ρὸν  πιστεύουσι  καὶ  ἐν  καιρῷ  πειρασμοῦ  ἀφίστανται.  Τὸ  δὲ 
εἰς  τὰς  ἀκάνθας  πεσόν,  οὗτοί  εἰσιν  οἱ  ἀκούσαντες,  καὶ  ὑπὸ 
μεριμνῶν  καὶ  πλούτου  καὶ  ἡδονῶν  τοῦ  βίου  πορευόμενοι 
συμπνίγονται καὶ οὐ τελεσφοροῦσι. Τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗ‐
τοί  εἰσιν  οἵτινες  ἐν  καρδίᾳ  καλῇ  καὶ  ἀγαθῇ  ἀκούσαντες  τὸν 
λόγον κατέχουσι καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ. Ταῦτα λέ‐
γων ἐφώνει· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. 

Δόξα σοι, Κύριε, δόξα σοι. 
* * * 
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου 

* * * 

Εἰς τό· Ἐξαιρέτως… 
Ἄξιόν  ἐστιν  ὡς  ἀληθῶς  *  μακαρίζειν  σε  τὴν 
Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώ‐
μητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τι‐
μιωτέραν  τῶν  Χερουβὶμ  *  καὶ  ἐνδοξοτέραν  * 
ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * 
Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, 
* σὲ μεγαλύνομεν. 
12
* * * 

Κοινωνικόν. 
Αἰνεῖτε  τὸν  Κύριον  ἐκ  τῶν  οὐρανῶν.  Ἀλλη‐
λούϊα. 
Μετὰ τὴν μετάδοσιν. Ἦχος β´. 
Εἴδομεν  τὸ  φῶς  τὸ  ἀληθινόν,  *  ἐλάβομεν 
Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, 
*  ἀδιαίρετον  Τριάδα  προσκυνοῦντες·  *  αὕτη 
γὰρ ἡμᾶς ἔσωσε. 
Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί… 
Ἦχος β´. 
Πληρωθήτω  τὸ  στόμα  ἡμῶν  *  αἰνέσεώς  σου, 
Κύριε, * ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, * ὅτι 
ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυ‐
στηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * 
ὅλην  τὴν  ἡμέραν  *  μελετᾶν  τὴν  δικαιοσύνην 
σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. 
Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´. 
Εἴη  τὸ  ὄνομα  Κυρίου  εὐλογημένον  *  ἀπὸ  τοῦ 
νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) 
Ὁ ἀναστὰς ἐκ νεκρῶν
Ἀπόλυσις· Ὁ  ἀναστὰς  ἐκ  νεκρῶν.... 

Δι᾿ εὐχῶν... Ἀμήν. 
* * * * * 

Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε 
καὶ διανέμεται δωρεὰν 
ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο 
http://akolouthies.wordpress.com 
 

 
Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων 
Ἕτερον Ἀπολυτίκιον. 
Ἦχος δ´. Ταχὺ προκατάλαβε. 
Ταῖς  θείαις  τοῦ  Πνεύματος,  καὶ  ἑπταρίθμοις 
αὐγαῖς,  Πατέρες  οἱ  ἔνθεοι,  καταυγασθέντες 
τὸν  νοῦν,  ἑβδόμην  συνέλευσιν,  ἤθροισαν  ἐκ 
περάτων, ἐν Νικαίᾳ τῇ πόλει, ἱδρύσαντες θε‐
οφρόνως,  τὰς  πανσέπτους  Εἰκόνας.  Αὐτῶν 
μετ᾿ εὐφροσύνης, τῇ μνήμῃ ᾄσωμεν. 

 

Ἀπολυτίκιον τῶν Μαρτύρων. 
Ἦχος γ´. Θείας πίστεως. 
Βίον  ἔνθεον  διαδραμόντες,  Χριστοῦ  ὤφθητε 
συγκληρονόμοι, δι᾿ ἀθλήσεως ἐχθρὸν τροπω‐
σάμενοι, Κάρπε σοφὲ καὶ κλεινὲ Ἀγαθόδωρε, 
Ἀγαθονίκη καὶ Πάπυλε ἔνδοξε, θεῖοι Μάρτυ‐
ρες,  Χριστῷ  τῷ  Θεῷ  πρεσβεύσατε,  δωρήσα‐
σθαι ἡμῖν τὸ μέγα ἔλεος. 
Ἀπολυτίκιον τῆς Μάρτυρος. 
Ἦχος γ´. Θείας πίστεως. 
Σκεῦος χρύσεον τῆς παρθενίας καὶ ἀκήρατος 
νύμφη  Κυρίου  ἐχρημάτισας,  Χρυσῆ  καλλι‐
πάρθενε· τὴν γὰρ ἁγνείαν ἀμέμπτως φυλάτ‐
τουσα,  ὑπὲρ  Χριστοῦ  θεοφρόνως  ἐνήθλησας. 
Μάρτυς  ἔνδοξε,  ἱκέτευε  τὸν  Νυμφίον  σου 
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 
Ἀπολυτίκιον Διακόνου Βενιαμίν.  
Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 
Τῆς  Περσίας  τὸν  γόνον,  καὶ  πιστῶν  μέγα 
καύχημα,  εὖχος  τὸ  λαμπρὸν  διακόνων,  καὶ 
μαρτύρων  ἀγλάϊσμα·  τιμήσωμεν  σεπτὸν  Βε‐
νιαμίν, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς·  ἀ‐
ρετὰς  αὐτοῦ  ζηλοῦντες  τὰς  ἱεράς,  καὶ  ὁμο‐
φρόνως  κράζοντες·  Δόξα  τῷ  σὲ  δοξάσαντι 
Χριστῷ,  δόξα  τῷ  σὲ  στεφανώσαντι,  δόξα  τῷ 
ἐν  τοῖς  ἄθλοις  σε  στεῤῥὸν  λαμπρῶς  ἀναδεί‐
ξαντι. 
Ἀπολυτίκιον Μάρτυρος Φλωρεντίου.  
Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 
Ἀθλοφόρε  Κυρίου  καὶ  τῆς  πίστεως  πρόμαχε, 
κλέος  Ἀθλητῶν  καὶ  Ἀγγέλων,  συμπολῖτα 
Φλωρέντιε,  μὴ  παύσῃ  ἱκετεύων  ἐκτενῶς,  τὸν 
μόνον  ὑπεράγαθον  Θεόν,  ὑπὲρ  πάντων  τῶν 
τελούντων σου εὐλαβῶς, τὴν μνήμην καὶ βο‐
ώντων  σοι·  δόξα  τῷ  σὲ  κρατύναντι  Χριστῷ, 
δόξα  τῷ  σὲ  στεφανώσαντι,  δόξα  τῷ  χορη‐
γοῦντι διὰ σοῦ πᾶσιν ἰάματα. 
 
 
 

13

More Related Content

What's hot

ΠΙΘΗΚΟΣ
ΠΙΘΗΚΟΣΠΙΘΗΚΟΣ
ΠΙΘΗΚΟΣAna Ovando
 
Ποιος είναι ο άνθρωπος - Σκοπός και νόημα ζωής
Ποιος είναι ο άνθρωπος - Σκοπός και νόημα ζωήςΠοιος είναι ο άνθρωπος - Σκοπός και νόημα ζωής
Ποιος είναι ο άνθρωπος - Σκοπός και νόημα ζωήςSoultana Gargana
 
Lλειβαδι
LλειβαδιLλειβαδι
Lλειβαδιiotsiara
 
20 áõãïýóôïõ áêïëïõèßá áãßïõ èåï÷üñïõò åêä2.1
20 áõãïýóôïõ   áêïëïõèßá áãßïõ èåï÷üñïõò åêä2.120 áõãïýóôïõ   áêïëïõèßá áãßïõ èåï÷üñïõò åêä2.1
20 áõãïýóôïõ áêïëïõèßá áãßïõ èåï÷üñïõò åêä2.1Λόγοι πνευματικοί
 
αναγνωστικόν της αρχαίας ελληνικής γλώσσης
αναγνωστικόν της αρχαίας ελληνικής γλώσσηςαναγνωστικόν της αρχαίας ελληνικής γλώσσης
αναγνωστικόν της αρχαίας ελληνικής γλώσσηςGIA VER
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ξ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ξ" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ξ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ξ" μετά λεξιλογείουssuserc13fb9
 

What's hot (9)

3d5100 bar&ioan
3d5100 bar&ioan3d5100 bar&ioan
3d5100 bar&ioan
 
ΠΙΘΗΚΟΣ
ΠΙΘΗΚΟΣΠΙΘΗΚΟΣ
ΠΙΘΗΚΟΣ
 
Ποιος είναι ο άνθρωπος - Σκοπός και νόημα ζωής
Ποιος είναι ο άνθρωπος - Σκοπός και νόημα ζωήςΠοιος είναι ο άνθρωπος - Σκοπός και νόημα ζωής
Ποιος είναι ο άνθρωπος - Σκοπός και νόημα ζωής
 
Lλειβαδι
LλειβαδιLλειβαδι
Lλειβαδι
 
20 áõãïýóôïõ áêïëïõèßá áãßïõ èåï÷üñïõò åêä2.1
20 áõãïýóôïõ   áêïëïõèßá áãßïõ èåï÷üñïõò åêä2.120 áõãïýóôïõ   áêïëïõèßá áãßïõ èåï÷üñïõò åêä2.1
20 áõãïýóôïõ áêïëïõèßá áãßïõ èåï÷üñïõò åêä2.1
 
αναγνωστικόν της αρχαίας ελληνικής γλώσσης
αναγνωστικόν της αρχαίας ελληνικής γλώσσηςαναγνωστικόν της αρχαίας ελληνικής γλώσσης
αναγνωστικόν της αρχαίας ελληνικής γλώσσης
 
3e2004a epignaty dialog
3e2004a epignaty dialog3e2004a epignaty dialog
3e2004a epignaty dialog
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ξ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ξ" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ξ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ξ" μετά λεξιλογείου
 
η δημιουργια του κοσμου
η δημιουργια του κοσμουη δημιουργια του κοσμου
η δημιουργια του κοσμου
 

Similar to 2013 10-13 kyriakh-d_louka-a-7

νεοελληνικα αναγνωσματα B λυκειου 1967
νεοελληνικα αναγνωσματα B λυκειου 1967νεοελληνικα αναγνωσματα B λυκειου 1967
νεοελληνικα αναγνωσματα B λυκειου 1967GIA VER
 
Ἡ Tάξις Γινομένη Ἐπὶ Χειροτονία Ἐπισκόπου
Ἡ Tάξις Γινομένη Ἐπὶ Χειροτονία Ἐπισκόπου Ἡ Tάξις Γινομένη Ἐπὶ Χειροτονία Ἐπισκόπου
Ἡ Tάξις Γινομένη Ἐπὶ Χειροτονία Ἐπισκόπου Spyridon Voykalis
 
η παραβολη του καλου σαμαρειτη
η παραβολη του καλου σαμαρειτηη παραβολη του καλου σαμαρειτη
η παραβολη του καλου σαμαρειτηgymzosim
 
Xenofwn symposion (arxaio keimeno)
Xenofwn   symposion (arxaio keimeno)Xenofwn   symposion (arxaio keimeno)
Xenofwn symposion (arxaio keimeno)Theodoros Vavouras
 
ομηρος οδυσεια
ομηρος οδυσειαομηρος οδυσεια
ομηρος οδυσειαchrysakats
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ζ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ζ" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ζ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ζ" μετά λεξιλογείουssuserc13fb9
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ζ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΖὉμήρου Ὀδύσσεια Ῥαψῳδία Ζ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ζssuserc13fb9
 
Βυζαντινή γραφή
Βυζαντινή γραφήΒυζαντινή γραφή
Βυζαντινή γραφήkatsba
 
αναγνωστικόν της αρχαίας ελληνικής γλώσσης ζούκης γεώργιος (1)
αναγνωστικόν της αρχαίας ελληνικής γλώσσης ζούκης γεώργιος (1)αναγνωστικόν της αρχαίας ελληνικής γλώσσης ζούκης γεώργιος (1)
αναγνωστικόν της αρχαίας ελληνικής γλώσσης ζούκης γεώργιος (1)Dimitrios Kuloglu
 
Χριστουγεννιάτικοι Υμνοι
Χριστουγεννιάτικοι ΥμνοιΧριστουγεννιάτικοι Υμνοι
Χριστουγεννιάτικοι ΥμνοιKATERINA NANNOU
 
-megales-ebdomadas-parousiase-3.ppt
-megales-ebdomadas-parousiase-3.ppt-megales-ebdomadas-parousiase-3.ppt
-megales-ebdomadas-parousiase-3.pptGeorge Karas
 
-megales-ebdomadas-parousiase-3.ppt
-megales-ebdomadas-parousiase-3.ppt-megales-ebdomadas-parousiase-3.ppt
-megales-ebdomadas-parousiase-3.pptGeorge Karas
 
Η ΚΑΤΑΘΕΣΙΣ ΤΗΣ ΤΙΜΙΑΣ ΖΩΝΗΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ
Η ΚΑΤΑΘΕΣΙΣ ΤΗΣ ΤΙΜΙΑΣ ΖΩΝΗΣ  ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥΗ ΚΑΤΑΘΕΣΙΣ ΤΗΣ ΤΙΜΙΑΣ ΖΩΝΗΣ  ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ
Η ΚΑΤΑΘΕΣΙΣ ΤΗΣ ΤΙΜΙΑΣ ΖΩΝΗΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥΠΑΖΛ ΕΠΙΛΟΓΕΣ
 

Similar to 2013 10-13 kyriakh-d_louka-a-7 (20)

File
FileFile
File
 
Akolouthia agioufanouriou
Akolouthia agioufanouriouAkolouthia agioufanouriou
Akolouthia agioufanouriou
 
Τρεις Ιεράρχες
Τρεις ΙεράρχεςΤρεις Ιεράρχες
Τρεις Ιεράρχες
 
νεοελληνικα αναγνωσματα B λυκειου 1967
νεοελληνικα αναγνωσματα B λυκειου 1967νεοελληνικα αναγνωσματα B λυκειου 1967
νεοελληνικα αναγνωσματα B λυκειου 1967
 
Ἡ Tάξις Γινομένη Ἐπὶ Χειροτονία Ἐπισκόπου
Ἡ Tάξις Γινομένη Ἐπὶ Χειροτονία Ἐπισκόπου Ἡ Tάξις Γινομένη Ἐπὶ Χειροτονία Ἐπισκόπου
Ἡ Tάξις Γινομένη Ἐπὶ Χειροτονία Ἐπισκόπου
 
7 metalipsi (1)
7 metalipsi (1)7 metalipsi (1)
7 metalipsi (1)
 
3c4004 egkomia shm
3c4004 egkomia shm3c4004 egkomia shm
3c4004 egkomia shm
 
η παραβολη του καλου σαμαρειτη
η παραβολη του καλου σαμαρειτηη παραβολη του καλου σαμαρειτη
η παραβολη του καλου σαμαρειτη
 
Xenofwn symposion (arxaio keimeno)
Xenofwn   symposion (arxaio keimeno)Xenofwn   symposion (arxaio keimeno)
Xenofwn symposion (arxaio keimeno)
 
ομηρος οδυσεια
ομηρος οδυσειαομηρος οδυσεια
ομηρος οδυσεια
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ζ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ζ" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ζ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ζ" μετά λεξιλογείου
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ζ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΖὉμήρου Ὀδύσσεια Ῥαψῳδία Ζ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ζ
 
14 dur-dag
14 dur-dag14 dur-dag
14 dur-dag
 
3c4003 anagnmetaf
3c4003 anagnmetaf3c4003 anagnmetaf
3c4003 anagnmetaf
 
Βυζαντινή γραφή
Βυζαντινή γραφήΒυζαντινή γραφή
Βυζαντινή γραφή
 
αναγνωστικόν της αρχαίας ελληνικής γλώσσης ζούκης γεώργιος (1)
αναγνωστικόν της αρχαίας ελληνικής γλώσσης ζούκης γεώργιος (1)αναγνωστικόν της αρχαίας ελληνικής γλώσσης ζούκης γεώργιος (1)
αναγνωστικόν της αρχαίας ελληνικής γλώσσης ζούκης γεώργιος (1)
 
Χριστουγεννιάτικοι Υμνοι
Χριστουγεννιάτικοι ΥμνοιΧριστουγεννιάτικοι Υμνοι
Χριστουγεννιάτικοι Υμνοι
 
-megales-ebdomadas-parousiase-3.ppt
-megales-ebdomadas-parousiase-3.ppt-megales-ebdomadas-parousiase-3.ppt
-megales-ebdomadas-parousiase-3.ppt
 
-megales-ebdomadas-parousiase-3.ppt
-megales-ebdomadas-parousiase-3.ppt-megales-ebdomadas-parousiase-3.ppt
-megales-ebdomadas-parousiase-3.ppt
 
Η ΚΑΤΑΘΕΣΙΣ ΤΗΣ ΤΙΜΙΑΣ ΖΩΝΗΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ
Η ΚΑΤΑΘΕΣΙΣ ΤΗΣ ΤΙΜΙΑΣ ΖΩΝΗΣ  ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥΗ ΚΑΤΑΘΕΣΙΣ ΤΗΣ ΤΙΜΙΑΣ ΖΩΝΗΣ  ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ
Η ΚΑΤΑΘΕΣΙΣ ΤΗΣ ΤΙΜΙΑΣ ΖΩΝΗΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ
 

More from Λόγοι πνευματικοί

Akolouthia sylvanou-osiomartyros-mathitou-osiou-maksimou-graikou
Akolouthia sylvanou-osiomartyros-mathitou-osiou-maksimou-graikouAkolouthia sylvanou-osiomartyros-mathitou-osiou-maksimou-graikou
Akolouthia sylvanou-osiomartyros-mathitou-osiou-maksimou-graikouΛόγοι πνευματικοί
 
Agioi neoi-ieromartyres-neofytos-amvrosios-kai-osiomartys-makarios-oi-vatoaqp...
Agioi neoi-ieromartyres-neofytos-amvrosios-kai-osiomartys-makarios-oi-vatoaqp...Agioi neoi-ieromartyres-neofytos-amvrosios-kai-osiomartys-makarios-oi-vatoaqp...
Agioi neoi-ieromartyres-neofytos-amvrosios-kai-osiomartys-makarios-oi-vatoaqp...Λόγοι πνευματικοί
 
Ceb2ceb5cebdceb5ceb4ceafcebacf84cebfcf85 ceb9ceb5cf81cebfcebccebfcebdceaccf87...
Ceb2ceb5cebdceb5ceb4ceafcebacf84cebfcf85 ceb9ceb5cf81cebfcebccebfcebdceaccf87...Ceb2ceb5cebdceb5ceb4ceafcebacf84cebfcf85 ceb9ceb5cf81cebfcebccebfcebdceaccf87...
Ceb2ceb5cebdceb5ceb4ceafcebacf84cebfcf85 ceb9ceb5cf81cebfcebccebfcebdceaccf87...Λόγοι πνευματικοί
 
Sine data, sancti-auctores,_vetus_testamentum._psalterium,_gr
Sine data, sancti-auctores,_vetus_testamentum._psalterium,_grSine data, sancti-auctores,_vetus_testamentum._psalterium,_gr
Sine data, sancti-auctores,_vetus_testamentum._psalterium,_grΛόγοι πνευματικοί
 

More from Λόγοι πνευματικοί (20)

En syneidhsei 2
En syneidhsei 2En syneidhsei 2
En syneidhsei 2
 
En syneidhsei 1
En syneidhsei 1En syneidhsei 1
En syneidhsei 1
 
Akolouthia sylvanou-osiomartyros-mathitou-osiou-maksimou-graikou
Akolouthia sylvanou-osiomartyros-mathitou-osiou-maksimou-graikouAkolouthia sylvanou-osiomartyros-mathitou-osiou-maksimou-graikou
Akolouthia sylvanou-osiomartyros-mathitou-osiou-maksimou-graikou
 
Agioi neoi-ieromartyres-neofytos-amvrosios-kai-osiomartys-makarios-oi-vatoaqp...
Agioi neoi-ieromartyres-neofytos-amvrosios-kai-osiomartys-makarios-oi-vatoaqp...Agioi neoi-ieromartyres-neofytos-amvrosios-kai-osiomartys-makarios-oi-vatoaqp...
Agioi neoi-ieromartyres-neofytos-amvrosios-kai-osiomartys-makarios-oi-vatoaqp...
 
Mapodipno
MapodipnoMapodipno
Mapodipno
 
áêïëïõèéá áãéáó ìáñéíçó (äéïñè)
áêïëïõèéá áãéáó ìáñéíçó (äéïñè)áêïëïõèéá áãéáó ìáñéíçó (äéïñè)
áêïëïõèéá áãéáó ìáñéíçó (äéïñè)
 
Ceb2ceb5cebdceb5ceb4ceafcebacf84cebfcf85 ceb9ceb5cf81cebfcebccebfcebdceaccf87...
Ceb2ceb5cebdceb5ceb4ceafcebacf84cebfcf85 ceb9ceb5cf81cebfcebccebfcebdceaccf87...Ceb2ceb5cebdceb5ceb4ceafcebacf84cebfcf85 ceb9ceb5cf81cebfcebccebfcebdceaccf87...
Ceb2ceb5cebdceb5ceb4ceafcebacf84cebfcf85 ceb9ceb5cf81cebfcebccebfcebdceaccf87...
 
Downloaded (1)
Downloaded (1)Downloaded (1)
Downloaded (1)
 
Downloaded
DownloadedDownloaded
Downloaded
 
Agiosharalabos.blogspot.gr -_
Agiosharalabos.blogspot.gr  -_Agiosharalabos.blogspot.gr  -_
Agiosharalabos.blogspot.gr -_
 
Nhsteia
NhsteiaNhsteia
Nhsteia
 
Oruodojh cyxouerapeia
Oruodojh cyxouerapeiaOruodojh cyxouerapeia
Oruodojh cyxouerapeia
 
Pneymatikos dialogos
Pneymatikos  dialogosPneymatikos  dialogos
Pneymatikos dialogos
 
P apoylakos
P apoylakosP apoylakos
P apoylakos
 
Gerontos porfiriou vios kai logoi
Gerontos porfiriou vios kai logoiGerontos porfiriou vios kai logoi
Gerontos porfiriou vios kai logoi
 
Sine data, sancti-auctores,_vetus_testamentum._psalterium,_gr
Sine data, sancti-auctores,_vetus_testamentum._psalterium,_grSine data, sancti-auctores,_vetus_testamentum._psalterium,_gr
Sine data, sancti-auctores,_vetus_testamentum._psalterium,_gr
 
17 prophecies 2007-06
17 prophecies 2007-0617 prophecies 2007-06
17 prophecies 2007-06
 
004 panagia4gr
004 panagia4gr004 panagia4gr
004 panagia4gr
 
003 panagia3gr
003 panagia3gr003 panagia3gr
003 panagia3gr
 
002 panagia2gr
002 panagia2gr002 panagia2gr
002 panagia2gr
 

2013 10-13 kyriakh-d_louka-a-7

  • 1. 13 ΟΚΤΩΒΡΙΟΥ 2013  Κυριακὴ  Δ´ Λουκᾶ  ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνω‐ σμένον.  Κάρπου καὶ σὺν αὐτῷ. Πατέρων τῆς Ζ´ Οἰκουμενικῆς.  Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·   Ὅτιι  σὸν  τὸ  κράτος.....  Ὅτ σὸν τὸ κράτος Ἦχος βαρύς. Ἑωθινὸν Ε´.  * * *  * * * * *  ΚΑΘΙΣΜΑΤΑ  ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ  Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.  Μετὰ τὸν Ἑξάψαλμον,   Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις·   Ὅτιι  πρέπειι  σοιι  πᾶσα  δόξα.....  Ὅτ πρέπε σο πᾶσα δόξα Ἦχος βαρύς.  Θεὸς  Κύριος,  καὶ  ἐπέφανεν  ἡμῖν·  εὐλογημέ‐ νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.  Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐ θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.  Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...  Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ  ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.  Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...  Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι  θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.  Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...  ΑΠΟΛΥΤΙΚΙΑ  Τὸ Ἀναστάσιμον. Ἦχος βαρύς.  Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον· ἠνέ‐ ῳξας  τῷ  λῃστῇ  τὸν  Παράδεισον·  τῶν  Μυρο‐ φόρων  τὸν  θρῆνον  μετέβαλες,  καὶ  τοῖς  σοῖς  Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης  Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔ‐ λεος.  Δόξα. Τῶν Πατέρων. Ἦχος πλ. δ´.  Ὑπερδεδοξασμένος  εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ  φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμε‐ λιώσας, καὶ δι᾿ αὐτῶν πρὸς τὴν ἀληθινὴν πί‐ στιν,  πάντας  ἡμᾶς  ὁδηγήσας,  πολυεύσπλαγ‐ χνε δόξα σοι.  Καὶ νῦν. Θεοτοκίον.  Ὁ δι᾿ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύ‐ ρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνα‐ τον  σκυλεύσας,  καὶ  ἔγερσιν  δείξας  ὡς  Θεός,  μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον  τὴν  φιλανθρωπίαν  σου  Ἐλεῆμον·  δέξαι  τὴν  τεκοῦσάν  σε  Θεοτόκον,  πρεσβεύουσαν  ὑπὲρ    Ἀναστάσιμον. Ἦχος βαρύς.  Ἡ  ζωὴ  ἐν  τῷ  τάφῳ  ἀνέκειτο,  καὶ  σφραγὶς  ἐν  τῷ  λίθῳ  ἐπέκειτο·  ὡς  βασιλέα  ὑπνοῦντα,  στρατιῶται  ἐφύλαττον  Χριστόν,  καὶ  Ἄγγελοι  ἐδόξαζον, ὡς  Θεὸν  ἀθάνατον·  γυναῖκες  δὲ  ἐ‐ κραύγαζον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κό‐ σμῳ τὸ μέγα ἔλεος.  Δόξα.  Τῇ  τριημέρῳ  ταφῇ σου  σκυλεύσας τὸν θάνα‐ τον, καὶ φθαρέντα τὸν ἄνθρωπον, τῇ ζωηφό‐ ρῳ ἐγέρσει σου, ἀναστήσας Χριστὲ ὁ Θεός, ὡς  φιλάνθρωπος· δόξα σοι.  Καὶ νῦν. Θεοτοκίον.  Ὡς  τῆς  ἡμῶν  ἀναστάσεως  θησαύρισμα,  τοὺς  ἐπὶ  σοὶ  πεποιθότας  Πανύμνητε,  ἐκ  λάκκου  καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς  ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν  σωτηρίαν, ἡ πρὸ τόκου παρθένος, καὶ ἐν τόκῳ  παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθέ‐ νος.  Μετὰ τὴν β´ Στιχολογίαν.  Ἦχος βαρύς.  Ἐσφραγισμένου  τοῦ  μνήματος,  ἡ  ζωὴ  ἐκ  τά‐ φου ἀνέτειλας Χριστὲ ὁ Θεός· καὶ τῶν θυρῶν  κεκλεισμένων,  τοῖς  Μαθηταῖς  ἐπέστης,  ἡ  πάντων  ἀνάστασις·  Πνεῦμα  εὐθὲς  δι᾿  αὐτῶν  ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.  Δόξα.  Ἐπὶ τὸ μνῆμα ἔδραμον γυναῖκες, μετὰ δακρύ‐ ων  μύρα  φέρουσαι,  καὶ  στρατιωτῶν  φυλασ‐ σόντων  σε,  τὸν  τῶν  ὅλων  Βασιλέα,  ἔλεγον  πρὸς  ἑαυτάς·  Τίς  ἀποκυλίσει  ἡμῖν  τὸν  λίθον;  καὶ  φωνῆς  Ἀσωμάτων  ἤκουον  λεγούσης.  Ἀ‐ νέστη  ὁ  μεγάλης  βουλῆς  Ἄγγελος,  πατήσας  τὸν θάνατον. Παντοδύναμε Κύριε, δόξα σοι.  Καὶ νῦν. Θεοτοκίον.  Ἦχος δ´. Ταχὺ προκατάλαβε.  Χαῖρε  Κεχαριτωμένη  Θεοτόκε  Παρθένε,  λι‐ μὴν  καὶ  προστασία  τοῦ  γένους  τῶν  ἀνθρώ‐ 1
  • 2. πων·  ἐκ  σοῦ  γὰρ  ἐσαρκώθη  ὁ  Λυτρωτὴς  τοῦ  κόσμου·  μόνη  γὰρ  ὑπάρχεις  Μήτηρ  καὶ  Παρ‐ θένος·  ἀεὶ  εὐλογημένη,  καὶ  δεδοξασμένη,  πρέσβευε  Χριστῷ  τῷ  Θεῷ,  εἰρήνην  δωρήσα‐ σθαι, πάσῃ τῇ οἰκουμένῃ.  * * *  ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ  Ἦχος πλ. α´.  Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.  Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε *  ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σω‐ τήρ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ *  τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ‐ λευθερώσαντα.  Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.  Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μα‐ θήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ  ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· *  Ἴδετε  ὑμεῖς  *  τὸν  τάφον  καὶ  ᾔσθητε·  *  ὁ  Σω‐ τὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος.  Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.  Λίαν  πρωῒ  *  μυροφόροι  ἔδραμον  *  πρὸς  τὸ  μνῆμά  σου  θρηνολογοῦσαι·  *  ἀλλ᾿  ἐπέστη  *  πρὸς  αὐτὰς  ὁ  ἄγγελος  καὶ  εἶπε·  *  Θρήνου  ὁ  καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστα‐ σιν δὲ * ἀποστόλοις εἴπατε.  Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.  Μυροφόροι  γυναῖκες  * μετὰ μύρων ἐλθοῦσαι  * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγ‐ γέλου  *  πρὸς  αὐτὰς  φθεγγομένου·  *  Τί  μετὰ  νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ  * ἐξανέστη τοῦ μνήματος.  Δόξα.  Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν  τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα  * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφεὶμ * κρά‐ ζοντες τὸ Ἅγιος, * Ἅγιος, Ἅγιος εἶ, Κύριε.  Καὶ νῦν.  Ζωοδότην  τεκοῦσα,  *  ἐλυτρώσω,  Παρθένε,  *  τὸν  Ἀδὰμ  ἁμαρτίας·  *  χαρμονὴν  δὲ  τῇ  Εὔᾳ  *  ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυ‐ νε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε‐ ὸς καὶ ἄνθρωπος.    Ἀλληλούϊα,  ἀλληλούϊα,  ἀλληλούϊα·  δόξα  σοι  ὁ Θεός. (ἐκ γ´)  Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·   Ὅτιι  ηὐλόγηταίί  Σου.....  Ὅτ ηὐλόγητα Σου * * *  ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ  Ἡ Ὑπακοή. Ἦχος βαρύς.  Ὁ  ἡμετέραν  μορφὴν  ἀναλαβών,  καὶ  ὑπομεί‐ νας  Σταυρὸν  σωματικῶς,  σῶσόν  με  τῇ  ἀνα‐ στάσει σου, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.  Οἱ Ἀναβαθμοί. Ἦχος βαρύς.  Ἀντίφωνον Α´.  Τὴν  αἰχμαλωσίαν  Σιών,  ἐκ  πλάνης  ἐπιστρέ‐ ψας, κἀμὲ Σωτὴρ ζώωσον, ἐξαίρων δουλοπα‐ θείας.  Ἐν τῷ νότῳ ὁ σπείρων θλίψεις, νηστείας μετὰ  δακρύων, οὗτος χαρᾶς δρέψεται, δράγματα ἀ‐ ειζωοτροφίας.  Δόξα. Καὶ νῦν.  Ἁγίῳ  Πνεύματι,  πηγὴ  τῶν  θείων  θησαυρι‐ σμάτων,  ἐξ  οὗ  σοφία,  σύνεσις,  φόβος·  αὐτῷ  αἴνεσις, δόξα, τιμή, καὶ κράτος.  Ἀντίφωνον Β´.  Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τὸν τῆς ψυ‐ χῆς,  μάτην  κοπιῶμεν·  πλὴν  γὰρ  αὐτοῦ,  οὐ  πρᾶξις, οὐ λόγος τελεῖται.  Τοῦ καρποῦ τῆς γαστρός, οἱ Ἅγιοι πνευματο‐ κινήτως, ἀναβλαστοῦσι, πατρῷα δόγματα υἱ‐ οθεσίας.  Δόξα. Καὶ νῦν.  Ἁγίῳ  Πνεύματι,  τὰ  σύμπαντα  τὸ  εἶναι  ἔχει·  πρὸ  πάντων  γὰρ  Θεός,  τῶν  ὅλων  κυριότης,  φῶς ἀπρόσιτον, ζωὴ τῶν πάντων.  Ἀντίφωνον Γ´.  Οἱ φοβούμενοι τὸν Κύριον, ὁδοὺς ζωῆς εὑρόν‐ τες, νῦν καὶ ἀεὶ μακαριοῦνται, δόξῃ ἀκηράτῳ.  Κύκλῳ  τῆς  τραπέζης  σου,  ὡς  στελέχη  βλέ‐ πων τὰ ἔκγονά σου, χαῖρε εὐφραίνου, προσά‐ γων ταῦτα, τῷ Χριστῷ ποιμενάρχα.  Δόξα. Καὶ νῦν.  Ἁγίῳ  Πνεύματι,  βυθὸς  χαρισμάτων,  πλοῦτος  δόξης,  κριμάτων  βάθος  μέγα·  ὁμόδοξον  Πα‐ τρὶ καὶ Υἱῷ, λατρευτὸν γάρ.  2
  • 3. Προκείμενον.  Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ  σου,  μὴ  ἐπιλάθῃ  τῶν πενήτων σου εἰς τέλος.  (δίς)  Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρ‐ δίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.  Ἀνάστηθι, Κύριε ὁ Θεός μου...  * * *  ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ  Ὁ διάκονος· Τοῦ  Κυρίίου  δεηθῶμεν..  Τοῦ Κυρ ου δεηθῶμεν Κύριε, ἐλέησον.  Ὁ ἱερεύς· Ὅτιι  ἅγιιος  εἶἶ,,  ὁ  Θεὸς  ἡμῶν,,  .....  Ὅτ ἅγ ος ε ὁ Θεὸς ἡμῶν Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.  Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.  Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον.  Ὁ  διάκονος·  Καὶὶ   ὑπὲρ   τοῦ   καταξιιωθῆναιι   ἡμᾶς   Κα ὑπὲρ τοῦ καταξ ωθῆνα ἡμᾶς τῆς   ἀκροάσεως   τοῦ   ἁγίίου   Εὐαγγελίίου   Κύριιον   τῆς ἀκροάσεως τοῦ ἁγ ου Εὐαγγελ ου Κύρ ον τὸν  Θεὸν  ἡμῶν  ἱἱκετεύσωμεν..  τὸν Θεὸν ἡμῶν κετεύσωμεν Κύριε, ἐλέησον. (γ´)  Σοφ α ὀρθο ἀκούσωμεν τοῦ ἁγ ου Ὁ διάκονος· Σοφίία··  ὀρθοίί··  ἀκούσωμεν  τοῦ  ἁγίίου   Εὐαγγελίίου..  Ε ὐ α γ γ ελ ο υ Ὁ ἱερεύς· Εἰἰρήνη  πᾶσιι..  Ε ρήνη πᾶσ Καὶ τῷ Πνεύματί σου.  Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγ ου Εὐαγγελ Ὁ ἱερεύς· Ἐκ  τοῦ  κατὰ  Λουκᾶν  ἁγίίου  Εὐαγγελίί‐‐ ου  τὸ  ἀνάγνωσμα..  ου τὸ ἀνάγνωσμα Ὁ διάκονος· Πρόσχωμεν.  Δόξα σοι, Κύριε, δόξα σοι.  ὁ Ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον  Ἑωθινὸν Ε´   Ἐκ τοῦ κατὰ Λουκᾶν   (κδ´ 12‐35)  Τῷ καιρῷ ἐκείνῳ, ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖ‐ ον,  καὶ  παρακύψας  βλέπει  τὰ  ὀθόνια  κείμενα  μόνα,  καὶ  ἀ‐ πῆλθε  πρὸς  ἑαυτὸν  θαυμάζων  τὸ  γεγονός.  Καὶ  ἰδοὺ  δύο  ἐξ  αὐτῶν  ἦσαν  πορευόμενοι  ἐν  αὐτῇ  τῇ  ἡμέρᾳ  εἰς  κώμην  ἀπέ‐ χουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμα‐ ούς.  Καὶ  αὐτοὶ  ὡμίλουν  πρὸς  ἀλλήλους  περὶ  πάντων  τῶν  συμβεβηκότων  τούτων.  Καὶ  ἐγένετο  ἐν  τῷ  ὁμιλεῖν  αὐτοὺς  καὶ  συζητεῖν  καὶ  αὐτὸς  ὁ  Ἰησοῦς  ἐγγίσας  συνεπορεύετο  αὐ‐ τοῖς·  οἱ  δὲ  ὀφθαλμοὶ  αὐτῶν  ἐκρατοῦντο  τοῦ  μὴ  ἐπιγνῶναι  αὐτόν.  Εἶπε  δὲ  πρὸς  αὐτούς·  Τίνες  οἱ  λόγοι  οὗτοι  οὓς  ἀντι‐ βάλλετε  πρὸς  ἀλλήλους  περιπατοῦντες,  καί  ἐστε  σκυθρω‐ ποί; Ἀποκριθεὶς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν·  Σὺ  μόνος  παροικεῖς  ἐν  Ἱερουσαλὴμ  καὶ  οὐκ  ἔγνως  τὰ  γενό‐ μενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; Καὶ εἶπεν αὐτοῖς· Ποῖ‐ α; Οἱ δὲ εἶπον αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένε‐ το  ἀνὴρ  προφήτης  δυνατὸς  ἐν  ἔργῳ  καὶ  λόγῳ  ἐναντίον  τοῦ  Θεοῦ, καὶ παντὸς τοῦ λαοῦ, ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρ‐ χιερεῖς  καὶ  οἱ  ἄρχοντες  ἡμῶν  εἰς  κρῖμα  θανάτου  καὶ  ἐσταύ‐ ρωσαν  αὐτόν·  ἡμεῖς  δὲ  ἠλπίζομεν  ὅτι  αὐτός  ἐστιν  ὁ  μέλλων  λυτροῦσθαι  τὸν  Ἰσραήλ·  ἀλλά  γε  σὺν  πᾶσι  τούτοις  τρίτην    ταύτην  ἡμέραν  ἄγει  σήμερον,  ἀφ᾿  οὗ  ταῦτα  ἐγένετο.  Ἀλλὰ  καὶ  γυναῖκές  τινες  ἐξ  ἡμῶν  ἐξέστησαν  ἡμᾶς,  γενόμεναι  ὄρ‐ θριαι  ἐπὶ  τὸ  μνημεῖον,  καὶ  μὴ  εὑροῦσαι  τὸ  σῶμα  αὐτοῦ  ἦλ‐ θον,  λέγουσαι  καὶ  ὀπτασίαν  ἀγγέλων  ἑωρακέναι,  οἳ  λέγου‐ σιν αὐτὸν ζῆν. Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνη‐ μεῖον,  καὶ  εὗρον  οὕτω,  καθὼς  καὶ  αἱ  γυναῖκες  εἶπον,  αὐτὸν  δὲ  οὐκ  εἶδον.  Καὶ  αὐτὸς  εἶπε  πρὸς  αὐτούς·  Ὦ  ἀνόητοι  καὶ  βραδεῖς  τῇ  καρδίᾳ  τοῦ  πιστεύειν  ἐπὶ  πᾶσιν  οἷς  ἐλάλησαν  οἱ  προφῆται! Οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν  εἰς τὴν δόξαν αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ  πάντων  τῶν  προφητῶν,  διηρμήνευεν  αὐτοῖς  ἐν  πάσαις  ταῖς  γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην, οὗ ἐπο‐ ρεύοντο,  καὶ  αὐτὸς  προσεποιεῖτο  πορρωτέρω  πορεύεσθαι.  Καὶ  παρεβιάσαντο  αὐτὸν  λέγοντες·  Μεῖνον  μεθ᾿  ἡμῶν,  ὅτι  πρὸς  ἑσπέραν  ἐστὶ  καὶ  κέκλικεν  ἡ  ἡμέρα.  Καὶ  εἰσῆλθε  τοῦ  μεῖναι  σὺν  αὐτοῖς.  Καὶ  ἐγένετο  ἐν  τῷ  κατακλιθῆναι  αὐτὸν  μετ᾿  αὐτῶν,  λαβὼν  τὸν  ἄρτον,  εὐλόγησε,  καὶ  κλάσας  ἐπεδί‐ δου  αὐτοῖς.  Αὐτῶν  δὲ  διηνοίχθησαν  οἱ  ὀφθαλμοί,  καὶ  ἐπέ‐ γνωσαν  αὐτόν·  καὶ  αὐτὸς  ἄφαντος  ἐγένετο  ἀπ᾿  αὐτῶν.  Καὶ  εἶπον πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡ‐ μῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γρα‐ φάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσα‐ λήμ,  καὶ  εὗρον  συνηθροισμένους  τοὺς  ἕνδεκα  καὶ  τοὺς  σὺν  αὐτοῖς,  λέγοντας·  Ὅτι  ἠγέρθη  ὁ  Κύριος  ὄντως  καὶ  ὤφθη  Σί‐ μωνι. Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐ‐ τοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.  Δόξα σοι, Κύριε, δόξα σοι.  Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·  Ἀνάστασιν  Χριστοῦ  θεασάμενοι,  προσκυνή‐ σωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον  ἀνα‐ μάρτητον. Τὸν σταυρόν σου, Χριστέ, προσκυ‐ νοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦ‐ μεν  καὶ  δοξάζομεν·  σὺ  γὰρ  εἶ  Θεὸς  ἡμῶν,  ἐ‐ κτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀ‐ νομάζομεν.  Δεῦτε  πάντες  οἱ  πιστοὶ  προσκυ‐ νήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰ‐ δοὺ  γὰρ  ἦλθε  διὰ  τοῦ  Σταυροῦ  χαρὰ  ἐν  ὅλῳ  τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύρι‐ ον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν  γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, θανάτῳ θάνατον ὤ‐ λεσεν.  Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον  Ἦχος β´.  Ἐλεῆμον,  Ἐλέησόν  με,  ὁ  Θεός,  κατὰ  τὸ  μέγα  ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν  σου ἐξάλειψον τὸ ἀνόμημά μου.  Ἐπὶ  πλεῖον  πλῦνόν  με  ἀπὸ  τῆς  ἀνομίας  μου  καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.  Ὅτι  τὴν  ἀνομίαν  μου  ἐγὼ  γινώσκω,  καὶ  ἡ  ἁ‐ μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.  3
  • 4. Σοὶ  μόνῳ  ἥμαρτον  καὶ  τὸ  πονηρὸν  ἐνώπιόν  σου  ἐποίησα,  ὅπως  ἂν  δικαιωθῇς  ἐν  τοῖς  λό‐ γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.  Ἰδοὺ  γὰρ  ἐν  ἀνομίαις  συνελήφθην,  καὶ  ἐν  ἁ‐ μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.  Ἰδοὺ  γὰρ  ἀλήθειαν  ἠγάπησας,  τὰ  ἄδηλα  καὶ  τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.  Ῥαντιεῖς  με  ὑσσώπῳ,  καὶ  καθαρισθήσομαι·  πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.  Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐ γαλλιάσονται ὀστέα τεταπεινωμένα.  Ἀπόστρεψον  τὸ  πρόσωπόν  σου  ἀπὸ  τῶν  ἁ‐ μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐ λειψον.  Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ  πνεῦμα  εὐθὲς  ἐγκαίνισον  ἐν  τοῖς  ἐγκάτοις  μου.  Μὴ  ἀποῤῥίψῃς  με  ἀπὸ  τοῦ  προσώπου  σου,  καὶ  τὸ  Πνεῦμά  σου  τὸ  ἅγιον  μὴ  ἀντανέλῃς  ἀπ᾿ ἐμοῦ.  Ἀπόδος  μοι  τὴν  ἀγαλλίασιν  τοῦ  σωτηρίου  σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.  Διδάξω  ἀνόμους  τὰς  ὁδούς  σου,  καὶ  ἀσεβεῖς  ἐπὶ σὲ ἐπιστρέψουσι.  Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐ τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν  δικαιοσύνην σου.  Κύριε,  τὰ  χείλη  μου  ἀνοίξεις,  καὶ  τὸ  στόμα  μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.  Ὅτι,  εἰ  ἠθέλησας  θυσίαν,  ἔδωκα  ἄν·  ὁλοκαυ‐ τώματα οὐκ εὐδοκήσεις.  Θυσία  τῷ Θεῷ  πνεῦμα  συντετριμμένον· καρ‐ δίαν  συντετριμμένην  καὶ  τεταπεινωμένην  ὁ  Θεὸς οὐκ ἐξουδενώσει.  Ἀγάθυνον,  Κύριε,  ἐν  τῇ  εὐδοκίᾳ  σου  τὴν  Σι‐ ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.  Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐ ρὰν καὶ ὁλοκαυτώματα.  Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐ σχους. Καὶ ἐλέησόν με, ὁ Θεός.    Δόξα.  Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, *  ἐξάλειψον  τὰ  πλήθη  *  τῶν  ἐμῶν  ἐγκλημά‐ των.  Καὶ νῦν.  Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐ‐ ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων.  Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός.  Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός  σου,  καὶ  κατὰ  τὸ  πλῆθος  τῶν  οἰκτιρμῶν  σου  ἐξάλειψον τὸ ἀνόμημά μου.  Ἀναστὰς  ὁ  Ἰησοῦς  ἀπὸ  τοῦ  τάφου,  *  καθὼς  προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν *  καὶ μέγα ἔλεος.  Σῶσον,,  ὁ  Θεός,,  τὸν  λαόν  Σου.....   Κύριε,  ἐλέησον  Σῶσον ὁ Θεός τὸν λαόν Σου Ἐλέε κα ο κτ ρμο ς (ιβ´). Ἐλέειι  καὶὶ  οἰἰκτιιρμοῖῖς.....  Ἀμήν.  * * *  ΟΙ ΚΑΝΟΝΕΣ  ὁ Ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ ὁ τῶν Πατέρων  ᾨδὴ α´.   ὁ Ἀναστάσιμος εἰς δ´  (ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ)  Ἦχος βαρύς. Ὁ Εἱρμός.  Νεύσει σου πρὸς γεώδη, ἀντιτυπίαν μετήχθη,  ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις Κύριε· ὅθεν  ἀβρόχως  πεζεύσας,  ᾄδει  Ἰσραήλ  σοι,  ᾠδὴν  ἐ‐ πινίκιον.  Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.  Κέκριται τοῦ θανάτου, ἡ τυραννὶς διὰ ξύλου,  ἀδίκῳ  θανάτῳ  σου,  κατακριθέντος  Κύριε·  ὅ‐ θεν  ὁ  ἄρχων  τοῦ  σκότους,  σοῦ  μὴ  κατισχύ‐ σας, δικαίως ἐκβέβληται.  Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.  ᾍδης  σοι  προσπελάσας,  καὶ  τοῖς  ὀδοῦσι  μὴ  σθένων,  συντρῖψαι  τὸ  σῶμά  σου,  τὰς  σιαγό‐ νας  τέθλασται·  ὅθεν  Σωτὴρ  τὰς  ὀδύνας,  λύ‐ σας τοῦ θανάτου, ἀνέστης τριήμερος.  Θεοτοκίον  Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.  Λέλυνται αἱ ὀδύναι, αἱ τῆς προμήτορος Εὔας·  ὠδῖνας  λαθοῦσα  γάρ,  ἀπειρογάμως  τέτοκας·  ὅθεν  σαφῶς  Θεοτόκον,  Πάναγνε  εἰδότες,  σὲ  πάντες δοξάζομεν.  4
  • 5. καὶ ὁ τῶν Πατέρων ἄνευ τῶν Εἱρμῶν  οὗ ἡ Ἀκροστιχίς· Ὑμνῶ μακάρων συνδρομὴν τὴν ἑβδόμην.  (ποίημα Θεοφάνους)  Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.  Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.  Ὑμνολογῆσαι  τὴν  ἑβδόμην  ἄθροισιν, ἐφιεμέ‐ νῳ μοι νῦν, τὴν τῶν ἑπτὰ δίδου, χαρισμάτων  σύνοδον, τοῦ Παρακλήτου Κύριε, τὴν σοφίσα‐ σαν ταύτην, γλωσσοπυρσεύτως, καὶ βλάσφη‐ μον, πᾶσαν γλωσσαλγίαν σιγάσασαν.  Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.  Μείζων  ἀρχῆθεν  ἀριθμῶν  ὁ  ἕβδομος·  δημι‐ ουργίας καὶ γάρ, τῆς τοῦ Θεοῦ πάσης, πρωτο‐ τύπως  γέγονεν,  ἡ  παντελὴς  κατάπαυσις,  εἰς  ἑβδόμην ἡμέραν· καὶ νῦν πασῶν τῶν αἱρέσε‐ ων, λῆξις εἰς ἰσάριθμον Σύνοδον.  Δόξα.  Νενικηκὼς  τὸν  θεομάχον  Ἄρειον,  ἐν  τῇ  Νι‐ καίᾳ  τὸ  πρίν,  ποιμαντικῇ  ῥάβδῳ,  ὀρθοδόξοις  ἴθυνε, τὴν Ἐκκλησίαν δόγμασιν, ὁ χορὸς τῶν  Πατέρων·  καὶ  νῦν  ἐν  ταύτῃ  κατῄσχυνε,  τοὺς  Εἰκονομάχους ὁ σύμμαχος.  Καὶ νῦν.   Θεοτοκίον  Ὡς  οἱ  Πατέρες  εὐσεβῶς  ἐδίδαξαν,  ὁμολογοῦ‐ μεν  πιστῶς,  Παρθενικὴν  μήτραν,  ἀνωδίνως  τέξασαν, μετὰ σαρκὸς τὸν ἄσαρκον· προσκυ‐ νοῦμέν τε τούτου, στηλογραφοῦντες τὴν μόρ‐ φωσιν, καὶ τιμητικῶς ἀσπαζόμεθα.  ᾨδὴ γ´.   ὁ Ἀναστάσιμος  Ἦχος βαρύς. Ὁ Εἱρμός.  Ὁ  κατ᾿  ἀρχὰς  τοὺς  οὐρανούς,  παντοδυνάμῳ  σου  Λόγῳ,  στερεώσας  Κύριε  Σωτήρ,  καὶ  τῷ  παντουργῷ  καὶ  θείῳ  Πνεύματι,  πᾶσαν  τὴν  δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁ‐ μολογίας σου στερέωσον.  Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.  Σὺ ἀνελθὼν ἐπὶ ξύλου, ὑπὲρ ἡμῶν ὀδυνᾶσαι,  ἑκουσίως  εὔσπλαγχνε  Σωτήρ,  καὶ  φέρεις  πληγὴν εἰρήνης πρόξενον, καὶ σωτηρίας τοῖς  πιστοῖς, δι᾿ ἧς τῷ σῷ Ἐλεῆμον, πάντες κατηλ‐ λάγημεν Γεννήτορι.  Σύ  με  καθῇρας  τῆς  πληγῆς,  τὸν  τῇ  ψυχῇ  τε‐ τρωμένον,  δρακοντίῳ  δήγματι  Χριστέ,  καὶ  ἔ‐ δειξας  φῶς  ἐν  σκότει  πάλαι  μοι,  κατῳκισμέ‐ νῳ καὶ φθορᾷ· διὰ Σταυροῦ γὰρ εἰς ᾅδην, κα‐ ταβεβηκώς με συνανέστησας.  Θεοτοκίον  Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.  Τῆς  ἀπειράνδρου  σου  Μητρός,  ταῖς  ἱκεσίαις  τῷ  κόσμῳ,  τὴν  εἰρήνην  βράβευσον  Σωτήρ,  καὶ τῷ βασιλεῖ τὴν νίκην δώρησαι, κατὰ βαρ‐ βάρων  δυσμενῶν,  καὶ  τῆς  ἀφράστου  σου  δό‐ ξης, τοὺς δοξολογοῦντάς σε ἀξίωσον.  καὶ τῶν Πατέρων   Ἦχος πλ. δ´. Ὁ στερεώσας κατ᾿ ἀρχάς.  Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.  Μὴ σαλευθῆναι τοῦ Χριστοῦ, τὴν ἀῤῥαγῆ Ἐκ‐ κλησίαν,  ὑπ᾿  αὐτοῦ  μυσταγωγούμενοι  θεῖοι,  Ποιμενάρχαι  τοὺς  αὐτήν,  παρασαλεῦσαι  θέ‐ λοντας, ὡς Ἀντιχρίστου μοίρας, τῶν εὐσεβῶν  παρεσάλευσαν.  Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.  Ἀνακαθαίρει  θολερούς,  καὶ  βορβορώδεις  χει‐ μάῤῥους,  ἐκ  πηγῶν  τοῦ  σωτηρίου  ἀντλήσας,  καὶ  διψῶντα  τὸν  λαόν,  τὸν  τοῦ  Χριστοῦ  κο‐ ρέννυσι,  τῶν  διδαχῶν  τοῖς  ῥείθροις,  ὁ  τῶν  Πατέρων κατάλογος.  Δόξα.  Κατὰ  τῶν  ὄντως  μισητῶν,  χριστιανοκατηγό‐ ρων,  συνδρομὴ  τῶν  φιλοχρίστων  ἑβδόμη,  ἐν  τῇ  πόλει  τῇ  λαμπρᾷ,  τῶν  Νικαέων  γέγονεν,  ἧς  βασιλεῖς  Εἰρήνη,  καὶ  Κωνσταντῖνος  συνή‐ γοροι.  Καὶ νῦν.   Θεοτοκίον  Ἅπας  ἀπέστω  δυσσεβής, ὁ τὴν εἰκόνα μὴ  σέ‐ βων,  τὴν  σεπτὴν  τῆς  Θεοτόκου  καὶ  ταύτην,  μὴ  κηρύττων  τὸν  Χριστόν,  θεανδρικῶς  κυή‐ σασαν,  καὶ  τῷ  πυρὶ  πεμπέσθω,  κατακαιόμε‐ νος ἄπαυστα.  Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·   Ὅτιι  σὺ  εἶἶ  ὁ  Θεὸς  ἡμῶν....  Ὅτ σὺ ε ὁ Θεὸς ἡμῶν * * *  Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.    5
  • 6. ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ  Τὸ Ἀναστάσιμον Κοντάκιον μετὰ τοῦ Οἴκου.  Ἦχος βαρύς. Οὐκέτι φλογίνη ῥομφαία.  Οὐκέτι τὸ κράτος τοῦ θανάτου, ἰσχύσει κατέ‐ χειν τοὺς βροτούς· Χριστὸς γὰρ κατῆλθε συν‐ τρίβων, καὶ λύων τὰς δυνάμεις αὐτοῦ· δεσμεῖ‐ ται ὁ ᾅδης, Προφῆται συμφώνως ἀγάλλονται·  Ἐπέστη,  λέγοντες,  Σωτὴρ  τοῖς  ἐν  σκότει·  ἐ‐ ξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.  ὁ Οἶκος  Ἔτρεμε  κάτωθεν  τὰ  καταχθόνια  σήμερον,  ὁ  ᾅδης  καὶ  ὁ  θάνατος  τὸν  Ἕνα  τῆς  Τριάδος·  ἡ  γῆ  ἐκλονεῖτο,  πυλωροὶ  δὲ  ᾅδου  ἰδόντες  σε  ἔ‐ πτηξαν· ἡ κτίσις δὲ πᾶσα σὺν τοῖς Προφήταις  χαίρουσα  ψάλλει  σοι,  ἐπινίκιον  ᾠδὴν  τῷ  λυ‐ τρωτῇ ἡμῶν Θεῷ, τῷ καταλύσαντι νῦν θανά‐ του τὴν δύναμιν. Ἀλαλάξωμεν καὶ βοήσωμεν  τῷ  Ἀδάμ,  καὶ  τοῖς ἐξ  Ἀδάμ·  Ξύλον  τοῦτον εἰ‐ σήγαγεν· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστα‐ σιν.  Μεσῴδιον Κάθισμα τῶν Πατέρων  Ἦχος δ´. Ταχὺ προκατάλαβε.  Φωστῆρες  ὑπέρλαμπροι,  τῆς  ἀληθείας  σα‐ φῶς, τῷ κόσμῳ ἐδείχθητε, μακαριώτατοι, Πα‐ τέρες θεόφθογγοι· τήξαντες τὰς αἱρέσεις, τῶν  βλασφήμων  γλωσσάλγων·  σβέσαντες  τὰς  φλογώδεις, τῶν δυσφήμων συγχύσεις· διὸ ὡς  Ἱεράρχαι  Χριστοῦ,  πρεσβεύσατε  σωθῆναι  ἡ‐ μᾶς.  Δόξα. Καὶ νῦν.   Θεοτοκίον  Ταχὺ ἡμᾶς πρόφθασον, Παρθενομῆτορ ἁγνή·  ἐχθρῶν ἡμᾶς λύτρωσαι, τῶν βλασφημούντων  εἰς  σέ,  καὶ  μὴ  προσκυνούντων  σε·  θραῦσον  τὰς γλωσσαλγίας, τῶν αἱρέσεων πάσας· γνώ‐ τωσαν  ὅτι  μόνη,  Θεομήτωρ  ὑπάρχεις,  πρε‐ σβείαις  σου  Ὀρθοδόξων,  τὸ  σύστημα  σώζου‐ σα.  Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·   Σὺ  γὰρ  εἶἶ  ὁ  Βασιιλεύς....  Σ ὺ γ ὰ ρ ε ὁ Β α σ λ εύ ς * * *  ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ  Κοντάκιον καὶ Οἶκος τῶν Πατέρων.  Κοντάκιον. Ἦχος β´. Χειρόγραφον εἰκόνα.  Ὁ ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς ἀῤῥήτως, ἐκ γυ‐ ναικὸς  ἐτέχθη  διπλοῦς  τῇ  φύσει·  ὃν  εἰδότες,    οὐκ ἀρνούμεθα τῆς μορφῆς τὸ ἐκτύπωμα· αὐ‐ τὸ  δὲ  εὐσεβῶς  ἀνιστοροῦντες,  σέβομεν  πι‐ στῶς· καὶ διὰ τοῦτο τὴν ἀληθινὴν πίστιν κρα‐ τοῦσα ἡ Ἐκκλησία, ἀσπάζεται τὴν εἰκόνα τῆς  Χριστοῦ ἐνανθρωπήσεως.  ὁ Οἶκος  Θέλων ὁ πανοικτίρμων Θεὸς ἡμᾶς διεγείρειν  ἀεί,  πρὸς  μνήμην  τελείαν  τῆς  αὑτοῦ  ἐναν‐ θρωπήσεως,  τὴν  ὑπόθεσιν  ταύτην  παρέδωκε  τοῖς  ἀνθρώποις,  διὰ  τῆς  χρωματουργίας  τῶν  εἰκόνων,  τὴν  σεβάσμιον  ἀνατυποῦσθαι  μορ‐ φήν·  ὅπως  ταύτην  ἐπ᾿  ὄψεσιν  ὁρῶντες,  πι‐ στεύωμεν,  ἅπερ  λόγῳ  ἀκηκόαμεν,  γνωρίζον‐ τες  σαφῶς  τὴν  πρᾶξιν  καὶ  τὸ  ὄνομα,  τὸ  σχῆ‐ μα  καὶ  τοὺς  ἄθλους  τῶν  Ἁγίων  ἀνδρῶν·  καὶ  Χριστὸν  τὸν  στεφοδότην  στεφάνους  παρεχό‐ μενον,  τοῖς  Ἁγίοις  ἀθληταῖς  τε  καὶ  μάρτυσι,  δι᾿  ὧν  ἄρτι  τρανότερον  τὴν  ἀληθινὴν  πίστιν  κρατοῦσα ἡ Ἐκκλησία, ἀσπάζεται τὴν εἰκόνα  τῆς Χριστοῦ ἐνανθρωπήσεως.  Συναξάριον.  Τῇ  ΙΓ´  τοῦ  αὐτοῦ  μηνός,  Μνήμη  τῶν  Ἁγίων  ἐνδόξων  τοῦ  Χριστοῦ  Μαρτύρων  Κάρπου,  Παπύλου, Ἀγαθοδώρου καὶ Ἀγαθονίκης.  Στίχοι  Κάρπῳ, Παπύλῳ, τοῖς Θεοῦ καρποῖς δύο,  Παπυλεὼν τμηθεῖσιν ἠνoίγη πόλου.  Ἀγαθόδωρον δωρεῶν πληθὺς μένει,  Πρὸς πληθὺν ἀθλήσαντα δεινῶν μαστίγων.  Οὐκ ἐμποδών σοι, Μάρτυς Ἀγαθονίκη,  Τὸ θῆλυ πρὸς τὸ θεῖον ἐκ ξίφους τέλος.  Κάρπον σὺν Παπύλῳ δεκάτῃ τρίτῃ ἔκτανε χαλκός.  Τῇ  αὐτῇ  ἡμέρᾳ,  Μνήμη  τοῦ  Ἁγίου    ἐνδόξου  Μάρτυρος Φλωρεντίου τοῦ ἐν Θεσσαλονίκῃ.  Στίχοι  Ὢ θάρσος οἷον Μάρτυρος Φλωρεντίου!  Πρὸς τὴν φλόγα τρέχοντος, ὥσπερ πρὸς δρόσον.  Τῇ  αὐτῇ  ἡμέρᾳ,  Μνήμη  τοῦ  Ἁγίου  ἐνδόξου  Μάρτυρος Διοσκόρου.  Στίχοι  Τμηθεὶς ὁ Διόσκορος αἰσχύνει Δία,  Τὸν μὴ λαβόντα ψυχαπωλείας κόρον.  Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ θεοφό‐ ρου Πατρὸς ἡμῶν Νικήτα πατρικίου τοῦ ὁμο‐ λογητοῦ.  Στίχοι  Θλίψεις ὑποστὰς εἰκόνων θείων χάριν,  Χαίρει χαρὰν Νικήτας, οἵαν οἱ Νόες.  6
  • 7. Τῇ  αὐτῇ  ἡμέρᾳ,  Μνήμη  τοῦ  Ἁγίου  ἐνδόξου  Μάρτυρος Βενιαμὶν τοῦ διακόνου τοῦ ἐν Περ‐ σίᾳ.  Στίχοι  Βενιαμὶν πρόβατον ὢν ἀλλ᾿ οὐ λύκος,  Ἅρπαξι λύκοις θύεται, ἀλλ᾿ οὐ θύει.  Τῇ  αὐτῇ  ἡμέρᾳ,  Μνήμη  τοῦ  Ἁγίου  ἐνδόξου  Μάρτυρος  Ἀντιγόνου,  διὰ  πυρὸς  τελειω‐ θέντος.  Στίχοι  Τεθνήξομαί σοι τῆς ἐκεῖθεν, Χριστέ μου,  Τὴν ᾧδε καῦσιν Ἀντίγονος προκρίνων.  Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς  ἡμῶν Μελετίου Α´ τοῦ ἐπικαλουμένου Πηγᾶ,  Πατριάρχου Ἀλεξανδρείας.  Στίχοι  Χείλη πλησιάσας Πηγῇ τῆς Σοφίας,  Μελέτιος γέγονε πηγὴ Σοφίας.  Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ θεοφό‐ ρου  Πατρὸς  ἡμῶν  Βενιαμὶν  τῆς  Λαύρας  τῶν  Σπηλαίων τοῦ Κιέβου.  Στίχοι  Πτωχείαν ἔλλογον ἀσκήσας ἐνθάδε,  Βενιαμίν, ἐφεῦρες τὸν Μαργαρίτην.  Τῇ  αὐτῇ  ἡμέρᾳ,  ἡ  Ἁγία  ἔνδοξος  Νεομάρτυς  Χρυσῆ,  ἡ  ἀθλήσασα  ἔν  τινι  χωρίῳ  τῆς  ἐπαρ‐ χίας  Μογλενῶν  (Ἐδέσσης),  τῷ  καλουμένῳ  Σλάτενα,  ἐν  ἔτει  1795ῳ,  μεληδὸν  κατακοπεῖ‐ σα τελειοῦται.  μεγίστην σωτηρίαν τῇ πόλει ταύτῃ καὶ τῷ Γέ‐ νει τῶν Χριστιανῶν, ἐν ἔτει ͵αφοα´ (1571).  Στίχοι  Ναυπακτίων παῖδες τῆς Ἁγνῆς εἰκόνι,  Προστρέχοντες πόνων λυτροῦνται παντοίων.  Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν ἑνδεκάτην  Ὀκτωβρίου,  μνήμην  ἐπιτελοῦμεν  τῶν  Ἁγίων  καὶ  μακαρίων  τριακοσίων  καὶ  πεντήκοντα  Πατέρων,  τῶν  ἐν  Νικαίᾳ  συνελθόντων  τὸ  δεύτερον,  ἐπὶ  τῶν  εὐσεβῶν  καὶ  φιλοχρίστων  Βασιλέων,  Κωνσταντίνου  καὶ  Εἰρήνης,  κατὰ  τῶν δυσσεβῶς καὶ ἀμαθῶς καὶ ἀπερισκέπτως  τὴν  Ἐκκλησίαν  τοῦ  Θεοῦ  εἰδωλολατρεῖν  εἰ‐ πόντων, καὶ τὰς σεπτὰς καὶ ἁγίας εἰκόνας δι‐ αβαλόντων  καὶ  καθαιρεσάντων,  οἵτινες  Πα‐ τέρες  τὴν  Ἑβδόμην  Οἰκουμενικὴν  Σύνοδον  συνεκρότησαν.  Στίχοι  Ὑπέρμαχοι σοί, τοῖς λόγων ὅπλοις, Λόγε,  Ἐχθροὺς τροποῦνται τῶν σεβαστῶν εἰκόνων.  Ταῖς  τῶν  ἁγίων  Πατέρων  πρεσβείαις,  Χριστὲ  ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.  * * *  ΚΑΤΑΒΑΣΙΑΙ  τῆς Θεοτόκου  Στίχοι  Ἐν ταῖς βασάνοις χρυσὸς οἷον καμίνῳ,  Χρυσῆ ἐδείχθης ἠγλαϊσμένη ὅλη.  ᾨδὴ α´. Ἦχος δ´.  Ἀνοίξω  τὸ  στόμα  μου  *  καὶ  πληρωθήσεται  Πνεύματος  *  καὶ  λόγον  ἐρεύξομαι  *  τῇ  βασι‐ λίδι Μητρί· * καὶ ὀφθήσομαι * φαιδρῶς πανη‐ γυρίζων  *  καὶ  ᾄσω  γηθόμενος  *  ταύτης  τὰ  θαύματα.  Τῇ  αὐτῇ  ἡμέρᾳ,  δευτέρᾳ  Κυριακῇ  τοῦ  Ὀκτω‐ βρίου,  μνήμην  ἐπιτελοῦμεν  τοῦ  Ὁσίου  Πα‐ τρὸς  ἡμῶν  Ματθαίου  τοῦ  Ἀκτήμονος,  τοῦ  ἐν  Σινᾷ  διαλάμψαντος, ἐκ Σικυῶνος δὲ καταγο‐ μένου, ἤτοι ἐκ τῆς κώμης τῆς νῦν ἐπιλεγομέ‐ νης Βασιλικὸν Κορινθίας.  ᾨδὴ γ´.  Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, * ἡ ζῶσα καὶ  ἄφθονος  πηγή,  *  θίασον  συγκροτήσαντας  *  πνευματικόν, στερέωσον· * καὶ ἐν τῇ θείᾳ δό‐ ξῃ σου *   …στεφάνων δόξης ἀξίωσον.  Στίχοι  Μύρῳ τιμαλφεῖ, Ματθαῖε, ἀκτησίας,  Μέτοχος ὤφθης τῆς Μωσέως εὐκλείας.  Τῇ  δευτέρᾳ  ὡσαύτως  Κυριακῇ  τοῦ  Ὀκτωβρί‐ ου, Πανήγυρις ἐξαίρετος ἐν Ναυπάκτῳ τελεῖ‐ ται  εἰς  εὐγνώμονα  τιμὴν  τῆς  Ὑπερμάχου  Στρατηγοῦ,  Θεοτόκου  Μαρίας,  τῆς  ἐπιλεγο‐ μένης  Ναυπακτιωτίσσης,  ὡς  προξενησάσης    ᾨδὴ δ´.  Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν * τῆς ἐκ τῆς  Παρθένου  σαρκώσεως  *  σοῦ  τοῦ  ὑψίστου  *  ὁ  προφήτης Ἀββακοὺμ  * κατανοῶν ἐκραύγαζε·  * Δόξα τῇ δυνάμει σου, Κύριε.  ᾨδὴ ε´.  Ἐξέστη τὰ σύμπαντα * ἐπὶ τῇ θείᾳ δόξῃ σου· *  σὺ  γάρ,  ἀπειρόγαμε  Παρθένε, *  ἔσχες  ἐν  μή‐ 7
  • 8. τρᾳ  *  τὸν  ἐπὶ  πάντων  Θεὸν  *  καὶ  τέτοκας  ἄ‐ χρονον Υἱόν, * πᾶσι τοῖς ὑμνοῦσί σε * σωτηρί‐ αν βραβεύοντα.  ᾨδὴ ς´.  Τὴν  θείαν  ταύτην  καὶ  πάντιμον  *  τελοῦντες  ἑορτὴν οἱ θεόφρονες * τῆς Θεομήτορος * δεῦ‐ τε τὰς χεῖρας κροτήσωμεν, * τὸν ἐξ αὐτῆς τε‐ χθέντα * Θεὸν δοξάζοντες.  ᾨδὴ ζ´.  Οὐκ  ἐλάτρευσαν  *  τῇ  κτίσει  οἱ  θεόφρονες  *  παρὰ  τὸν  κτίσαντα·  *  ἀλλὰ  πυρὸς  ἀπειλὴν  *  ἀνδρείως πατήσαντες * χαίροντες ἔψαλλον· *  Ὑπερύμνητε,  *  ὁ  τῶν  πατέρων  Κύριος  *  καὶ  Θεός, εὐλογητὸς εἶ.  ᾨδὴ η´.  Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.  Παῖδας  εὐαγεῖς  ἐν  τῇ  καμίνῳ  *  ὁ  τόκος  τῆς  Θεοτόκου διεσώσατο, * τότε μὲν τυπούμενος·  * νῦν δὲ ἐνεργούμενος * τὴν οἰκουμένην ἅπα‐ σαν * ἀγείρει ψάλλουσαν· * Τὸν Κύριον ὑμνεῖ‐ τε  τὰ  ἔργα  *  καὶ  ὑπερυψοῦτε  *  εἰς  πάντας  τοὺς αἰῶνας.  Τὴν Θε οτόκον καὶ μητέ ρα τοῦ φωτός,  ὁ διάκονος· Τὴν Θεοτόκον  καὶ μητέρα  τοῦ φωτός,  ἐν  ὕμνοιις  τιιμῶντες  μεγαλύνομεν..  ἐν ὕμνο ς τ μῶντες μεγαλύνομεν Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ  Ἦχος δ´.  Στίχ.  α´.  Μεγαλύνει  ἡ  ψυχή  μου  τὸν  Κύριον,  καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ  σωτῆρί μου.  Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέ‐ ραν  *  ἀσυγκρίτως  τῶν  Σεραφίμ,  *  τὴν  ἀδια‐ φθόρως  Θεὸν  Λόγον  τεκοῦσαν,  *  τὴν  ὄντως  Θεοτόκον, * σὲ μεγαλύνομεν.  Στίχ.  β´.  Ὅτι  ἐπέβλεψεν  ἐπὶ  τὴν  ταπείνωσιν  τῆς  δούλης  αὐτοῦ·  ἰδοὺ  γὰρ  ἀπὸ  τοῦ  νῦν  μα‐ καριοῦσί με πᾶσαι αἱ γενεαί.  Τὴν τιμιωτέραν τῶν Χερουβίμ...  Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός,  καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ  εἰς  γενεὰν  καὶ  γενεὰν  τοῖς  φοβουμένοις  αὐ‐ τόν.  Τὴν τιμιωτέραν τῶν Χερουβίμ...    Στίχ.  δ´.  Ἐποίησε  κράτος  ἐν  βραχίονι  αὐτοῦ,  διεσκόρπισεν  ὑπερηφάνους  διανοίᾳ  καρδίας  αὐτῶν.  Τὴν τιμιωτέραν τῶν Χερουβίμ...  Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕ‐ ψωσε  ταπεινούς·  πεινῶντας  ἐνέπλησεν  ἀγα‐ θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.  Τὴν τιμιωτέραν τῶν Χερουβίμ...  Στίχ.  Ϛ´.  Ἀντελάβετο  Ἰσραὴλ  παιδὸς  αὐτοῦ  μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς  πατέρας  ἡμῶν,  τῷ  Ἀβραὰμ  καὶ  τῷ  σπέρματι  αὐτοῦ ἕως αἰῶνος.  Τὴν τιμιωτέραν τῶν Χερουβίμ...  Καταβασία. ᾨδὴ θ´.  Ἅπας γηγενὴς * σκιρτάτω τῷ πνεύματι * λαμ‐ παδουχούμενος·  *  πανηγυριζέτω  δὲ  *  ἀΰλων  νόων  *  φύσις,  γεραίρουσα  *  τὴν  ἱερὰν  πανή‐ γυριν  *  τῆς  Θεομήτορος,  *  καὶ  βοάτω·  *  Χαί‐ ροις, παμμακάριστε * Θεοτόκε ἁγνή, ἀειπάρ‐ θενε.  Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·   Ὅτιι  σὲ  αἰἰνοῦσιι  πᾶσαιι  αἱἱ  δυνάμειις.....  Ὅτ σὲ α νοῦσ πᾶσα α δυνάμε ς * * *  ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ  Ἦχος β´.  Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.  Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.  Ὑψοῦτε  Κύριον  τὸν  Θεὸν  ἡμῶν  καὶ  προσκυ‐ νεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ,   … ὅτι ἅγιός ἐστιν.  Ἀναστάσιμον Ἐξαποστειλάριον Ε´.  Ἡ ζωὴ καὶ ὁδὸς Χριστός, ἐκ νεκρῶν τῷ Κλεό‐ πᾳ  καὶ  τῷ Λουκᾷ  συνώδευσεν,  οἷς  περ  καὶ  ἐ‐ πεγνώσθη,  εἰς  Ἐμμαοὺς  κλῶν  τὸν  ἄρτον·  ὧν  ψυχαὶ  καὶ καρδίαι,  καιόμεναι ἐτύγχανον,  ὅτε  τούτοις  ἐλάλει  ἐν  τῇ  ὁδῷ,  καὶ  Γραφαῖς  ἡρμή‐ νευεν,  ἃ  ὑπέστη·  μεθ᾿  ὧν,  Ἠγέρθη,  κράξω‐ μεν, ὤφθη τε καὶ τῷ Πέτρῳ.  καὶ τῶν Πατέρων  Ἦχος γ´. Ἐν Πνεύματι τῷ Ἱερῷ.  Πατέρες  οὐρανόφρονες,  οἱ  Συνόδῳ  ἑβδόμῃ,  συναθροισθέντες  δέησιν,  ἐκτενῆ  τῇ  Τριάδι,  προσάξατε τοῦ ῥυσθῆναι, ἐκ πάσης αἱρέσεως,  καὶ κρίσεως αἰωνίου, βασιλείας τε τυχεῖν, οὐ‐ 8
  • 9. ρανῶν τοὺς τὴν ὑμῶν, σύναξιν θείαν ὑμνοῦν‐ τας.  Θεοτοκίον, ὅμοιον.  Πρεσβείαις  ὑπεράγαθε,  Κύριε  τῆς  Μητρός  σου,  καὶ  τῶν  ἐν  ἑπτὰ  Συνόδοις,  ἀθροισθέν‐ των  Πατέρων,  τὴν  Ἐκκλησίαν  στήριξον,  καὶ  τὴν πίστιν κράτυνον· καὶ οὐρανῶν Βασιλείας,  δεῖξον  πάντας  κοινωνούς,  ὅταν  ἔλθῃς  ἐπὶ  γῆς,   ...τοῦ κρῖναι πᾶσαν τὴν κτίσιν.  * * *  ΑΙΝΟΙ  Ἦχος βαρύς.  Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν  Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς  ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.  Αἰνεῖτε  αὐτόν,  πάντες  οἱ  ἄγγελοι  αὐτοῦ·  αἰ‐ νεῖτε  αὐτόν,  πᾶσαι  αἱ  δυνάμεις  αὐτοῦ.  Σοὶ  πρέπει ὕμνος τῷ Θεῷ.  Στιχηρὰ Ἀναστάσιμα. Ἦχος βαρύς.  Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν·  πρὸς τοὺς ἀχαρίστους ὁ εὐεργέτης· πρὸς τοὺς  αἰχμαλώτους  ὁ  ἐλευθερωτής·  πρὸς  τοὺς  ἐν  σκότει καθημένους, ὁ Ἥλιος τῆς δικαιοσύνης·  ἐπὶ  τὸν  Σταυρὸν  ὁ  ἀπαθής·  ἐπὶ  τὸν  ᾅδην  τὸ  φῶς· ἐπὶ τὸν θάνατον ἡ ζωή· ἡ ἀνάστασις διὰ  τοὺς πεσόντας· πρὸς ὃν βοήσωμεν· Ὁ Θεὸς ἡ‐ μῶν δόξα σοι.  ἕτερα Στιχηρά, προσόμοια τῶν Πατέρων  Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.  Στίχ.  ε´.  Αἰνεῖτε  αὐτὸν  ἐν  τυμπάνῳ  καὶ  χορῷ·  αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.  Ὅλην  συγκροτήσαντες,  τὴν  τῆς  ψυχῆς  ἐπι‐ στήμην,  καὶ  τῷ  Θείῳ  Πνεύματι,  συνδιασκε‐ ψάμενοι  τὸ  οὐράνιον,  καὶ  σεπτὸν  Σύμβολον,  οἱ  σεπτοὶ  Πατέρες,  θεογράφως  διεχάραξαν·  ἐν  ᾧ  σαφέστατα,  τῷ  γεγεννηκότι  συνάναρ‐ χον,  τὸν  Λόγον  ἐκδιδάσκουσι,  καὶ  παναλη‐ θῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμε‐ νοι  προδήλως  διδαχαῖς,  οἱ  εὐκλεεῖς  καὶ  πα‐ νόλβιοι, ὄντως καὶ θεόφρονες.  Στίχ.  α´.  Τοῦ  ποιῆσαι  ἐν  αὐτοῖς  κρῖμα  ἔγγρα‐ Στίχ.  Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις  εὐήχοις·  πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.  Ἀνέστη  Χριστὸς  ἐκ  νεκρῶν,  λύσας  θανάτου  τὰ  δεσμά·  εὐαγγελίζου  γῆ  χαρὰν  μεγάλην·  αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.  Στίχ.  ζ´.  Εὐλογητὸς  εἶ,  Κύριε,  ὁ  Θεὸς  τῶν  Πα‐ Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ·  αἰνεῖτε  αὐτὸν  ἐν  στερεώματι  τῆς  δυνάμεως  αὐτοῦ.  Ἀνάστασιν  Χριστοῦ  θεασάμενοι,  προσκυνή‐ σωμεν  ἅγιον  Κύριον,  Ἰησοῦν  τὸν  μόνον ἀνα‐ μάρτητον.  Στίχ.  γ´.  Αἰνεῖτε  αὐτὸν  ἐπὶ  ταῖς  δυναστείαις  αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐ γαλωσύνης αὐτοῦ.  Χριστοῦ  τὴν  ἀνάστασιν,  προσκυνοῦντες  οὐ  παυόμεθα· αὐτὸς γὰρ ἡμᾶς ἔσωσεν, ἐκ τῶν ἀ‐ νομιῶν  ἡμῶν·  ἅγιος  Κύριος  Ἰησοῦς,  ὁ  δείξας  τὴν ἀνάστασιν.  Στίχ.  δ´.  Αἰνεῖτε  αὐτὸν  ἐν  ἤχῳ  σάλπιγγος·  αἰ‐ νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.  Τί  ἀνταποδώσωμεν  τῷ  Κυρίῳ,  περὶ  πάντων  ὧν  ἀνταπέδωκεν  ἡμῖν;  δι᾿  ἡμᾶς  Θεὸς  ἐν  ἀν‐ θρώποις·  διὰ  τὴν  καταφθαρεῖσαν  φύσιν,  ὁ    αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐ σα πνοὴ αἰνεσάτω τὸν Κύριον.  Ὅλην συγκροτήσαντες...   τέρων ἡμῶν.  Ὅλην  εἰσδεξάμενοι,  τὴν  νοητὴν  λαμπηδόνα,  τοῦ  Ἁγίου  Πνεύματος,  τὸ  ὑπερφυέστατον  χρησμολόγημα,  τὸ  βραχὺ  ῥήματι,  καὶ  πολλῇ  συνέσει, θεοπνεύστως ἀπεφθέγξαντο, οἱ χρι‐ στοκήρυκες, εὐαγγελικῶν προϊστάμενοι, δογ‐ μάτων οἱ μακάριοι, καὶ τῶν εὐσεβῶν παραδό‐ σεων,  ἄνωθεν  λαβόντες,  τὴν  τούτων  ἀποκά‐ λυψιν  σαφῶς,  καὶ  φωτισθέντες  ἐξέθεντο,  πί‐ στιν θεοδίδακτον.  Στίχ. η´. Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ,  τοὺς  διατιθεμένους  τὴν  διαθήκην  αὐτοῦ  ἐπὶ  θυσίαις.  Ὅλην συλλεξάμενοι, ποιμαντικὴν ἐμπειρίαν,  καὶ  θυμὸν  κινήσαντες,  νῦν  τὸν  δικαιότατον  ἐνδικώτατα,  τοὺς  βαρεῖς  ἤλασαν,  καὶ  λοιμώ‐ δεις λύκους, τῇ σφενδόνῃ τῇ τοῦ Πνεύματος,  ἐκσφενδονήσαντες,  τοῦ  τῆς  Ἐκκλησίας  πλη‐ ρώματος, πεσόντας ὡς πρὸς θάνατον, καὶ ὡς  9
  • 10. ἀνιάτως  νοσήσαντας,  οἱ  θεῖοι  Ποιμένες,  ὡς  δοῦλοι  γνησιώτατοι  Χριστοῦ,  καὶ  τοῦ  ἐνθέου  κηρύγματος, μύσται ἱερώτατοι.  Δόξα. Τῶν Πατέρων. Ἦχος πλ. δ´.  Τῶν  ἁγίων  Πατέρων  ὁ  χορός,  ἐκ  τῶν  τῆς  οἰ‐ κουμένης  περάτων  συνδραμών,  Πατρὸς  καὶ  Υἱοῦ καὶ Πνεύματος Ἁγίου, μίαν οὐσίαν ἐδογ‐ μάτισε  καὶ  φύσιν·  καὶ  τὸ  μυστήριον  τῆς  Θεο‐ λογίας,  τρανῶς  παρέδωκε  τῇ  Ἐκκλησίᾳ.  Οὓς  εὐφημοῦντες  ἐν  πίστει,  μακαρίσωμεν  λέγον‐ τες·  Ὦ  θεία  παρεμβολή,  θεηγόροι  ὁπλῖται,  παρατάξεως Κυρίου· ἀστέρες πολύφωτοι, τοῦ  νοητοῦ  στερεώματος·  τῆς  μυστικῆς  Σιών,  οἱ  ἀκαθαίρετοι  πύργοι·  τὰ  μυρίπνοα  ἄνθη  τοῦ  Παραδείσου·  τὰ  πάγχρυσα  στόματα  τοῦ  Λό‐ γου· Νικαίας τὸ καύχημα, οἰκουμένης ἀγλάϊ‐ σμα, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν  ἡμῶν.  Καὶ νῦν. Θεοτοκίον.  Ὑπερευλογημένη  ὑπάρχεις,  *  Θεοτόκε  Παρ‐ θένε·  *  διὰ  γὰρ  τοῦ  ἐκ  σοῦ  σαρκωθέντος,  *  ὁ  ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, *  ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, *  ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι‐ ήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογη‐ τὸς  Χριστὸς  ὁ  Θεὸς  ἡμῶν,  *  ὁ  οὕτως  εὐδοκή‐ σας, δόξα σοι.  * * *  Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ  Δόξα  σοι  τῷ  δείξαντι  τὸ  φῶς.  *  Δόξα  ἐν  ὑψί‐ στοις  Θεῷ  *  καὶ  ἐπὶ  γῆς  εἰρήνη,  *  ἐν  ἀνθρώ‐ ποις εὐδοκία.  Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐ μέν  σε,  *  δοξολογοῦμέν  σε,  *  εὐχαριστοῦμέν  σοι * διὰ τὴν μεγάλην σου δόξαν.  Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐ τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐ στέ, * καὶ ἅγιον Πνεῦμα.  Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ  Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,  *  ἐλέησον  ἡμᾶς,  *  ὁ  αἴρων  τὰς  ἁμαρτίας  τοῦ  κόσμου.    Πρόσδεξαι  τὴν  δέησιν  ἡμῶν,  *  ὁ  καθήμενος  ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς.  Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, *  Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐ μήν.  Καθ᾿  ἑκάστην  ἡμέραν  εὐλογήσω  σε  *  καὶ  αἰ‐ νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν  αἰῶνα τοῦ αἰῶνος.  Καταξίωσον,  Κύριε,  *  ἐν  τῇ  ἡμέρᾳ  ταύτῃ  *  ἀ‐ ναμαρτήτους φυλαχθῆναι ἡμᾶς.  Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐ μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐ μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν.  Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * κα‐ θάπερ ἠλπίσαμεν ἐπὶ σέ.  Εὐλογητὸς  εἶ,  Κύριε·  *  δίδαξόν  με  τὰ  δικαιώ‐ ματά σου. (ἐκ γ´)  Κύριε,  *  καταφυγὴ  ἐγενήθης  ἡμῖν  *  ἐν  γενεᾷ  καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με·  *  ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι.  Κύριε,  πρὸς  σὲ  κατέφυγον·  *  δίδαξόν  με  τοῦ  ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου.  Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐ ψόμεθα φῶς.  Παράτεινον  τὸ  ἔλεός  σου  *  τοῖς  γινώσκουσί  σε.  Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐ τος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´)  Δόξα. Καὶ νῦν.  Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς.  Καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ·  Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐ τος· * ἐλέησον ἡμᾶς.  Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β´.  Ἀναστὰς ἐκ τοῦ μνήματος  * καὶ τὰ δεσμὰ δι‐ αῤῥήξας  τοῦ  ᾅδου,  *  ἔλυσας  τὸ  κατάκριμα  τοῦ  θανάτου,  Κύριε,  *  πάντας  ἐκ  τῶν  παγί‐ δων  τοῦ  ἐχθροῦ  ῥυσάμενος·  *  ἐμφανίσας  σε‐ αυτὸν  τοῖς  ἀποστόλοις  σου  *  ἐξαπέστειλας  αὐτοὺς ἐπὶ τὸ κήρυγμα * καὶ δι᾿ αὐτῶν τὴν εἰ‐ 10
  • 11. ρήνην * παρέσχες τῇ οἰκουμένῃ, * μόνε πολυ‐ έλεε.  ἢ  τὸ ἕτερον σύνηθες. Ἦχος δ´.  Σήμερον  σωτηρία  τῷ  κόσμῳ  γέγονεν·  *  ᾄσω‐ μεν τῷ ἀναστάντι ἐκ τάφου * καὶ ἀρχηγῷ τῆς  ζωῆς  ἡμῶν·  *  καθελὼν  γὰρ  τῷ  θανάτῳ  τὸν  θάνατον * τὸ νῖκος ἔδωκεν ἡμῖν * καὶ τὸ μέγα  ἔλεος.  * * * * *  ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ  Ἀντίφωνα τῶν Κυριακῶν  Ἀντίφωνον Α´. Ἦχος β´. (Ψαλμὸς ρβ´)  Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ  πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.  Ταῖς  πρεσβείαις  τῆς  Θεοτόκου,  *  Σῶτερ,  σῶ‐ σον ἡμᾶς.  Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ  μὴ  ἐπιλανθάνου  πάσας  τὰς  ἀνταποδόσεις  αὐτοῦ.  Ταῖς πρεσβείαις τῆς Θεοτόκου...  Στίχ.  γ´.  Κύριος  ἐν  τῷ  οὐρανῷ  ἡτοίμασε  τὸν  θρόνον αὐτοῦ,  καὶ ἡ βασιλεία αὐτοῦ πάντων  δεσπόζει.  Ταῖς πρεσβείαις τῆς Θεοτόκου...  Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐ νατος  ὑπάρχων  *  καὶ  καταδεξάμενος  *  διὰ  τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς  ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, *  ἀτρέπτως  ἐνανθρωπήσας,  *  σταυρωθείς  τε,  Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, *  εἷς  ὢν  τῆς  ἁγίας  Τριάδος,  *  συνδοξαζόμενος  τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐ μᾶς.  Ἀντίφωνον Γ´. Ἦχος Ἦχος βαρύς.  (Ψαλμὸς ριζ´)  Στίχ.  α´.  Ἐξομολογεῖσθε  τῷ  Κυρίῳ,  ὅτι  ἀγα‐ θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.  Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος βαρύς.  Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον· ἠνέ‐ ῳξας  τῷ  λῃστῇ  τὸν  Παράδεισον·  τῶν  Μυρο‐ φόρων  τὸν  θρῆνον  μετέβαλες,  καὶ  τοῖς  σοῖς  Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης  Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔ‐ λεος.  Στίχ.  β´. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι  τὸν  Κύριον,  ὅτι  ἀγαθός,  ὅτι  εἰς  τὸν  αἰῶνα  τὸ  ἔλεος αὐτοῦ.  Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον.  Στίχ. δ´.  Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα  Στίχ. γ´.  Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος·  αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.  Ταῖς πρεσβείαις τῆς Θεοτόκου...  Δόξα. Καὶ νῦν.  Ταῖς πρεσβείαις τῆς Θεοτόκου...  ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.  Ἀντίφωνον Β´. Ἦχος β´. (Ψαλμὸς ρμε´)  Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω  Κύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕως  ὑπάρχω.  Σῶσον  ἡμᾶς,  Υἱὲ  Θεοῦ,  *  ὁ  ἀναστὰς  ἐκ  νε‐ κρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα.  Στίχ.  β´.  Μακάριος,  οὗ  ὁ  Θεὸς  Ἰακὼβ  βοηθὸς  αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐ‐ τοῦ.  Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς ...  Στίχ.  γ´.  Τὸν  ποιήσαντα  τὸν  οὐρανὸν  καὶ  τὴν  γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς.  Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς ...  Στίχ.  δ´.  Βασιλεύσει  Κύριος  εἰς  τὸν  αἰῶνα,  ὁ  Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.  Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς ...  Δόξα. Καὶ νῦν.    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον.  * * *  ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ  Εἰσοδικόν. Ἦχος β´.   (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν)  Δεῦτε  προσκυνήσωμεν  καὶ  προσπέσωμεν  Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ  νεκρῶν…   … ψάλλοντάς σοι, Ἀλληλούϊα.  * * *  Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος βαρύς.  (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον)  Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον· ἠνέ‐ ῳξας  τῷ  λῃστῇ  τὸν  Παράδεισον·  τῶν  Μυρο‐ φόρων  τὸν  θρῆνον  μετέβαλες,  καὶ  τοῖς  σοῖς  Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης  Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔ‐ λεος.  11
  • 12. Ἀπολυτίκιον τῶν Πατέρων. Ἦχος πλ. δ´.  Ὑπερδεδοξασμένος  εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ  φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμε‐ λιώσας, καὶ δι᾿ αὐτῶν πρὸς τὴν ἀληθινὴν πί‐ στιν,  πάντας  ἡμᾶς  ὁδηγήσας,  πολυεύσπλαγ‐ χνε δόξα σοι.  Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ.  Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β´.  (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον)  Προστασία * τῶν Χριστιανῶν ἀκαταίσχυντε, *  μεσιτεία  *  πρὸς  τὸν  ποιητὴν  ἀμετάθετε,  *  μὴ  παρίδῃς  *  ἁμαρτωλῶν  δεήσεων  φωνάς,  *  ἀλ‐ λὰ  πρόφθασον  ὡς  ἀγαθὴ  *  εἰς  τὴν  βοήθειαν  ἡμῶν, * τῶν πιστῶς κραυγαζόντων σοι·  * Τά‐ χυνον  εἰς  πρεσβείαν  *  καὶ  σπεῦσον  εἰς  ἱκεσί‐ αν, * ἡ προστατεύουσα ἀεί, * Θεοτόκε, τῶν τι‐ μώντων σε.  * * *  ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ  * * *  ΑΠΟΣΤΟΛΟΣ  (Κυριακῆς τῶν Πατέρων)  Προκείμενον τῶν Πατέρων  Ἦχος δ´. Ὕμνος Τριῶν Παίδων (Δανιὴλ γ´)   [Προσευχὴ Ἀζαρίου]  Εὐλογητὸς  εἶ,  Κύριε,  ὁ  Θεὸς  τῶν  πατέρων  ἡ‐ μῶν.  Στίχ. Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡ‐ μῖν.  Πρὸς  Τίτον  Ἐπιστολῆς  Παύλου  τὸ  Ἀνάγνω‐ σμα.  (Τίτ. γ´ 8‐15)  Τέκνον Τίτε, πιστὸς ὁ λόγος· καὶ περὶ τούτων  βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι  καλῶν  ἔργων  προΐστασθαι  οἱ  πεπιστευκότες  τῷ Θεῷ· ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς  ἀνθρώποις.  Μωρὰς  δὲ ζητήσεις  καὶ  γενεαλο‐ γίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο·  εἰσὶ  γὰρ  ἀνωφελεῖς  καὶ  μάταιοι.  Αἱρετικὸν  ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν  παραιτοῦ,  εἰδὼς  ὅτι  ἐξέστραπται  ὁ  τοιοῦτος  καὶ  ἁμαρτάνει  ὢν  αὐτοκατάκριτος.  Ὅταν  πέμψω Ἀρτεμᾶν πρὸς σέ, ἢ Τυχικόν, σπούδα‐ σον  ἐλθεῖν  πρός  με  εἰς  Νικόπολιν·  ἐκεῖ  γὰρ  κέκρικα  παραχειμάσαι.  Ζηνᾶν  τὸν  νομικὸν    καὶ  Ἀπολλὼ  σπουδαίως  πρόπεμψον,  ἵνα  μη‐ δὲν αὐτοῖς λείπῃ. Μανθανέτωσαν δὲ καὶ οἱ ἡ‐ μέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀ‐ ναγκαίας  χρείας,  ἵνα  μὴ  ὦσιν  ἄκαρποι.  Ἀ‐ σπάζονταί  σε  οἱ  μετ᾿  ἐμοῦ  πάντες.  Ἄσπασαι  τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ  πάντων ὑμῶν· ἀμήν.  Ἀλληλούϊα (γ´)  Ἦχος δ´. (Ψαλμὸς μγ´)  Στίχ. Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.  Στίχ. Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν.  * * *  ΕΥΑΓΓΕΛΙΟΝ  Κυριακῆς Δ´ Λουκᾶ  Ἐκ τοῦ κατὰ Λουκᾶν   (η´ 5‐15)  Εἶπεν  ὁ  Κύριος  τὴν  παραβολὴν  ταύτην·  Ἐξῆλθεν  ὁ  σπείρων  τοῦ  σπεῖραι  τὸν  σπόρον  αὐτοῦ.  Καὶ  ἐν  τῷ  σπείρειν  αὐτόν,  ὃ  μὲν  ἔπεσε  παρὰ  τὴν  ὁδόν,  καὶ  κατεπατήθη,  καὶ  τὰ  πετεινὰ  τοῦ οὐρανοῦ κατέφαγεν αὐτό· καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέ‐ τραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα· καὶ ἕτερον  ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀ‐ πέπνιξαν  αὐτό·  καὶ  ἕτερον  ἔπεσεν  ἐπὶ  τὴν  γῆν  τὴν  ἀγαθήν,  καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. Ἐπηρώτων δὲ  αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Τίς εἴη ἡ παραβολὴ αὕτη;  Ὁ δὲ εἶπεν· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας  τοῦ  Θεοῦ,  τοῖς  δὲ  λοιποῖς  ἐν  παραβολαῖς,  ἵνα  βλέποντες  μὴ  βλέπωσι  καὶ  ἀκούοντες  μὴ  συνιῶσιν.  Ἔστι  δὲ  αὕτη  ἡ  παρα‐ βολή· Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ· οἱ δὲ παρὰ τὴν ὁδόν  εἰσιν  οἱ  ἀκούσαντες,  εἶτα  ἔρχεται  ὁ  διάβολος  καὶ  αἴρει  τὸν  λόγον  ἀπὸ  τῆς  καρδίας  αὐτῶν,  ἵνα  μὴ  πιστεύσαντες  σωθῶ‐ σιν. Οἱ δὲ ἐπὶ τῆς πέτρας, οἳ ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέ‐ χονται  τὸν  λόγον,  καὶ  οὗτοι  ῥίζαν  οὐκ  ἔχουσιν,  οἳ  πρὸς  και‐ ρὸν  πιστεύουσι  καὶ  ἐν  καιρῷ  πειρασμοῦ  ἀφίστανται.  Τὸ  δὲ  εἰς  τὰς  ἀκάνθας  πεσόν,  οὗτοί  εἰσιν  οἱ  ἀκούσαντες,  καὶ  ὑπὸ  μεριμνῶν  καὶ  πλούτου  καὶ  ἡδονῶν  τοῦ  βίου  πορευόμενοι  συμπνίγονται καὶ οὐ τελεσφοροῦσι. Τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗ‐ τοί  εἰσιν  οἵτινες  ἐν  καρδίᾳ  καλῇ  καὶ  ἀγαθῇ  ἀκούσαντες  τὸν  λόγον κατέχουσι καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ. Ταῦτα λέ‐ γων ἐφώνει· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.  Δόξα σοι, Κύριε, δόξα σοι.  * * *  Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου  * * *  Εἰς τό· Ἐξαιρέτως…  Ἄξιόν  ἐστιν  ὡς  ἀληθῶς  *  μακαρίζειν  σε  τὴν  Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώ‐ μητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τι‐ μιωτέραν  τῶν  Χερουβὶμ  *  καὶ  ἐνδοξοτέραν  *  ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως *  Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον,  * σὲ μεγαλύνομεν.  12
  • 13. * * *  Κοινωνικόν.  Αἰνεῖτε  τὸν  Κύριον  ἐκ  τῶν  οὐρανῶν.  Ἀλλη‐ λούϊα.  Μετὰ τὴν μετάδοσιν. Ἦχος β´.  Εἴδομεν  τὸ  φῶς  τὸ  ἀληθινόν,  *  ἐλάβομεν  Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ,  *  ἀδιαίρετον  Τριάδα  προσκυνοῦντες·  *  αὕτη  γὰρ ἡμᾶς ἔσωσε.  Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί…  Ἦχος β´.  Πληρωθήτω  τὸ  στόμα  ἡμῶν  *  αἰνέσεώς  σου,  Κύριε, * ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, * ὅτι  ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυ‐ στηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, *  ὅλην  τὴν  ἡμέραν  *  μελετᾶν  τὴν  δικαιοσύνην  σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.  Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´.  Εἴη  τὸ  ὄνομα  Κυρίου  εὐλογημένον  *  ἀπὸ  τοῦ  νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´)  Ὁ ἀναστὰς ἐκ νεκρῶν Ἀπόλυσις· Ὁ  ἀναστὰς  ἐκ  νεκρῶν....  Δι᾿ εὐχῶν... Ἀμήν.  * * * * *  Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε  καὶ διανέμεται δωρεὰν  ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο  http://akolouthies.wordpress.com      Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων  Ἕτερον Ἀπολυτίκιον.  Ἦχος δ´. Ταχὺ προκατάλαβε.  Ταῖς  θείαις  τοῦ  Πνεύματος,  καὶ  ἑπταρίθμοις  αὐγαῖς,  Πατέρες  οἱ  ἔνθεοι,  καταυγασθέντες  τὸν  νοῦν,  ἑβδόμην  συνέλευσιν,  ἤθροισαν  ἐκ  περάτων, ἐν Νικαίᾳ τῇ πόλει, ἱδρύσαντες θε‐ οφρόνως,  τὰς  πανσέπτους  Εἰκόνας.  Αὐτῶν  μετ᾿ εὐφροσύνης, τῇ μνήμῃ ᾄσωμεν.    Ἀπολυτίκιον τῶν Μαρτύρων.  Ἦχος γ´. Θείας πίστεως.  Βίον  ἔνθεον  διαδραμόντες,  Χριστοῦ  ὤφθητε  συγκληρονόμοι, δι᾿ ἀθλήσεως ἐχθρὸν τροπω‐ σάμενοι, Κάρπε σοφὲ καὶ κλεινὲ Ἀγαθόδωρε,  Ἀγαθονίκη καὶ Πάπυλε ἔνδοξε, θεῖοι Μάρτυ‐ ρες,  Χριστῷ  τῷ  Θεῷ  πρεσβεύσατε,  δωρήσα‐ σθαι ἡμῖν τὸ μέγα ἔλεος.  Ἀπολυτίκιον τῆς Μάρτυρος.  Ἦχος γ´. Θείας πίστεως.  Σκεῦος χρύσεον τῆς παρθενίας καὶ ἀκήρατος  νύμφη  Κυρίου  ἐχρημάτισας,  Χρυσῆ  καλλι‐ πάρθενε· τὴν γὰρ ἁγνείαν ἀμέμπτως φυλάτ‐ τουσα,  ὑπὲρ  Χριστοῦ  θεοφρόνως  ἐνήθλησας.  Μάρτυς  ἔνδοξε,  ἱκέτευε  τὸν  Νυμφίον  σου  δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.  Ἀπολυτίκιον Διακόνου Βενιαμίν.   Ἦχος α´. Τῆς ἐρήμου πολίτης.  Τῆς  Περσίας  τὸν  γόνον,  καὶ  πιστῶν  μέγα  καύχημα,  εὖχος  τὸ  λαμπρὸν  διακόνων,  καὶ  μαρτύρων  ἀγλάϊσμα·  τιμήσωμεν  σεπτὸν  Βε‐ νιαμίν, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς·  ἀ‐ ρετὰς  αὐτοῦ  ζηλοῦντες  τὰς  ἱεράς,  καὶ  ὁμο‐ φρόνως  κράζοντες·  Δόξα  τῷ  σὲ  δοξάσαντι  Χριστῷ,  δόξα  τῷ  σὲ  στεφανώσαντι,  δόξα  τῷ  ἐν  τοῖς  ἄθλοις  σε  στεῤῥὸν  λαμπρῶς  ἀναδεί‐ ξαντι.  Ἀπολυτίκιον Μάρτυρος Φλωρεντίου.   Ἦχος α´. Τῆς ἐρήμου πολίτης.  Ἀθλοφόρε  Κυρίου  καὶ  τῆς  πίστεως  πρόμαχε,  κλέος  Ἀθλητῶν  καὶ  Ἀγγέλων,  συμπολῖτα  Φλωρέντιε,  μὴ  παύσῃ  ἱκετεύων  ἐκτενῶς,  τὸν  μόνον  ὑπεράγαθον  Θεόν,  ὑπὲρ  πάντων  τῶν  τελούντων σου εὐλαβῶς, τὴν μνήμην καὶ βο‐ ώντων  σοι·  δόξα  τῷ  σὲ  κρατύναντι  Χριστῷ,  δόξα  τῷ  σὲ  στεφανώσαντι,  δόξα  τῷ  χορη‐ γοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.        13