SlideShare a Scribd company logo
1 of 74
Download to read offline
Tὸ λεξιλόγειον τοῦ παρόντος, ὡς ἔχει, ὑπόκειται εἰς τὰς δεσμεύσεις τοῦ νόμου περὶ πνευματικῆς ἰδιοκτησίας.
Πᾶσα μὴ ἐρευνητικῆς φύσεως χρῆσις τοῦ λεξιλογείου ἀπαιτεῖ τὴν προέγκρισιν τοῦ διαχειριστοῦ τοῦ
ἱστοτόπου τοῦ συνδέσμου τῆς τάξεως τῆς Σ.Σ.Ε. 1971
Tὸ λεξιλόγειον τοῦ παρόντος, ὡς ἔχει, ὑπόκειται εἰς τὰς δεσμεύσεις τοῦ νόμου περὶ πνευματικῆς ἰδιοκτησίας.
Πᾶσα μὴ ἐρευνητικῆς φύσεως χρῆσις τοῦ λεξιλογείου ἀπαιτεῖ τὴν προέγκρισιν τοῦ διαχειριστοῦ τοῦ
ἱστοτόπου τοῦ συνδέσμου τῆς τάξεως τῆς Σ.Σ.Ε. 1971
ΕΥΧΑΡΙΣΤΙΑΙ
Τὸ ἀνὰ χεῖρας πόνημα ἐπετεύχθη τῇ πολυετῇ, ἀόκνῳ ἄμα καὶ ἀφιλοκερδῇ προσφορᾷ τοῦ φιλτάτου
συνεργάτου ἐν Εὐρωπαϊκῇ Ἐνώσῃ, ἐξόχου προγραμματιστοῦ καὶ συνέλληνος κ. Ἀριστείδου Γουναρᾶ
ὅστις συνεχίζει συνδράμων πρὸς ἐπίτευξιν τοῦ ἀπωτάτου στόχου αὐτομάτου μετρικοῦ συλλαβισμοῦ
καὶ μετρικῆς ἀναλύσεως παντὸς, διασωθέντος μέχρις ἡμῶν, ποιήματος ἐπικῆς ἤ λυρικῆς φύσεως τῆς
τῶν Ἑλλήνων κληρονομίας. Ὄντας γνώστης τοῦ ὄγκου τῆς προσπαθείας ὡς καὶ τοῦ ἐλευθέρου χρόνου
τὸν ὁποῖον ἀφιέρωσεν καὶ συνεχίζει ἀφιερῶν, ὀφείλω, εἰς ἔνδειξιν ἐλαχιστοτάτης εὐγνωμοσύνης,
εὐχαριστεῖν τὸν κ. Γουναράν εὐχόμενος ἐπίτευξιν τοῦ ἀντικειμενικοῦ σκοποῦ.
Ἕτερος «δράστης» διὰ τὴν ὅποιαν ὁλοκλήρωσιν τοῦ παρόντος πονήματος ἦτο καὶ παραμένει ὁ
συμμαθητής, ἐν τῷ ἱερῷ χώρῳ τῆς Στρατιωτικῆς Σχολῆς Εὐελπίδων (Σ.Σ.Ε. 1967-1971) καὶ νῦν
διαχειριστὴς τοῦ ἱστοτόπου τῆς τάξεώς μας, φίλτατος Διαμαντὴς Κωνσταντῖνος.
Τέλος, ὑποχρεοῦμεθα νὰ εὐχαριστήσωμεν τὴν πληθώραν ἐκείνων οἱ ὁποῖοι διαθέτουν καὶ ἐπιτρέπουν
τὴν ἐν διαδικτύῳ ἐλευθέραν πρόσβασιν εἰς τὸ πρωτότυπον κείμενον.
Ἀντὶ προλόγου
Τῇ βοηθείᾳ τοῦ προγράμματος word τῆς Microsoft, ἐπεχειρήθη δειγματολειπτικὴ σύγκρισις τῶν
αὐτῶν ῥαψῳδιῶν, ληφθεισῶν ἐκ διαφόρων ἱστοτόπων. Ἀτυχῶς ὁ ἔλεγχος ἔδειξεν ὅτι ὑπάρχουν
διαφοραὶ, πρώτιστα εἰς τονισμὸν, κόμματα, ἄνω τελείας, ἀποστρόφους, λέξεις ἀρχιζούσας διὰ μικροῦ
γράμματος μολονότι προηγεῖται τὸ σημεῖον στίξεως τῆς τελείας καὶ πλῆθος ἄλλων μικροτέρας ἤ
μεγαλυτέρας σημασίας ὡς αὐτοτελῆ σύμφωνα μὴ συνοδευόμενα ὑπὸ ἀποστρόφου κ.ο.κ.
Πρὸ αὐτῆς τῆς εἰκόνος, καὶ δεδομένου ὅτι ἦτο πρακτικῶς ἀδύνατος ἡ ἰδίοις μέσοις πληκτρολόγησις
τῆς Ἰλιάδος, ἐπελέγη τυχαίως ἕν κείμενον τὸ ὁποῖον καὶ ἐπεξεργάσθημεν.
Ὡς ἐκ τούτου δεχόμεθα εὐχαρίστως τὴν οἱανδήποτε κριτικὴν καὶ ὑποδείξεις διορθώσεων πρὸς
βελτίωσιν τοῦ παρόντος.
Ἡ ἐκτελεσθεῖσα ἐπεξεργασία συνίσταται εἰς τὴν ἀπαλοιφὴν τυπογραφικῶν ἁμαρτημάτων ὡς ἡ
ὕπαρξις δύο κενῶν διαστημάτων μεταξὺ διαδοχικῶν λέξεων, ἡ ἀντικατάστασις τῶν τονιζομένων
φωνηέντων διὰ τοῦ ὀρθοῦ χαρακτῆρος. Διὰ νὰ καταστῇ τοῦτον σαφὲς τονίζεται ὅτι διὰ τὰς ἀνάγκας
λειτουργίας τοῦ προγράμματος, τὰ τονιζόμενα φωνήεντα εἰς τὸ μονοτονικὸν σύστημα εἶναι διάφορα
τοῦ τονισμοῦ των εἰς τὸ πολυτονικὸν σύστημα. Οὕτω, τὸ «ά» τοῦ μονοτονικοῦ ὁμοιάζει μὲ τὸ «ά» τοῦ
πολυτονικοῦ πλὴν ἡ προγραμματιστικὴ των ἀναπαράστασις, μὴ ὀρατὴ εἰς τὸν τελικὸν χρήστην, εἶναι
τελείως διάφορος. Τέλος, ἐχρωματίσθησαν καὶ ἠριθμήθησαν οἱ στίχοι διὰ τὴν εὐχερὴν ἀνεύρεσιν τῶν
ἐν τῷ λεξιλογείῳ ἀναφερομένων στίχων καὶ, τῇ βοηθείᾳ τοῦ προγράμματος συνετάχθη τὸ λεξιλόγειον
ἀνὰ ῥαψωδίαν καὶ ἐν τῷ συνόλῳ τοῦ ἔπους.
Τὸ πόνημα ἀπευθύνεται εἰς τοὺς μελετητὰς καὶ οὐχὶ ἁπλοὺς ἀναγνώστας τοῦ ἔπους.
Καλὴν μελέτην
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 3 ἐκ 74
Ὁμήρου Ἰλιάς Ῥαψῳδία Δ – λέξεις: 1983
Εἰς τὸ τέλος τῆς ῥαψῳδίας παρατίθεται τὸ λεξιλόγειον αὐτῆς ἄνευ ἑρμηνευτικῶν σχολίων
Οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο
χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη
νέκταρ ἐοινοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι
δειδέχατ’ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες·
αὐτίκ’ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην Δ 05
κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων·
δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων
Ἥρη τ’ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη.
ἀλλ’ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι
τέρπεσθον· τῷ δ’ αὖτε φιλομειδὴς Ἀφροδίτη Δ 10
αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει·
καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι.
ἀλλ’ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου·
ἡμεῖς δὲ φραζώμεθ’ ὅπως ἔσται τάδε ἔργα,
ἤ ῥ’ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν Δ 15
ὄρσομεν, ἦ φιλότητα μετ’ ἀμφοτέροισι βάλωμεν.
εἰ δ’ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο,
ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος,
αὖτις δ’ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο.
Ὣς ἔφαθ’, αἳ δ’ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη· Δ 20
πλησίαι αἵ γ’ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 4 ἐκ 74
ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε
σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·
Ἥρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·
αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες· Δ 25
πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδ’ ἀτέλεστον,
ἱδρῶ θ’ ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι
λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν.
ἕρδ’· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
Τὴν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· Δ 30
δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες
τόσσα κακὰ ῥέζουσιν, ὅ τ’ ἀσπερχὲς μενεαίνεις
Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον;
εἰ δὲ σύ γ’ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ
ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας Δ 35
ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο.
ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω
σοὶ καὶ ἐμοὶ μέγ’ ἔρισμα μετ’ ἀμφοτέροισι γένηται.
ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι Δ 40
τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,
μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μ’ ἐᾶσαι·
καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ·
αἳ γὰρ ὑπ’ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 5 ἐκ 74
ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων, Δ 45
τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ
καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης
λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
Τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη· Δ 50
ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες
Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη·
τὰς διαπέρσαι ὅτ’ ἄν τοι ἀπέχθωνται περὶ κῆρι·
τάων οὔ τοι ἐγὼ πρόσθ’ ἵσταμαι οὐδὲ μεγαίρω.
εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι, Δ 55
οὐκ ἀνύω φθονέουσ’ ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι.
ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον·
καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί,
καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης,
ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις Δ 60
κέκλημαι, σὺ δὲ πᾶσι μετ’ ἀθανάτοισιν ἀνάσσεις.
ἀλλ’ ἤτοι μὲν ταῦθ’ ὑποείξομεν ἀλλήλοισι,
σοὶ μὲν ἐγώ, σὺ δ’ ἐμοί· ἐπὶ δ’ ἕψονται θεοὶ ἄλλοι
ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι
ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν, Δ 65
πειρᾶν δ’ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 6 ἐκ 74
Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
αὐτίκ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
αἶψα μάλ’ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς, Δ 70
πειρᾶν δ’ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
Ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα.
οἷον δ’ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω Δ 75
ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν
λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται·
τῷ ἐϊκυῖ’ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη,
κὰδ δ’ ἔθορ’ ἐς μέσσον· θάμβος δ’ ἔχεν εἰσορόωντας
Τρῶάς θ’ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς· Δ 80
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
ἦ ῥ’ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ
ἔσσεται, ἢ φιλότητα μετ’ ἀμφοτέροισι τίθησι
Ζεύς, ὅς τ’ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
Ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε. Δ 85
ἣ δ’ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθ’ ὅμιλον
Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ,
Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι.
εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε
ἑσταότ’· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων Δ 90
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 7 ἐκ 74
λαῶν, οἵ οἱ ἕποντο ἀπ’ Αἰσήποιο ῥοάων·
ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον.
τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν,
πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο, Δ 95
ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ.
τοῦ κεν δὴ πάμπρωτα παρ’ ἀγλαὰ δῶρα φέροιο,
αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν
σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντ’ ἀλεγεινῆς.
ἀλλ’ ἄγ’ ὀΐστευσον Μενελάου κυδαλίμοιο, Δ 100
εὔχεο δ’ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.
Ὣς φάτ’ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν·
αὐτίκ’ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς Δ 105
ἀγρίου, ὅν ῥά ποτ’ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας
πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι
βεβλήκει πρὸς στῆθος· ὃ δ’ ὕπτιος ἔμπεσε πέτρῃ.
τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει·
καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων, Δ 110
πᾶν δ’ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην.
καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ
ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 8 ἐκ 74
μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν
πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν. Δ 115
αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δ’ ἕλετ’ ἰὸν
ἀβλῆτα πτερόεντα μελαινέων ἕρμ’ ὀδυνάων·
αἶψα δ’ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν,
εὔχετο δ’ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην Δ 120
οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.
ἕλκε δ’ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια·
νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον.
αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,
λίγξε βιός, νευρὴ δὲ μέγ’ ἴαχεν, ἆλτο δ’ ὀϊστὸς Δ 125
ὀξυβελὴς καθ’ ὅμιλον ἐπιπτέσθαι μενεαίνων.
Οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο
ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη,
ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν.
ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ Δ 130
παιδὸς ἐέργῃ μυῖαν ὅθ’ ἡδέϊ λέξαται ὕπνῳ,
αὐτὴ δ’ αὖτ’ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες
χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ.
ἐν δ’ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός·
διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο, Δ 135
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 9 ἐκ 74
μίτρης θ’, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων,
ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς.
ἀκρότατον δ’ ἄρ’ ὀϊστὸς ἐπέγραψε χρόα φωτός·
αὐτίκα δ’ ἔῤῥεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς. Δ 140
Ὡς δ’ ὅτε τίς τ’ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ
Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων·
κεῖται δ’ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο
ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα,
ἀμφότερον κόσμός θ’ ἵππῳ ἐλατῆρί τε κῦδος· Δ 145
τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ
εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλ’ ὑπένερθε.
Ῥίγησεν δ’ ἄρ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
ὡς εἶδεν μέλαν αἷμα καταῤῥέον ἐξ ὠτειλῆς·
ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος. Δ 150
ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας
ἄψοῤῥόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη.
τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων
χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δ’ ἑταῖροι·
φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκι’ ἔταμνον Δ 155
οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι,
ὥς σ’ ἔβαλον Τρῶες, κατὰ δ’ ὅρκια πιστὰ πάτησαν.
οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν
σπονδαί τ’ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν.
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 10 ἐκ 74
εἴ περ γάρ τε καὶ αὐτίκ’ Ὀλύμπιος οὐκ ἐτέλεσσεν, Δ 160
ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν
σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν.
εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
ἔσσεται ἦμαρ ὅτ’ ἄν ποτ’ ὀλώλῃ Ἴλιος ἱρὴ
καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο, Δ 165
Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι
τῆσδ’ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα·
ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε
αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο. Δ 170
καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην·
αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης·
κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν
Ἀργείην Ἑλένην· σέο δ’ ὀστέα πύσει ἄρουρα
κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ. Δ 175
καί κέ τις ὧδ’ ἐρέει Τρώων ὑπερηνορεόντων
τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο·
αἴθ’ οὕτως ἐπὶ πᾶσι χόλον τελέσει’ Ἀγαμέμνων,
ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδ’ Ἀχαιῶν,
καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν Δ 180
σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον.
ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών.
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 11 ἐκ 74
Τὸν δ’ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος·
θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν·
οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν Δ 185
εἰρύσατο ζωστήρ τε παναίολος ἠδ’ ὑπένερθε
ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.
Τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε·
ἕλκος δ’ ἰητὴρ ἐπιμάσσεται ἠδ’ ἐπιθήσει Δ 190
φάρμαχ’ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων.
Ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα·
Ταλθύβι’ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον
φῶτ’ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος,
ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν, Δ 195
ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς
Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.
Ὣς ἔφατ’, οὐδ’ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,
βῆ δ’ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων
παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν Δ 200
ἑσταότ’· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.
ἀγχοῦ δ’ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
ὄρσ’ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων,
ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν, Δ 205
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 12 ἐκ 74
ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς
Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.
Ὣς φάτο, τῷ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·
βὰν δ’ ἰέναι καθ’ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν.
ἀλλ’ ὅτε δή ῥ’ ἵκανον ὅθι ξανθὸς Μενέλαος Δ 210
βλήμενος ἦν, περὶ δ’ αὐτὸν ἀγηγέραθ’ ὅσσοι ἄριστοι
κυκλόσ’, ὃ δ’ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς,
αὐτίκα δ’ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν·
τοῦ δ’ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι.
λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδ’ ὑπένερθε Δ 215
ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες.
αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθ’ ἔμπεσε πικρὸς ὀϊστός,
αἷμ’ ἐκμυζήσας ἐπ’ ἄρ’ ἤπια φάρμακα εἰδὼς
πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων.
Ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον, Δ 220
τόφρα δ’ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων·
οἳ δ’ αὖτις κατὰ τεύχε’ ἔδυν, μνήσαντο δὲ χάρμης.
Ἔνθ’ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον
οὐδὲ καταπτώσσοντ’ οὐδ’ οὐκ ἐθέλοντα μάχεσθαι,
ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν. Δ 225
ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ·
καὶ τοὺς μὲν θεράπων ἀπάνευθ’ ἔχε φυσιόωντας
Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο·
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 13 ἐκ 74
τῷ μάλα πόλλ’ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν
γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα· Δ 230
αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν·
καί ῥ’ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων,
τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν·
Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς·
οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετ’ ἀρωγός, Δ 235
ἀλλ’ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο
τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται,
ἡμεῖς αὖτ’ ἀλόχους τε φίλας καὶ νήπια τέκνα
ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν.
Οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο, Δ 240
τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν·
Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε;
τίφθ’ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί,
αἵ τ’ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι
ἑστᾶσ’, οὐδ’ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή· Δ 245
ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε.
ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες
εἰρύατ’ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης,
ὄφρα ἴδητ’ αἴ κ’ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων;
Ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν· Δ 250
ἦλθε δ’ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 14 ἐκ 74
οἳ δ’ ἀμφ’ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο·
Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν,
Μηριόνης δ’ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας.
τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, Δ 255
αὐτίκα δ’ Ἰδομενῆα προσηύδα μειλιχίοισιν·
Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων
ἠμὲν ἐνὶ πτολέμῳ ἠδ’ ἀλλοίῳ ἐπὶ ἔργῳ
ἠδ’ ἐν δαίθ’, ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον
Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται. Δ 260
εἴ περ γάρ τ’ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ
δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ
ἕστηχ’, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.
ἀλλ’ ὄρσευ πόλεμον δ’ οἷος πάρος εὔχεαι εἶναι.
Τὸν δ’ αὖτ’ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· Δ 265
Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος
ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα·
ἀλλ’ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς
ὄφρα τάχιστα μαχώμεθ’, ἐπεὶ σύν γ’ ὅρκι’ ἔχευαν
Τρῶες· τοῖσιν δ’ αὖ θάνατος καὶ κήδε’ ὀπίσσω Δ 270
ἔσσετ’ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.
Ὣς ἔφατ’, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ·
ἦλθε δ’ ἐπ’ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·
τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν.
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 15 ἐκ 74
ὡς δ’ ὅτ’ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ Δ 275
ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς·
τῷ δέ τ’ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα
φαίνετ’ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν,
ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα·
τοῖαι ἅμ’ Αἰάντεσσι διοτρεφέων αἰζηῶν Δ 280
δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες
κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι.
καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
Αἴαντ’ Ἀργείων ἡγήτορε χαλκοχιτώνων, Δ 285
σφῶϊ μέν· οὐ γὰρ ἔοικ’ ὀτρυνέμεν· οὔ τι κελεύω·
αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι.
αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο·
τώ κε τάχ’ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος Δ 290
χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
Ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετ’ ἄλλους·
ἔνθ’ ὅ γε Νέστορ’ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν
οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι
ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε Δ 295
Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν·
ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 16 ἐκ 74
πεζοὺς δ’ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς
ἕρκος ἔμεν πολέμοιο· κακοὺς δ’ ἐς μέσσον ἔλασσεν,
ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι. Δ 300
ἱππεῦσιν μὲν πρῶτ’ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει
σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ·
μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς
οἶος πρόσθ’ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,
μηδ’ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε. Δ 305
ὃς δέ κ’ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερ’ ἅρμαθ’ ἵκηται
ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω.
ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχε’ ἐπόρθεον
τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.
Ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς· Δ 310
καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
ὦ γέρον εἴθ’ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
ὥς τοι γούναθ’ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη·
ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις Δ 315
ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι.
Τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς
ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν.
ἀλλ’ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν· Δ 320
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 17 ἐκ 74
εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει.
ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω
βουλῇ καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων.
αἰχμὰς δ’ αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο
ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν. Δ 325
Ὣς ἔφατ’, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ.
εὗρ’ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον
ἑσταότ’· ἀμφὶ δ’ Ἀθηναῖοι μήστωρες ἀϋτῆς·
αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,
πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ Δ 330
ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς,
ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες
Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντες
ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν
Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο. Δ 335
τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,
καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον
τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δ’ ἄλλους; Δ 340
σφῶϊν μέν τ’ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας
ἑστάμεν ἠδὲ μάχης καυστειρῆς ἀντιβολῆσαι·
πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 18 ἐκ 74
ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί.
ἔνθα φίλ’ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα Δ 345
οἴνου πινέμεναι μελιηδέος ὄφρ’ ἐθέλητον·
νῦν δὲ φίλως χ’ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν
ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ.
Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων; Δ 350
πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότ’ Ἀχαιοὶ
Τρωσὶν ἐφ’ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;
ὄψεαι αἴ κ’ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ
Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα
Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτ’ ἀνεμώλια βάζεις. Δ 355
Τὸν δ’ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων
ὡς γνῶ χωομένοιο· πάλιν δ’ ὅ γε λάζετο μῦθον·
διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ
οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω·
οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν Δ 360
ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τ’ ἐγώ περ.
ἀλλ’ ἴθι ταῦτα δ’ ὄπισθεν ἀρεσσόμεθ’ εἴ τι κακὸν νῦν
εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.
Ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετ’ ἄλλους.
εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα Δ 365
ἑσταότ’ ἔν θ’ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι·
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 19 ἐκ 74
πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός.
καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο Δ 370
τί πτώσσεις, τί δ’ ὀπιπεύεις πολέμοιο γεφύρας;
οὐ μὲν Τυδέϊ γ’ ὧδε φίλον πτωσκαζέμεν ἦεν,
ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι,
ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε
ἤντησ’ οὐδὲ ἴδον· περὶ δ’ ἄλλων φασὶ γενέσθαι. Δ 375
ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας
ξεῖνος ἅμ’ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων·
οἳ δὲ τότ’ ἐστρατόωνθ’ ἱερὰ πρὸς τείχεα Θήβης,
καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους·
οἳ δ’ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον· Δ 380
ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων.
οἳ δ’ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,
Ἀσωπὸν δ’ ἵκοντο βαθύσχοινον λεχεποίην,
ἔνθ’ αὖτ’ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.
αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας Δ 385
δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης.
ἔνθ’ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς
τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν,
ἀλλ’ ὅ γ’ ἀεθλεύειν προκαλίζετο, πάντα δ’ ἐνίκα
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 20 ἐκ 74
ῥηϊδίως· τοίη οἱ ἐπίῤῥοθος ἦεν Ἀθήνη. Δ 390
οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων
ἂψ ἄρ’ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες
κούρους πεντήκοντα· δύω δ’ ἡγήτορες ἦσαν,
Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν,
υἱός τ’ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης. Δ 395
Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε·
πάντας ἔπεφν’, ἕνα δ’ οἶον ἵει οἶκον δὲ νέεσθαι·
Μαίον’ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας.
τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν
γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τ’ ἀμείνω. Δ 400
Ὣς φάτο, τὸν δ’ οὔ τι προσέφη κρατερὸς Διομήδης
αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο·
τὸν δ’ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο·
Ἀτρεΐδη μὴ ψεύδε’ ἐπιστάμενος σάφα εἰπεῖν·
ἡμεῖς τοι πατέρων μέγ’ ἀμείνονες εὐχόμεθ’ εἶναι· Δ 405
ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο
παυρότερον λαὸν ἀγαγόνθ’ ὑπὸ τεῖχος ἄρειον,
πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ·
κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο·
τὼ μή μοι πατέρας ποθ’ ὁμοίῃ ἔνθεο τιμῇ. Δ 410
Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
τέττα, σιωπῇ ἧσο, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ·
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 21 ἐκ 74
οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν
ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς·
τούτῳ μὲν γὰρ κῦδος ἅμ’ ἕψεται εἴ κεν Ἀχαιοὶ Δ 415
Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν,
τούτῳ δ’ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων.
ἀλλ’ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
Ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε·
δεινὸν δ’ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος Δ 420
ὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν.
Ὡς δ’ ὅτ’ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης
ὄρνυτ’ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος·
πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τ’ ἄκρας Δ 425
κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δ’ ἁλὸς ἄχνην·
ὣς τότ’ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες
νωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστος
ἡγεμόνων· οἳ δ’ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης
τόσσον λαὸν ἕπεσθαι ἔχοντ’ ἐν στήθεσιν αὐδήν, Δ 430
σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσι
τεύχεα ποικίλ’ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο.
Τρῶες δ’, ὥς τ’ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ
μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν
ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν, Δ 435
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 22 ἐκ 74
ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει·
οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ’ ἴα γῆρυς,
ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δ’ ἔσαν ἄνδρες.
ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη
Δεῖμός τ’ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα, Δ 440
Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε,
ἥ τ’ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει·
ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ
ἐρχομένη καθ’ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν. Δ 445
Οἳ δ’ ὅτε δή ῥ’ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,
σύν ῥ’ ἔβαλον ῥινούς, σὺν δ’ ἔγχεα καὶ μένε’ ἀνδρῶν
χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
ἔπληντ’ ἀλλήλῃσι, πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει.
ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν Δ 450
ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δ’ αἵματι γαῖα.
ὡς δ’ ὅτε χείμαῤῥοι ποταμοὶ κατ’ ὄρεσφι ῥέοντες
ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ
κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,
τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν· Δ 455
ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε.
Πρῶτος δ’ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν
ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον·
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 23 ἐκ 74
τόν ῥ’ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
ἐν δὲ μετώπῳ πῆξε, πέρησε δ’ ἄρ’ ὀστέον εἴσω Δ 460
αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν,
ἤριπε δ’ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.
τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ
Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,
ἕλκε δ’ ὑπ’ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα Δ 465
τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθ’ ὁρμή.
νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ
πλευρά, τά οἱ κύψαντι παρ’ ἀσπίδος ἐξεφαάνθη,
οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.
ὣς τὸν μὲν λίπε θυμός, ἐπ’ αὐτῷ δ’ ἔργον ἐτύχθη Δ 470
ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς
ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δ’ ἄνδρ’ ἐδνοπάλιζεν.
Ἔνθ’ ἔβαλ’ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας
ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ
Ἴδηθεν κατιοῦσα παρ’ ὄχθῃσιν Σιμόεντος Δ 475
γείνατ’, ἐπεί ῥα τοκεῦσιν ἅμ’ ἕσπετο μῆλα ἰδέσθαι·
τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι
θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
ἔπλεθ’ ὑπ’ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν Δ 480
δεξιόν· ἀντικρὺ δὲ δι’ ὤμου χάλκεον ἔγχος
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 24 ἐκ 74
ἦλθεν· ὃ δ’ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς
ἥ ῥά τ’ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει
λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπ’ ἀκροτάτῃ πεφύασι·
τὴν μέν θ’ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ Δ 485
ἐξέταμ’, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ·
ἣ μέν τ’ ἀζομένη κεῖται ποταμοῖο παρ’ ὄχθας.
τοῖον ἄρ’ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν
Αἴας διογενής· τοῦ δ’ Ἄντιφος αἰολοθώρηξ
Πριαμίδης καθ’ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί. Δ 490
τοῦ μὲν ἅμαρθ’, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον
βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσ’ ἐρύοντα·
ἤριπε δ’ ἀμφ’ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.
τοῦ δ’ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, Δ 495
στῆ δὲ μάλ’ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ
ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο
ἀνδρὸς ἀκοντίσσαντος· ὃ δ’ οὐχ ἅλιον βέλος ἧκεν,
ἀλλ’ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα
ὅς οἱ Ἀβυδόθεν ἦλθε παρ’ ἵππων ὠκειάων. Δ 500
τόν ῥ’ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ
κόρσην· ἣ δ’ ἑτέροιο διὰ κροτάφοιο πέρησεν
αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε,
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 25 ἐκ 74
χώρησαν δ’ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ· Δ 505
Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,
ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δ’ Ἀπόλλων
Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετ’ ἀΰσας·
ὄρνυσθ’ ἱππόδαμοι Τρῶες μηδ’ εἴκετε χάρμης
Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος Δ 510
χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν·
οὐ μὰν οὐδ’ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
μάρναται, ἀλλ’ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.
Ὣς φάτ’ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς
ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια Δ 515
ἐρχομένη καθ’ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.
Ἔνθ’ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε·
χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι
κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν
Πείρως Ἰμβρασίδης ὃς ἄρ’ Αἰνόθεν εἰληλούθει. Δ 520
ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς
ἄχρις ἀπηλοίησεν· ὃ δ’ ὕπτιος ἐν κονίῃσι
κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας
θυμὸν ἀποπνείων· ὃ δ’ ἐπέδραμεν ὅς ῥ’ ἔβαλέν περ
Πείροος, οὖτα δὲ δουρὶ παρ’ ὀμφαλόν· ἐκ δ’ ἄρα πᾶσαι Δ 525
χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.
Τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 26 ἐκ 74
στέρνον ὑπὲρ μαζοῖο, πάγη δ’ ἐν πνεύμονι χαλκός·
ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δ’ ὄβριμον ἔγχος
ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ, Δ 530
τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δ’ αἴνυτο θυμόν.
τεύχεα δ’ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι
Θρήϊκες ἀκρόκομοι δολίχ’ ἔγχεα χερσὶν ἔχοντες,
οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη. Δ 535
ὣς τώ γ’ ἐν κονίῃσι παρ’ ἀλλήλοισι τετάσθην,
ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δ’ Ἐπειῶν χαλκοχιτώνων
ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.
Ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,
ὅς τις ἔτ’ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ Δ 540
δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη
χειρὸς ἑλοῦσ’, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·
πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ
πρηνέες ἐν κονίῃσι παρ’ ἀλλήλοισι τέταντο. Δ 545
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 27 ἐκ 74
Ῥαψῳδίᾳ Δ - λέξεις: 1983
1 ἅ 191, 361
2 Ἀβάντων 464
3 ἀβλῆτα 117
4 ἄβλητος 540
5 Ἀβυδόθεν 500
6 ἄγ’ 100
7 ἀγαγόνθ’ 407
8 ἀγαθόν 181, 22
9 ἄγαλμα 144
10 Ἀγαμέμνονα 223
11 Ἀγαμέμνονι 413
12 Ἀγαμέμνων 148, 153, 178, 188, 204, 255, 283, 311, 336, 356, 368
13 ἀγαυόν 534
14 ἀγγελίην 384
15 ἄγε 418
16 ἄγει 278
17 ἀγειρούσῃ 28
18 ἀγείρων 377
19 ἀγελείη 128
20 ἄγεν 214
21 ἀγέρθη 152
22 ἀγηγέραθ’ 211
23 Ἀγήνωρ 467
24 ἀγκλίνας 113
25 ἀγκυλομήτεω 75
26 ἀγκυλομήτης 59
27 ἀγλαά 97
28 ἄγοι 541
29 ἄγοιτο 19
30 ἄγοντες 392
31 ἀγορεύων 6
32 ἀγορῇ 400
33 ἀγορητήν 293
34 ἀγός 265, 519
35 ἄγριος 23
36 ἀγρίου 106
37 ἀγχίμολον 529
38 ἀγχοῦ 92, 203
39 ἀεθλεύειν 389
40 ἀεικέα 396
41 ἀέκοντι 43
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 28 ἐκ 74
42 ἀζηχές 435
43 ἀζομένη 487
44 ἀθάνατοι 64, 128
45 ἀθανάτοισιν 61, 394
46 Ἀθηναίῃ 64
47 Ἀθηναίη 20, 22, 104, 288
48 Ἀθηναίην 69
49 Ἀθηναῖοι 328
50 Ἀθήνη 8, 78, 390, 439, 541
51 Ἀθήνην 73
52 αἴ 98, 170, 189, 249, 288, 353, 353
53 αἵ 20, 21, 44, 244
54 Αἴαντ’ 285
55 Αἰάντεσσι 273, 28
56 Αἴαντος 479
57 Αἴας 473, 489
58 αἴγειρος 482
59 αἰγιαλῷ 422
60 αἰγίδα 167
61 αἰγός 105
62 αἰδεσθείς 402
63 αἰδοίοιο 402
64 αἰεί 11, 262
65 αἰζηῶν 280
66 αἴης 172
67 αἴθ’ 178
68 αἰθέρι 166
69 αἴθοπα 259
70 αἴθοπι 495
71 αἴθωνι 485
72 αἷμ’ 218
73 αἷμα 140, 149, 158
74 αἵματι 146, 451
75 Αἵμονα 296
76 Αἱμονίδης 394
77 αἰνή 82
78 αἰνήν 15, 65
79 Αἰνόθεν 520
80 αἰνόν 169
81 αἰνότατε 25
82 αἴνυτο 531
83 ἀΐξασα 74
84 αἰολοθώρηξ 489
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 29 ἐκ 74
85 αἰπόλος 275
86 Αἰσήποιο 91
87 Αἰτώλιος 399
88 Αἰτωλός 527
89 αἰχμάς 324
90 αἰχμάσσουσι 324
91 αἰχμή 461, 503
92 αἰχμητῇ 87
93 αἶψα 70, 118
94 αἰών 478
95 ἀκέων 22
96 ἀκήν 429
97 ἀκόντισε 496
98 ἀκόντισεν 490
99 ἀκοντίσσαντος 498
100 ἀκόντων 137
101 ἀκουάζεσθον 343
102 ἀκούετο 331
103 ἀκούουσαι 435
104 ἀκούσας 198
105 ἄκρας 425
106 ἄκρητοι 159
107 ἀκρόκομοι 533
108 ἀκροτάτῃ 484
109 ἀκρότατον 139
110 ἀλαλητός 436
111 Ἀλαλκομενηΐς 8
112 ἀλαπαδναί 330
113 ἀλαπαδνότεροι 305
114 Ἀλάστορα 295
115 ἀλεγεινῆς 99
116 Ἀλεξάνδρῳ 96
117 ἅλιον 26, 158, 179, 498
118 ἀλκή 245
119 ἀλκήν 253
120 ἀλκῆς 234, 418
121 ἀλλ’ 9, 13, 62, 100, 210, 236, 264, 268, 320, 362, 389, 418, 499, 513
122 ἀλλά 24, 42, 57, 169, 185, 225, 315, 322, 332, 373, 381, 399, 438
123 ἀλλήλῃσι 449
124 ἀλλήλοις 472
125 ἀλλήλοισι 62, 536, 544
126 ἀλλήλους 4
127 ἄλλο 39
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 30 ἐκ 74
128 ἄλλοι 29, 63, 261, 429, 538
129 ἀλλοίῳ 258
130 ἄλλον 81
131 ἄλλος 316, 334
132 ἄλλους 36, 268, 292, 340, 364
133 ἄλλων 304, 375
134 ἁλός 426
135 ἁλοῦσα 291
136 ἀλόχους 238
137 ἆλτο 125, 419
138 ἅμ’ 280, 377, 415, 450, 476
139 ἅμα 274, 32
140 ἅμαρθ’ 491
141 Ἀμαρυγκείδην 517
142 ἀμείνονες 405
143 ἀμείνω 400
144 ἀμείψατο 403
145 ἀμελγόμεναι 434
146 ἄμμι 197, 207
147 ἄμοτον 440
148 ἀμύμονα 89
149 ἀμύμονος 194
150 ἀμύνει 11
151 ἄμυνεν 129
152 ἀμφ’ 252, 493
153 ἀμφεπένοντο 220
154 ἀμφί 90, 201, 295, 328, 330, 425, 431, 497
155 ἀμφοτέροισι 16, 38, 83
156 ἀμφότερον 60, 145
157 ἀμφοτέρω 521
158 ἄμφω 523
159 ἄν 53, 164, 223
160 ἀνά 209, 251, 273, 436
161 ἀναγκαίῃ 300
162 ἀναιδής 521
163 ἀναΐξειαν 114
164 ἄνακτος 18, 290, 420
165 ἄναξ 148, 255, 336
166 ἀναπλήσῃς 170
167 ἀνάσσεις 61
168 ἀνασχέσθαι 511
169 ἀναχωρείτω 305
170 ἄνδρ’ 472
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 31 ἐκ 74
171 ἄνδρα 457
172 ἄνδρες 187, 216, 438
173 ἀνδρί 86
174 ἀνδρός 433, 498
175 ἀνδροφόνοιο 441
176 ἀνδρῶν 68, 148, 231, 250, 251, 255, 273, 316, 336, 445, 447, 450, 519
177 ἀνεμώλια 355
178 ἀνέρες 41
179 ἀνερχομένῳ 392
180 ἄνευθεν 277
181 ἀνήρ 275, 306, 472, 485, 539
182 Ἀνθεμίδην 488
183 Ἀνθεμίωνος 473
184 ἀνθρώποισιν 320
185 ἀνθρώπων 45, 84
186 ἀνούτατος 540
187 Ἀντηνορίδῃ 87
188 ἀντιβολῆσαι 342
189 ἀντίθεον 88
190 ἀντιθέῳ 377
191 ἀντικρύ 481
192 Ἀντίλοχος 457
193 ἀντίον 265
194 Ἄντιφος 489
195 ἀνύω 56
196 ἀνώγει 301
197 ἀνώγετον 287
198 ἀνώγοι 263
199 ἄξομεν 239
200 ἀπ’ 91
201 ἀπαμειβόμενος 188
202 ἀπάνευθ’ 227
203 ἀπάτης 168
204 ἀπέδυσε 532
205 ἀπέδωκε 478
206 ἀπερύκοι 542
207 ἀπεσσύμενον 527
208 ἀπέτισαν 161
209 ἀπέχθωνται 53
210 ἀπηλοίησεν 522
211 ἀπίθησε 68
212 ἀπίθησεν 198
213 ἀπό 77, 130, 275, 306, 514, 535
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 32 ἐκ 74
214 ἀποκταμένοιο 494
215 Ἄπολλον 288
216 Ἀπόλλων 507
217 Ἀπόλλωνι 101, 119
218 ἀποπνείων 524
219 ἀποπτύει 426
220 ἄρ’ 139, 148, 218, 349, 392, 411, 460, 488, 520
221 ἄρ 135
222 ἄρα 85, 198, 208, 245, 254, 398, 525
223 ἀράβησε 504
224 ἀργαλέον 471
225 Ἀργείη 8
226 Ἀργείην 19, 174
227 Ἀργεῖοι 234, 242, 506
228 Ἀργείοις 510
229 Ἀργείων 260, 285
230 Ἄργος 52, 171
231 ἄρειον 407
232 Ἄρεος 441
233 ἀρεσσόμεθ’ 362
234 Ἄρηα 352
235 ἀρηγόνες 7
236 ἀρήϊοι 114
237 ἀρήϊον 98, 115, 195, 205
238 ἀρηΐφιλος 150
239 ἀρηϊφίλου 13
240 ἀρηρότι 134
241 ἀρηρότος 213
242 Ἄρης 439
243 ἄριστοι 211, 26
244 ἅρμαθ’ 306
245 ἅρμασι 366
246 ἅρματα 226
247 ἁρματοπηγός 485
248 ἀρνῶν 102, 120, 158, 435
249 ἄρξειαν 335
250 ἄρξωσι 67, 72
251 ἄροιο 95
252 ἄρουρα 174
253 ἀρχόν 205
254 ἀρχός 464
255 ἀρωγῇ 408
256 ἀρωγός 235
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 33 ἐκ 74
257 ἀσκήσας 110
258 Ἀσκληπιάδη 204
259 Ἀσκληπιοῦ 194
260 ἀσπερχές 32
261 ἀσπίδες 448
262 ἀσπίδος 468
263 ἀσπιστάων 90, 201, 221
264 ἀστέρα 75
265 ἀστερόεντι 44
266 ἄστυ 103, 121
267 Ἀσωπόν 383
268 ἀτάρ 29, 448, 484
269 ἀτασθαλίῃσιν 409
270 ἀτέλεστα 168
271 ἀτέλεστον 26, 57
272 ἀτελευτήτῳ 175
273 ἄτερ 376
274 Ἀτρεΐδη 266, 318, 350, 404
275 Ἀτρεΐδης 272, 326
276 Ἀτρέος 98, 115, 195
277 αὖ 17, 240, 270, 417
278 αὐδήν 430
279 αὐλῇ 433
280 ἀΰσας 508
281 αὖτ’ 132, 238, 265, 384
282 αὐτάρ 116, 124, 217, 231, 329, 385, 424, 442, 514, 542
283 αὖτε 10, 321
284 αὐτή 132
285 ἀϋτῆς 328, 331
286 αὐτίκ’ 5, 69, 105, 160
287 αὐτίκα 140, 172, 213, 256
288 αὖτις 15, 19, 82, 222
289 αὐτόν 211
290 αὐτός 106, 150, 167, 318
291 αὐτοῦ 11, 292, 364
292 Αὐτοφόνοιο 395
293 αὐτῷ 470, 493, 504
294 αὐτώ 287
295 αὐτῶν 237
296 ἀφέστατε 340
297 Ἀφροδίτη 10
298 ἄφρονι 104
299 Ἀχαιοί 172, 261, 344, 351, 384, 415
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 34 ἐκ 74
300 Ἀχαιούς 66, 70, 71, 80, 268, 414, 514
301 Ἀχαιῶν 65, 85, 114, 156, 179, 184, 199, 205, 209, 333, 334, 347, 417, 471, 543
302 Ἀχιλεύς 512
303 ἄχνην 426
304 ἄχος 169
305 ἄχρις 522
306 ἄψ 392
307 ἄψοῤῥον 152
308 βάζεις 355
309 βαθύσχοινον 383
310 βαίνει 443
311 βάλε 480, 499, 501, 519, 527
312 βάλλεο 39
313 βαλλομένοισιν 511
314 βάλωμεν 16
315 βάν 209
316 βαρύ 153
317 βασιλῆϊ 96, 144
318 βασιλῆος 338, 402
319 βεβλήκει 108, 492
320 βεβρώθοις 35
321 βέλεϊ 99
322 βελέων 465, 542
323 βέλος 129, 185, 498
324 βῆ 74, 199, 292, 364, 385, 495
325 Βίαντα 296
326 βίη 314
327 βίης 386
328 βίηφιν 325
329 βιός 125
330 βιότοιο 170
331 βλήμενος 211
332 βλῆσθαι 115
333 βλῆτο 518
334 βόεια 122
335 βοήν 220
336 βουβῶνα 492
337 βουλῇ 323
338 βοῶπις 50
339 βρέμει 425
340 βρίζοντα 223
341 βωμός 48
342 γ’ 21, 34, 269, 372, 389, 536
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 35 ἐκ 74
343 γαῖα 451
344 γαῖαν 180
345 γαίῃ 112
346 γάλα 434
347 γάρ
43, 44, 48, 49, 55, 58, 160, 163, 172, 189, 226, 235, 261, 286, 287, 288, 301,
305, 323, 331, 343, 360, 361, 374, 376, 413, 415, 437, 467, 480, 518, 532,
543
348 γαστέρα 531
349 γε 37, 43, 250, 261, 293, 357, 531
350 γεγάασι 325
351 γείνατ’ 476
352 γείνατο 400
353 γενεῇ 60
354 γένεθ’ 466
355 γενέσθαι 375
356 γένετο 456
357 γένηται 38
358 γένοιτο 17, 289
359 γένος 58
360 γέρας 49, 323
361 Γερήνιος 317
362 γέρον 313
363 γερόντων 323
364 γέρουσιν 344
365 γερούσιον 259
366 γέρων 310
367 γεφύρας 371
368 γήθησεν 255, 283, 311
369 γηθόσυνος 272, 326
370 γῆρας 315, 321
371 γῆρυς 437
372 γίγνεται 245
373 γλαυκῶπις 439
374 γλυφίδας 122
375 γλῶσσα 438
376 γνῶ 357
377 γούναθ’ 314
378 γυῖα 230, 469
379 γυναιξί 162
380 γυνή 141
381 γῦπες 237
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 36 ἐκ 74
382 δ’
10, 17, 19, 20, 24, 39, 50, 63, 63, 66, 71, 75, 79, 79, 86, 92, 101, 108, 111,
116, 118, 119, 122, 125, 132, 134, 139, 140, 141, 143, 148, 154, 157, 174,
183, 188, 190, 199, 203, 208, 209, 211, 212, 213, 214, 221, 222, 251, 252,
254, 256, 264, 265, 270, 273, 275, 298, 299, 317, 324, 328, 340, 349, 356,
357, 362, 371, 375, 380, 382, 383, 389, 393, 397, 401, 403, 411, 412, 417,
420, 422, 426, 429, 433, 438, 446, 447, 449, 450, 451, 452, 457, 460, 462,
465, 470, 472, 482, 489, 493, 494, 498, 502, 505, 507, 522, 524, 525, 528,
529, 531, 532, 537
383 δαιδαλέοιο 135
384 δαίθ’ 259
385 δαιμονίη 31
386 δαινυμένους 386
387 δαῖτα 344
388 δαιτός 48, 343
389 δαιτρόν 262
390 δαΐφρον 93
391 δαΐφρονα 252
392 δαΐφρονος 370
393 δαμέντι 479
394 Δαναῶν 232, 257, 427
395 δαπέδῳ 2
396 δέ
1, 2, 3, 14, 21, 23, 27, 30, 34, 39, 58, 61, 64, 74, 77, 81, 90, 95, 96, 104, 113,
123, 125, 128, 130, 138, 144, 150, 151, 153, 166, 173, 180, 197, 200, 201,
207, 215, 222, 255, 262, 272, 274, 274, 277, 278, 292, 306, 314, 316, 326,
330, 333, 336, 347, 355, 363, 364, 365, 367, 378, 385, 391, 397, 400, 409,
425, 428, 428, 431, 439, 439, 455, 460, 461, 463, 466, 469, 471, 478, 481,
491, 493, 495, 496, 497, 503, 504, 504, 506, 506, 507, 508, 519, 521, 525,
526, 527, 529, 530, 535, 538, 541
397 δεδεγμένος 107
398 δειδέχατ’ 4
399 δειδιότες 431
400 δειδίσσεο 184
401 Δεῖμος 440
402 δεινόν 420
403 δεινός 514
404 δέκα 347
405 δεξιαί 159
406 δεξιόν 481
407 δεξιτερήν 519
408 δέος 421
409 δεπάεσσι 3
410 δέπας 262
411 δεῦρο 193
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 37 ἐκ 74
412 δή 97, 124, 180, 189, 210, 351, 418, 446
413 δηΐοισι 373
414 δήϊον 281
415 δηλήσαντο 236, 271
416 δηλήσασθαι 67, 72
417 Δημοκόωντα 499
418 δήνεα 361
419 δῃωθέντων 417
420 δῃώσωσιν 416
421 δι’ 481
422 διά 135, 136, 138, 230, 495, 502
423 διαπέρσαι 53, 55
424 διατρίβειν 42
425 διζημένη 88
426 Διί 23
427 δινεύοι 541
428 διογενές 358
429 διογενής 489
430 Διομήδεα 365
431 Διομήδης 401, 411
432 δῖον 223, 319
433 Διός 128, 515
434 διοτρεφέος 338
435 διοτρεφέων 280
436 διπλόος 133
437 δίφρῳ 486
438 Διώρεα 517
439 δμηθέντα 99
440 δοιαί 7
441 δολίχ’ 533
442 δόλοισι 339
443 δόμεν 379
444 δόμεναι 380
445 δόσαν 320
446 δούπησεν 504
447 δοῦπον 455
448 δουρί 479, 490, 496, 501, 525, 527
449 δύω 393
450 δῶκα 43
451 δῶμα 386
452 δῶρα 97
453 ἕ 497
454 ἑ 534, 541
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 38 ἐκ 74
455 ἔα 321
456 ἐᾶσαι 42
457 ἔασε 226
458 ἔβαλ’ 473
459 ἔβαλε 459
460 ἔβαλεν 196, 206, 524
461 ἔβαλον 157, 447
462 ἔβη 180
463 ἔβραχε 420
464 ἐγγεγάασι 41
465 ἐγγύς 496
466 ἐγείρομεν 352
467 ἐγένοντο 382
468 ἔγχεα 447, 533
469 ἔγχει 307
470 ἔγχεσι 282
471 ἔγχος 481, 529
472 ἐγώ 40, 43, 54, 58, 63, 163, 361, 413
473 ἔγωγε 374
474 ἐγών 266, 318
475 ἐδεύετο 48
476 ἔδμεναι 345
477 ἐδνοπάλιζεν 472
478 ἔδονται 237
479 ἕδος 406
480 ἔδυν 222
481 ἔειπες 25
482 ἔεργεν 130
483 ἐέργῃ 131
484 ἔην 399
485 ἐθέλεις 26, 37
486 ἐθέλῃσθα 353
487 ἐθέλητον 346
488 ἐθέλοιμι 318
489 ἔθελον 380
490 ἐθέλοντα 224
491 ἐθέλω 41
492 ἐθέλων 300
493 ἔθορ’ 79
494 εἴ 55, 88, 160, 261, 362, 415
495 εἰ 17, 34, 321, 347
496 εἱαμενῇ 483
497 εἶδεν 149, 275
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 39 ἐκ 74
498 εἰδώς 196, 206, 218, 310
499 εἴη 189, 314
500 εἴθ’ 313
501 εἴκελος 253
502 εἴκετε 509
503 ἐϊκυῖ’ 78
504 εἷλεν 421
505 εἰληλούθει 520
506 εἵλομεν 406
507 εἱμένοι 432
508 εἰμι 58
509 εἶναι 264, 405
510 εἷο 400
511 εἶπε 22
512 εἰπεῖν 404
513 εἴπεσκεν 81, 85
514 εἵπετο 274
515 εἰπών 73, 292, 364
516 εἴρηται 363
517 εἰρύατ’ 248
518 εἰρύσατο 186
519 εἰς 103, 121
520 εἷσαν 392
521 εἴσατο 138
522 εἰσελθοῦσα 34
523 εἰσῆλθε 376
524 ἐΐσης 48
525 εἰσί 7
526 εἰσι 51
527 εἰσορόωντας 79
528 εἰσορόωντες 4
529 εἰσορόωσαι 9
530 εἴσω 460
531 εἰῶ 55
532 ἐκ 96, 109, 116, 213, 454, 465, 525, 529, 531
533 ἔκ 161
534 ἔκαμον 244
535 ἕκαστος 428
536 ἑκατόμβην 102, 12
537 ἐκβαίνοντα 107
538 ἐκέλευον 380
539 ἑκκαιδεκάδωρα 109
540 ἐκκατιδών 508
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 40 ἐκ 74
541 ἔκλυε 455
542 ἐκμυζήσας 218
543 ἔκπεσε 493
544 ἐκτός 151
545 Ἕκτωρ 505
546 ἑκών 43
547 ἔλαβε 463
548 ἔλαμπε 432
549 ἔλασσεν 299
550 ἐλατῆρι 145
551 ἐλεγχέες 242
552 ἐλέγχιστος 171
553 ἕλεν 457
554 Ἑλένην 19, 174
555 ἕλεος 483
556 ἕλετ’ 116
557 ἐλέφαντα 141
558 Ἐλεφήνωρ 463
559 ἐλήλατο 135
560 ἐλθέ 70
561 ἐλθεῖν 65
562 ἐλθέμεν 247
563 ἕλκε 122, 465
564 ἕλκεν 213
565 ἕλκος 190, 217
566 ἑλοῦσ’ 542
567 ἕλωμεν 239
568 ἕλωσι 416
569 ἔμβαλε 444
570 ἐμεῖο 324, 343
571 ἔμεν 299, 319
572 ἔμμεναι 142
573 ἐμοί 38, 51, 63, 263
574 ἐμόν 42, 57
575 ἔμπεδος 314
576 ἔμπεσε 108, 217
577 ἐμῷ 412
578 ἐν
2, 107, 134, 143, 175, 185, 212, 239, 259, 422, 430, 433, 455, 460, 482, 483,
522, 528, 536, 544
579 ἔν 366
580 ἕνα 397, 446
581 ἔνθ’ 293, 384, 387
582 Ἔνθ’ 223, 473, 517
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 41 ἐκ 74
583 Ἔνθα 539
584 ἔνθα 247, 345, 450
585 ἐνθάδ’ 179
586 ἔνθεν 58
587 ἔνθεο 410
588 ἐνί 39, 152, 208, 253, 258, 260, 289, 309, 313, 360, 458, 462
589 ἐνίκα 389
590 ἐνιπήν 402
591 ἔντοσθε 454
592 ἐξ 140, 149, 202, 419
593 ἐξακέσαιο 36
594 ἐξαλαπάξαι 33, 4
595 ἐξελκομένοιο 214
596 ἐξενάριξεν 488
597 ἐξεσάωσεν 12
598 ἐξέταμ’ 486
599 ἐξεφαάνθη 468
600 ἐξόπιθε 298
601 ἔοικ’ 286
602 ἐοινοχόει 3
603 ἐόν 426
604 ἐόντα 534
605 ἐόντας 151, 341
606 ἐόντι 277
607 ἐπ’ 218, 273, 470, 484, 504
608 ἐπαινέομεν 29
609 ἐπασσύτεραι 427
610 ἐπασσύτερον 423
611 ἔπεα 69, 92, 203, 284, 312, 337, 369
612 ἐπέγραψε 139
613 ἐπέδραμεν 524
614 ἐπέεσσι 6
615 ἐπέεσσιν 233, 241
616 ἐπέθηκε 111
617 ἐπεί 56, 124, 217, 244, 269, 271, 307, 382, 476, 510
618 ἐπειρᾶτο 5
619 ἔπειτα 50, 148, 317, 424, 442
620 Ἐπειῶν 537
621 ἐπελθών 334
622 ἐπέμυξαν 20
623 ἐπέοικε 341
624 ἐπέπιθμεν 159
625 ἐπεπωλεῖτο 231, 25
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 42 ἐκ 74
626 ἔπεσε 134
627 ἕπεσθαι 430
628 ἐπεστενάχοντο 154
629 ἐπέτελλε 229
630 ἐπετέλλετο 301
631 ἔπεφν’ 397
632 ἐπήν 239
633 ἐπῄνεον 380
634 ἐπί 63, 78, 118, 175, 178, 221, 235, 248, 251, 258, 384, 420, 443, 513
635 ἐπιβάντ’ 99
636 ἐπιείκελος 394
637 ἐπιθαρσύνων 183
638 ἐπιθήσει 190
639 ἐπιθρῴσκων 177
640 ἐπικούρους 379
641 ἐπιμάσσεται 190
642 ἐπιμειδήσας 356
643 ἐπιπείθεο 412
644 ἐπιπροέμεν 94
645 ἐπιπτέσθαι 126
646 ἐπίῤῥοθος 390
647 ἐπισσείῃσιν 167
648 ἐπιστάμενος 404
649 ἐπιτεῖλαι 64
650 ἐπιχθονίων 45
651 ἔπλεθ’ 479
652 ἔπληντ’ 449
653 ἕποιτο 314
654 ἕποντο 91, 202
655 ἐπόρθεον 308
656 ἐπόρουσαν 472
657 ἔπος 350
658 ἑπταπύλοιο 406
659 ἔργα 14
660 ἔργον 470, 539
661 ἔργῳ 175, 258
662 ἕρδ’ 29
663 ἐρέει 176, 182
664 ἐρεθιζέμεν 5
665 ἐρεμνήν 167
666 Ἐρευθαλίωνα 319
667 ἐρέω 39
668 ἐρίηρος 266
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 43 ἐκ 74
669 Ἔρις 440
670 ἔρισμα 38
671 ἕρκος 137, 299, 350
672 ἕρμ’ 117
673 ἕρξον 37
674 ἔῤῥεεν 140
675 ἔρυμα 137
676 ἐρύοντα 467, 492
677 ἐρύσαντο 506
678 ἐρύσσατο 530
679 ἔρυτο 138
680 ἐρχομένη 445, 516
681 ἐρχόμενον 276
682 ἐρωήν 542
683 ἐς 65, 70, 79, 81, 180, 225, 281, 299, 446, 453
684 ἔσαν 438
685 ἔσεσθε 305
686 ἐσθλοί 113
687 ἐσθλόν 458, 491
688 ἐσθλούς 298
689 ἐσπάσατο 530
690 ἕσπετο 476
691 ἔσσετ’ 235, 271
692 ἔσσεται 83, 164, 168, 169
693 ἐσσι 56
694 ἔσσομαι 267
695 ἔσται 14
696 ἑστάμεν 342
697 ἑσταότ’ 90, 201, 328, 366
698 ἑστᾶσ’ 245
699 ἕστασαν 331, 334
700 ἑστήκασιν 434
701 ἑστήκει 329, 367
702 ἐστήριξε 443
703 ἔστητε 243, 246
704 ἕστηχ’ 263
705 ἐστί 323
706 ἐστιχόωντο 432
707 ἐστρατόωνθ’ 378
708 ἐσύλα 105
709 ἔτ’ 540
710 ἑταῖροι 113, 154, 532
711 ἑταῖρον 491
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 44 ἐκ 74
712 ἑταῖρος 266
713 ἔταμνον 155
714 ἑτάρη 441
715 ἑτάροιο 501
716 ἑτάροισι 523
717 ἑτάρους 294
718 ἑτάρων 373
719 ἔτεινε 124
720 ἐτέλεσσεν 160
721 Ἐτεοκληείης 386
722 ἕτερ’ 306
723 ἑτέροιο 502
724 ἑτέρωσ’ 492
725 ἔτετμε 293
726 ἔτρεψε 381
727 ἐτύχθη 470
728 ἐΰ 196, 206, 310
729 εὖ 111, 112, 163
730 ἐϋκνήμιδας 80, 414
731 ἐϋκτίμενον 33
732 ἐϋμμελίω 47, 165
733 ἐΰξοον 105
734 εὔπρυμνοι 248
735 εὗρ’ 327
736 εὗρε 89, 365
737 εὐρέϊ 76
738 εὐρεῖα 182
739 εὐρυάγυια 52
740 Εὐρυμέδων 228
741 εὐρύν 209, 436
742 εὐφυέες 147
743 εὔχεαι 264
744 εὔχεο 101
745 εὔχετο 119
746 εὐχόμεθ’ 405
747 εὐχωλή 450
748 εὐχωλήν 173
749 ἐφ’ 352
750 ἔφαθ’ 20
751 ἔφατ’ 68, 198, 272, 326
752 ἐφεύροι 88
753 ἐφῆκε 396
754 ἐφοπλίζωμεν 344
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 45 ἐκ 74
755 ἐφόρει 137
756 ἔχαδε 24
757 ἔχε 227
758 ἔχειν 316
759 ἐχέμεν 302
760 ἔχεν 79
761 ἐχεπευκές 129
762 Ἐχέπωλον 458
763 ἔχευαν 269
764 ἔχοντ’ 430
765 ἔχοντες 309, 533
766 ἔχων 154
767 ἕψεται 415
768 ἕψονται 63
769 ἐών 231, 387, 388
770 Ζελείης 103, 121
771 Ζεῦ 288
772 Ζεύς 30, 84, 166, 235, 381
773 Ζεφύροιο 276
774 Ζεφύρου 423
775 Ζηνί 1
776 Ζηνός 408
777 ζῶμα 187, 216
778 ζωστήρ 186
779 ζωστῆρα 215
780 ζωστῆρι 134
781 ζωστῆρος 132, 135, 213
782 ἤ 15, 76, 83, 197, 207
783 Ἦ 192, 419
784 ἥ 86, 129, 130, 138, 442, 444, 483, 487, 502
785 ἦ 16, 56, 82, 93, 247, 307
786 Ἥβη 2
787 ἤγαγεν 179
788 ἡγεμόνες 538
789 ἡγεμόνων 429
790 ἡγήτορε 285
791 ἡγήτορες 393
792 ἠγορόωντο 1
793 ἠδ’ 26, 186, 190, 215, 258, 259
794 ἠδέ 322, 342, 345, 440
795 ἡδέϊ 131
796 ἡδύ 17
797 ἠέ 76, 142
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 46 ἐκ 74
798 ἠελίῳ 44
799 ἦεν 372, 390, 437
800 ἠΐθεον 474
801 ἤϊξεν 78
802 ἧκε 75
803 ἧκεν 498
804 ἤλασε 279
805 ἦλθε 251, 273, 500, 529
806 ἦλθεν 482
807 ἤλυθον 221
808 ἦμαρ 164
809 ἤματι 543
810 ἠμείβετ’ 50, 317
811 ἡμεῖς 14, 49, 238, 405, 406
812 ἠμέν 258
813 ἡμετέρῃσιν 291
814 ἠμύσειε 290
815 ἦν 22, 211
816 ἥν 137
817 ἠνορέηφι 303
818 ἤντετο 133
819 ἤντησ’ 375
820 ἤπια 218, 361
821 ἤραρε 110
822 ᾕρει 23
823 Ἥρῃ 24
824 Ἥρη 8, 20, 50
825 Ἥρην 5
826 ἠρήρειστο 136
827 ἠρήσαντο 143
828 ἤριπε 462, 493
829 ἥρωα 200
830 ᾗς 159
831 ἦσαν 393
832 ἥσθην 21
833 ἧσο 412
834 ἤτοι 9, 13, 18, 22, 51, 62, 237, 376, 537
835 ηὔδα 265
836 ἠϋκόμοιο 512
837 ἠΰτε 243, 277
838 θ’ 27, 80, 137, 145, 366, 485
839 θαλάμῳ 143
840 θαλάσσης 248, 422
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 47 ἐκ 74
841 θαλερόν 474
842 Θαλυσιάδην 458
843 θάμβος 79
844 θάνατον 155
845 θάνατος 270
846 θανέεσθαι 12
847 θάνῃς 170
848 θάρσει 184
849 θαρσύνεσκε 233
850 θᾶσσον 64
851 θεάων 7
852 θεῖεν 363
853 θεῖναι 26
854 θεῖον 192
855 θέμεναι 57
856 θεοί 1, 29, 63, 127, 320, 363
857 θεός 58, 514
858 θέουσαι 244
859 θεράπων 227
860 Θέτιδος 512
861 θεῶν 68, 398, 408
862 Θήβης 378, 406
863 θινί 248
864 Θόας 527, 529
865 θούριδος 234, 418
866 θρέπτρα 478
867 Θρήϊκες 533
868 Θρῃκῶν 519, 537
869 θρόος 437
870 θυγάτηρ 128, 515
871 θυμαλγέα 513
872 θυμόν 163, 208, 309, 494, 524, 531
873 θυμός 152, 263, 289, 313, 360, 470
874 θυμῷ 43
875 θώρηκος 136
876 θώρηξ 133
877 θωρήσσοντο 252
878 ἴα 437
879 ἴαχεν 125
880 ἰαχή 456
881 ἴαχον 506
882 ἰδέ 147, 382
883 ἴδεν 151, 217
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 48 ἐκ 74
884 ἰδέσθαι 476
885 ἴδῃ 98, 195
886 Ἴδηθεν 475
887 ἴδῃς 205
888 ἴδητ’ 249
889 ἴδοι 232, 24
890 ἴδοις 223
891 ἴδοιτο 516
892 Ἰδομενεῦ 257
893 Ἰδομενεύς 253, 265
894 Ἰδομενῆα 252, 256
895 ἴδον 375
896 ἴδοντο 374
897 ἱδρῶ 27
898 ἵδρωσα 27
899 ἰδών 81, 255, 279, 283, 311, 336, 349, 368, 411, 467
900 ἵει 397
901 ἰέναι 199, 209
902 ἵενται 77
903 ἱερά 378
904 ἱερῆς 103, 121
905 ἰητήρ 190
906 ἰητῆρος 194
907 ἴθι 362
908 ἴθυνεν 132
909 ἴθυσαν 507
910 ἵκανον 210
911 ἰκέλη 86
912 ἵκηται 306
913 ἱκοίμην 171
914 ἵκοντο 383, 446
915 Ἴλιον 416
916 Ἴλιος 46, 164
917 Ἰλίου 33
918 Ἰμβρασίδης 520
919 ἰξάλου 105
920 ἰόμωροι 242
921 ἰόν 94, 116, 278
922 ἰόντα 480
923 ἱππεῦσι 322
924 ἱππεῦσιν 301
925 ἱππῆας 297
926 ἱππῆες 144
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 49 ἐκ 74
927 ἱππηλάτα 387
928 ἱπποβότοιο 202
929 ἱππόδαμοι 509
930 ἱπποδάμοιο 370
931 ἱπποδάμοισιν 352
932 ἱπποδάμους 80
933 ἱπποδάμων 333, 355
934 ἱπποδασείης 459
935 ἵπποι 27
936 ἵπποισι 366
937 ἵπποισιν 297
938 ἱπποσύνῃ 303
939 ἱππότα 317
940 ἵππους 226, 302
941 ἵππῳ 145
942 ἵππων 142, 391, 500
943 ἱρή 46, 164
944 ἱρήν 416
945 ἴσαν 429
946 ἰσόθεος 212
947 ἵσταμαι 54
948 ἱσταμένη 92
949 ἱστάμενος 203
950 ἴτυν 486
951 ἴφθιμον 534
952 ἶφι 287
953 ἰωῆς 276
954 ἰών 496
955 κ’ 249, 306, 353
956 κάδ 79, 173
957 Καδμεῖοι 391
958 Καδμείοισιν 388
959 Καδμεΐωνας 385
960 Κάειρα 142
961 καθ’ 126, 209, 445, 490, 516
962 καθήμεναι 9
963 καθήμενοι 1
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 50 ἐκ 74
964 καί
8, 11, 12, 15, 17, 20, 34, 38, 40, 43, 44, 47, 47, 52, 55, 57, 58, 59, 60, 65, 70,
80, 82, 95, 110, 112, 122, 133, 136, 138, 150, 151, 159, 160, 161, 162, 163,
165, 165, 170, 171, 173, 176, 179, 180, 187, 192, 216, 226, 227, 232, 238,
267, 270, 282, 283, 284, 288, 288, 294, 297, 298, 300, 303, 308, 308, 309,
311, 312, 318, 322, 323, 333, 335, 337, 339, 343, 347, 353, 366, 368, 369,
379, 380, 396, 406, 408, 418, 419, 440, 443, 444, 447, 450, 451, 471, 496,
505, 521, 534, 534, 538, 540, 543
965 καιρίῳ 185
966 κακά 21, 28, 32
967 κακοῖσι 339
968 κακόν 15, 362
969 κακός 82
970 κακούς 299
971 κάλ’ 147
972 καλέει 204
973 κάλεον 477
974 κάλεσσον 193
975 κάλυψε 503, 526
976 κάλυψεν 461
977 κάματος 230
978 καμέτην 27
979 κάμον 187, 216
980 κάμψῃ 486
981 Καπανήϊος 367
982 Καπανῆος 403
983 κάππεσεν 523
984 κάρη 261, 268, 443
985 καρήνων 74
986 κασίγνητε 155
987 κασιγνήτη 441
988 κατ’ 74, 452
989 κατά 157, 163, 163, 199, 222, 276, 278, 386, 541
990 καταπτώσσοντ’ 224
991 καταπτώσσοντες 340
992 καταῤῥέον 149
993 κατεδύσεθ’ 86
994 κατέθηκε 112
995 κατεκόσμει 118
996 κατέκταν 319
997 κατένευσα 267
998 κατιοῦσα 475
999 καυστειρῆς 342
1000 κε 66, 71, 95, 170, 290, 429
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 51 ἐκ 74
1001 κέ 176
1002 κειμένου 175
1003 κεινῇσιν 181
1004 κεῖνοι 409
1005 κείνῳ 543
1006 κεῖται 143, 144, 487
1007 κεκάδοντο 497
1008 κεκασμένε 339
1009 κέκλετ’ 508
1010 κέκλημαι 61
1011 κεκορυθμένος 495
1012 κελαινεφές 140
1013 κέλευε 428
1014 κελεύσω 322
1015 κελεύω 286, 359
1016 κεν 36, 40, 94, 97, 98, 171, 173, 191, 415, 421, 539
1017 κέν 229, 353
1018 κέντορες 391
1019 κέρα 109
1020 κεραοξόος 110
1021 κερδαλεόφρον 339
1022 κερτομίοις 6
1023 κέρωνται 260
1024 κεφαλῆς 109
1025 κεφαλῇσι 162
1026 Κεφαλλήνων 330
1027 κήδε’ 270
1028 κῆρ 272, 326
1029 κῆρας 11
1030 κῆρι 46, 53
1031 κήρυκα 192
1032 κῆρυξ 198
1033 κινήσαντος 423
1034 κίνυντο 281, 332, 427
1035 κιχήσατο 385
1036 κιών 251, 273
1037 κλειτήν 102, 12
1038 κλειτούς 379
1039 κλέος 197, 207
1040 κλονέεσθαι 302
1041 κλυτοτόξῳ 101, 119
1042 κνῆμαι 147
1043 κνήμην 519
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 52 ἐκ 74
1044 κνίσης 49
1045 κοίλης 454
1046 κοιρανέοντα 230
1047 κοιρανέων 250
1048 κολλητοῖσι 366
1049 κομόωντας 268
1050 κομόωντες 261
1051 κονίῃσι 482, 522, 536, 544
1052 κόρσην 502
1053 κόρυθος 459
1054 κορυσσέσθην 274
1055 κορύσσεται 424, 442
1056 κορυστήν 457
1057 κορυφοῦται 426
1058 κορώνην 111
1059 κόσμος 145
1060 κοτέων 168
1061 κοῦρος 321
1062 κουροτέροισι 316
1063 κούρους 393
1064 κρατεραί 90, 201
1065 κρατερῇ 462
1066 κρατερόν 89
1067 κρατερός 401, 411
1068 κρατερῷ 87
1069 κρέα 345
1070 κρείοντα 296
1071 κρείων 153, 188, 204, 283, 311, 356, 368, 463
1072 Κρήτεσσι 251
1073 κρητῆρι 260
1074 Κρητῶν 265
1075 Κρονίδη 25
1076 Κρονίδης 5, 166
1077 Κρονίων 249
1078 Κρόνος 59
1079 Κρόνου 75
1080 κροτάφοιο 502
1081 κρουνῶν 454
1082 κτείνοντο 538
1083 κυάνεαι 282
1084 κυδαλίμοιο 100, 177, 403
1085 κυδιάνειραν 225
1086 κυδίστη 515
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 53 ἐκ 74
1087 κῦδος 95, 145, 415
1088 κυκλόσ’ 212
1089 κυκλοτερές 124
1090 κῦμα 422
1091 κύπελλα 345
1092 κυρτόν 426
1093 κύψαντι 468
1094 λᾶας 521
1095 λάβῃ 230
1096 λαβών 122
1097 Λαερτιάδη 358
1098 λάζετο 357
1099 λαίλαπα 278
1100 λαμπρόν 77
1101 Λαοδόκῳ 87
1102 λαόν 28, 184, 199, 287, 377, 407, 430
1103 λαός 47, 165, 331
1104 λάχομεν 49
1105 λαῶν 76, 91, 202, 296, 413
1106 λείη 484
1107 λειήνας 111
1108 λελάθοντο 127
1109 λελιημένος 465
1110 λέξαται 131
1111 λευκόν 434
1112 Λεῦκον 491
1113 λεχεποίην 383
1114 λίγξε 125
1115 λιγύν 293
1116 λίθος 510
1117 λίπε 470
1118 λίπεν 292, 364
1119 λίποιμεν 173
1120 λιπών 181
1121 λίσσοντο 379
1122 λοιβῆς 49
1123 λόχον 392
1124 Λυκάονος 89, 93
1125 Λυκηγενέϊ 101, 119
1126 Λυκίων 197, 207
1127 λύκοι 471
1128 λῦσε 215, 469
1129 μ’ 42
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 54 ἐκ 74
1130 μαζοῖο 528
1131 μαζόν 480
1132 μαζῷ 123
1133 Μαίον’ 398
1134 Μαίων 394
1135 μάκαρες 127
1136 μακρά 34
1137 μάλ’ 70, 496
1138 μάλα 225, 229, 233, 241, 266, 287, 318, 379, 494
1139 μάλιστα 96
1140 μάν 512
1141 μάρναται 513
1142 Μαχάονα 193, 2
1143 μάχεσθαι 156, 224, 287, 294, 304, 373, 414
1144 μάχεσθε 246
1145 μάχῃ 400
1146 μάχην 225
1147 μάχης 342
1148 μαχοίατο 348
1149 μαχώμεθ’ 269
1150 με 59, 321
1151 μέγ’ 30, 38, 125, 405
1152 μέγα 124, 417, 506
1153 μεγάθυμος 467
1154 μεγαθύμου 479
1155 μεγαθύμων 464
1156 μεγαίρω 54
1157 μεγάλα 425
1158 μεγάλοιο 483
1159 μεγάλῳ 161
1160 μεγάλων 454
1161 μέγαν 295, 534
1162 μεδέσθην 21
1163 μεδώμεθα 418
1164 μεθιέμεν 351
1165 μεθιέντας 240, 516
1166 μεθίετε 234
1167 μειλιχίοισιν 256
1168 μελαινάων 191
1169 μελαινέων 117
1170 μέλαν 149
1171 μελάντερον 277
1172 μελιηδέος 346
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 55 ἐκ 74
1173 μεμακυῖαι 435
1174 μεμάτω 304
1175 μεμαυῖα 440
1176 μεμαυῖαν 73
1177 μεμαώς 40
1178 μεμήλῃ 353
1179 μέμικτο 438
1180 μέν
7, 13, 18, 51, 62, 63, 110, 112, 123, 130, 135, 158, 168, 197, 207, 226, 227,
232, 253, 257, 266, 283, 286, 292, 297, 301, 311, 318, 341, 364, 368, 372,
376, 396, 415, 424, 439, 442, 470, 485, 487, 491, 537
1181 μένε’ 447
1182 μενεαίνεις 32
1183 μενεαίνων 126
1184 Μενέλαε 127, 146, 169, 189
1185 Μενέλαον 98, 115, 154, 181, 195, 205, 220
1186 Μενέλαος 19, 150, 183, 210
1187 Μενελάου 13, 100, 177
1188 Μενελάῳ 7, 94
1189 μενεπτόλεμος 395
1190 Μενεσθῆα 327
1191 μένετε 247
1192 μένοντες 333
1193 μέσην 531
1194 μέσσοισι 212
1195 μέσσον 79, 299, 541
1196 μέσσῳ 444
1197 μετ’ 16, 38, 61, 83, 292, 364
1198 μετά 2, 70, 245, 341, 388
1199 μεταμώνια 363
1200 μετεῖναι 316
1201 μετελθών 539
1202 μετέσσομαι 322
1203 μετέφη 153
1204 μετώπῳ 460
1205 μή 37, 42, 114, 234, 404, 410
1206 μηδ’ 305, 509
1207 μηδέ 184, 302, 303
1208 μῆλα 279, 476
1209 Μῃονίς 142
1210 Μηριόνης 254
1211 μηροί 146
1212 μήστωρες 328
1213 μήτηρ 130, 474
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 56 ἐκ 74
1214 μιάνθην 146
1215 μιγέντα 354
1216 μιήνῃ 141
1217 μίμνετε 340
1218 μιν 23, 90, 143, 201, 229, 312, 369, 374, 477, 480
1219 μίνυνθα 466
1220 μινυνθάδιος 478
1221 μισγάγκειαν 453
1222 μισγομένων 456
1223 μίτρη 187
1224 μίτρην 216
1225 μίτρης 137
1226 μνήσαντο 222
1227 μνήσονται 172
1228 μόγῳ 27
1229 μοι 27, 46, 58, 169, 182, 370, 410
1230 μοί 48, 93
1231 μοῖρα 517
1232 μοῦνος 388
1233 μύθοισι 323
1234 μῦθον 25, 357
1235 μύθῳ 412
1236 μυῖαν 131
1237 Μυκήνας 376
1238 Μυκήνη 52
1239 μυρίαι 434
1240 ναιετάουσι 45
1241 ναίων 166
1242 ναύτῃσι 76
1243 νεβροί 243
1244 νέεσθαι 397
1245 νεικείεσκε 241
1246 νεικείω 359
1247 νείκεσσεν 336, 368
1248 νεῖκος 37, 444
1249 νεκρόν 467
1250 νεκρός 493
1251 νεκρούς 506
1252 νέκταρ 3
1253 νέκυν 492
1254 νεμέσησε 507
1255 νεμεσῶ 413
1256 νέον 332
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 57 ἐκ 74
1257 Νέστορ’ 293
1258 Νέστωρ 317
1259 νεῦρα 122
1260 νευρή 125
1261 νευρῇ 118
1262 νευρήν 123
1263 νεῦρον 151
1264 νεφεληγερέτα 30
1265 νέφος 274, 275
1266 νεώτεροι 324
1267 νῆες 247
1268 νήεσσιν 239
1269 νηλέϊ 348
1270 νήπια 238
1271 νηυσί 181, 513
1272 νίκη 13
1273 νόησεν 200
1274 νόθον 499
1275 νόον 309
1276 νοστήσας 103, 121
1277 νόσφι 9
1278 νυ 242
1279 νύ 31, 93, 155
1280 νῦν 12, 179, 321, 347, 362
1281 νῶϊ 418
1282 νωλεμέως 428
1283 ξανθός 183, 21
1284 ξεῖνος 377, 387
1285 ξίφος 530
1286 ξυνιόντες 446
1287 ξυστῷ 469
1288 ὅ
32, 108, 212, 231, 250, 293, 310, 329, 357, 385, 389, 482, 491, 498, 522,
524, 531, 535, 537, 537
1289 ὁ 116
1290 ὄβριμον 453, 529
1291 ὄγκοι 214
1292 ὄγκους 151
1293 ὀδόντων 350
1294 ὁδοῦ 382
1295 ὀδυνάων 117, 191
1296 Ὀδυσεύς 494, 501
1297 Ὀδυσσέος 491
1298 Ὀδυσσεῦ 358
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 58 ἐκ 74
1299 Ὀδυσσεύς 329, 349
1300 ὄζοι 484
1301 ὅθ’ 131, 217
1302 ὅθεν 58
1303 ὅθι 41, 132, 210, 516
1304 Οἵ 1, 446
1305 οἵ
91, 202, 219, 222, 236, 252, 260, 324, 333, 374, 378, 380, 382, 391, 429,
471, 534
1306 οἱ
91, 138, 152, 198, 202, 215, 254, 308, 367, 390, 466, 468, 478, 484, 493,
500, 529
1307 οἶδα 163, 36
1308 οἶδε 361
1309 ὄϊες 433
1310 οἴκαδε 103, 121
1311 οἰκέοιτο 18
1312 οἶκον 180, 397
1313 οἰμωγή 450
1314 οἶνον 259
1315 οἴνου 346
1316 ὀϊόμενον 12
1317 οἷον 75
1318 οἶον 156, 397
1319 οἷος 264
1320 οἶος 304
1321 οἷσιν 428
1322 ὀϊστεύσας 196, 206
1323 ὀΐστευσον 100
1324 ὀϊστόν 118, 213
1325 ὀϊστός 125, 134, 139, 217
1326 ὀκριόεντι 518
1327 ὀλίγη 442
1328 ὀλλυμένων 451
1329 ὀλλύντων 451
1330 ὄλοντο 409
1331 Ὀλύμπιος 160
1332 ὀλώλῃ 164
1333 ὅμιλον 86, 126, 209, 445, 490, 516
1334 ὁμίλῳ 302
1335 ὁμοίῃ 410
1336 ὁμοίϊον 315, 444
1337 ὁμός 437
1338 ὁμοῦ 122
1339 ὀμφαλόεσσαι 448
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 59 ἐκ 74
1340 ὀμφαλόν 525
1341 ὅν 27, 106, 196, 206, 474
1342 ὀνόσαιτο 539
1343 ὀξέες 214
1344 ὀξέϊ 490, 54
1345 ὀξύ 185, 53
1346 ὀξυβελής 126
1347 ὀξύν 352
1348 ὄπα 435
1349 ὀπάζει 321
1350 ὀπιπεύεις 371
1351 ὄπισθεν 362
1352 ὀπίσσω 37, 27
1353 ὁπλότεροι 325
1354 ὁππότ’ 351
1355 ὁππότε 40, 229, 334, 344
1356 ὀπταλέα 345
1357 ὅπως 14, 37
1358 ὀρεξάσθω 307
1359 ὄρεσφι 452
1360 ὄρινε 208
1361 ὅρκι’ 155, 269
1362 ὅρκια 67, 72, 157, 236, 271
1363 ὅρκιον 158
1364 ὁρμή 466
1365 ὁρμήσειε 335
1366 ὀρνυμένου 421
1367 ὄρνυσθ’ 509
1368 ὄρνυτ’ 423
1369 ὁρόῳτε 347
1370 ὄρσ’ 204
1371 ὄρσε 439
1372 ὄρσευ 264
1373 ὄρσομεν 16
1374 ὀρυμαγδός 449
1375 ὀρώρει 436, 449
1376 ὅς 84, 306, 500, 520, 524, 540
1377 ὄσσε 461, 503, 526
1378 ὅσσοι 211
1379 ὀστέα 174, 521
1380 ὀστέον 460
1381 ὅτ’ 53, 164, 275, 422
1382 ὅτε 130, 141, 210, 259, 263, 319, 446, 452, 462
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Δ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Δ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Δ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Δ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Δ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Δ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Δ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Δ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Δ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Δ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Δ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Δ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Δ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Δ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Δ

More Related Content

What's hot (6)

ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Α" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Α" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Α" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Α" μετά λεξιλογείου
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Η" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Η" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Η" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Η" μετά λεξιλογείου
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Χ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Χ" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Χ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Χ" μετά λεξιλογείου
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ω" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ω" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ω" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ω" μετά λεξιλογείου
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Γ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Γ" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Γ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Γ" μετά λεξιλογείου
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ο" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ο" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ο" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ο" μετά λεξιλογείου
 

Similar to Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Δ

Similar to Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Δ (20)

Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Σ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΣὉμήρου Ὀδύσσεια Ῥαψῳδία Σ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Σ
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ρ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΡὉμήρου Ὀδύσσεια Ῥαψῳδία Ρ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ρ
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ν
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΝὉμήρου Ὀδύσσεια Ῥαψῳδία Ν
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ν
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Θ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΘὉμήρου Ὀδύσσεια Ῥαψῳδία Θ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Θ
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Θ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Θ" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Θ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Θ" μετά λεξιλογείου
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ξ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΞὉμήρου Ὀδύσσεια Ῥαψῳδία Ξ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ξ
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Α
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Α Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Α
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Α
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Η
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΗὉμήρου Ὀδύσσεια Ῥαψῳδία Η
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Η
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ω
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ω Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ω
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ω
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ι
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΙὉμήρου Ὀδύσσεια Ῥαψῳδία Ι
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ι
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΟὉμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ε
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΕὉμήρου Ὀδύσσεια Ῥαψῳδία Ε
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ε
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Κ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΚὉμήρου Ὀδύσσεια Ῥαψῳδία Κ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Κ
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Υ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΥὉμήρου Ὀδύσσεια Ῥαψῳδία Υ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Υ
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Υ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Υ" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Υ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Υ" μετά λεξιλογείου
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Χ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Χ Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Χ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Χ
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ψ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΨὉμήρου Ὀδύσσεια Ῥαψῳδία Ψ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ψ
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ζ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ζ" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ζ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ζ" μετά λεξιλογείου
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ζ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΖὉμήρου Ὀδύσσεια Ῥαψῳδία Ζ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ζ
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Φ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Φ" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Φ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Φ" μετά λεξιλογείου
 

More from ssuserc13fb9

More from ssuserc13fb9 (20)

Ελλάς, Μακεδονία και Νότιος Αλβανία
Ελλάς, Μακεδονία και Νότιος ΑλβανίαΕλλάς, Μακεδονία και Νότιος Αλβανία
Ελλάς, Μακεδονία και Νότιος Αλβανία
 
Ο ΕΛΛΗΝΟΤΟΥΡΚΙΚΟΣ ΠΟΛΕΜΟΣ ΤΟΥ 1897 Δ.Ι.Σ.
Ο ΕΛΛΗΝΟΤΟΥΡΚΙΚΟΣ ΠΟΛΕΜΟΣ ΤΟΥ 1897 Δ.Ι.Σ.Ο ΕΛΛΗΝΟΤΟΥΡΚΙΚΟΣ ΠΟΛΕΜΟΣ ΤΟΥ 1897 Δ.Ι.Σ.
Ο ΕΛΛΗΝΟΤΟΥΡΚΙΚΟΣ ΠΟΛΕΜΟΣ ΤΟΥ 1897 Δ.Ι.Σ.
 
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Η
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΗΘουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Η
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Η
 
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Β
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΒΘουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Β
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Β
 
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Α
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΑΘουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Α
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Α
 
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Γ
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΓΘουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Γ
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Γ
 
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Δ
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΔΘουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Δ
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Δ
 
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Ε
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΕΘουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Ε
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Ε
 
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Ζ
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΖΘουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Ζ
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Ζ
 
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΣΤ
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΣΤΘουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΣΤ
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΣΤ
 
ΤΟ ΓΕΩΠΟΛΙΤΙΚΟ ΚΟΣΜΟΙΣΤΟΡΙΚΟΕΠΙΤΕΥΓΜΑ ΤΟΥ ΚΑΠΟΔΙΣΤΡΙΑ
ΤΟ ΓΕΩΠΟΛΙΤΙΚΟ ΚΟΣΜΟΙΣΤΟΡΙΚΟΕΠΙΤΕΥΓΜΑ ΤΟΥ ΚΑΠΟΔΙΣΤΡΙΑΤΟ ΓΕΩΠΟΛΙΤΙΚΟ ΚΟΣΜΟΙΣΤΟΡΙΚΟΕΠΙΤΕΥΓΜΑ ΤΟΥ ΚΑΠΟΔΙΣΤΡΙΑ
ΤΟ ΓΕΩΠΟΛΙΤΙΚΟ ΚΟΣΜΟΙΣΤΟΡΙΚΟΕΠΙΤΕΥΓΜΑ ΤΟΥ ΚΑΠΟΔΙΣΤΡΙΑ
 
ΓΙΑΤΙ Η ΕΛΛΑΔΑ ΑΠΟΚΟΙΜΗΘΗΚΕ
ΓΙΑΤΙ Η ΕΛΛΑΔΑ ΑΠΟΚΟΙΜΗΘΗΚΕΓΙΑΤΙ Η ΕΛΛΑΔΑ ΑΠΟΚΟΙΜΗΘΗΚΕ
ΓΙΑΤΙ Η ΕΛΛΑΔΑ ΑΠΟΚΟΙΜΗΘΗΚΕ
 
ΠΑΝΑΓΙΑ ΣΑΝΤΑΝΑΓΙΑ
ΠΑΝΑΓΙΑ ΣΑΝΤΑΝΑΓΙΑΠΑΝΑΓΙΑ ΣΑΝΤΑΝΑΓΙΑ
ΠΑΝΑΓΙΑ ΣΑΝΤΑΝΑΓΙΑ
 
ΕΘΝΙΚΗ ΗΧΩ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ 2020
ΕΘΝΙΚΗ ΗΧΩ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ 2020ΕΘΝΙΚΗ ΗΧΩ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ 2020
ΕΘΝΙΚΗ ΗΧΩ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ 2020
 
Πώς οι θεωρίες συνωμοσίας διαμορφώνουν τις εκλογές του 2020 και ταρακουνούν τ...
Πώς οι θεωρίες συνωμοσίας διαμορφώνουν τις εκλογές του 2020 και ταρακουνούν τ...Πώς οι θεωρίες συνωμοσίας διαμορφώνουν τις εκλογές του 2020 και ταρακουνούν τ...
Πώς οι θεωρίες συνωμοσίας διαμορφώνουν τις εκλογές του 2020 και ταρακουνούν τ...
 
Εκλογές και facebook
Εκλογές και facebookΕκλογές και facebook
Εκλογές και facebook
 
ΠΥΡΟΒΟΛΗΤΗΣ_74
ΠΥΡΟΒΟΛΗΤΗΣ_74ΠΥΡΟΒΟΛΗΤΗΣ_74
ΠΥΡΟΒΟΛΗΤΗΣ_74
 
ΠΕΡΙΟΔΙΚΟ ΣΥΝΔΕΣΜΟΥ ΣΣΕ 68/Τεύχος 99
ΠΕΡΙΟΔΙΚΟ ΣΥΝΔΕΣΜΟΥ ΣΣΕ 68/Τεύχος 99ΠΕΡΙΟΔΙΚΟ ΣΥΝΔΕΣΜΟΥ ΣΣΕ 68/Τεύχος 99
ΠΕΡΙΟΔΙΚΟ ΣΥΝΔΕΣΜΟΥ ΣΣΕ 68/Τεύχος 99
 
ΟΙ ΙΟΥΔΑΙΟΙ ΣΤΟ ΙΣΡΑΗΛ
ΟΙ ΙΟΥΔΑΙΟΙ ΣΤΟ ΙΣΡΑΗΛΟΙ ΙΟΥΔΑΙΟΙ ΣΤΟ ΙΣΡΑΗΛ
ΟΙ ΙΟΥΔΑΙΟΙ ΣΤΟ ΙΣΡΑΗΛ
 
ΧΡΙΣΤΙΑΝΙΚΗ ΛΑΤΡΕΙΑ ΚΑΙ ΠΟΛΙΤΙΣΜΟΣ
ΧΡΙΣΤΙΑΝΙΚΗ ΛΑΤΡΕΙΑ ΚΑΙ ΠΟΛΙΤΙΣΜΟΣΧΡΙΣΤΙΑΝΙΚΗ ΛΑΤΡΕΙΑ ΚΑΙ ΠΟΛΙΤΙΣΜΟΣ
ΧΡΙΣΤΙΑΝΙΚΗ ΛΑΤΡΕΙΑ ΚΑΙ ΠΟΛΙΤΙΣΜΟΣ
 

Recently uploaded

εργασία εφημερίδας για την διατροφή.pptx
εργασία εφημερίδας για την διατροφή.pptxεργασία εφημερίδας για την διατροφή.pptx
εργασία εφημερίδας για την διατροφή.pptx
Effie Lampropoulou
 

Recently uploaded (20)

Ναυμαχία της Ναυαρίνου 20 Οκτωβρίου 1827
Ναυμαχία της Ναυαρίνου 20 Οκτωβρίου 1827Ναυμαχία της Ναυαρίνου 20 Οκτωβρίου 1827
Ναυμαχία της Ναυαρίνου 20 Οκτωβρίου 1827
 
Η ΒΙΟΜΗΧΑΝΙΚΗ ΕΠΑΝΑΣΤΑΣΗ,ΜΠΟΗΣ ΧΡΗΣΤΟΣ - ΜΑΓΟΥΛΑΣ ΘΩΜΑΣ
Η ΒΙΟΜΗΧΑΝΙΚΗ ΕΠΑΝΑΣΤΑΣΗ,ΜΠΟΗΣ ΧΡΗΣΤΟΣ - ΜΑΓΟΥΛΑΣ ΘΩΜΑΣΗ ΒΙΟΜΗΧΑΝΙΚΗ ΕΠΑΝΑΣΤΑΣΗ,ΜΠΟΗΣ ΧΡΗΣΤΟΣ - ΜΑΓΟΥΛΑΣ ΘΩΜΑΣ
Η ΒΙΟΜΗΧΑΝΙΚΗ ΕΠΑΝΑΣΤΑΣΗ,ΜΠΟΗΣ ΧΡΗΣΤΟΣ - ΜΑΓΟΥΛΑΣ ΘΩΜΑΣ
 
Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ 2008 ΓΙΑ ΕΚΠΑΙΔΕΥΤΙΚΟΥΣ
Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ 2008 ΓΙΑ ΕΚΠΑΙΔΕΥΤΙΚΟΥΣΗ ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ 2008 ΓΙΑ ΕΚΠΑΙΔΕΥΤΙΚΟΥΣ
Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ 2008 ΓΙΑ ΕΚΠΑΙΔΕΥΤΙΚΟΥΣ
 
Ο εκχριστιανισμός των Σλάβων, Άγγελος Δόσης
Ο εκχριστιανισμός των Σλάβων, Άγγελος ΔόσηςΟ εκχριστιανισμός των Σλάβων, Άγγελος Δόσης
Ο εκχριστιανισμός των Σλάβων, Άγγελος Δόσης
 
Παρουσίαση θεατρικού στην Τεχνόπολη. 2023-2024
Παρουσίαση θεατρικού στην Τεχνόπολη. 2023-2024Παρουσίαση θεατρικού στην Τεχνόπολη. 2023-2024
Παρουσίαση θεατρικού στην Τεχνόπολη. 2023-2024
 
Φλωρεντία, ΔΑΝΑΗ ΠΥΡΠΥΡΗ- ΜΑΡΙΑΝΕΛΑ ΣΤΡΟΓΓΥΛΟΥ
Φλωρεντία, ΔΑΝΑΗ ΠΥΡΠΥΡΗ- ΜΑΡΙΑΝΕΛΑ ΣΤΡΟΓΓΥΛΟΥΦλωρεντία, ΔΑΝΑΗ ΠΥΡΠΥΡΗ- ΜΑΡΙΑΝΕΛΑ ΣΤΡΟΓΓΥΛΟΥ
Φλωρεντία, ΔΑΝΑΗ ΠΥΡΠΥΡΗ- ΜΑΡΙΑΝΕΛΑ ΣΤΡΟΓΓΥΛΟΥ
 
ΘΕΣΣΑΛΟΝΙΚΗ Η ΔΕΥΤΕΡΗ ΠΟΛΗ ΤΗΣ ΒΥΖΑΝΤΙΝΗΣ ΑΥΤΟΚΡΑΤΟΡΙΑΣ, ΔΑΝΑΗ ΠΑΝΟΥ
ΘΕΣΣΑΛΟΝΙΚΗ Η ΔΕΥΤΕΡΗ ΠΟΛΗ ΤΗΣ ΒΥΖΑΝΤΙΝΗΣ ΑΥΤΟΚΡΑΤΟΡΙΑΣ, ΔΑΝΑΗ ΠΑΝΟΥΘΕΣΣΑΛΟΝΙΚΗ Η ΔΕΥΤΕΡΗ ΠΟΛΗ ΤΗΣ ΒΥΖΑΝΤΙΝΗΣ ΑΥΤΟΚΡΑΤΟΡΙΑΣ, ΔΑΝΑΗ ΠΑΝΟΥ
ΘΕΣΣΑΛΟΝΙΚΗ Η ΔΕΥΤΕΡΗ ΠΟΛΗ ΤΗΣ ΒΥΖΑΝΤΙΝΗΣ ΑΥΤΟΚΡΑΤΟΡΙΑΣ, ΔΑΝΑΗ ΠΑΝΟΥ
 
Σχέσεις στην εφηβεία_έρωτας
Σχέσεις                     στην εφηβεία_έρωταςΣχέσεις                     στην εφηβεία_έρωτας
Σχέσεις στην εφηβεία_έρωτας
 
-Διψήφιοι αριθμοί-δεκαδες μονάδες-θέση ψηφίου Α- Β τάξη
-Διψήφιοι  αριθμοί-δεκαδες μονάδες-θέση ψηφίου Α- Β τάξη-Διψήφιοι  αριθμοί-δεκαδες μονάδες-θέση ψηφίου Α- Β τάξη
-Διψήφιοι αριθμοί-δεκαδες μονάδες-θέση ψηφίου Α- Β τάξη
 
ΗΡΑΚΛΕΙΟΣ, ΧΑΡΗΣ ΤΑΣΙΟΥΔΗΣ-ΓΙΩΡΓΟΣ ΤΖΑΝΗΣ
ΗΡΑΚΛΕΙΟΣ, ΧΑΡΗΣ ΤΑΣΙΟΥΔΗΣ-ΓΙΩΡΓΟΣ ΤΖΑΝΗΣΗΡΑΚΛΕΙΟΣ, ΧΑΡΗΣ ΤΑΣΙΟΥΔΗΣ-ΓΙΩΡΓΟΣ ΤΖΑΝΗΣ
ΗΡΑΚΛΕΙΟΣ, ΧΑΡΗΣ ΤΑΣΙΟΥΔΗΣ-ΓΙΩΡΓΟΣ ΤΖΑΝΗΣ
 
εργασία εφημερίδας για την διατροφή.pptx
εργασία εφημερίδας για την διατροφή.pptxεργασία εφημερίδας για την διατροφή.pptx
εργασία εφημερίδας για την διατροφή.pptx
 
Η ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΗ, ΣΤΑΥΡΟΥΛΑ ΜΠΕΚΙΑΡΗ
Η ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΗ,  ΣΤΑΥΡΟΥΛΑ  ΜΠΕΚΙΑΡΗΗ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΗ,  ΣΤΑΥΡΟΥΛΑ  ΜΠΕΚΙΑΡΗ
Η ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΗ, ΣΤΑΥΡΟΥΛΑ ΜΠΕΚΙΑΡΗ
 
Ο ΧΡΙΣΤΟΦΟΡΟΣ ΚΟΛΟΜΒΟΣ ΚΑΙ Η ΑΝΑΚΑΛΥΨΗ ΤΗΣ ΑΜΕΡΙΚΗΣ,ΕΙΡΗΝΗ ΝΤΟΥΣΚΑ-ΠΕΝΥ ΖΑΓΓΟ...
Ο ΧΡΙΣΤΟΦΟΡΟΣ ΚΟΛΟΜΒΟΣ ΚΑΙ Η ΑΝΑΚΑΛΥΨΗ ΤΗΣ ΑΜΕΡΙΚΗΣ,ΕΙΡΗΝΗ ΝΤΟΥΣΚΑ-ΠΕΝΥ ΖΑΓΓΟ...Ο ΧΡΙΣΤΟΦΟΡΟΣ ΚΟΛΟΜΒΟΣ ΚΑΙ Η ΑΝΑΚΑΛΥΨΗ ΤΗΣ ΑΜΕΡΙΚΗΣ,ΕΙΡΗΝΗ ΝΤΟΥΣΚΑ-ΠΕΝΥ ΖΑΓΓΟ...
Ο ΧΡΙΣΤΟΦΟΡΟΣ ΚΟΛΟΜΒΟΣ ΚΑΙ Η ΑΝΑΚΑΛΥΨΗ ΤΗΣ ΑΜΕΡΙΚΗΣ,ΕΙΡΗΝΗ ΝΤΟΥΣΚΑ-ΠΕΝΥ ΖΑΓΓΟ...
 
Παρουσίαση δράσεων στην Τεχνόπολη. 2023-2024
Παρουσίαση δράσεων στην Τεχνόπολη. 2023-2024Παρουσίαση δράσεων στην Τεχνόπολη. 2023-2024
Παρουσίαση δράσεων στην Τεχνόπολη. 2023-2024
 
ΑΝΑΓΕΝΝΗΣΗ, ΕΙΡΗΝΗ ΓΚΑΒΛΟΥ- ΜΑΙΡΗ ΔΗΜΑΚΟΠΟΥΛΟΥ
ΑΝΑΓΕΝΝΗΣΗ, ΕΙΡΗΝΗ ΓΚΑΒΛΟΥ- ΜΑΙΡΗ ΔΗΜΑΚΟΠΟΥΛΟΥ ΑΝΑΓΕΝΝΗΣΗ, ΕΙΡΗΝΗ ΓΚΑΒΛΟΥ- ΜΑΙΡΗ ΔΗΜΑΚΟΠΟΥΛΟΥ
ΑΝΑΓΕΝΝΗΣΗ, ΕΙΡΗΝΗ ΓΚΑΒΛΟΥ- ΜΑΙΡΗ ΔΗΜΑΚΟΠΟΥΛΟΥ
 
Η απελευθέρωση της Θεσσαλονίκης από την Οθωμανική Αυτοκρατορία
Η απελευθέρωση της Θεσσαλονίκης από την Οθωμανική ΑυτοκρατορίαΗ απελευθέρωση της Θεσσαλονίκης από την Οθωμανική Αυτοκρατορία
Η απελευθέρωση της Θεσσαλονίκης από την Οθωμανική Αυτοκρατορία
 
Ρατσισμός, ορισμός, είδη, αίτια , συνέπειες
Ρατσισμός, ορισμός, είδη, αίτια , συνέπειεςΡατσισμός, ορισμός, είδη, αίτια , συνέπειες
Ρατσισμός, ορισμός, είδη, αίτια , συνέπειες
 
ΔΙΑΣΗΜΕΣ ΒΥΖΑΝΤΙΝΕΣ ΠΡΙΓΚΙΠΙΣΣΕΣ,ΕΦΗ ΨΑΛΛΙΔΑ
ΔΙΑΣΗΜΕΣ ΒΥΖΑΝΤΙΝΕΣ ΠΡΙΓΚΙΠΙΣΣΕΣ,ΕΦΗ ΨΑΛΛΙΔΑΔΙΑΣΗΜΕΣ ΒΥΖΑΝΤΙΝΕΣ ΠΡΙΓΚΙΠΙΣΣΕΣ,ΕΦΗ ΨΑΛΛΙΔΑ
ΔΙΑΣΗΜΕΣ ΒΥΖΑΝΤΙΝΕΣ ΠΡΙΓΚΙΠΙΣΣΕΣ,ΕΦΗ ΨΑΛΛΙΔΑ
 
Βενετία, μια πόλη πάνω στο νερό, Βασιλική Μπράβου - Αποστολία Μπάρδα
Βενετία, μια πόλη πάνω στο νερό, Βασιλική Μπράβου - Αποστολία ΜπάρδαΒενετία, μια πόλη πάνω στο νερό, Βασιλική Μπράβου - Αποστολία Μπάρδα
Βενετία, μια πόλη πάνω στο νερό, Βασιλική Μπράβου - Αποστολία Μπάρδα
 
ΕΜΕΙΣ ΕΔΩ ΠΑΙΖΟΥΜΕ ΜΠΑΛΑ, εργασία για την οπαδική βία
ΕΜΕΙΣ ΕΔΩ ΠΑΙΖΟΥΜΕ ΜΠΑΛΑ, εργασία για την οπαδική βίαΕΜΕΙΣ ΕΔΩ ΠΑΙΖΟΥΜΕ ΜΠΑΛΑ, εργασία για την οπαδική βία
ΕΜΕΙΣ ΕΔΩ ΠΑΙΖΟΥΜΕ ΜΠΑΛΑ, εργασία για την οπαδική βία
 

Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Δ

  • 1. Tὸ λεξιλόγειον τοῦ παρόντος, ὡς ἔχει, ὑπόκειται εἰς τὰς δεσμεύσεις τοῦ νόμου περὶ πνευματικῆς ἰδιοκτησίας. Πᾶσα μὴ ἐρευνητικῆς φύσεως χρῆσις τοῦ λεξιλογείου ἀπαιτεῖ τὴν προέγκρισιν τοῦ διαχειριστοῦ τοῦ ἱστοτόπου τοῦ συνδέσμου τῆς τάξεως τῆς Σ.Σ.Ε. 1971
  • 2. Tὸ λεξιλόγειον τοῦ παρόντος, ὡς ἔχει, ὑπόκειται εἰς τὰς δεσμεύσεις τοῦ νόμου περὶ πνευματικῆς ἰδιοκτησίας. Πᾶσα μὴ ἐρευνητικῆς φύσεως χρῆσις τοῦ λεξιλογείου ἀπαιτεῖ τὴν προέγκρισιν τοῦ διαχειριστοῦ τοῦ ἱστοτόπου τοῦ συνδέσμου τῆς τάξεως τῆς Σ.Σ.Ε. 1971 ΕΥΧΑΡΙΣΤΙΑΙ Τὸ ἀνὰ χεῖρας πόνημα ἐπετεύχθη τῇ πολυετῇ, ἀόκνῳ ἄμα καὶ ἀφιλοκερδῇ προσφορᾷ τοῦ φιλτάτου συνεργάτου ἐν Εὐρωπαϊκῇ Ἐνώσῃ, ἐξόχου προγραμματιστοῦ καὶ συνέλληνος κ. Ἀριστείδου Γουναρᾶ ὅστις συνεχίζει συνδράμων πρὸς ἐπίτευξιν τοῦ ἀπωτάτου στόχου αὐτομάτου μετρικοῦ συλλαβισμοῦ καὶ μετρικῆς ἀναλύσεως παντὸς, διασωθέντος μέχρις ἡμῶν, ποιήματος ἐπικῆς ἤ λυρικῆς φύσεως τῆς τῶν Ἑλλήνων κληρονομίας. Ὄντας γνώστης τοῦ ὄγκου τῆς προσπαθείας ὡς καὶ τοῦ ἐλευθέρου χρόνου τὸν ὁποῖον ἀφιέρωσεν καὶ συνεχίζει ἀφιερῶν, ὀφείλω, εἰς ἔνδειξιν ἐλαχιστοτάτης εὐγνωμοσύνης, εὐχαριστεῖν τὸν κ. Γουναράν εὐχόμενος ἐπίτευξιν τοῦ ἀντικειμενικοῦ σκοποῦ. Ἕτερος «δράστης» διὰ τὴν ὅποιαν ὁλοκλήρωσιν τοῦ παρόντος πονήματος ἦτο καὶ παραμένει ὁ συμμαθητής, ἐν τῷ ἱερῷ χώρῳ τῆς Στρατιωτικῆς Σχολῆς Εὐελπίδων (Σ.Σ.Ε. 1967-1971) καὶ νῦν διαχειριστὴς τοῦ ἱστοτόπου τῆς τάξεώς μας, φίλτατος Διαμαντὴς Κωνσταντῖνος. Τέλος, ὑποχρεοῦμεθα νὰ εὐχαριστήσωμεν τὴν πληθώραν ἐκείνων οἱ ὁποῖοι διαθέτουν καὶ ἐπιτρέπουν τὴν ἐν διαδικτύῳ ἐλευθέραν πρόσβασιν εἰς τὸ πρωτότυπον κείμενον. Ἀντὶ προλόγου Τῇ βοηθείᾳ τοῦ προγράμματος word τῆς Microsoft, ἐπεχειρήθη δειγματολειπτικὴ σύγκρισις τῶν αὐτῶν ῥαψῳδιῶν, ληφθεισῶν ἐκ διαφόρων ἱστοτόπων. Ἀτυχῶς ὁ ἔλεγχος ἔδειξεν ὅτι ὑπάρχουν διαφοραὶ, πρώτιστα εἰς τονισμὸν, κόμματα, ἄνω τελείας, ἀποστρόφους, λέξεις ἀρχιζούσας διὰ μικροῦ γράμματος μολονότι προηγεῖται τὸ σημεῖον στίξεως τῆς τελείας καὶ πλῆθος ἄλλων μικροτέρας ἤ μεγαλυτέρας σημασίας ὡς αὐτοτελῆ σύμφωνα μὴ συνοδευόμενα ὑπὸ ἀποστρόφου κ.ο.κ. Πρὸ αὐτῆς τῆς εἰκόνος, καὶ δεδομένου ὅτι ἦτο πρακτικῶς ἀδύνατος ἡ ἰδίοις μέσοις πληκτρολόγησις τῆς Ἰλιάδος, ἐπελέγη τυχαίως ἕν κείμενον τὸ ὁποῖον καὶ ἐπεξεργάσθημεν. Ὡς ἐκ τούτου δεχόμεθα εὐχαρίστως τὴν οἱανδήποτε κριτικὴν καὶ ὑποδείξεις διορθώσεων πρὸς βελτίωσιν τοῦ παρόντος. Ἡ ἐκτελεσθεῖσα ἐπεξεργασία συνίσταται εἰς τὴν ἀπαλοιφὴν τυπογραφικῶν ἁμαρτημάτων ὡς ἡ ὕπαρξις δύο κενῶν διαστημάτων μεταξὺ διαδοχικῶν λέξεων, ἡ ἀντικατάστασις τῶν τονιζομένων φωνηέντων διὰ τοῦ ὀρθοῦ χαρακτῆρος. Διὰ νὰ καταστῇ τοῦτον σαφὲς τονίζεται ὅτι διὰ τὰς ἀνάγκας λειτουργίας τοῦ προγράμματος, τὰ τονιζόμενα φωνήεντα εἰς τὸ μονοτονικὸν σύστημα εἶναι διάφορα τοῦ τονισμοῦ των εἰς τὸ πολυτονικὸν σύστημα. Οὕτω, τὸ «ά» τοῦ μονοτονικοῦ ὁμοιάζει μὲ τὸ «ά» τοῦ πολυτονικοῦ πλὴν ἡ προγραμματιστικὴ των ἀναπαράστασις, μὴ ὀρατὴ εἰς τὸν τελικὸν χρήστην, εἶναι τελείως διάφορος. Τέλος, ἐχρωματίσθησαν καὶ ἠριθμήθησαν οἱ στίχοι διὰ τὴν εὐχερὴν ἀνεύρεσιν τῶν ἐν τῷ λεξιλογείῳ ἀναφερομένων στίχων καὶ, τῇ βοηθείᾳ τοῦ προγράμματος συνετάχθη τὸ λεξιλόγειον ἀνὰ ῥαψωδίαν καὶ ἐν τῷ συνόλῳ τοῦ ἔπους. Τὸ πόνημα ἀπευθύνεται εἰς τοὺς μελετητὰς καὶ οὐχὶ ἁπλοὺς ἀναγνώστας τοῦ ἔπους. Καλὴν μελέτην
  • 3. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 3 ἐκ 74 Ὁμήρου Ἰλιάς Ῥαψῳδία Δ – λέξεις: 1983 Εἰς τὸ τέλος τῆς ῥαψῳδίας παρατίθεται τὸ λεξιλόγειον αὐτῆς ἄνευ ἑρμηνευτικῶν σχολίων Οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη νέκταρ ἐοινοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι δειδέχατ’ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες· αὐτίκ’ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην Δ 05 κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων· δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων Ἥρη τ’ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη. ἀλλ’ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι τέρπεσθον· τῷ δ’ αὖτε φιλομειδὴς Ἀφροδίτη Δ 10 αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει· καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι. ἀλλ’ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου· ἡμεῖς δὲ φραζώμεθ’ ὅπως ἔσται τάδε ἔργα, ἤ ῥ’ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν Δ 15 ὄρσομεν, ἦ φιλότητα μετ’ ἀμφοτέροισι βάλωμεν. εἰ δ’ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο, ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος, αὖτις δ’ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο. Ὣς ἔφαθ’, αἳ δ’ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη· Δ 20 πλησίαι αἵ γ’ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
  • 4. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 4 ἐκ 74 ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει· Ἥρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα· αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες· Δ 25 πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδ’ ἀτέλεστον, ἱδρῶ θ’ ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν. ἕρδ’· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι. Τὴν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· Δ 30 δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες τόσσα κακὰ ῥέζουσιν, ὅ τ’ ἀσπερχὲς μενεαίνεις Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον; εἰ δὲ σύ γ’ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας Δ 35 ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο. ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω σοὶ καὶ ἐμοὶ μέγ’ ἔρισμα μετ’ ἀμφοτέροισι γένηται. ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι Δ 40 τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι, μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μ’ ἐᾶσαι· καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ· αἳ γὰρ ὑπ’ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι
  • 5. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 5 ἐκ 74 ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων, Δ 45 τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο. οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. Τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη· Δ 50 ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη· τὰς διαπέρσαι ὅτ’ ἄν τοι ἀπέχθωνται περὶ κῆρι· τάων οὔ τοι ἐγὼ πρόσθ’ ἵσταμαι οὐδὲ μεγαίρω. εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι, Δ 55 οὐκ ἀνύω φθονέουσ’ ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι. ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον· καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί, καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης, ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις Δ 60 κέκλημαι, σὺ δὲ πᾶσι μετ’ ἀθανάτοισιν ἀνάσσεις. ἀλλ’ ἤτοι μὲν ταῦθ’ ὑποείξομεν ἀλλήλοισι, σοὶ μὲν ἐγώ, σὺ δ’ ἐμοί· ἐπὶ δ’ ἕψονται θεοὶ ἄλλοι ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν, Δ 65 πειρᾶν δ’ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
  • 6. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 6 ἐκ 74 Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε· αὐτίκ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· αἶψα μάλ’ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς, Δ 70 πειρᾶν δ’ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι. Ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην, βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα. οἷον δ’ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω Δ 75 ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται· τῷ ἐϊκυῖ’ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη, κὰδ δ’ ἔθορ’ ἐς μέσσον· θάμβος δ’ ἔχεν εἰσορόωντας Τρῶάς θ’ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς· Δ 80 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· ἦ ῥ’ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ ἔσσεται, ἢ φιλότητα μετ’ ἀμφοτέροισι τίθησι Ζεύς, ὅς τ’ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται. Ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε. Δ 85 ἣ δ’ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθ’ ὅμιλον Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ, Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι. εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε ἑσταότ’· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων Δ 90
  • 7. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 7 ἐκ 74 λαῶν, οἵ οἱ ἕποντο ἀπ’ Αἰσήποιο ῥοάων· ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον. τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν, πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο, Δ 95 ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ. τοῦ κεν δὴ πάμπρωτα παρ’ ἀγλαὰ δῶρα φέροιο, αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντ’ ἀλεγεινῆς. ἀλλ’ ἄγ’ ὀΐστευσον Μενελάου κυδαλίμοιο, Δ 100 εὔχεο δ’ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης. Ὣς φάτ’ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν· αὐτίκ’ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς Δ 105 ἀγρίου, ὅν ῥά ποτ’ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι βεβλήκει πρὸς στῆθος· ὃ δ’ ὕπτιος ἔμπεσε πέτρῃ. τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει· καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων, Δ 110 πᾶν δ’ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην. καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι
  • 8. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 8 ἐκ 74 μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν. Δ 115 αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δ’ ἕλετ’ ἰὸν ἀβλῆτα πτερόεντα μελαινέων ἕρμ’ ὀδυνάων· αἶψα δ’ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν, εὔχετο δ’ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην Δ 120 οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης. ἕλκε δ’ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια· νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον. αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε, λίγξε βιός, νευρὴ δὲ μέγ’ ἴαχεν, ἆλτο δ’ ὀϊστὸς Δ 125 ὀξυβελὴς καθ’ ὅμιλον ἐπιπτέσθαι μενεαίνων. Οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη, ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν. ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ Δ 130 παιδὸς ἐέργῃ μυῖαν ὅθ’ ἡδέϊ λέξαται ὕπνῳ, αὐτὴ δ’ αὖτ’ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ. ἐν δ’ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός· διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο, Δ 135 καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο
  • 9. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 9 ἐκ 74 μίτρης θ’, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων, ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς. ἀκρότατον δ’ ἄρ’ ὀϊστὸς ἐπέγραψε χρόα φωτός· αὐτίκα δ’ ἔῤῥεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς. Δ 140 Ὡς δ’ ὅτε τίς τ’ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων· κεῖται δ’ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα, ἀμφότερον κόσμός θ’ ἵππῳ ἐλατῆρί τε κῦδος· Δ 145 τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλ’ ὑπένερθε. Ῥίγησεν δ’ ἄρ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων ὡς εἶδεν μέλαν αἷμα καταῤῥέον ἐξ ὠτειλῆς· ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος. Δ 150 ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας ἄψοῤῥόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη. τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δ’ ἑταῖροι· φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκι’ ἔταμνον Δ 155 οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι, ὥς σ’ ἔβαλον Τρῶες, κατὰ δ’ ὅρκια πιστὰ πάτησαν. οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν σπονδαί τ’ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν.
  • 10. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 10 ἐκ 74 εἴ περ γάρ τε καὶ αὐτίκ’ Ὀλύμπιος οὐκ ἐτέλεσσεν, Δ 160 ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν. εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν· ἔσσεται ἦμαρ ὅτ’ ἄν ποτ’ ὀλώλῃ Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο, Δ 165 Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι τῆσδ’ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα· ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο. Δ 170 καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην· αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης· κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν Ἀργείην Ἑλένην· σέο δ’ ὀστέα πύσει ἄρουρα κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ. Δ 175 καί κέ τις ὧδ’ ἐρέει Τρώων ὑπερηνορεόντων τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο· αἴθ’ οὕτως ἐπὶ πᾶσι χόλον τελέσει’ Ἀγαμέμνων, ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδ’ Ἀχαιῶν, καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν Δ 180 σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον. ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών.
  • 11. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 11 ἐκ 74 Τὸν δ’ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος· θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν· οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν Δ 185 εἰρύσατο ζωστήρ τε παναίολος ἠδ’ ὑπένερθε ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες. Τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε· ἕλκος δ’ ἰητὴρ ἐπιμάσσεται ἠδ’ ἐπιθήσει Δ 190 φάρμαχ’ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων. Ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα· Ταλθύβι’ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον φῶτ’ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος, ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν, Δ 195 ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος. Ὣς ἔφατ’, οὐδ’ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας, βῆ δ’ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν Δ 200 ἑσταότ’· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο. ἀγχοῦ δ’ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· ὄρσ’ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων, ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν, Δ 205
  • 12. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 12 ἐκ 74 ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος. Ὣς φάτο, τῷ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· βὰν δ’ ἰέναι καθ’ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν. ἀλλ’ ὅτε δή ῥ’ ἵκανον ὅθι ξανθὸς Μενέλαος Δ 210 βλήμενος ἦν, περὶ δ’ αὐτὸν ἀγηγέραθ’ ὅσσοι ἄριστοι κυκλόσ’, ὃ δ’ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς, αὐτίκα δ’ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν· τοῦ δ’ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι. λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδ’ ὑπένερθε Δ 215 ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες. αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθ’ ἔμπεσε πικρὸς ὀϊστός, αἷμ’ ἐκμυζήσας ἐπ’ ἄρ’ ἤπια φάρμακα εἰδὼς πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων. Ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον, Δ 220 τόφρα δ’ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων· οἳ δ’ αὖτις κατὰ τεύχε’ ἔδυν, μνήσαντο δὲ χάρμης. Ἔνθ’ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον οὐδὲ καταπτώσσοντ’ οὐδ’ οὐκ ἐθέλοντα μάχεσθαι, ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν. Δ 225 ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ· καὶ τοὺς μὲν θεράπων ἀπάνευθ’ ἔχε φυσιόωντας Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο·
  • 13. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 13 ἐκ 74 τῷ μάλα πόλλ’ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα· Δ 230 αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν· καί ῥ’ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων, τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν· Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς· οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετ’ ἀρωγός, Δ 235 ἀλλ’ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται, ἡμεῖς αὖτ’ ἀλόχους τε φίλας καὶ νήπια τέκνα ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν. Οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο, Δ 240 τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν· Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε; τίφθ’ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί, αἵ τ’ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι ἑστᾶσ’, οὐδ’ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή· Δ 245 ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε. ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες εἰρύατ’ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης, ὄφρα ἴδητ’ αἴ κ’ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων; Ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν· Δ 250 ἦλθε δ’ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.
  • 14. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 14 ἐκ 74 οἳ δ’ ἀμφ’ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο· Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν, Μηριόνης δ’ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας. τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, Δ 255 αὐτίκα δ’ Ἰδομενῆα προσηύδα μειλιχίοισιν· Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων ἠμὲν ἐνὶ πτολέμῳ ἠδ’ ἀλλοίῳ ἐπὶ ἔργῳ ἠδ’ ἐν δαίθ’, ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται. Δ 260 εἴ περ γάρ τ’ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ ἕστηχ’, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι. ἀλλ’ ὄρσευ πόλεμον δ’ οἷος πάρος εὔχεαι εἶναι. Τὸν δ’ αὖτ’ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· Δ 265 Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα· ἀλλ’ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς ὄφρα τάχιστα μαχώμεθ’, ἐπεὶ σύν γ’ ὅρκι’ ἔχευαν Τρῶες· τοῖσιν δ’ αὖ θάνατος καὶ κήδε’ ὀπίσσω Δ 270 ἔσσετ’ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο. Ὣς ἔφατ’, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ· ἦλθε δ’ ἐπ’ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν· τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν.
  • 15. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 15 ἐκ 74 ὡς δ’ ὅτ’ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ Δ 275 ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς· τῷ δέ τ’ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα φαίνετ’ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν, ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα· τοῖαι ἅμ’ Αἰάντεσσι διοτρεφέων αἰζηῶν Δ 280 δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι. καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων, καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· Αἴαντ’ Ἀργείων ἡγήτορε χαλκοχιτώνων, Δ 285 σφῶϊ μέν· οὐ γὰρ ἔοικ’ ὀτρυνέμεν· οὔ τι κελεύω· αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι. αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο· τώ κε τάχ’ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος Δ 290 χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. Ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετ’ ἄλλους· ἔνθ’ ὅ γε Νέστορ’ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε Δ 295 Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν· ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,
  • 16. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 16 ἐκ 74 πεζοὺς δ’ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς ἕρκος ἔμεν πολέμοιο· κακοὺς δ’ ἐς μέσσον ἔλασσεν, ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι. Δ 300 ἱππεῦσιν μὲν πρῶτ’ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ· μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς οἶος πρόσθ’ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι, μηδ’ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε. Δ 305 ὃς δέ κ’ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερ’ ἅρμαθ’ ἵκηται ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω. ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχε’ ἐπόρθεον τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες. Ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς· Δ 310 καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ὦ γέρον εἴθ’ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν ὥς τοι γούναθ’ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη· ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις Δ 315 ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι. Τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν. ἀλλ’ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν· Δ 320
  • 17. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 17 ἐκ 74 εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει. ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω βουλῇ καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων. αἰχμὰς δ’ αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν. Δ 325 Ὣς ἔφατ’, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ. εὗρ’ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον ἑσταότ’· ἀμφὶ δ’ Ἀθηναῖοι μήστωρες ἀϋτῆς· αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς, πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ Δ 330 ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς, ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντες ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο. Δ 335 τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος, καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δ’ ἄλλους; Δ 340 σφῶϊν μέν τ’ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας ἑστάμεν ἠδὲ μάχης καυστειρῆς ἀντιβολῆσαι· πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,
  • 18. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 18 ἐκ 74 ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί. ἔνθα φίλ’ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα Δ 345 οἴνου πινέμεναι μελιηδέος ὄφρ’ ἐθέλητον· νῦν δὲ φίλως χ’ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ. Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων; Δ 350 πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότ’ Ἀχαιοὶ Τρωσὶν ἐφ’ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα; ὄψεαι αἴ κ’ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτ’ ἀνεμώλια βάζεις. Δ 355 Τὸν δ’ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων ὡς γνῶ χωομένοιο· πάλιν δ’ ὅ γε λάζετο μῦθον· διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω· οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν Δ 360 ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τ’ ἐγώ περ. ἀλλ’ ἴθι ταῦτα δ’ ὄπισθεν ἀρεσσόμεθ’ εἴ τι κακὸν νῦν εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν. Ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετ’ ἄλλους. εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα Δ 365 ἑσταότ’ ἔν θ’ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι·
  • 19. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 19 ἐκ 74 πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός. καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο Δ 370 τί πτώσσεις, τί δ’ ὀπιπεύεις πολέμοιο γεφύρας; οὐ μὲν Τυδέϊ γ’ ὧδε φίλον πτωσκαζέμεν ἦεν, ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι, ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε ἤντησ’ οὐδὲ ἴδον· περὶ δ’ ἄλλων φασὶ γενέσθαι. Δ 375 ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας ξεῖνος ἅμ’ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων· οἳ δὲ τότ’ ἐστρατόωνθ’ ἱερὰ πρὸς τείχεα Θήβης, καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους· οἳ δ’ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον· Δ 380 ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων. οἳ δ’ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο, Ἀσωπὸν δ’ ἵκοντο βαθύσχοινον λεχεποίην, ἔνθ’ αὖτ’ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί. αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας Δ 385 δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης. ἔνθ’ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν, ἀλλ’ ὅ γ’ ἀεθλεύειν προκαλίζετο, πάντα δ’ ἐνίκα
  • 20. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 20 ἐκ 74 ῥηϊδίως· τοίη οἱ ἐπίῤῥοθος ἦεν Ἀθήνη. Δ 390 οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων ἂψ ἄρ’ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες κούρους πεντήκοντα· δύω δ’ ἡγήτορες ἦσαν, Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν, υἱός τ’ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης. Δ 395 Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε· πάντας ἔπεφν’, ἕνα δ’ οἶον ἵει οἶκον δὲ νέεσθαι· Μαίον’ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας. τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τ’ ἀμείνω. Δ 400 Ὣς φάτο, τὸν δ’ οὔ τι προσέφη κρατερὸς Διομήδης αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο· τὸν δ’ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο· Ἀτρεΐδη μὴ ψεύδε’ ἐπιστάμενος σάφα εἰπεῖν· ἡμεῖς τοι πατέρων μέγ’ ἀμείνονες εὐχόμεθ’ εἶναι· Δ 405 ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο παυρότερον λαὸν ἀγαγόνθ’ ὑπὸ τεῖχος ἄρειον, πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ· κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο· τὼ μή μοι πατέρας ποθ’ ὁμοίῃ ἔνθεο τιμῇ. Δ 410 Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· τέττα, σιωπῇ ἧσο, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ·
  • 21. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 21 ἐκ 74 οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς· τούτῳ μὲν γὰρ κῦδος ἅμ’ ἕψεται εἴ κεν Ἀχαιοὶ Δ 415 Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν, τούτῳ δ’ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων. ἀλλ’ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς. Ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε· δεινὸν δ’ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος Δ 420 ὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν. Ὡς δ’ ὅτ’ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης ὄρνυτ’ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος· πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τ’ ἄκρας Δ 425 κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δ’ ἁλὸς ἄχνην· ὣς τότ’ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες νωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστος ἡγεμόνων· οἳ δ’ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης τόσσον λαὸν ἕπεσθαι ἔχοντ’ ἐν στήθεσιν αὐδήν, Δ 430 σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσι τεύχεα ποικίλ’ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο. Τρῶες δ’, ὥς τ’ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν, Δ 435
  • 22. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 22 ἐκ 74 ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει· οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ’ ἴα γῆρυς, ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δ’ ἔσαν ἄνδρες. ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη Δεῖμός τ’ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα, Δ 440 Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε, ἥ τ’ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει· ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ ἐρχομένη καθ’ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν. Δ 445 Οἳ δ’ ὅτε δή ῥ’ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο, σύν ῥ’ ἔβαλον ῥινούς, σὺν δ’ ἔγχεα καὶ μένε’ ἀνδρῶν χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι ἔπληντ’ ἀλλήλῃσι, πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει. ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν Δ 450 ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δ’ αἵματι γαῖα. ὡς δ’ ὅτε χείμαῤῥοι ποταμοὶ κατ’ ὄρεσφι ῥέοντες ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης, τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν· Δ 455 ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε. Πρῶτος δ’ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον·
  • 23. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 23 ἐκ 74 τόν ῥ’ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης, ἐν δὲ μετώπῳ πῆξε, πέρησε δ’ ἄρ’ ὀστέον εἴσω Δ 460 αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν, ἤριπε δ’ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ. τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων, ἕλκε δ’ ὑπ’ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα Δ 465 τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθ’ ὁρμή. νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ πλευρά, τά οἱ κύψαντι παρ’ ἀσπίδος ἐξεφαάνθη, οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα. ὣς τὸν μὲν λίπε θυμός, ἐπ’ αὐτῷ δ’ ἔργον ἐτύχθη Δ 470 ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δ’ ἄνδρ’ ἐδνοπάλιζεν. Ἔνθ’ ἔβαλ’ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ Ἴδηθεν κατιοῦσα παρ’ ὄχθῃσιν Σιμόεντος Δ 475 γείνατ’, ἐπεί ῥα τοκεῦσιν ἅμ’ ἕσπετο μῆλα ἰδέσθαι· τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν ἔπλεθ’ ὑπ’ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι. πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν Δ 480 δεξιόν· ἀντικρὺ δὲ δι’ ὤμου χάλκεον ἔγχος
  • 24. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 24 ἐκ 74 ἦλθεν· ὃ δ’ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς ἥ ῥά τ’ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπ’ ἀκροτάτῃ πεφύασι· τὴν μέν θ’ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ Δ 485 ἐξέταμ’, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ· ἣ μέν τ’ ἀζομένη κεῖται ποταμοῖο παρ’ ὄχθας. τοῖον ἄρ’ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν Αἴας διογενής· τοῦ δ’ Ἄντιφος αἰολοθώρηξ Πριαμίδης καθ’ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί. Δ 490 τοῦ μὲν ἅμαρθ’, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσ’ ἐρύοντα· ἤριπε δ’ ἀμφ’ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός. τοῦ δ’ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη, βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, Δ 495 στῆ δὲ μάλ’ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο ἀνδρὸς ἀκοντίσσαντος· ὃ δ’ οὐχ ἅλιον βέλος ἧκεν, ἀλλ’ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα ὅς οἱ Ἀβυδόθεν ἦλθε παρ’ ἵππων ὠκειάων. Δ 500 τόν ῥ’ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ κόρσην· ἣ δ’ ἑτέροιο διὰ κροτάφοιο πέρησεν αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε, δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.
  • 25. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 25 ἐκ 74 χώρησαν δ’ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ· Δ 505 Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς, ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δ’ Ἀπόλλων Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετ’ ἀΰσας· ὄρνυσθ’ ἱππόδαμοι Τρῶες μηδ’ εἴκετε χάρμης Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος Δ 510 χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν· οὐ μὰν οὐδ’ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο μάρναται, ἀλλ’ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει. Ὣς φάτ’ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια Δ 515 ἐρχομένη καθ’ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο. Ἔνθ’ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε· χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν Πείρως Ἰμβρασίδης ὃς ἄρ’ Αἰνόθεν εἰληλούθει. Δ 520 ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς ἄχρις ἀπηλοίησεν· ὃ δ’ ὕπτιος ἐν κονίῃσι κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας θυμὸν ἀποπνείων· ὃ δ’ ἐπέδραμεν ὅς ῥ’ ἔβαλέν περ Πείροος, οὖτα δὲ δουρὶ παρ’ ὀμφαλόν· ἐκ δ’ ἄρα πᾶσαι Δ 525 χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε. Τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ
  • 26. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 26 ἐκ 74 στέρνον ὑπὲρ μαζοῖο, πάγη δ’ ἐν πνεύμονι χαλκός· ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δ’ ὄβριμον ἔγχος ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ, Δ 530 τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δ’ αἴνυτο θυμόν. τεύχεα δ’ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι Θρήϊκες ἀκρόκομοι δολίχ’ ἔγχεα χερσὶν ἔχοντες, οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη. Δ 535 ὣς τώ γ’ ἐν κονίῃσι παρ’ ἀλλήλοισι τετάσθην, ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δ’ Ἐπειῶν χαλκοχιτώνων ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι. Ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών, ὅς τις ἔτ’ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ Δ 540 δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη χειρὸς ἑλοῦσ’, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν· πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ πρηνέες ἐν κονίῃσι παρ’ ἀλλήλοισι τέταντο. Δ 545
  • 27. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 27 ἐκ 74 Ῥαψῳδίᾳ Δ - λέξεις: 1983 1 ἅ 191, 361 2 Ἀβάντων 464 3 ἀβλῆτα 117 4 ἄβλητος 540 5 Ἀβυδόθεν 500 6 ἄγ’ 100 7 ἀγαγόνθ’ 407 8 ἀγαθόν 181, 22 9 ἄγαλμα 144 10 Ἀγαμέμνονα 223 11 Ἀγαμέμνονι 413 12 Ἀγαμέμνων 148, 153, 178, 188, 204, 255, 283, 311, 336, 356, 368 13 ἀγαυόν 534 14 ἀγγελίην 384 15 ἄγε 418 16 ἄγει 278 17 ἀγειρούσῃ 28 18 ἀγείρων 377 19 ἀγελείη 128 20 ἄγεν 214 21 ἀγέρθη 152 22 ἀγηγέραθ’ 211 23 Ἀγήνωρ 467 24 ἀγκλίνας 113 25 ἀγκυλομήτεω 75 26 ἀγκυλομήτης 59 27 ἀγλαά 97 28 ἄγοι 541 29 ἄγοιτο 19 30 ἄγοντες 392 31 ἀγορεύων 6 32 ἀγορῇ 400 33 ἀγορητήν 293 34 ἀγός 265, 519 35 ἄγριος 23 36 ἀγρίου 106 37 ἀγχίμολον 529 38 ἀγχοῦ 92, 203 39 ἀεθλεύειν 389 40 ἀεικέα 396 41 ἀέκοντι 43
  • 28. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 28 ἐκ 74 42 ἀζηχές 435 43 ἀζομένη 487 44 ἀθάνατοι 64, 128 45 ἀθανάτοισιν 61, 394 46 Ἀθηναίῃ 64 47 Ἀθηναίη 20, 22, 104, 288 48 Ἀθηναίην 69 49 Ἀθηναῖοι 328 50 Ἀθήνη 8, 78, 390, 439, 541 51 Ἀθήνην 73 52 αἴ 98, 170, 189, 249, 288, 353, 353 53 αἵ 20, 21, 44, 244 54 Αἴαντ’ 285 55 Αἰάντεσσι 273, 28 56 Αἴαντος 479 57 Αἴας 473, 489 58 αἴγειρος 482 59 αἰγιαλῷ 422 60 αἰγίδα 167 61 αἰγός 105 62 αἰδεσθείς 402 63 αἰδοίοιο 402 64 αἰεί 11, 262 65 αἰζηῶν 280 66 αἴης 172 67 αἴθ’ 178 68 αἰθέρι 166 69 αἴθοπα 259 70 αἴθοπι 495 71 αἴθωνι 485 72 αἷμ’ 218 73 αἷμα 140, 149, 158 74 αἵματι 146, 451 75 Αἵμονα 296 76 Αἱμονίδης 394 77 αἰνή 82 78 αἰνήν 15, 65 79 Αἰνόθεν 520 80 αἰνόν 169 81 αἰνότατε 25 82 αἴνυτο 531 83 ἀΐξασα 74 84 αἰολοθώρηξ 489
  • 29. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 29 ἐκ 74 85 αἰπόλος 275 86 Αἰσήποιο 91 87 Αἰτώλιος 399 88 Αἰτωλός 527 89 αἰχμάς 324 90 αἰχμάσσουσι 324 91 αἰχμή 461, 503 92 αἰχμητῇ 87 93 αἶψα 70, 118 94 αἰών 478 95 ἀκέων 22 96 ἀκήν 429 97 ἀκόντισε 496 98 ἀκόντισεν 490 99 ἀκοντίσσαντος 498 100 ἀκόντων 137 101 ἀκουάζεσθον 343 102 ἀκούετο 331 103 ἀκούουσαι 435 104 ἀκούσας 198 105 ἄκρας 425 106 ἄκρητοι 159 107 ἀκρόκομοι 533 108 ἀκροτάτῃ 484 109 ἀκρότατον 139 110 ἀλαλητός 436 111 Ἀλαλκομενηΐς 8 112 ἀλαπαδναί 330 113 ἀλαπαδνότεροι 305 114 Ἀλάστορα 295 115 ἀλεγεινῆς 99 116 Ἀλεξάνδρῳ 96 117 ἅλιον 26, 158, 179, 498 118 ἀλκή 245 119 ἀλκήν 253 120 ἀλκῆς 234, 418 121 ἀλλ’ 9, 13, 62, 100, 210, 236, 264, 268, 320, 362, 389, 418, 499, 513 122 ἀλλά 24, 42, 57, 169, 185, 225, 315, 322, 332, 373, 381, 399, 438 123 ἀλλήλῃσι 449 124 ἀλλήλοις 472 125 ἀλλήλοισι 62, 536, 544 126 ἀλλήλους 4 127 ἄλλο 39
  • 30. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 30 ἐκ 74 128 ἄλλοι 29, 63, 261, 429, 538 129 ἀλλοίῳ 258 130 ἄλλον 81 131 ἄλλος 316, 334 132 ἄλλους 36, 268, 292, 340, 364 133 ἄλλων 304, 375 134 ἁλός 426 135 ἁλοῦσα 291 136 ἀλόχους 238 137 ἆλτο 125, 419 138 ἅμ’ 280, 377, 415, 450, 476 139 ἅμα 274, 32 140 ἅμαρθ’ 491 141 Ἀμαρυγκείδην 517 142 ἀμείνονες 405 143 ἀμείνω 400 144 ἀμείψατο 403 145 ἀμελγόμεναι 434 146 ἄμμι 197, 207 147 ἄμοτον 440 148 ἀμύμονα 89 149 ἀμύμονος 194 150 ἀμύνει 11 151 ἄμυνεν 129 152 ἀμφ’ 252, 493 153 ἀμφεπένοντο 220 154 ἀμφί 90, 201, 295, 328, 330, 425, 431, 497 155 ἀμφοτέροισι 16, 38, 83 156 ἀμφότερον 60, 145 157 ἀμφοτέρω 521 158 ἄμφω 523 159 ἄν 53, 164, 223 160 ἀνά 209, 251, 273, 436 161 ἀναγκαίῃ 300 162 ἀναιδής 521 163 ἀναΐξειαν 114 164 ἄνακτος 18, 290, 420 165 ἄναξ 148, 255, 336 166 ἀναπλήσῃς 170 167 ἀνάσσεις 61 168 ἀνασχέσθαι 511 169 ἀναχωρείτω 305 170 ἄνδρ’ 472
  • 31. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 31 ἐκ 74 171 ἄνδρα 457 172 ἄνδρες 187, 216, 438 173 ἀνδρί 86 174 ἀνδρός 433, 498 175 ἀνδροφόνοιο 441 176 ἀνδρῶν 68, 148, 231, 250, 251, 255, 273, 316, 336, 445, 447, 450, 519 177 ἀνεμώλια 355 178 ἀνέρες 41 179 ἀνερχομένῳ 392 180 ἄνευθεν 277 181 ἀνήρ 275, 306, 472, 485, 539 182 Ἀνθεμίδην 488 183 Ἀνθεμίωνος 473 184 ἀνθρώποισιν 320 185 ἀνθρώπων 45, 84 186 ἀνούτατος 540 187 Ἀντηνορίδῃ 87 188 ἀντιβολῆσαι 342 189 ἀντίθεον 88 190 ἀντιθέῳ 377 191 ἀντικρύ 481 192 Ἀντίλοχος 457 193 ἀντίον 265 194 Ἄντιφος 489 195 ἀνύω 56 196 ἀνώγει 301 197 ἀνώγετον 287 198 ἀνώγοι 263 199 ἄξομεν 239 200 ἀπ’ 91 201 ἀπαμειβόμενος 188 202 ἀπάνευθ’ 227 203 ἀπάτης 168 204 ἀπέδυσε 532 205 ἀπέδωκε 478 206 ἀπερύκοι 542 207 ἀπεσσύμενον 527 208 ἀπέτισαν 161 209 ἀπέχθωνται 53 210 ἀπηλοίησεν 522 211 ἀπίθησε 68 212 ἀπίθησεν 198 213 ἀπό 77, 130, 275, 306, 514, 535
  • 32. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 32 ἐκ 74 214 ἀποκταμένοιο 494 215 Ἄπολλον 288 216 Ἀπόλλων 507 217 Ἀπόλλωνι 101, 119 218 ἀποπνείων 524 219 ἀποπτύει 426 220 ἄρ’ 139, 148, 218, 349, 392, 411, 460, 488, 520 221 ἄρ 135 222 ἄρα 85, 198, 208, 245, 254, 398, 525 223 ἀράβησε 504 224 ἀργαλέον 471 225 Ἀργείη 8 226 Ἀργείην 19, 174 227 Ἀργεῖοι 234, 242, 506 228 Ἀργείοις 510 229 Ἀργείων 260, 285 230 Ἄργος 52, 171 231 ἄρειον 407 232 Ἄρεος 441 233 ἀρεσσόμεθ’ 362 234 Ἄρηα 352 235 ἀρηγόνες 7 236 ἀρήϊοι 114 237 ἀρήϊον 98, 115, 195, 205 238 ἀρηΐφιλος 150 239 ἀρηϊφίλου 13 240 ἀρηρότι 134 241 ἀρηρότος 213 242 Ἄρης 439 243 ἄριστοι 211, 26 244 ἅρμαθ’ 306 245 ἅρμασι 366 246 ἅρματα 226 247 ἁρματοπηγός 485 248 ἀρνῶν 102, 120, 158, 435 249 ἄρξειαν 335 250 ἄρξωσι 67, 72 251 ἄροιο 95 252 ἄρουρα 174 253 ἀρχόν 205 254 ἀρχός 464 255 ἀρωγῇ 408 256 ἀρωγός 235
  • 33. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 33 ἐκ 74 257 ἀσκήσας 110 258 Ἀσκληπιάδη 204 259 Ἀσκληπιοῦ 194 260 ἀσπερχές 32 261 ἀσπίδες 448 262 ἀσπίδος 468 263 ἀσπιστάων 90, 201, 221 264 ἀστέρα 75 265 ἀστερόεντι 44 266 ἄστυ 103, 121 267 Ἀσωπόν 383 268 ἀτάρ 29, 448, 484 269 ἀτασθαλίῃσιν 409 270 ἀτέλεστα 168 271 ἀτέλεστον 26, 57 272 ἀτελευτήτῳ 175 273 ἄτερ 376 274 Ἀτρεΐδη 266, 318, 350, 404 275 Ἀτρεΐδης 272, 326 276 Ἀτρέος 98, 115, 195 277 αὖ 17, 240, 270, 417 278 αὐδήν 430 279 αὐλῇ 433 280 ἀΰσας 508 281 αὖτ’ 132, 238, 265, 384 282 αὐτάρ 116, 124, 217, 231, 329, 385, 424, 442, 514, 542 283 αὖτε 10, 321 284 αὐτή 132 285 ἀϋτῆς 328, 331 286 αὐτίκ’ 5, 69, 105, 160 287 αὐτίκα 140, 172, 213, 256 288 αὖτις 15, 19, 82, 222 289 αὐτόν 211 290 αὐτός 106, 150, 167, 318 291 αὐτοῦ 11, 292, 364 292 Αὐτοφόνοιο 395 293 αὐτῷ 470, 493, 504 294 αὐτώ 287 295 αὐτῶν 237 296 ἀφέστατε 340 297 Ἀφροδίτη 10 298 ἄφρονι 104 299 Ἀχαιοί 172, 261, 344, 351, 384, 415
  • 34. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 34 ἐκ 74 300 Ἀχαιούς 66, 70, 71, 80, 268, 414, 514 301 Ἀχαιῶν 65, 85, 114, 156, 179, 184, 199, 205, 209, 333, 334, 347, 417, 471, 543 302 Ἀχιλεύς 512 303 ἄχνην 426 304 ἄχος 169 305 ἄχρις 522 306 ἄψ 392 307 ἄψοῤῥον 152 308 βάζεις 355 309 βαθύσχοινον 383 310 βαίνει 443 311 βάλε 480, 499, 501, 519, 527 312 βάλλεο 39 313 βαλλομένοισιν 511 314 βάλωμεν 16 315 βάν 209 316 βαρύ 153 317 βασιλῆϊ 96, 144 318 βασιλῆος 338, 402 319 βεβλήκει 108, 492 320 βεβρώθοις 35 321 βέλεϊ 99 322 βελέων 465, 542 323 βέλος 129, 185, 498 324 βῆ 74, 199, 292, 364, 385, 495 325 Βίαντα 296 326 βίη 314 327 βίης 386 328 βίηφιν 325 329 βιός 125 330 βιότοιο 170 331 βλήμενος 211 332 βλῆσθαι 115 333 βλῆτο 518 334 βόεια 122 335 βοήν 220 336 βουβῶνα 492 337 βουλῇ 323 338 βοῶπις 50 339 βρέμει 425 340 βρίζοντα 223 341 βωμός 48 342 γ’ 21, 34, 269, 372, 389, 536
  • 35. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 35 ἐκ 74 343 γαῖα 451 344 γαῖαν 180 345 γαίῃ 112 346 γάλα 434 347 γάρ 43, 44, 48, 49, 55, 58, 160, 163, 172, 189, 226, 235, 261, 286, 287, 288, 301, 305, 323, 331, 343, 360, 361, 374, 376, 413, 415, 437, 467, 480, 518, 532, 543 348 γαστέρα 531 349 γε 37, 43, 250, 261, 293, 357, 531 350 γεγάασι 325 351 γείνατ’ 476 352 γείνατο 400 353 γενεῇ 60 354 γένεθ’ 466 355 γενέσθαι 375 356 γένετο 456 357 γένηται 38 358 γένοιτο 17, 289 359 γένος 58 360 γέρας 49, 323 361 Γερήνιος 317 362 γέρον 313 363 γερόντων 323 364 γέρουσιν 344 365 γερούσιον 259 366 γέρων 310 367 γεφύρας 371 368 γήθησεν 255, 283, 311 369 γηθόσυνος 272, 326 370 γῆρας 315, 321 371 γῆρυς 437 372 γίγνεται 245 373 γλαυκῶπις 439 374 γλυφίδας 122 375 γλῶσσα 438 376 γνῶ 357 377 γούναθ’ 314 378 γυῖα 230, 469 379 γυναιξί 162 380 γυνή 141 381 γῦπες 237
  • 36. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 36 ἐκ 74 382 δ’ 10, 17, 19, 20, 24, 39, 50, 63, 63, 66, 71, 75, 79, 79, 86, 92, 101, 108, 111, 116, 118, 119, 122, 125, 132, 134, 139, 140, 141, 143, 148, 154, 157, 174, 183, 188, 190, 199, 203, 208, 209, 211, 212, 213, 214, 221, 222, 251, 252, 254, 256, 264, 265, 270, 273, 275, 298, 299, 317, 324, 328, 340, 349, 356, 357, 362, 371, 375, 380, 382, 383, 389, 393, 397, 401, 403, 411, 412, 417, 420, 422, 426, 429, 433, 438, 446, 447, 449, 450, 451, 452, 457, 460, 462, 465, 470, 472, 482, 489, 493, 494, 498, 502, 505, 507, 522, 524, 525, 528, 529, 531, 532, 537 383 δαιδαλέοιο 135 384 δαίθ’ 259 385 δαιμονίη 31 386 δαινυμένους 386 387 δαῖτα 344 388 δαιτός 48, 343 389 δαιτρόν 262 390 δαΐφρον 93 391 δαΐφρονα 252 392 δαΐφρονος 370 393 δαμέντι 479 394 Δαναῶν 232, 257, 427 395 δαπέδῳ 2 396 δέ 1, 2, 3, 14, 21, 23, 27, 30, 34, 39, 58, 61, 64, 74, 77, 81, 90, 95, 96, 104, 113, 123, 125, 128, 130, 138, 144, 150, 151, 153, 166, 173, 180, 197, 200, 201, 207, 215, 222, 255, 262, 272, 274, 274, 277, 278, 292, 306, 314, 316, 326, 330, 333, 336, 347, 355, 363, 364, 365, 367, 378, 385, 391, 397, 400, 409, 425, 428, 428, 431, 439, 439, 455, 460, 461, 463, 466, 469, 471, 478, 481, 491, 493, 495, 496, 497, 503, 504, 504, 506, 506, 507, 508, 519, 521, 525, 526, 527, 529, 530, 535, 538, 541 397 δεδεγμένος 107 398 δειδέχατ’ 4 399 δειδιότες 431 400 δειδίσσεο 184 401 Δεῖμος 440 402 δεινόν 420 403 δεινός 514 404 δέκα 347 405 δεξιαί 159 406 δεξιόν 481 407 δεξιτερήν 519 408 δέος 421 409 δεπάεσσι 3 410 δέπας 262 411 δεῦρο 193
  • 37. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 37 ἐκ 74 412 δή 97, 124, 180, 189, 210, 351, 418, 446 413 δηΐοισι 373 414 δήϊον 281 415 δηλήσαντο 236, 271 416 δηλήσασθαι 67, 72 417 Δημοκόωντα 499 418 δήνεα 361 419 δῃωθέντων 417 420 δῃώσωσιν 416 421 δι’ 481 422 διά 135, 136, 138, 230, 495, 502 423 διαπέρσαι 53, 55 424 διατρίβειν 42 425 διζημένη 88 426 Διί 23 427 δινεύοι 541 428 διογενές 358 429 διογενής 489 430 Διομήδεα 365 431 Διομήδης 401, 411 432 δῖον 223, 319 433 Διός 128, 515 434 διοτρεφέος 338 435 διοτρεφέων 280 436 διπλόος 133 437 δίφρῳ 486 438 Διώρεα 517 439 δμηθέντα 99 440 δοιαί 7 441 δολίχ’ 533 442 δόλοισι 339 443 δόμεν 379 444 δόμεναι 380 445 δόσαν 320 446 δούπησεν 504 447 δοῦπον 455 448 δουρί 479, 490, 496, 501, 525, 527 449 δύω 393 450 δῶκα 43 451 δῶμα 386 452 δῶρα 97 453 ἕ 497 454 ἑ 534, 541
  • 38. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 38 ἐκ 74 455 ἔα 321 456 ἐᾶσαι 42 457 ἔασε 226 458 ἔβαλ’ 473 459 ἔβαλε 459 460 ἔβαλεν 196, 206, 524 461 ἔβαλον 157, 447 462 ἔβη 180 463 ἔβραχε 420 464 ἐγγεγάασι 41 465 ἐγγύς 496 466 ἐγείρομεν 352 467 ἐγένοντο 382 468 ἔγχεα 447, 533 469 ἔγχει 307 470 ἔγχεσι 282 471 ἔγχος 481, 529 472 ἐγώ 40, 43, 54, 58, 63, 163, 361, 413 473 ἔγωγε 374 474 ἐγών 266, 318 475 ἐδεύετο 48 476 ἔδμεναι 345 477 ἐδνοπάλιζεν 472 478 ἔδονται 237 479 ἕδος 406 480 ἔδυν 222 481 ἔειπες 25 482 ἔεργεν 130 483 ἐέργῃ 131 484 ἔην 399 485 ἐθέλεις 26, 37 486 ἐθέλῃσθα 353 487 ἐθέλητον 346 488 ἐθέλοιμι 318 489 ἔθελον 380 490 ἐθέλοντα 224 491 ἐθέλω 41 492 ἐθέλων 300 493 ἔθορ’ 79 494 εἴ 55, 88, 160, 261, 362, 415 495 εἰ 17, 34, 321, 347 496 εἱαμενῇ 483 497 εἶδεν 149, 275
  • 39. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 39 ἐκ 74 498 εἰδώς 196, 206, 218, 310 499 εἴη 189, 314 500 εἴθ’ 313 501 εἴκελος 253 502 εἴκετε 509 503 ἐϊκυῖ’ 78 504 εἷλεν 421 505 εἰληλούθει 520 506 εἵλομεν 406 507 εἱμένοι 432 508 εἰμι 58 509 εἶναι 264, 405 510 εἷο 400 511 εἶπε 22 512 εἰπεῖν 404 513 εἴπεσκεν 81, 85 514 εἵπετο 274 515 εἰπών 73, 292, 364 516 εἴρηται 363 517 εἰρύατ’ 248 518 εἰρύσατο 186 519 εἰς 103, 121 520 εἷσαν 392 521 εἴσατο 138 522 εἰσελθοῦσα 34 523 εἰσῆλθε 376 524 ἐΐσης 48 525 εἰσί 7 526 εἰσι 51 527 εἰσορόωντας 79 528 εἰσορόωντες 4 529 εἰσορόωσαι 9 530 εἴσω 460 531 εἰῶ 55 532 ἐκ 96, 109, 116, 213, 454, 465, 525, 529, 531 533 ἔκ 161 534 ἔκαμον 244 535 ἕκαστος 428 536 ἑκατόμβην 102, 12 537 ἐκβαίνοντα 107 538 ἐκέλευον 380 539 ἑκκαιδεκάδωρα 109 540 ἐκκατιδών 508
  • 40. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 40 ἐκ 74 541 ἔκλυε 455 542 ἐκμυζήσας 218 543 ἔκπεσε 493 544 ἐκτός 151 545 Ἕκτωρ 505 546 ἑκών 43 547 ἔλαβε 463 548 ἔλαμπε 432 549 ἔλασσεν 299 550 ἐλατῆρι 145 551 ἐλεγχέες 242 552 ἐλέγχιστος 171 553 ἕλεν 457 554 Ἑλένην 19, 174 555 ἕλεος 483 556 ἕλετ’ 116 557 ἐλέφαντα 141 558 Ἐλεφήνωρ 463 559 ἐλήλατο 135 560 ἐλθέ 70 561 ἐλθεῖν 65 562 ἐλθέμεν 247 563 ἕλκε 122, 465 564 ἕλκεν 213 565 ἕλκος 190, 217 566 ἑλοῦσ’ 542 567 ἕλωμεν 239 568 ἕλωσι 416 569 ἔμβαλε 444 570 ἐμεῖο 324, 343 571 ἔμεν 299, 319 572 ἔμμεναι 142 573 ἐμοί 38, 51, 63, 263 574 ἐμόν 42, 57 575 ἔμπεδος 314 576 ἔμπεσε 108, 217 577 ἐμῷ 412 578 ἐν 2, 107, 134, 143, 175, 185, 212, 239, 259, 422, 430, 433, 455, 460, 482, 483, 522, 528, 536, 544 579 ἔν 366 580 ἕνα 397, 446 581 ἔνθ’ 293, 384, 387 582 Ἔνθ’ 223, 473, 517
  • 41. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 41 ἐκ 74 583 Ἔνθα 539 584 ἔνθα 247, 345, 450 585 ἐνθάδ’ 179 586 ἔνθεν 58 587 ἔνθεο 410 588 ἐνί 39, 152, 208, 253, 258, 260, 289, 309, 313, 360, 458, 462 589 ἐνίκα 389 590 ἐνιπήν 402 591 ἔντοσθε 454 592 ἐξ 140, 149, 202, 419 593 ἐξακέσαιο 36 594 ἐξαλαπάξαι 33, 4 595 ἐξελκομένοιο 214 596 ἐξενάριξεν 488 597 ἐξεσάωσεν 12 598 ἐξέταμ’ 486 599 ἐξεφαάνθη 468 600 ἐξόπιθε 298 601 ἔοικ’ 286 602 ἐοινοχόει 3 603 ἐόν 426 604 ἐόντα 534 605 ἐόντας 151, 341 606 ἐόντι 277 607 ἐπ’ 218, 273, 470, 484, 504 608 ἐπαινέομεν 29 609 ἐπασσύτεραι 427 610 ἐπασσύτερον 423 611 ἔπεα 69, 92, 203, 284, 312, 337, 369 612 ἐπέγραψε 139 613 ἐπέδραμεν 524 614 ἐπέεσσι 6 615 ἐπέεσσιν 233, 241 616 ἐπέθηκε 111 617 ἐπεί 56, 124, 217, 244, 269, 271, 307, 382, 476, 510 618 ἐπειρᾶτο 5 619 ἔπειτα 50, 148, 317, 424, 442 620 Ἐπειῶν 537 621 ἐπελθών 334 622 ἐπέμυξαν 20 623 ἐπέοικε 341 624 ἐπέπιθμεν 159 625 ἐπεπωλεῖτο 231, 25
  • 42. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 42 ἐκ 74 626 ἔπεσε 134 627 ἕπεσθαι 430 628 ἐπεστενάχοντο 154 629 ἐπέτελλε 229 630 ἐπετέλλετο 301 631 ἔπεφν’ 397 632 ἐπήν 239 633 ἐπῄνεον 380 634 ἐπί 63, 78, 118, 175, 178, 221, 235, 248, 251, 258, 384, 420, 443, 513 635 ἐπιβάντ’ 99 636 ἐπιείκελος 394 637 ἐπιθαρσύνων 183 638 ἐπιθήσει 190 639 ἐπιθρῴσκων 177 640 ἐπικούρους 379 641 ἐπιμάσσεται 190 642 ἐπιμειδήσας 356 643 ἐπιπείθεο 412 644 ἐπιπροέμεν 94 645 ἐπιπτέσθαι 126 646 ἐπίῤῥοθος 390 647 ἐπισσείῃσιν 167 648 ἐπιστάμενος 404 649 ἐπιτεῖλαι 64 650 ἐπιχθονίων 45 651 ἔπλεθ’ 479 652 ἔπληντ’ 449 653 ἕποιτο 314 654 ἕποντο 91, 202 655 ἐπόρθεον 308 656 ἐπόρουσαν 472 657 ἔπος 350 658 ἑπταπύλοιο 406 659 ἔργα 14 660 ἔργον 470, 539 661 ἔργῳ 175, 258 662 ἕρδ’ 29 663 ἐρέει 176, 182 664 ἐρεθιζέμεν 5 665 ἐρεμνήν 167 666 Ἐρευθαλίωνα 319 667 ἐρέω 39 668 ἐρίηρος 266
  • 43. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 43 ἐκ 74 669 Ἔρις 440 670 ἔρισμα 38 671 ἕρκος 137, 299, 350 672 ἕρμ’ 117 673 ἕρξον 37 674 ἔῤῥεεν 140 675 ἔρυμα 137 676 ἐρύοντα 467, 492 677 ἐρύσαντο 506 678 ἐρύσσατο 530 679 ἔρυτο 138 680 ἐρχομένη 445, 516 681 ἐρχόμενον 276 682 ἐρωήν 542 683 ἐς 65, 70, 79, 81, 180, 225, 281, 299, 446, 453 684 ἔσαν 438 685 ἔσεσθε 305 686 ἐσθλοί 113 687 ἐσθλόν 458, 491 688 ἐσθλούς 298 689 ἐσπάσατο 530 690 ἕσπετο 476 691 ἔσσετ’ 235, 271 692 ἔσσεται 83, 164, 168, 169 693 ἐσσι 56 694 ἔσσομαι 267 695 ἔσται 14 696 ἑστάμεν 342 697 ἑσταότ’ 90, 201, 328, 366 698 ἑστᾶσ’ 245 699 ἕστασαν 331, 334 700 ἑστήκασιν 434 701 ἑστήκει 329, 367 702 ἐστήριξε 443 703 ἔστητε 243, 246 704 ἕστηχ’ 263 705 ἐστί 323 706 ἐστιχόωντο 432 707 ἐστρατόωνθ’ 378 708 ἐσύλα 105 709 ἔτ’ 540 710 ἑταῖροι 113, 154, 532 711 ἑταῖρον 491
  • 44. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 44 ἐκ 74 712 ἑταῖρος 266 713 ἔταμνον 155 714 ἑτάρη 441 715 ἑτάροιο 501 716 ἑτάροισι 523 717 ἑτάρους 294 718 ἑτάρων 373 719 ἔτεινε 124 720 ἐτέλεσσεν 160 721 Ἐτεοκληείης 386 722 ἕτερ’ 306 723 ἑτέροιο 502 724 ἑτέρωσ’ 492 725 ἔτετμε 293 726 ἔτρεψε 381 727 ἐτύχθη 470 728 ἐΰ 196, 206, 310 729 εὖ 111, 112, 163 730 ἐϋκνήμιδας 80, 414 731 ἐϋκτίμενον 33 732 ἐϋμμελίω 47, 165 733 ἐΰξοον 105 734 εὔπρυμνοι 248 735 εὗρ’ 327 736 εὗρε 89, 365 737 εὐρέϊ 76 738 εὐρεῖα 182 739 εὐρυάγυια 52 740 Εὐρυμέδων 228 741 εὐρύν 209, 436 742 εὐφυέες 147 743 εὔχεαι 264 744 εὔχεο 101 745 εὔχετο 119 746 εὐχόμεθ’ 405 747 εὐχωλή 450 748 εὐχωλήν 173 749 ἐφ’ 352 750 ἔφαθ’ 20 751 ἔφατ’ 68, 198, 272, 326 752 ἐφεύροι 88 753 ἐφῆκε 396 754 ἐφοπλίζωμεν 344
  • 45. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 45 ἐκ 74 755 ἐφόρει 137 756 ἔχαδε 24 757 ἔχε 227 758 ἔχειν 316 759 ἐχέμεν 302 760 ἔχεν 79 761 ἐχεπευκές 129 762 Ἐχέπωλον 458 763 ἔχευαν 269 764 ἔχοντ’ 430 765 ἔχοντες 309, 533 766 ἔχων 154 767 ἕψεται 415 768 ἕψονται 63 769 ἐών 231, 387, 388 770 Ζελείης 103, 121 771 Ζεῦ 288 772 Ζεύς 30, 84, 166, 235, 381 773 Ζεφύροιο 276 774 Ζεφύρου 423 775 Ζηνί 1 776 Ζηνός 408 777 ζῶμα 187, 216 778 ζωστήρ 186 779 ζωστῆρα 215 780 ζωστῆρι 134 781 ζωστῆρος 132, 135, 213 782 ἤ 15, 76, 83, 197, 207 783 Ἦ 192, 419 784 ἥ 86, 129, 130, 138, 442, 444, 483, 487, 502 785 ἦ 16, 56, 82, 93, 247, 307 786 Ἥβη 2 787 ἤγαγεν 179 788 ἡγεμόνες 538 789 ἡγεμόνων 429 790 ἡγήτορε 285 791 ἡγήτορες 393 792 ἠγορόωντο 1 793 ἠδ’ 26, 186, 190, 215, 258, 259 794 ἠδέ 322, 342, 345, 440 795 ἡδέϊ 131 796 ἡδύ 17 797 ἠέ 76, 142
  • 46. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 46 ἐκ 74 798 ἠελίῳ 44 799 ἦεν 372, 390, 437 800 ἠΐθεον 474 801 ἤϊξεν 78 802 ἧκε 75 803 ἧκεν 498 804 ἤλασε 279 805 ἦλθε 251, 273, 500, 529 806 ἦλθεν 482 807 ἤλυθον 221 808 ἦμαρ 164 809 ἤματι 543 810 ἠμείβετ’ 50, 317 811 ἡμεῖς 14, 49, 238, 405, 406 812 ἠμέν 258 813 ἡμετέρῃσιν 291 814 ἠμύσειε 290 815 ἦν 22, 211 816 ἥν 137 817 ἠνορέηφι 303 818 ἤντετο 133 819 ἤντησ’ 375 820 ἤπια 218, 361 821 ἤραρε 110 822 ᾕρει 23 823 Ἥρῃ 24 824 Ἥρη 8, 20, 50 825 Ἥρην 5 826 ἠρήρειστο 136 827 ἠρήσαντο 143 828 ἤριπε 462, 493 829 ἥρωα 200 830 ᾗς 159 831 ἦσαν 393 832 ἥσθην 21 833 ἧσο 412 834 ἤτοι 9, 13, 18, 22, 51, 62, 237, 376, 537 835 ηὔδα 265 836 ἠϋκόμοιο 512 837 ἠΰτε 243, 277 838 θ’ 27, 80, 137, 145, 366, 485 839 θαλάμῳ 143 840 θαλάσσης 248, 422
  • 47. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 47 ἐκ 74 841 θαλερόν 474 842 Θαλυσιάδην 458 843 θάμβος 79 844 θάνατον 155 845 θάνατος 270 846 θανέεσθαι 12 847 θάνῃς 170 848 θάρσει 184 849 θαρσύνεσκε 233 850 θᾶσσον 64 851 θεάων 7 852 θεῖεν 363 853 θεῖναι 26 854 θεῖον 192 855 θέμεναι 57 856 θεοί 1, 29, 63, 127, 320, 363 857 θεός 58, 514 858 θέουσαι 244 859 θεράπων 227 860 Θέτιδος 512 861 θεῶν 68, 398, 408 862 Θήβης 378, 406 863 θινί 248 864 Θόας 527, 529 865 θούριδος 234, 418 866 θρέπτρα 478 867 Θρήϊκες 533 868 Θρῃκῶν 519, 537 869 θρόος 437 870 θυγάτηρ 128, 515 871 θυμαλγέα 513 872 θυμόν 163, 208, 309, 494, 524, 531 873 θυμός 152, 263, 289, 313, 360, 470 874 θυμῷ 43 875 θώρηκος 136 876 θώρηξ 133 877 θωρήσσοντο 252 878 ἴα 437 879 ἴαχεν 125 880 ἰαχή 456 881 ἴαχον 506 882 ἰδέ 147, 382 883 ἴδεν 151, 217
  • 48. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 48 ἐκ 74 884 ἰδέσθαι 476 885 ἴδῃ 98, 195 886 Ἴδηθεν 475 887 ἴδῃς 205 888 ἴδητ’ 249 889 ἴδοι 232, 24 890 ἴδοις 223 891 ἴδοιτο 516 892 Ἰδομενεῦ 257 893 Ἰδομενεύς 253, 265 894 Ἰδομενῆα 252, 256 895 ἴδον 375 896 ἴδοντο 374 897 ἱδρῶ 27 898 ἵδρωσα 27 899 ἰδών 81, 255, 279, 283, 311, 336, 349, 368, 411, 467 900 ἵει 397 901 ἰέναι 199, 209 902 ἵενται 77 903 ἱερά 378 904 ἱερῆς 103, 121 905 ἰητήρ 190 906 ἰητῆρος 194 907 ἴθι 362 908 ἴθυνεν 132 909 ἴθυσαν 507 910 ἵκανον 210 911 ἰκέλη 86 912 ἵκηται 306 913 ἱκοίμην 171 914 ἵκοντο 383, 446 915 Ἴλιον 416 916 Ἴλιος 46, 164 917 Ἰλίου 33 918 Ἰμβρασίδης 520 919 ἰξάλου 105 920 ἰόμωροι 242 921 ἰόν 94, 116, 278 922 ἰόντα 480 923 ἱππεῦσι 322 924 ἱππεῦσιν 301 925 ἱππῆας 297 926 ἱππῆες 144
  • 49. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 49 ἐκ 74 927 ἱππηλάτα 387 928 ἱπποβότοιο 202 929 ἱππόδαμοι 509 930 ἱπποδάμοιο 370 931 ἱπποδάμοισιν 352 932 ἱπποδάμους 80 933 ἱπποδάμων 333, 355 934 ἱπποδασείης 459 935 ἵπποι 27 936 ἵπποισι 366 937 ἵπποισιν 297 938 ἱπποσύνῃ 303 939 ἱππότα 317 940 ἵππους 226, 302 941 ἵππῳ 145 942 ἵππων 142, 391, 500 943 ἱρή 46, 164 944 ἱρήν 416 945 ἴσαν 429 946 ἰσόθεος 212 947 ἵσταμαι 54 948 ἱσταμένη 92 949 ἱστάμενος 203 950 ἴτυν 486 951 ἴφθιμον 534 952 ἶφι 287 953 ἰωῆς 276 954 ἰών 496 955 κ’ 249, 306, 353 956 κάδ 79, 173 957 Καδμεῖοι 391 958 Καδμείοισιν 388 959 Καδμεΐωνας 385 960 Κάειρα 142 961 καθ’ 126, 209, 445, 490, 516 962 καθήμεναι 9 963 καθήμενοι 1
  • 50. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 50 ἐκ 74 964 καί 8, 11, 12, 15, 17, 20, 34, 38, 40, 43, 44, 47, 47, 52, 55, 57, 58, 59, 60, 65, 70, 80, 82, 95, 110, 112, 122, 133, 136, 138, 150, 151, 159, 160, 161, 162, 163, 165, 165, 170, 171, 173, 176, 179, 180, 187, 192, 216, 226, 227, 232, 238, 267, 270, 282, 283, 284, 288, 288, 294, 297, 298, 300, 303, 308, 308, 309, 311, 312, 318, 322, 323, 333, 335, 337, 339, 343, 347, 353, 366, 368, 369, 379, 380, 396, 406, 408, 418, 419, 440, 443, 444, 447, 450, 451, 471, 496, 505, 521, 534, 534, 538, 540, 543 965 καιρίῳ 185 966 κακά 21, 28, 32 967 κακοῖσι 339 968 κακόν 15, 362 969 κακός 82 970 κακούς 299 971 κάλ’ 147 972 καλέει 204 973 κάλεον 477 974 κάλεσσον 193 975 κάλυψε 503, 526 976 κάλυψεν 461 977 κάματος 230 978 καμέτην 27 979 κάμον 187, 216 980 κάμψῃ 486 981 Καπανήϊος 367 982 Καπανῆος 403 983 κάππεσεν 523 984 κάρη 261, 268, 443 985 καρήνων 74 986 κασίγνητε 155 987 κασιγνήτη 441 988 κατ’ 74, 452 989 κατά 157, 163, 163, 199, 222, 276, 278, 386, 541 990 καταπτώσσοντ’ 224 991 καταπτώσσοντες 340 992 καταῤῥέον 149 993 κατεδύσεθ’ 86 994 κατέθηκε 112 995 κατεκόσμει 118 996 κατέκταν 319 997 κατένευσα 267 998 κατιοῦσα 475 999 καυστειρῆς 342 1000 κε 66, 71, 95, 170, 290, 429
  • 51. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 51 ἐκ 74 1001 κέ 176 1002 κειμένου 175 1003 κεινῇσιν 181 1004 κεῖνοι 409 1005 κείνῳ 543 1006 κεῖται 143, 144, 487 1007 κεκάδοντο 497 1008 κεκασμένε 339 1009 κέκλετ’ 508 1010 κέκλημαι 61 1011 κεκορυθμένος 495 1012 κελαινεφές 140 1013 κέλευε 428 1014 κελεύσω 322 1015 κελεύω 286, 359 1016 κεν 36, 40, 94, 97, 98, 171, 173, 191, 415, 421, 539 1017 κέν 229, 353 1018 κέντορες 391 1019 κέρα 109 1020 κεραοξόος 110 1021 κερδαλεόφρον 339 1022 κερτομίοις 6 1023 κέρωνται 260 1024 κεφαλῆς 109 1025 κεφαλῇσι 162 1026 Κεφαλλήνων 330 1027 κήδε’ 270 1028 κῆρ 272, 326 1029 κῆρας 11 1030 κῆρι 46, 53 1031 κήρυκα 192 1032 κῆρυξ 198 1033 κινήσαντος 423 1034 κίνυντο 281, 332, 427 1035 κιχήσατο 385 1036 κιών 251, 273 1037 κλειτήν 102, 12 1038 κλειτούς 379 1039 κλέος 197, 207 1040 κλονέεσθαι 302 1041 κλυτοτόξῳ 101, 119 1042 κνῆμαι 147 1043 κνήμην 519
  • 52. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 52 ἐκ 74 1044 κνίσης 49 1045 κοίλης 454 1046 κοιρανέοντα 230 1047 κοιρανέων 250 1048 κολλητοῖσι 366 1049 κομόωντας 268 1050 κομόωντες 261 1051 κονίῃσι 482, 522, 536, 544 1052 κόρσην 502 1053 κόρυθος 459 1054 κορυσσέσθην 274 1055 κορύσσεται 424, 442 1056 κορυστήν 457 1057 κορυφοῦται 426 1058 κορώνην 111 1059 κόσμος 145 1060 κοτέων 168 1061 κοῦρος 321 1062 κουροτέροισι 316 1063 κούρους 393 1064 κρατεραί 90, 201 1065 κρατερῇ 462 1066 κρατερόν 89 1067 κρατερός 401, 411 1068 κρατερῷ 87 1069 κρέα 345 1070 κρείοντα 296 1071 κρείων 153, 188, 204, 283, 311, 356, 368, 463 1072 Κρήτεσσι 251 1073 κρητῆρι 260 1074 Κρητῶν 265 1075 Κρονίδη 25 1076 Κρονίδης 5, 166 1077 Κρονίων 249 1078 Κρόνος 59 1079 Κρόνου 75 1080 κροτάφοιο 502 1081 κρουνῶν 454 1082 κτείνοντο 538 1083 κυάνεαι 282 1084 κυδαλίμοιο 100, 177, 403 1085 κυδιάνειραν 225 1086 κυδίστη 515
  • 53. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 53 ἐκ 74 1087 κῦδος 95, 145, 415 1088 κυκλόσ’ 212 1089 κυκλοτερές 124 1090 κῦμα 422 1091 κύπελλα 345 1092 κυρτόν 426 1093 κύψαντι 468 1094 λᾶας 521 1095 λάβῃ 230 1096 λαβών 122 1097 Λαερτιάδη 358 1098 λάζετο 357 1099 λαίλαπα 278 1100 λαμπρόν 77 1101 Λαοδόκῳ 87 1102 λαόν 28, 184, 199, 287, 377, 407, 430 1103 λαός 47, 165, 331 1104 λάχομεν 49 1105 λαῶν 76, 91, 202, 296, 413 1106 λείη 484 1107 λειήνας 111 1108 λελάθοντο 127 1109 λελιημένος 465 1110 λέξαται 131 1111 λευκόν 434 1112 Λεῦκον 491 1113 λεχεποίην 383 1114 λίγξε 125 1115 λιγύν 293 1116 λίθος 510 1117 λίπε 470 1118 λίπεν 292, 364 1119 λίποιμεν 173 1120 λιπών 181 1121 λίσσοντο 379 1122 λοιβῆς 49 1123 λόχον 392 1124 Λυκάονος 89, 93 1125 Λυκηγενέϊ 101, 119 1126 Λυκίων 197, 207 1127 λύκοι 471 1128 λῦσε 215, 469 1129 μ’ 42
  • 54. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 54 ἐκ 74 1130 μαζοῖο 528 1131 μαζόν 480 1132 μαζῷ 123 1133 Μαίον’ 398 1134 Μαίων 394 1135 μάκαρες 127 1136 μακρά 34 1137 μάλ’ 70, 496 1138 μάλα 225, 229, 233, 241, 266, 287, 318, 379, 494 1139 μάλιστα 96 1140 μάν 512 1141 μάρναται 513 1142 Μαχάονα 193, 2 1143 μάχεσθαι 156, 224, 287, 294, 304, 373, 414 1144 μάχεσθε 246 1145 μάχῃ 400 1146 μάχην 225 1147 μάχης 342 1148 μαχοίατο 348 1149 μαχώμεθ’ 269 1150 με 59, 321 1151 μέγ’ 30, 38, 125, 405 1152 μέγα 124, 417, 506 1153 μεγάθυμος 467 1154 μεγαθύμου 479 1155 μεγαθύμων 464 1156 μεγαίρω 54 1157 μεγάλα 425 1158 μεγάλοιο 483 1159 μεγάλῳ 161 1160 μεγάλων 454 1161 μέγαν 295, 534 1162 μεδέσθην 21 1163 μεδώμεθα 418 1164 μεθιέμεν 351 1165 μεθιέντας 240, 516 1166 μεθίετε 234 1167 μειλιχίοισιν 256 1168 μελαινάων 191 1169 μελαινέων 117 1170 μέλαν 149 1171 μελάντερον 277 1172 μελιηδέος 346
  • 55. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 55 ἐκ 74 1173 μεμακυῖαι 435 1174 μεμάτω 304 1175 μεμαυῖα 440 1176 μεμαυῖαν 73 1177 μεμαώς 40 1178 μεμήλῃ 353 1179 μέμικτο 438 1180 μέν 7, 13, 18, 51, 62, 63, 110, 112, 123, 130, 135, 158, 168, 197, 207, 226, 227, 232, 253, 257, 266, 283, 286, 292, 297, 301, 311, 318, 341, 364, 368, 372, 376, 396, 415, 424, 439, 442, 470, 485, 487, 491, 537 1181 μένε’ 447 1182 μενεαίνεις 32 1183 μενεαίνων 126 1184 Μενέλαε 127, 146, 169, 189 1185 Μενέλαον 98, 115, 154, 181, 195, 205, 220 1186 Μενέλαος 19, 150, 183, 210 1187 Μενελάου 13, 100, 177 1188 Μενελάῳ 7, 94 1189 μενεπτόλεμος 395 1190 Μενεσθῆα 327 1191 μένετε 247 1192 μένοντες 333 1193 μέσην 531 1194 μέσσοισι 212 1195 μέσσον 79, 299, 541 1196 μέσσῳ 444 1197 μετ’ 16, 38, 61, 83, 292, 364 1198 μετά 2, 70, 245, 341, 388 1199 μεταμώνια 363 1200 μετεῖναι 316 1201 μετελθών 539 1202 μετέσσομαι 322 1203 μετέφη 153 1204 μετώπῳ 460 1205 μή 37, 42, 114, 234, 404, 410 1206 μηδ’ 305, 509 1207 μηδέ 184, 302, 303 1208 μῆλα 279, 476 1209 Μῃονίς 142 1210 Μηριόνης 254 1211 μηροί 146 1212 μήστωρες 328 1213 μήτηρ 130, 474
  • 56. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 56 ἐκ 74 1214 μιάνθην 146 1215 μιγέντα 354 1216 μιήνῃ 141 1217 μίμνετε 340 1218 μιν 23, 90, 143, 201, 229, 312, 369, 374, 477, 480 1219 μίνυνθα 466 1220 μινυνθάδιος 478 1221 μισγάγκειαν 453 1222 μισγομένων 456 1223 μίτρη 187 1224 μίτρην 216 1225 μίτρης 137 1226 μνήσαντο 222 1227 μνήσονται 172 1228 μόγῳ 27 1229 μοι 27, 46, 58, 169, 182, 370, 410 1230 μοί 48, 93 1231 μοῖρα 517 1232 μοῦνος 388 1233 μύθοισι 323 1234 μῦθον 25, 357 1235 μύθῳ 412 1236 μυῖαν 131 1237 Μυκήνας 376 1238 Μυκήνη 52 1239 μυρίαι 434 1240 ναιετάουσι 45 1241 ναίων 166 1242 ναύτῃσι 76 1243 νεβροί 243 1244 νέεσθαι 397 1245 νεικείεσκε 241 1246 νεικείω 359 1247 νείκεσσεν 336, 368 1248 νεῖκος 37, 444 1249 νεκρόν 467 1250 νεκρός 493 1251 νεκρούς 506 1252 νέκταρ 3 1253 νέκυν 492 1254 νεμέσησε 507 1255 νεμεσῶ 413 1256 νέον 332
  • 57. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 57 ἐκ 74 1257 Νέστορ’ 293 1258 Νέστωρ 317 1259 νεῦρα 122 1260 νευρή 125 1261 νευρῇ 118 1262 νευρήν 123 1263 νεῦρον 151 1264 νεφεληγερέτα 30 1265 νέφος 274, 275 1266 νεώτεροι 324 1267 νῆες 247 1268 νήεσσιν 239 1269 νηλέϊ 348 1270 νήπια 238 1271 νηυσί 181, 513 1272 νίκη 13 1273 νόησεν 200 1274 νόθον 499 1275 νόον 309 1276 νοστήσας 103, 121 1277 νόσφι 9 1278 νυ 242 1279 νύ 31, 93, 155 1280 νῦν 12, 179, 321, 347, 362 1281 νῶϊ 418 1282 νωλεμέως 428 1283 ξανθός 183, 21 1284 ξεῖνος 377, 387 1285 ξίφος 530 1286 ξυνιόντες 446 1287 ξυστῷ 469 1288 ὅ 32, 108, 212, 231, 250, 293, 310, 329, 357, 385, 389, 482, 491, 498, 522, 524, 531, 535, 537, 537 1289 ὁ 116 1290 ὄβριμον 453, 529 1291 ὄγκοι 214 1292 ὄγκους 151 1293 ὀδόντων 350 1294 ὁδοῦ 382 1295 ὀδυνάων 117, 191 1296 Ὀδυσεύς 494, 501 1297 Ὀδυσσέος 491 1298 Ὀδυσσεῦ 358
  • 58. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 58 ἐκ 74 1299 Ὀδυσσεύς 329, 349 1300 ὄζοι 484 1301 ὅθ’ 131, 217 1302 ὅθεν 58 1303 ὅθι 41, 132, 210, 516 1304 Οἵ 1, 446 1305 οἵ 91, 202, 219, 222, 236, 252, 260, 324, 333, 374, 378, 380, 382, 391, 429, 471, 534 1306 οἱ 91, 138, 152, 198, 202, 215, 254, 308, 367, 390, 466, 468, 478, 484, 493, 500, 529 1307 οἶδα 163, 36 1308 οἶδε 361 1309 ὄϊες 433 1310 οἴκαδε 103, 121 1311 οἰκέοιτο 18 1312 οἶκον 180, 397 1313 οἰμωγή 450 1314 οἶνον 259 1315 οἴνου 346 1316 ὀϊόμενον 12 1317 οἷον 75 1318 οἶον 156, 397 1319 οἷος 264 1320 οἶος 304 1321 οἷσιν 428 1322 ὀϊστεύσας 196, 206 1323 ὀΐστευσον 100 1324 ὀϊστόν 118, 213 1325 ὀϊστός 125, 134, 139, 217 1326 ὀκριόεντι 518 1327 ὀλίγη 442 1328 ὀλλυμένων 451 1329 ὀλλύντων 451 1330 ὄλοντο 409 1331 Ὀλύμπιος 160 1332 ὀλώλῃ 164 1333 ὅμιλον 86, 126, 209, 445, 490, 516 1334 ὁμίλῳ 302 1335 ὁμοίῃ 410 1336 ὁμοίϊον 315, 444 1337 ὁμός 437 1338 ὁμοῦ 122 1339 ὀμφαλόεσσαι 448
  • 59. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 59 ἐκ 74 1340 ὀμφαλόν 525 1341 ὅν 27, 106, 196, 206, 474 1342 ὀνόσαιτο 539 1343 ὀξέες 214 1344 ὀξέϊ 490, 54 1345 ὀξύ 185, 53 1346 ὀξυβελής 126 1347 ὀξύν 352 1348 ὄπα 435 1349 ὀπάζει 321 1350 ὀπιπεύεις 371 1351 ὄπισθεν 362 1352 ὀπίσσω 37, 27 1353 ὁπλότεροι 325 1354 ὁππότ’ 351 1355 ὁππότε 40, 229, 334, 344 1356 ὀπταλέα 345 1357 ὅπως 14, 37 1358 ὀρεξάσθω 307 1359 ὄρεσφι 452 1360 ὄρινε 208 1361 ὅρκι’ 155, 269 1362 ὅρκια 67, 72, 157, 236, 271 1363 ὅρκιον 158 1364 ὁρμή 466 1365 ὁρμήσειε 335 1366 ὀρνυμένου 421 1367 ὄρνυσθ’ 509 1368 ὄρνυτ’ 423 1369 ὁρόῳτε 347 1370 ὄρσ’ 204 1371 ὄρσε 439 1372 ὄρσευ 264 1373 ὄρσομεν 16 1374 ὀρυμαγδός 449 1375 ὀρώρει 436, 449 1376 ὅς 84, 306, 500, 520, 524, 540 1377 ὄσσε 461, 503, 526 1378 ὅσσοι 211 1379 ὀστέα 174, 521 1380 ὀστέον 460 1381 ὅτ’ 53, 164, 275, 422 1382 ὅτε 130, 141, 210, 259, 263, 319, 446, 452, 462