SlideShare a Scribd company logo
1 of 96
Download to read offline
Tὸ λεξιλόγειον τοῦ παρόντος, ὡς ἔχει, ὑπόκειται εἰς τὰς δεσμεύσεις τοῦ νόμου περὶ πνευματικῆς ἰδιοκτησίας.
Πᾶσα μὴ ἐρευνητικῆς φύσεως χρῆσις τοῦ λεξιλογείου ἀπαιτεῖ τὴν προέγκρισιν τοῦ διαχειριστοῦ τοῦ
ἱστοτόπου τοῦ συνδέσμου τῆς τάξεως τῆς Σ.Σ.Ε. 1971
Tὸ λεξιλόγειον τοῦ παρόντος, ὡς ἔχει, ὑπόκειται εἰς τὰς δεσμεύσεις τοῦ νόμου περὶ πνευματικῆς ἰδιοκτησίας.
Πᾶσα μὴ ἐρευνητικῆς φύσεως χρῆσις τοῦ λεξιλογείου ἀπαιτεῖ τὴν προέγκρισιν τοῦ διαχειριστοῦ τοῦ
ἱστοτόπου τοῦ συνδέσμου τῆς τάξεως τῆς Σ.Σ.Ε. 1971
ΕΥΧΑΡΙΣΤΙΑΙ
Τὸ ἀνὰ χεῖρας πόνημα ἐπετεύχθη τῇ πολυετῇ, ἀόκνῳ ἄμα καὶ ἀφιλοκερδῇ προσφορᾷ τοῦ φιλτάτου
συνεργάτου ἐν Εὐρωπαϊκῇ Ἐνώσῃ, ἐξόχου προγραμματιστοῦ καὶ συνέλληνος κ. Ἀριστείδου Γουναρᾶ
ὅστις συνεχίζει συνδράμων πρὸς ἐπίτευξιν τοῦ ἀπωτάτου στόχου αὐτομάτου μετρικοῦ συλλαβισμοῦ
καὶ μετρικῆς ἀναλύσεως παντὸς, διασωθέντος μέχρις ἡμῶν, ποιήματος ἐπικῆς ἤ λυρικῆς φύσεως τῆς
τῶν Ἑλλήνων κληρονομίας. Ὄντας γνώστης τοῦ ὄγκου τῆς προσπαθείας ὡς καὶ τοῦ ἐλευθέρου χρόνου
τὸν ὁποῖον ἀφιέρωσεν καὶ συνεχίζει ἀφιερῶν, ὀφείλω, εἰς ἔνδειξιν ἐλαχιστοτάτης εὐγνωμοσύνης,
εὐχαριστεῖν τὸν κ. Γουναράν εὐχόμενος ἐπίτευξιν τοῦ ἀντικειμενικοῦ σκοποῦ.
Ἕτερος «δράστης» διὰ τὴν ὅποιαν ὁλοκλήρωσιν τοῦ παρόντος πονήματος ἦτο καὶ παραμένει ὁ
συμμαθητής, ἐν τῷ ἱερῷ χώρῳ τῆς Στραστιωτικῆς Σχολῆς Εὐελπίδων (Σ.Σ.Ε. 1967-1971) καὶ νῦν
διαχειριστὴς τοῦ ἱστοτόπου τῆς τάξεώς μας, φίλτατος Διαμαντὴς Κωνσταντῖνος.
Τέλος, ὑποχρεοῦμεθα νὰ εὐχαριστήσωμεν τὴν πληθώραν ἐκείνων οἱ ὁποῖοι διαθέτουν καὶ ἐπιτρέπουν
τὴν ἐν διαδικτύῳ ἐλευθέραν πρόσβασιν εἰς τὸ πρωτότυπον κείμενον.
Ἀντὶ προλόγου
Τῇ βοηθείᾳ τοῦ προγράμματος word τῆς Microsoft, ἐπεχειρήθη δειγματολειπτικὴ σύγκρισις τῶν
αὐτῶν ῥαψῳδιῶν, ληφθεισῶν ἐκ διαφόρων ἱστοτόπων. Ἀτυχῶς ὁ ἔλεγχος ἔδειξεν ὅτι ὑπάρχουν
διαφοραὶ, πρώτιστα εἰς τονισμὸν, κόμματα, ἄνω τελείας, ἀποστρόφους, λέξεις ἀρχιζούσας διὰ μικροῦ
γράμματος μολονότι προηγεῖται τὸ σημεῖον στίξεως τῆς τελείας καὶ πλῆθος ἄλλων μικροτέρας ἤ
μεγαλυτέρας σημασίας ὡς αὐτοτελῆ σύμφωνα μὴ συνοδευόμενα ὑπὸ ἀποστρόφου κ.ο.κ.
Πρὸ αὐτῆς τῆς εἰκόνος, καὶ δεδομένου ὅτι ἦτο πρακτικῶς ἀδύνατος ἡ ἰδίοις μέσοις πληκτρολόγησις
τῆς Ἰλιάδος, ἐπελέγη τυχαίως ἕν κείμενον τὸ ὁποῖον καὶ ἐπεξεργάσθημεν.
Ὡς ἐκ τούτου δεχόμεθα εὐχαρίστως τὴν οἱανδήποτε κριτικὴν καὶ ὑποδείξεις διορθώσεων πρὸς
βελτίωσιν τοῦ παρόντος.
Ἡ ἐκτελεσθεῖσα ἐπεξεργασία συνίσταται εἰς τὴν ἀπαλοιφὴν τυπογραφικῶν ἁμαρτημάτων ὡς ἡ
ὕπαρξις δύο κενῶν διαστημάτων μεταξὺ διαδοχικῶν λέξεων, ἡ ἀντικατάστασις τῶν τονιζομένων
φωνηέντων διὰ τοῦ ὀρθοῦ χαρακτῆρος. Διὰ νὰ καταστῇ τοῦτον σαφὲς τονίζεται ὅτι διὰ τὰς ἀνάγκας
λειτουργίας τοῦ προγράμματος, τὰ τονιζόμενα φωνήεντα εἰς τὸ μονοτονικὸν σύστημα εἶναι διάφορα
τοῦ τονισμοῦ των εἰς τὸ πολυτονικὸν σύστημα. Οὕτω, τὸ «ά» τοῦ μονοτονικοῦ ὁμοιάζει μὲ τὸ «ά» τοῦ
πολυτονικοῦ πλὴν ἡ προγραμματιστικὴ των ἀναπαράστασις, μὴ ὀρατὴ εἰς τὸν τελικὸν χρήστην, εἶναι
τελείως διάφορος. Τέλος, ἐχρωματίσθησαν καὶ ἠριθμήθησαν οἱ στίχοι διὰ τὴν εὐχερὴν ἀνεύρεσιν τῶν
ἐν τῷ λεξιλογείῳ ἀναφερομένων στίχων καὶ, τῇ βοηθείᾳ τοῦ προγράμματος συνετάχθη τὸ λεξιλόγειον
ἀνὰ ῥαψωδίαν καὶ ἐν τῷ συνόλῳ τοῦ ἔπους.
Τὸ πόνημα ἀπευθύνεται εἰς τοὺς μελετητὰς καὶ οὐχὶ ἁπλοὺς ἀναγνώστας τοῦ ἔπους.
Καλὴν μελέτην
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 3 ἐκ 96
Ὁμήρου Ἰλιάς Ῥαψῳδία Ο – λέξεις: 2513
Εἰς τὸ τέλος τῆς ῥαψῳδίας παρατίθεται τὸ λεξιλόγειον αὐτῆς ἄνευ ἑρμηνευτικῶν σχολίων
Αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν,
οἳ μὲν δὴ παρ’ ὄχεσφιν ἐρητύοντο μένοντες
χλωροὶ ὑπαὶ δείους πεφοβημένοι· ἔγρετο δὲ Ζεὺς
Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης, Ο 05
στῆ δ’ ἄρ’ ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς
τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν
Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα·
Ἕκτορα δ’ ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δ’ ἑταῖροι
εἵαθ’, ὃ δ’ ἀργαλέῳ ἔχετ’ ἄσθματι κῆρ ἀπινύσσων Ο 10
αἷμ’ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ’ Ἀχαιῶν.
τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε,
δεινὰ δ’ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν·
ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη
Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς. Ο 15
οὐ μὰν οἶδ’ εἰ αὖτε κακοῤῥαφίης ἀλεγεινῆς
πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω.
ἦ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν
ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα
χρύσεον ἄῤῥηκτον; σὺ δ’ ἐν αἰθέρι καὶ νεφέλῃσιν Ο 20
ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 4 ἐκ 96
λῦσαι δ’ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι
ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρ’ ἂν ἵκηται
γῆν ὀλιγηπελέων· ἐμὲ δ’ οὐδ’ ὧς θυμὸν ἀνίει
ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο, Ο 25
τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας
πέμψας ἐπ’ ἀτρύγετον πόντον κακὰ μητιόωσα,
καί μιν ἔπειτα Κόων δ’ εὖ ναιομένην ἀπένεικας.
τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις
Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα. Ο 30
τῶν σ’ αὖτις μνήσω ἵν’ ἀπολλήξῃς ἀπατάων,
ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,
ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μ’ ἀπάτησας.
Ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη,
καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα· Ο 35
ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε
καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,
σή θ’ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν
κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι· Ο 40
μὴ δι’ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων
πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δ’ ἀρήγει,
ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει,
τειρομένους δ’ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς.
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 5 ἐκ 96
αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην Ο 45
τῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς.
Ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,
καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
εἰ μὲν δὴ σύ γ’ ἔπειτα βοῶπις πότνια Ἥρη
ἶσον ἐμοὶ φρονέουσα μετ’ ἀθανάτοισι καθίζοις, Ο 50
τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ,
αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ.
ἀλλ’ εἰ δή ῥ’ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις,
ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον
Ἶρίν τ’ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον, Ο 55
ὄφρ’ ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων
ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι
παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθ’ ἱκέσθαι,
Ἕκτορα δ’ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων,
αὖτις δ’ ἐμπνεύσῃσι μένος, λελάθῃ δ’ ὀδυνάων Ο 60
αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς
αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας,
φεύγοντες δ’ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι
Πηλεΐδεω Ἀχιλῆος· ὃ δ’ ἀνστήσει ὃν ἑταῖρον
Πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ Ο 65
Ἰλίου προπάροιθε πολέας ὀλέσαντ’ αἰζηοὺς
τοὺς ἄλλους, μετὰ δ’ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον.
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 6 ἐκ 96
τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς.
ἐκ τοῦ δ’ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν
αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κ’ Ἀχαιοὶ Ο 70
Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς.
τὸ πρὶν δ’ οὔτ’ ἄρ’ ἐγὼ παύω χόλον οὔτέ τιν’ ἄλλον
ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδ’ ἐάσω
πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ,
ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δ’ ἐπένευσα κάρητι, Ο 75
ἤματι τῷ ὅτ’ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων,
λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
βῆ δ’ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.
ὡς δ’ ὅτ’ ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τ’ ἐπὶ πολλὴν Ο 80
γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ
ἔνθ’ εἴην ἢ ἔνθα, μενοινήῃσί τε πολλά,
ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη·
ἵκετο δ’ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δ’ ἐπῆλθεν
ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ· οἳ δὲ ἰδόντες Ο 85
πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν.
ἣ δ’ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ
δέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα,
καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα·
Ἥρη τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας· Ο 90
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 7 ἐκ 96
ἦ μάλα δή σ’ ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης.
Τὴν δ’ ἠμείβετ’ ἔπειτα θεὰ λευκώλενος Ἥρη·
μή με θεὰ Θέμι ταῦτα διείρεο· οἶσθα καὶ αὐτὴ
οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.
ἀλλὰ σύ γ’ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης· Ο 95
ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν
οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημι
πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν
οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων.
Ἣ μὲν ἄρ’ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη, Ο 100
ὄχθησαν δ’ ἀνὰ δῶμα Διὸς θεοί· ἣ δ’ ἐγέλασσε
χείλεσιν, οὐδὲ μέτωπον ἐπ’ ὀφρύσι κυανέῃσιν
ἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα·
νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες·
ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες Ο 105
ἢ ἔπει ἠὲ βίῃ· ὃ δ’ ἀφήμενος οὐκ ἀλεγίζει
οὐδ’ ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι
κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος.
τὼ ἔχεθ’ ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ.
ἤδη γὰρ νῦν ἔλπομ’ Ἄρηΐ γε πῆμα τετύχθαι· Ο 110
υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν
Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης.
Ὣς ἔφατ’, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 8 ἐκ 96
χερσὶ καταπρηνέσσ’, ὀλοφυρόμενος δ’ ἔπος ηὔδα·
μὴ νῦν μοι νεμεσήσετ’ Ὀλύμπια δώματ’ ἔχοντες Ο 115
τίσασθαι φόνον υἷος ἰόντ’ ἐπὶ νῆας Ἀχαιῶν,
εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ
κεῖσθαι ὁμοῦ νεκύεσσι μεθ’ αἵματι καὶ κονίῃσιν.
Ὣς φάτο, καί ῥ’ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε
ζευγνύμεν, αὐτὸς δ’ ἔντε’ ἐδύσετο παμφανόωντα. Ο 120
ἔνθά κ’ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος
πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη,
εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν
ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε,
τοῦ δ’ ἀπὸ μὲν κεφαλῆς κόρυθ’ εἵλετο καὶ σάκος ὤμων, Ο 125
ἔγχος δ’ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα
χάλκεον· ἣ δ’ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα·
μαινόμενε φρένας ἠλὲ διέφθορας· ἦ νύ τοι αὔτως
οὔατ’ ἀκουέμεν ἐστί, νόος δ’ ἀπόλωλε καὶ αἰδώς.
οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη Ο 130
ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν;
ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ
ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ,
αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι;
αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς Ο 135
λείψει, ὃ δ’ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον,
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 9 ἐκ 96
μάρψει δ’ ἑξείης ὅς τ’ αἴτιος ὅς τε καὶ οὐκί.
τώ σ’ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος·
ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων
ἢ πέφατ’, ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ Ο 140
πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.
Ὣς εἰποῦσ’ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα.
Ἥρη δ’ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς
Ἶρίν θ’, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι,
καί σφεας φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα· Ο 145
Ζεὺς σφὼ εἰς Ἴδην κέλετ’ ἐλθέμεν ὅττι τάχιστα·
αὐτὰρ ἐπὴν ἔλθητε, Διός τ’ εἰς ὦπα ἴδησθε,
ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.
Ἣ μὲν ἄρ’ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη,
ἕζετο δ’ εἰνὶ θρόνῳ· τὼ δ’ ἀΐξαντε πετέσθην. Ο 150
Ἴδην δ’ ἵκανον πολυπίδακα μητέρα θηρῶν,
εὗρον δ’ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ
ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.
τὼ δὲ πάροιθ’ ἐλθόντε Διὸς νεφεληγερέταο
στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ, Ο 155
ὅττί οἱ ὦκ’ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.
Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα·
βάσκ’ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι
πάντα τάδ’ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι.
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 10 ἐκ 96
παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο Ο 160
ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.
εἰ δέ μοι οὐκ ἐπέεσσ’ ἐπιπείσεται, ἀλλ’ ἀλογήσει,
φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
μή μ’ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ
μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι Ο 165
καὶ γενεῇ πρότερος· τοῦ δ’ οὐκ ὄθεται φίλον ἦτορ
ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.
Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,
βῆ δὲ κατ’ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
ὡς δ’ ὅτ’ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα Ο 170
ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,
ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις,
ἀγχοῦ δ’ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον·
ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα
ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο. Ο 175
παυσάμενόν σ’ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο
ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.
εἰ δέ οἱ οὐκ ἐπέεσσ’ ἐπιπείσεαι, ἀλλ’ ἀλογήσεις,
ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων
ἐνθάδ’ ἐλεύσεσθαι· σὲ δ’ ὑπεξαλέασθαι ἄνωγε Ο 180
χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι
καὶ γενεῇ πρότερος· σὸν δ’ οὐκ ὄθεται φίλον ἦτορ
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 11 ἐκ 96
ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.
Τὴν δὲ μέγ’ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος·
ὢ πόποι ἦ ῥ’ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν Ο 185
εἴ μ’ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει.
τρεῖς γάρ τ’ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα
Ζεὺς καὶ ἐγώ, τρίτατος δ’ Ἀΐδης ἐνέροισιν ἀνάσσων.
τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ’ ἔμμορε τιμῆς·
ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ Ο 190
παλλομένων, Ἀΐδης δ’ ἔλαχε ζόφον ἠερόεντα,
Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι·
γαῖα δ’ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.
τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος
καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ. Ο 195
χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω·
θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη
ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός,
οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.
Τὸν δ’ ἠμείβετ’ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις· Ο 200
οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα
τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,
ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.
οἶσθ’ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.
Τὴν δ’ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων· Ο 205
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 12 ἐκ 96
Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες·
ἐσθλὸν καὶ τὸ τέτυκται ὅτ’ ἄγγελος αἴσιμα εἰδῇ.
ἀλλὰ τόδ’ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει
ὁππότ’ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ
νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν. Ο 210
ἀλλ’ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω·
ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ·
αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης
Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος
Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδ’ ἐθελήσει Ο 215
ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν,
ἴστω τοῦθ’ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.
Ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος,
δῦνε δὲ πόντον ἰών, πόθεσαν δ’ ἥρωες Ἀχαιοί.
καὶ τότ’ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς· Ο 220
ἔρχεο νῦν φίλε Φοῖβε μεθ’ Ἕκτορα χαλκοκορυστήν·
ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος
οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν
ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,
οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες. Ο 225
ἀλλὰ τόδ’ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ
ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε
χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γ’ ἐτελέσθη.
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 13 ἐκ 96
ἀλλὰ σύ γ’ ἐν χείρεσσι λάβ’ αἰγίδα θυσσανόεσσαν,
τῇ μάλ’ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς· Ο 230
σοὶ δ’ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ·
τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρ’ ἂν Ἀχαιοὶ
φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται.
κεῖθεν δ’ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε,
ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο. Ο 235
Ὣς ἔφατ’, οὐδ’ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων,
βῆ δὲ κατ’ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς
ὠκέϊ φασσοφόνῳ, ὅς τ’ ὤκιστος πετεηνῶν.
εὗρ’ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
ἥμενον, οὐδ’ ἔτι κεῖτο, νέον δ’ ἐσαγείρετο θυμόν, Ο 240
ἀμφὶ ἓ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς
παύετ’, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο.
ἀγχοῦ δ’ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων·
Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπ’ ἄλλων
ἧσ’ ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει; Ο 245
Τὸν δ’ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·
τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μ’ εἴρεαι ἄντην;
οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν
οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας
χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς; Ο 250
καὶ δὴ ἔγωγ’ ἐφάμην νέκυας καὶ δῶμ’ Ἀΐδαο
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 14 ἐκ 96
ἤματι τῷδ’ ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ.
Τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·
θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων
ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν Ο 255
Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ
ῥύομ’, ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον.
ἀλλ’ ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι
νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους·
αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον Ο 260
πᾶσαν λειανέω, τρέψω δ’ ἥρωας Ἀχαιούς.
Ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν.
ὡς δ’ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
δεσμὸν ἀποῤῥήξας θείῃ πεδίοιο κροαίνων
εἰωθὼς λούεσθαι ἐϋῤῥεῖος ποταμοῖο Ο 265
κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται
ὤμοις ἀΐσσονται· ὃ δ’ ἀγλαΐηφι πεποιθὼς
ῥίμφά ἑ γοῦνα φέρει μετά τ’ ἤθεα καὶ νομὸν ἵππων·
ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατ’ ἐνώμα
ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν. Ο 270
οἳ δ’ ὥς τ’ ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα
ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται·
τὸν μέν τ’ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη
εἰρύσατ’, οὐδ’ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν·
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 15 ἐκ 96
τῶν δέ θ’ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος Ο 275
εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας·
ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο
νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·
αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορ’ ἐποιχόμενον στίχας ἀνδρῶν
τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός. Ο 280
Τοῖσι δ’ ἔπειτ’ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός,
Αἰτωλῶν ὄχ’ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι
ἐσθλὸς δ’ ἐν σταδίῃ· ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν
νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων·
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· Ο 285
ὢ πόποι ἦ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι,
οἷον δ’ αὖτ’ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας
Ἕκτωρ· ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου
χερσὶν ὑπ’ Αἴαντος θανέειν Τελαμωνιάδαο.
ἀλλά τις αὖτε θεῶν ἐῤῥύσατο καὶ ἐσάωσεν Ο 290
Ἕκτορ’, ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατ’ ἔλυσεν,
ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε
Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.
ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.
πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι· Ο 295
αὐτοὶ δ’, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθ’ εἶναι,
στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 16 ἐκ 96
δούρατ’ ἀνασχόμενοι· τὸν δ’ οἴω καὶ μεμαῶτα
θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον.
Ὣς ἔφαθ’, οἳ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο· Ο 300
οἳ μὲν ἄρ’ ἀμφ’ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα
Τεῦκρον Μηριόνην τε Μέγην τ’ ἀτάλαντον Ἄρηϊ
ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες
Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσω
ἣ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο. Ο 305
Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δ’ ἄρ’ Ἕκτωρ
μακρὰ βιβάς· πρόσθεν δὲ κί’ αὐτοῦ Φοῖβος Ἀπόλλων
εἱμένος ὤμοιιν νεφέλην, ἔχε δ’ αἰγίδα θοῦριν
δεινὴν ἀμφιδάσειαν ἀριπρεπέ’, ἣν ἄρα χαλκεὺς
Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν· Ο 310
τὴν ἄρ’ ὅ γ’ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν.
Ἀργεῖοι δ’ ὑπέμειναν ἀολλέες, ὦρτο δ’ ἀϋτὴ
ὀξεῖ’ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δ’ ὀϊστοὶ
θρῷσκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν
ἄλλα μὲν ἐν χροῒ πήγνυτ’ ἀρηϊθόων αἰζηῶν, Ο 315
πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν
ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
ὄφρα μὲν αἰγίδα χερσὶν ἔχ’ ἀτρέμα Φοῖβος Ἀπόλλων,
τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο, πῖπτε δὲ λαός.
αὐτὰρ ἐπεὶ κατ’ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων Ο 320
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 17 ἐκ 96
σεῖσ’, ἐπὶ δ’ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν
ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς.
οἳ δ’ ὥς τ’ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγ’ οἰῶν
θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ
ἐλθόντ’ ἐξαπίνης σημάντορος οὐ παρεόντος, Ο 325
ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλων
ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.
Ἔνθα δ’ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης.
Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε,
τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων, Ο 330
τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον·
Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν.
ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν
ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς Ο 335
γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχ’ Ὀϊλεύς·
Ἴασος αὖτ’ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο,
υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο.
Μηκιστῆ δ’ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης
πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δ’ ἕλε δῖος Ἀγήνωρ. Ο 340
Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε
φεύγοντ’ ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
Ὄφρ’ οἳ τοὺς ἐνάριζον ἀπ’ ἔντεα, τόφρα δ’ Ἀχαιοὶ
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 18 ἐκ 96
τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ
ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ. Ο 345
Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας
νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δ’ ἔναρα βροτόεντα·
ὃν δ’ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω,
αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε
γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα, Ο 350
ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.
Ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους
κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῷ
πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους
ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων Ο 355
ῥεῖ’ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων
ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον
μακρὴν ἠδ’ εὐρεῖαν, ὅσον τ’ ἐπὶ δουρὸς ἐρωὴ
γίγνεται, ὁππότ’ ἀνὴρ σθένεος πειρώμενος ᾗσι.
τῇ ῥ’ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δ’ Ἀπόλλων Ο 360
αἰγίδ’ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν
ῥεῖα μάλ’, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης,
ὅς τ’ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν
ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.
ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν Ο 365
σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 19 ἐκ 96
Ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
χεῖρας ἀνίσχοντες μεγάλ’ εὐχετόωντο ἕκαστος·
Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν Ο 370
εὔχετο χεῖρ’ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·
Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ
ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων
εὔχετο νοστῆσαι, σὺ δ’ ὑπέσχεο καὶ κατένευσας,
τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ, Ο 375
μηδ’ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.
Ὣς ἔφατ’ εὐχόμενος, μέγα δ’ ἔκτυπε μητίετα Ζεύς,
ἀράων ἀΐων Νηληϊάδαο γέροντος.
Τρῶες δ’ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο,
μᾶλλον ἐπ’ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης. Ο 380
οἳ δ’ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο
νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότ’ ἐπείγῃ
ἲς ἀνέμου· ἣ γάρ τε μάλιστά γε κύματ’ ὀφέλλει·
ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον,
ἵππους δ’ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο Ο 385
ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφ’ ἵππων,
οἳ δ’ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες
μακροῖσι ξυστοῖσι, τά ῥά σφ’ ἐπὶ νηυσὶν ἔκειτο
ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ.
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 20 ἐκ 96
Πάτροκλος δ’ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε Ο 390
τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν,
τόφρ’ ὅ γ’ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο
ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δ’ ἕλκεϊ λυγρῷ
φάρμακ’ ἀκέσματ’ ἔπασσε μελαινάων ὀδυνάων.
αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε Ο 395
Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,
ᾤμωξέν τ’ ἄρ’ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
χερσὶ καταπρηνέσσ’, ὀλοφυρόμενος δ’ ἔπος ηὔδα·
Εὐρύπυλ’ οὐκ ἔτι τοι δύναμαι χατέοντί περ’ ἔμπης
ἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν· Ο 400
ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε
σπεύσομαι εἰς Ἀχιλῆα, ἵν’ ὀτρύνω πολεμίζειν.
τίς δ’ οἶδ’ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω
παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
Τὸν μὲν ἄρ’ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ Ο 405
Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδ’ ἐδύναντο
παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν·
οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας
ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν.
ἀλλ’ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει Ο 410
τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης
εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης,
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 21 ἐκ 96
ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε·
ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν,
Ἕκτωρ δ’ ἄντ’ Αἴαντος ἐείσατο κυδαλίμοιο. Ο 415
τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο
οὔθ’ ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα
οὔθ’ ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥ’ ἐπέλασσέ γε δαίμων.
ἔνθ’ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας
πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί. Ο 420
δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός.
Ἕκτωρ δ’ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν
ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης,
Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ Ο 425
μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε,
ἀλλ’ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ
τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.
Ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.
τοῦ μὲν ἅμαρθ’, ὃ δ’ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν Ο 430
Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρ’ αὐτῷ
ναῖ’, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι,
τόν ῥ’ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ
ἑσταότ’ ἄγχ’ Αἴαντος· ὃ δ’ ὕπτιος ἐν κονίῃσι
νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα. Ο 435
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 22 ἐκ 96
Αἴας δ’ ἐῤῥίγησε, κασίγνητον δὲ προσηύδα·
Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος
Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα
ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι·
τὸν δ’ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ Ο 440
ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων;
Ὣς φάθ’, ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη,
τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
ἰοδόκον· μάλα δ’ ὦκα βέλεα Τρώεσσιν ἐφίει.
καί ῥ’ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν Ο 445
Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο
ἡνία χερσὶν ἔχοντα· ὃ μὲν πεπόνητο καθ’ ἵππους·
τῇ γὰρ ἔχ’ ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες
Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δ’ αὐτῷ
ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ. Ο 450
αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός·
ἤριπε δ’ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
κείν’ ὄχεα κροτέοντες. ἄναξ δ’ ἐνόησε τάχιστα
Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.
τοὺς μὲν ὅ γ’ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε, Ο 455
πολλὰ δ’ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα
ἵππους· αὐτὸς δ’ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
Τεῦκρος δ’ ἄλλον ὀϊστὸν ἐφ’ Ἕκτορι χαλκοκορυστῇ
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 23 ἐκ 96
αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν,
εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν. Ο 460
ἀλλ’ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥ’ ἐφύλασσεν
Ἕκτορ’, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα,
ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ
ῥῆξ’ ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃ
ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός. Ο 465
Τεῦκρος δ’ ἐῤῥίγησε, κασίγνητον δὲ προσηύδα·
ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει
δαίμων ἡμετέρης, ὅ τέ μοι βιὸν ἔκβαλε χειρός,
νευρὴν δ’ ἐξέῤῥηξε νεόστροφον, ἣν ἐνέδησα
πρώϊον, ὄφρ’ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς. Ο 470
Τὸν δ’ ἠμείβετ’ ἔπειτα μέγας Τελαμώνιος Αἴας·
ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς
κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας·
αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ
μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς. Ο 475
μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν
νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης.
Ὣς φάθ’, ὃ δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν,
αὐτὰρ ὅ γ’ ἀμφ’ ὤμοισι σάκος θέτο τετραθέλυμνον,
κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν Ο 480
ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 24 ἐκ 96
εἵλετο δ’ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
βῆ δ’ ἰέναι, μάλα δ’ ὦκα θέων Αἴαντι παρέστη.
Ἕκτωρ δ’ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα,
Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας· Ο 485
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς
νῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν
ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα.
ῥεῖα δ’ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή, Ο 490
ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ,
ἠδ’ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν,
ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δ’ ἀρήγει.
ἀλλὰ μάχεσθ’ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὕμεων
βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ Ο 495
τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης
τεθνάμεν· ἀλλ’ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω,
καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ
οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.
Ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. Ο 500
Αἴας δ’ αὖθ’ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν·
αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι
ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν.
ἦ ἔλπεσθ’ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 25 ἐκ 96
ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος; Ο 505
ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα
Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει;
οὐ μὰν ἔς γε χορὸν κέλετ’ ἐλθέμεν, ἀλλὰ μάχεσθαι.
ἡμῖν δ’ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων
ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε. Ο 510
βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι
ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι
ὧδ’ αὔτως παρὰ νηυσὶν ὑπ’ ἀνδράσι χειροτέροισιν.
Ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
ἔνθ’ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν Ο 515
ἀρχὸν Φωκήων, Αἴας δ’ ἕλε Λαοδάμαντα
ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν·
Πουλυδάμας δ’ Ὦτον Κυλλήνιον ἐξενάριξε
Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν.
τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· ὃ δ’ ὕπαιθα λιάσθη Ο 520
Πουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν· οὐ γὰρ Ἀπόλλων
εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι·
αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί.
δούπησεν δὲ πεσών· ὃ δ’ ἀπ’ ὤμων τεύχε’ ἐσύλα.
τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς Ο 525
Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν
Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς,
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 26 ἐκ 96
ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ
ἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ,
τόν ῥ’ ἐφόρει γυάλοισιν ἀρηρότα· τόν ποτε Φυλεὺς Ο 530
ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος.
ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης
ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν·
ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσ’ ὄλεθρον.
τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης Ο 535
κύμβαχον ἀκρότατον νύξ’ ἔγχεϊ ὀξυόεντι,
ῥῆξε δ’ ἀφ’ ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζε
κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός.
εἷος ὃ τῷ πολέμιζε μένων, ἔτι δ’ ἔλπετο νίκην,
τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ, Ο 540
στῆ δ’ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δ’ ὦμον ὄπισθεν·
αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα
πρόσσω ἱεμένη· ὃ δ’ ἄρα πρηνὴς ἐλιάσθη.
τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχε’ ἀπ’ ὤμων
συλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε Ο 545
πᾶσι μάλα, πρῶτον δ’ Ἱκεταονίδην ἐνένιπεν
ἴφθιμον Μελάνιππον. ὃ δ’ ὄφρα μὲν εἰλίποδας βοῦς
βόσκ’ ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων·
αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, Ο 550
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 27 ἐκ 96
ναῖε δὲ πὰρ Πριάμῳ, ὃ δέ μιν τίεν ἶσα τέκεσσι·
τόν ῥ’ Ἕκτωρ ἐνένιπεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·
οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περ
ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;
οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχε’ ἕπουσιν; Ο 555
ἀλλ’ ἕπευ· οὐ γὰρ ἔτ’ ἔστιν ἀποσταδὸν Ἀργείοισι
μάρνασθαι, πρίν γ’ ἠὲ κατακτάμεν ἠὲ κατ’ ἄκρης
Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας.
Ὣς εἰπὼν ὃ μὲν ἦρχ’, ὃ δ’ ἅμ’ ἕσπετο ἰσόθεος φώς·
Ἀργείους δ’ ὄτρυνε μέγας Τελαμώνιος Αἴας· Ο 560
ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθ’ ἐνὶ θυμῷ,
ἀλλήλους τ’ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.
αἰδομένων δ’ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·
φευγόντων δ’ οὔτ’ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή.
Ὣς ἔφαθ’, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον, Ο 565
ἐν θυμῷ δ’ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας
ἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν.
Ἀντίλοχον δ’ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος·
Ἀντίλοχ’ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν,
οὔτε ποσὶν θάσσων οὔτ’ ἄλκιμος ὡς σὺ μάχεσθαι· Ο 570
εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.
Ὣς εἰπὼν ὃ μὲν αὖτις ἀπέσσυτο, τὸν δ’ ὀρόθυνεν·
ἐκ δ’ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 28 ἐκ 96
ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο
ἀνδρὸς ἀκοντίσσαντος· ὃ δ’ οὐχ ἅλιον βέλος ἧκεν, Ο 575
ἀλλ’ Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον
νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν.
δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν.
Ἀντίλοχος δ’ ἐπόρουσε κύων ὥς, ὅς τ’ ἐπὶ νεβρῷ
βλημένῳ ἀΐξῃ, τόν τ’ ἐξ εὐνῆφι θορόντα Ο 580
θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα·
ὣς ἐπὶ σοὶ Μελάνιππε θόρ’ Ἀντίλοχος μενεχάρμης
τεύχεα συλήσων· ἀλλ’ οὐ λάθεν Ἕκτορα δῖον,
ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα.
Ἀντίλοχος δ’ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής, Ο 585
ἀλλ’ ὅ γ’ ἄρ’ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς,
ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι
φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν·
ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ
ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο· Ο 590
στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι
νηυσὶν ἐπεσσεύοντο, Διὸς δ’ ἐτέλειον ἐφετμάς,
ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν
Ἀργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δ’ ὀρόθυνεν. Ο 595
Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 29 ἐκ 96
Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ
ἐμβάλοι ἀκάματον, Θέτιδος δ’ ἐξαίσιον ἀρὴν
πᾶσαν ἐπικρήνειε· τὸ γὰρ μένε μητίετα Ζεὺς
νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέθαι. Ο 600
ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν
θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν.
τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν
Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν.
μαίνετο δ’ ὡς ὅτ’ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ Ο 605
οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης·
ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε
λαμπέσθην βλοσυρῇσιν ὑπ’ ὀφρύσιν, ἀμφὶ δὲ πήληξ
σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο
Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπ’ αἰθέρος ἦεν ἀμύντωρ Ο 610
Ζεύς, ὅς μιν πλεόνεσσι μετ’ ἀνδράσι μοῦνον ἐόντα
τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν
ἔσσεσθ’· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ
Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν.
καί ῥ’ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων, Ο 615
ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχε’ ἄριστα·
ἀλλ’ οὐδ’ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων·
ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη
ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα,
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 30 ἐκ 96
ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα Ο 620
κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν·
ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.
αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορ’ ὁμίλῳ,
ἐν δ’ ἔπεσ’ ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι
λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· ἣ δέ τε πᾶσα Ο 625
ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη
ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται
δειδιότες· τυτθὸν γὰρ ὑπ’ ἐκ θανάτοιο φέρονται·
ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.
αὐτὰρ ὅ γ’ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών, Ο 630
αἵ ῥά τ’ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται
μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς
θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν·
ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν
αἰὲν ὁμοστιχάει, ὃ δέ τ’ ἐν μέσσῃσιν ὀρούσας Ο 635
βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότ’ Ἀχαιοὶ
θεσπεσίως ἐφόβηθεν ὑφ’ Ἕκτορι καὶ Διὶ πατρὶ
πάντες, ὃ δ’ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην,
Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος
ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ. Ο 640
τοῦ γένετ’ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων
παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι,
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 31 ἐκ 96
καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο·
ὅς ῥα τόθ’ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε.
στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο, Ο 645
τὴν αὐτὸς φορέεσκε ποδηνεκέ’ ἕρκος ἀκόντων·
τῇ ὅ γ’ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ
σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος.
Ἕκτωρ δ’ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη,
στήθεϊ δ’ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων Ο 650
κτεῖν’· οἳ δ’ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου
χραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον.
Εἰσωποὶ δ’ ἐγένοντο νεῶν, περὶ δ’ ἔσχεθον ἄκραι
νῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δ’ ἐπέχυντο.
Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ Ο 655
τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν
ἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼς
καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι.
Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν
λίσσεθ’ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον· Ο 660
ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθ’ ἐνὶ θυμῷ
ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος
παίδων ἠδ’ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων,
ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι·
τῶν ὕπερ ἐνθάδ’ ἐγὼ γουνάζομαι οὐ παρεόντων Ο 665
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 32 ἐκ 96
ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ.
Ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
τοῖσι δ’ ἀπ’ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη
θεσπέσιον· μάλα δέ σφι φόως γένετ’ ἀμφοτέρωθεν
ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο. Ο 670
Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους,
ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο,
ἠδ’ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν.
Οὐδ’ ἄρ’ ἔτ’ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ
ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν· Ο 675
ἀλλ’ ὅ γε νηῶν ἴκρι’ ἐπῴχετο μακρὰ βιβάσθων,
νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι
κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ.
ὡς δ’ ὅτ’ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς,
ὅς τ’ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους, Ο 680
σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται
λαοφόρον καθ’ ὁδόν· πολέες τέ ἑ θηήσαντο
ἀνέρες ἠδὲ γυναῖκες· ὃ δ’ ἔμπεδον ἀσφαλὲς αἰεὶ
θρῴσκων ἄλλοτ’ ἐπ’ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται·
ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν Ο 685
φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρ’ ἵκανεν,
αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε
νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρ
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 33 ἐκ 96
μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων·
ἀλλ’ ὥς τ’ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων Ο 690
ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων
χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων,
ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο
ἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε
χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμ’ αὐτῷ. Ο 695
Αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη·
φαίης κ’ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν
ἄντεσθ’ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο.
τοῖσι δὲ μαρναμένοισιν ὅδ’ ἦν νόος· ἤτοι Ἀχαιοὶ
οὐκ ἔφασαν φεύξεσθαι ὑπ’ ἐκ κακοῦ, ἀλλ’ ὀλέεσθαι, Ο 700
Τρωσὶν δ’ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου
νῆας ἐνιπρήσειν κτενέειν θ’ ἥρωας Ἀχαιούς.
οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν·
Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο
καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν Ο 705
ἐς Τροίην, οὐδ’ αὖτις ἀπήγαγε πατρίδα γαῖαν.
τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε
δῄουν ἀλλήλους αὐτοσχεδόν· οὐδ’ ἄρα τοί γε
τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδ’ ἔτ’ ἀκόντων,
ἀλλ’ οἵ γ’ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες Ο 710
ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 34 ἐκ 96
καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι.
πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα
ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δ’ ἀπ’ ὤμων
ἀνδρῶν μαρναμένων· ῥέε δ’ αἵματι γαῖα μέλαινα. Ο 715
Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει
ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν·
οἴσετε πῦρ, ἅμα δ’ αὐτοὶ ἀολλέες ὄρνυτ’ ἀϋτήν·
νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε
νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι Ο 720
ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων,
οἵ μ’ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν
αὐτόν τ’ ἰσχανάασκον ἐρητύοντό τε λαόν·
ἀλλ’ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς
ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει. Ο 725
Ὣς ἔφαθ’, οἳ δ’ ἄρα μᾶλλον ἐπ’ Ἀργείοισιν ὄρουσαν.
Αἴας δ’ οὐκέτ’ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν·
ἀλλ’ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι
θρῆνυν ἐφ’ ἑπταπόδην, λίπε δ’ ἴκρια νηὸς ἐΐσης.
ἔνθ’ ἄρ’ ὅ γ’ ἑστήκει δεδοκημένος, ἔγχεϊ δ’ αἰεὶ Ο 730
Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ·
αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε·
ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 35 ἐκ 96
ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω, Ο 735
ἦέ τι τεῖχος ἄρειον, ὅ κ’ ἀνδράσι λοιγὸν ἀμύναι;
οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα,
ᾗ κ’ ἀπαμυναίμεσθ’ ἑτεραλκέα δῆμον ἔχοντες·
ἀλλ’ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων
πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης· Ο 740
τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο.
Ἦ, καὶ μαιμώων ἔφεπ’ ἔγχεϊ ὀξυόεντι.
ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο
σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος,
τὸν δ’ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ· Ο 745
δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα.
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 36 ἐκ 96
Ῥαψῳδίᾳ Ο - λέξεις: 2513
1 ἅ 58, 13
2 ἀγαθή 404
3 ἀγαθόν 671
4 ἀγαθός 185, 249, 568
5 ἀγαπήνορος 392
6 ἀγαυοῦ 446
7 ἀγγεῖλαι 159
8 ἀγγελίην 174
9 ἀγγελίης 640
10 ἄγγελος 207
11 ἄγε 258
12 ἄγεθ’ 294
13 ἀγελείης 213
14 ἀγέλην 323
15 Ἀγήνωρ 340
16 ἀγλαΐηφι 267
17 ἀγλαόν 445, 517
18 ἀγόρευε 281
19 ἀγορεύεις 53
20 ἀγορῇ 283
21 ἀγορήσατο 285
22 ἄγριον 271
23 ἀγροιῶται 272
24 ἄγχ’ 434
25 ἄγχι 362, 442, 649
26 ἀγχιμαχηταί 425, 486
27 ἀγχοῦ 173, 243
28 ἀγῶνι 428
29 ἀδελφεοί 187
30 ἀδελφεός 334
31 ἀεικές 496
32 ἀέκητι 720
33 ἀέκοντα 186
34 ἀζηχές 658
35 ἀζηχής 25
36 ἀήτη 626
37 ἀθανάτοισι 50, 85, 107, 122, 144
38 ἀθανάτοισιν 96
39 ἀθανάτων 73
40 Ἀθηναίη 614
41 Ἀθηναίης 71, 213
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 37 ἐκ 96
42 Ἀθηναίων 337
43 Ἀθήνη 123, 668
44 Ἀθήνης 412
45 ἀθλήσαντα 30
46 ἁθρόοι 657
47 ἀθύρματα 363
48 ἀθύρων 364
49 αἴ 213
50 αἵ 61, 631, 636, 720
51 Αἴαντα 301
52 Αἴαντι 483, 674
53 Αἴαντος 289, 334, 415, 429, 431, 434
54 Αἴας 249, 419, 436, 471, 501, 516, 560, 685, 727, 745
55 αἶγα 271
56 αἰγίδ’ 361
57 αἰγίδα 229, 308, 318
58 αἰγιόχοιο 175, 242, 379
59 Ἀΐδαο 251
60 αἰδεῖσθε 562
61 Ἀΐδης 188, 191
62 αἰδομένων 563
63 αἰδῶ 561, 661
64 αἰδώς 129, 502, 657
65 αἰεί 190, 683, 687, 730, 732
66 ἀΐεις 130, 248
67 αἰέν 70, 204, 277, 594, 635
68 αἰετός 690
69 αἰζηούς 66
70 αἰζηῶν 315
71 αἴης 740
72 αἰθέρ’ 686
73 αἰθέρι 20, 192
74 αἰθέρος 610
75 αἰθρηγενέος 171
76 αἴθων 690
77 ἀϊκάς 709
78 αἷμ’ 11
79 αἵματι 118, 715
80 Αἰνείας 332
81 αἰνῇ 512
82 αἰνόν 208
83 αἴνυτο 459
84 ἀΐξαντε 150
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 38 ἐκ 96
85 ἀΐξας 694
86 ἀΐξῃ 80, 58
87 ἄϊον 252
88 αἰπεινήν 558
89 αἰπεινῆς 215
90 αἰπεινόν 257
91 αἰπύ 71
92 αἰπύν 84, 223
93 αἴσῃ 209
94 αἴσιμα 207
95 αἴσιμον 274
96 ἀΐσσονται 267
97 αἴτιος 137
98 Αἰτωλῶν 282
99 αἰχμή 542
100 αἰχμῆς 525
101 αἶψα 52, 276
102 ἀΐων 378
103 ἀκάματον 598, 731
104 ἀκαχμένον 482
105 ἀκέσματ’ 394
106 ἀκήρατος 498
107 ἀκμῆτας 697
108 ἄκμονας 19
109 ἀκοίτης 91
110 ἄκοντι 282
111 ἀκόντισε 429, 573
112 ἀκοντίσσαντος 575
113 ἀκόντων 646, 709
114 ἀκοστήσας 263
115 ἀκουέμεν 129
116 ἀκούετε 506
117 ἀκούσεαι 96
118 ἀκούσονται 199
119 ἄκραι 653
120 ἄκρης 557
121 ἀκρότατον 536
122 ἄκρῳ 152
123 ἅλα 161, 177, 190, 223
124 ἀλεγεινῆς 16
125 ἀλεγίζει 106
126 ἀλέξασθαι 565
127 ἀλευάμενος 223
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 39 ἐκ 96
128 ἀλεωρήν 533
129 ἅλιον 575
130 ἀλκή 490, 564
131 ἀλκῆς 250, 322, 487, 527, 734
132 ἄλκιμον 482
133 ἄλκιμος 570
134 ἀλλ’
53, 162, 178, 211, 258, 294, 410, 427, 461, 497, 556, 576, 583, 586, 617,
676, 690, 700, 710, 724, 728, 739
135 ἄλλα 315, 714, 714
136 ἀλλά 43, 95, 194, 208, 226, 229, 290, 351, 401, 472, 477, 494, 508
137 ἄλλῃ 51, 464
138 ἀλλήλοισι 368, 658
139 ἀλλήλοισιν 697, 703
140 ἀλλήλους 562, 708
141 ἄλλῃσι 414
142 ἄλλο 212
143 ἄλλοι 167, 183, 224, 414, 675
144 ἄλλοισι 134
145 ἄλλον 72, 458, 684
146 ἄλλος 121, 569
147 ἄλλοτ’ 684
148 ἄλλους 67, 87, 475
149 ἄλλων 244, 662
150 ἀλογήσει 162
151 ἀλογήσεις 178
152 ἁλός 619
153 ἀλόχοιο 156
154 ἄλοχος 497
155 ἀλόχων 663
156 ἀλύξας 287
157 ἅμ’ 559, 695
158 ἅμα 718
159 ἅμαρθ’ 430
160 ἀμείβεται 684
161 ἀμειβόμενος 48
162 ἀμείνων 139, 509, 641
163 ἀμήχανε 14
164 ἄμμι 493
165 ἀμολγῷ 324
166 ἀμύμονι 463
167 ἀμύναι 736
168 ἄμυνε 731
169 ἀμύνειν 255, 492
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 40 ἐκ 96
170 ἀμυνέμεν 73, 688
171 ἀμυνομένῳ 496
172 ἄμυνον 375
173 ἀμύντωρ 540, 61
174 ἀμφ’ 301, 414, 479
175 ἀμφεμάχοντο 391
176 ἀμφί 9, 153, 241, 266, 574, 587, 608, 633, 647
177 ἀμφιγύοις 386
178 ἀμφιγύοισι 712
179 ἀμφιγύοισιν 278
180 ἀμφιδάσειαν 309
181 ἀμφιέλισσαι 549
182 ἀμφίς 225, 709
183 ἀμφοτέρωθεν 313, 669
184 ἀμφοτέρων 319
185 ἄν 23, 40, 69, 80, 170, 209, 232, 294, 348
186 ἀνά 101, 152, 488, 584, 657
187 ἀνάγκῃ 133, 199, 345, 655
188 ἀναΐξας 6
189 ἄνακτα 8, 301
190 ἄνακτι 57, 158
191 ἄνακτος 214, 639
192 ἀνάλκιδα 62
193 ἀνάλκιδες 326
194 ἄναξ 253, 453, 532
195 ἀναπλήσας 132
196 ἀναπνεύσωσι 235
197 ἀνάσσων 188
198 ἀνασχόμενοι 298
199 ἄνδρα 328, 335, 432, 571, 660
200 Ἀνδραίμονος 281
201 ἀνδράσι 490, 513, 611, 736
202 ἀνδρός 489, 575
203 ἀνδρῶν 12, 47, 111, 279, 310, 532, 533, 563, 588, 615, 715
204 ἀνέμοιο 626
205 ἀνεμοτρεφές 625
206 ἀνέμου 383
207 ἀνέμῳ 26
208 ἀνέμων 620
209 ἀνέρες 272, 487, 561, 661, 683, 734
210 ἀνέρος 80
211 ἀνέστη 287
212 ἄνευ 213
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 41 ἐκ 96
213 ἀνεχάζετο 728
214 ἀνέχοιτο 470
215 ἀνεψιόν 422
216 ἀνεψιοῦ 554
217 ἀνήγαγον 29
218 ἀνήϊξαν 86
219 ἀνήκεστος 217
220 ἀνηκούστησεν 236
221 ἀνήρ 328, 359, 679
222 ἀνθρώπων 141, 662
223 ἀνιδρωτί 228
224 ἀνίει 24
225 ἀνίσχοντες 369
226 ἀνστήσει 64
227 ἄντ’ 415
228 ἄντεσθ’ 698
229 ἄντην 247
230 Ἀντήνορος 517
231 ἀντιάσαντες 297
232 Ἀντίλοχ’ 569
233 Ἀντίλοχον 568
234 Ἀντίλοχος 579, 582, 585
235 ἀντίος 584, 694
236 ἄντυγι 645
237 ἄνωγε 180
238 ἀνώγει 43, 725
239 ἀνώγῃ 148
240 ἀνώξομεν 295
241 ἄνωχθι 160
242 ἀξίνῃσι 711
243 ἄξιον 719
244 ἀολλέες 306, 312, 494, 718
245 ἀολλισθήμεναι 588
246 ἀοσσητῆρα 254
247 ἀοσσητῆρας 735
248 ἀπ’ 244, 343, 524, 544, 610, 668, 714
249 ἀπαίνυτο 595
250 ἀπαμυναίμεσθ’ 738
251 ἀπάνευθε 348
252 ἅπαντα 506
253 ἀπατάων 31
254 ἀπάτησας 33
255 ἀπειλήσω 212
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 42 ἐκ 96
256 ἀπέκτανε 440
257 ἀπέκτατο 437
258 ἀπένεικας 28
259 ἀπέσσυτο 572
260 ἀπέτραπε 276
261 ἀπήγαγε 706
262 ἀπήμβροτεν 521
263 ἀπηνέα 202
264 ἀπηνής 94
265 ἀπηύρα 462
266 ἀπίθησε 78, 168
267 ἀπινύσσων 10
268 ἄπο 33, 335, 435, 531
269 ἀπό 23, 125, 126, 313, 314, 387, 534, 548
270 ἀπολέσθαι 502, 511
271 ἀπολλήξῃς 31
272 Ἀπόλλων 59, 236, 243, 253, 307, 318, 326, 355, 360, 441, 521
273 Ἀπόλλωνα 55, 143, 220, 256
274 ἀπόλωλε 129
275 ἀπονέεσθαι 295
276 ἀπονέοντο 305
277 ἀποῤῥήξας 264
278 ἀποσταδόν 556
279 ἀποστρέψῃσιν 62
280 ἀπώσασθαι 407, 503
281 ἄρ’ 6, 72, 100, 149, 301, 306, 311, 397, 405, 586, 674, 730
282 ἄρ 564
283 ἄρα 236, 274, 300, 309, 543, 708, 726
284 ἀραρυῖα 737
285 ἀράων 378
286 ἀργαλέον 140
287 ἀργαλέῳ 10
288 ἀργαλεώτερος 121
289 Ἄργεϊ 372
290 Ἀργεῖοι 312, 502, 655
291 Ἀργείοισι 380, 556
292 Ἀργείοισιν 216, 726
293 Ἀργείους 8, 56
294 Ἀργείων 366, 493, 595
295 Ἄργος 30
296 ἄρειον 736
297 ἀρετάς 642
298 Ἄρηα 127, 142
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 43 ἐκ 96
299 ἀρήγει 42, 493
300 Ἄρηϊ 110, 302
301 ἀρηϊθόων 315
302 ἀρήϊος 540
303 ἀρήν 598
304 Ἄρηος 733
305 ἀρηρότα 530
306 ἀρηρότες 618
307 Ἄρης 112, 113, 605
308 ἀρίγνωτος 490
309 ἀριπρεπέ’ 309
310 ἄριστα 616
311 ἀριστεύοντα 460
312 ἀριστῆας 303
313 ἀριστῆος 489
314 ἄριστοι 296
315 ἄριστος 108, 282
316 Ἀρκεσίλαον 329
317 ἄρκιον 502
318 ἄῤῥηκτον 20
319 ἄρχε 95
320 ἀρχόν 516, 519
321 ἀρχός 337
322 ἆσαι 317
323 ἆσθμα 241
324 ἄσθματι 10
325 Ἀσκάλαφος 112
326 ἀσπίδος 645
327 ἀσπουδί 476
328 ἆσσον 105
329 ἄστεος 351
330 ἀστερόεντα 371
331 ἄστυ 681
332 Ἀστυνόῳ 455
333 ἀσφαλές 683
334 ἀτάλαντον 302
335 ἀτάρ 241, 396, 462
336 ἀτειρέας 697
337 ἄτερ 292
338 ἀτρεκέως 53
339 ἀτρέμα 318
340 ἀτρύγετον 27
341 ἀτυζομένῃ 90
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 44 ἐκ 96
342 αὖ 138
343 αὐδήν 270
344 αὖθ’ 501
345 ἀΰσας 346, 424, 485
346 ἄϋσε 321
347 αὖτ’ 287, 337
348 Αὐτάρ 1
349 αὐτάρ
45, 61, 113, 134, 147, 260, 279, 304, 320, 334, 395, 401, 405, 474, 479, 523,
549, 623, 630
350 αὖτε 16, 205, 253, 290, 370, 659
351 ἀϋτή 312
352 αὐτή 93
353 αὐτήν 621
354 ἀϋτήν 718
355 αὐτίκα 135
356 αὖτις 29, 31, 60, 62, 235, 364, 457, 572, 706
357 Αὖτις 696
358 αὐτοί 296, 565, 652, 718
359 αὐτοῖσι 366
360 αὐτόν 43, 257, 604, 723
361 αὐτός 120, 132, 198, 234, 321, 457, 610, 646, 725
362 αὐτοσχεδίῃ 510
363 αὐτοσχεδόν 386, 708, 746
364 αὐτοῦ 307, 349, 537, 656
365 αὐτῷ 226, 231, 353, 431, 449, 695
366 αὐτῶν 39
367 αὔτως 128, 513
368 αὐχένι 451
369 ἀφ’ 386, 537
370 ἀφαυρότατος 11
371 ἀφέστασαν 672, 675
372 ἀφήμενος 106
373 ἄφλαστον 717
374 ἀφλοισμός 607
375 ἀφρονέοντες 104
376 Ἀχαιϊκόν 218
377 Ἀχαιοί 70, 219, 232, 235, 326, 343, 390, 405, 427, 498, 636, 699, 707
378 Ἀχαιούς 6, 44, 61, 135, 230, 261, 376, 702
379 Ἀχαιῶν 11, 56, 116, 248, 283, 305, 361, 370, 459, 569, 629, 659, 675
380 Ἀχιλῆα 402
381 Ἀχιλῆος 64
382 Ἀχιλλεύς 68
383 Ἀχιλλῆα 77
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 45 ἐκ 96
384 ἀχλύος 668
385 ἄχνῃ 626
386 ἀχνύμενοι 651
387 ἀχνύμενος 133
388 ἄχος 208
389 ἄψ 133, 364, 418, 550
390 βαθέης 606
391 βαθείης 356
392 βάλ’ 11
393 βάλε 341, 420, 541, 577
394 βάλεν 249
395 βάλοισθα 571
396 βαλών 460, 581
397 βάσκ’ 158
398 βέβηκας 90
399 βέλε’ 319
400 βέλεα 444, 59
401 βελέεσσιν 727
402 βέλεμνα 484, 489
403 βέλος 575
404 βέλτερον 197, 511
405 βέομαι 194
406 βῆ 79, 169, 237, 483
407 βηλοῦ 23
408 βιάζετο 727
409 βιβάς 307, 686
410 βιβάσθων 676
411 βίῃ 106, 165, 181, 186, 640
412 βίην 139
413 βίηφιν 614
414 βιόν 468, 472
415 βιῶναι 511
416 βλάπτε 724
417 βλαφθείς 647
418 βλαφθέντα 484, 489
419 βλήμενος 495
420 βλημένῳ 580
421 βλήτροισι 678
422 βλοσυρῇσιν 608
423 βόεσσι 587
424 βόεσσιν 634
425 βοήν 249, 568, 671
426 Βοιωτῶν 330
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 46 ἐκ 96
427 βοός 373, 633
428 βοόων 687, 732
429 Βορέαο 171
430 Βορέῃ 26
431 βόσκ’ 548
432 βοσκομενάων 691
433 Βουκολίδαο 338
434 βουκόλον 587
435 βουλάς 71
436 βούλεται 51
437 βοῦν 636
438 βοῦς 547
439 βουσίν 630
440 βοῶν 323
441 βοῶπις 34, 49
442 βροτόεντα 347
443 βροτοῖσιν 98
444 γ’ 49, 95, 228, 229, 311, 392, 455, 479, 557, 586, 630, 647, 710, 730
445 Γαῖα 36
446 γαῖα 193, 715
447 γαῖαν 81, 499, 505, 706
448 γαίῃ 317
449 γαιήοχε 174, 201
450 γαιήοχος 222
451 γαίης 335
452 γάρ
88, 107, 110, 111, 135, 139, 187, 197, 201, 222, 224, 232, 292, 326, 383,
400, 448, 451, 488, 521, 532, 556, 596, 599, 601, 610, 612, 613, 618, 628,
645, 652, 657, 658, 727, 739
453 Γαργάρῳ 152
454 γε 51, 53, 74, 110, 139, 212, 292, 349, 360, 383, 418, 476, 508, 523, 676, 708
455 γενεῇ 166, 182
456 γενεήν 141
457 γένετ’ 641, 669
458 γένετο 396
459 γεράνων 692
460 Γερήνιος 370, 659
461 γέροντος 378
462 γερόντων 721
463 γεφύρωσεν 357
464 γῆν 24
465 γίγνεται 359, 49
466 γίγνετο 607
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 47 ἐκ 96
467 γιγνώσκων 241
468 γλαφυράς 488
469 γλαφυρῇσιν 259, 603
470 γνωταί 350
471 γνωτοί 350
472 γνωτόν 336
473 γοῦνα 268
474 γουνάζομαι 665
475 γούνατ’ 269, 291
476 γουνούμενος 660
477 γούνων 76
478 γυάλοισιν 530
479 γυῖα 435, 581
480 γυναῖκες 683
481 δ’
6, 9, 9, 10, 13, 20, 22, 24, 28, 42, 44, 59, 60, 60, 63, 64, 67, 69, 72, 75, 79,
80, 84, 84, 87, 92, 101, 101, 106, 114, 120, 125, 126, 127, 129, 136, 137,
143, 150, 150, 151, 152, 166, 170, 173, 180, 182, 188, 189, 191, 192, 193,
200, 205, 219, 231, 234, 240, 243, 246, 253, 261, 263, 267, 271, 281, 283,
287, 296, 298, 300, 306, 308, 312, 312, 313, 321, 323, 328, 339, 340, 343,
347, 348, 360, 374, 377, 379, 381, 385, 387, 390, 393, 398, 403, 414, 415,
422, 430, 434, 436, 440, 444, 449, 452, 453, 456, 457, 458, 466, 469, 471,
480, 482, 483, 483, 484, 490, 493, 501, 509, 516, 518, 520, 524, 537, 539,
541, 541, 543, 546, 547, 559, 560, 563, 564, 566, 568, 572, 573, 575, 579,
585, 593, 595, 598, 605, 624, 638, 649, 650, 651, 653, 653, 654, 668, 679,
683, 701, 714, 715, 718, 726, 727, 729, 730, 745
482 δαήμονος 411
483 δαίμονι 403
484 δαίμων 418, 468
485 δαίνυται 99
486 δαιτός 95
487 δαΐφρονος 239
488 δαλός 421
489 δαμασσάμενοι 476
490 δάμεν 2
491 δαμῆναι 522
492 δάμνασθαι 376
493 Δαναοί 277, 622, 733
494 Δαναοῖσι 473, 602, 687, 732
495 Δαναοῖσιν 73
496 Δαναῶν 2, 291, 299, 320, 396, 408, 549
497 Δάρδανοι 425, 486
498 δάσκιος 273
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 48 ἐκ 96
499 δέ
2, 4, 6, 7, 8, 12, 15, 18, 19, 21, 22, 34, 47, 65, 68, 85, 87, 90, 96, 103, 124,
133, 140, 153, 154, 157, 159, 162, 169, 178, 184, 189, 196, 212, 216, 219,
237, 244, 247, 250, 266, 266, 275, 276, 280, 283, 306, 307, 314, 316, 319,
321, 322, 327, 331, 332, 338, 339, 341, 342, 345, 346, 353, 355, 357, 361,
366, 380, 404, 416, 421, 421, 435, 436, 442, 442, 452, 464, 465, 466, 478,
481, 487, 494, 520, 524, 525, 529, 535, 537, 540, 542, 545, 550, 551, 551,
565, 566, 567, 574, 577, 578, 578, 581, 589, 591, 592, 594, 602, 607, 607,
608, 625, 626, 627, 632, 635, 636, 647, 649, 650, 655, 656, 662, 666, 666,
669, 671, 677, 684, 686, 687, 694, 695, 696, 699, 704, 713, 716, 717, 732,
734, 743, 746
500 δέδασται 189
501 δεδεγμένος 745
502 δεδοκημένος 730
503 δειδιότες 628
504 δείδισαν 652
505 δειδισσέσθω 196
506 δεικανόωντο 86
507 Δεῖμον 119
508 δεινά 13
509 δεινήν 309
510 δεινόν 481
511 δεινός 626
512 δεινότατος 38
513 δείους 4
514 δείσεσθαι 299
515 δέκτο 88
516 δέος 658
517 δέπας 88
518 δέπασσιν 86
519 δεσμόν 19, 264
520 δεῦρο 54, 175, 720
521 δή
3, 14, 46, 49, 53, 91, 131, 163, 201, 251, 291, 395, 400, 426, 437, 467, 488,
507, 553, 601, 616, 707, 711, 724
522 δηθά 512
523 δηϊοτῆτα 584
524 δηϊοτῆτι 512
525 Δηΐοχον 341
526 δηΐων 533, 548
527 δῆμον 738
528 δῄουν 708
529 δι’ 41
530 διά 1, 71, 342
531 διακριδόν 108
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 49 ἐκ 96
532 διαμπερές 70
533 δῖαν 161, 177, 223
534 διείρεο 93
535 διέκ 124
536 διέπτατο 83, 172
537 διέσσυτο 542
538 διέφθορας 128
539 δίηται 681
540 Διί 202, 310, 637
541 Διόθεν 489
542 δῖον 15, 67, 239, 583, 652
543 δῖος 68, 34
544 Διός 85, 101, 117, 122, 147, 154, 175, 194, 242, 379, 461, 490, 593
545 δολιχόν 474
546 Δόλοπος 555
547 δόλος 14
548 Δόλοψ 525
549 δόμοις 95
550 δόμῳ 85
551 δόρυ 410, 474, 650
552 δουλιχοδείρων 692
553 δοῦναι 216
554 δούπησεν 421, 524, 578
555 δοῦρα 314
556 δούρατ’ 298
557 δουρί 420, 429, 523, 528, 541, 573
558 δουρός 358
559 δριμεῖα 696
560 δύναμαι 399
561 δύναντο 416
562 δύνατο 617
563 δῦνε 219
564 δύοντο 345
565 δύω 19, 324
566 δυωκαιεικοσίπηχυ 678
567 δώδεκα 746
568 δῶκε 310, 455
569 δῶμ’ 251
570 δῶμα 101
571 δώμαθ’ 58
572 δώματ’ 115
573 δώματος 143
574 ἑ 268, 283, 682
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 50 ἐκ 96
575 ἕ 241, 574
576 ἔα 376, 472
577 ἐᾶν 347
578 ἔασε 87
579 ἐάσω 73
580 ἔβαινον 384
581 ἔβαλε 445
582 ἔβαλεν 433
583 ἐβάλοντο 566
584 ἔβησαν 1
585 ἐβούλετο 596
586 ἐγγυάλιξε 644
587 ἐγγυαλίξῃ 491
588 ἐγγύθεν 529, 71
589 ἐγγύς 619, 65
590 ἐγείνατο 526
591 ἔγειρε 232, 242, 594
592 ἔγειρεν 567, 603
593 ἐγέλασσε 101
594 ἐγένοντο 653
595 ἔγρετο 4
596 ἔγχεϊ 65, 536, 730, 742, 745
597 ἔγχεσιν 278, 386, 712
598 ἐγχέσπαλος 605
599 ἔγχος 126, 482
600 ἐγώ 40, 45, 70, 72, 188, 234, 260, 665
601 ἔγωγ’ 251
602 ἔγωγε 401
603 ἐγών 29, 190, 294, 348
604 ἐδαΐζετο 629
605 ἔδει 636
606 ἐδύναντο 22, 406, 408, 651
607 ἐδύσετο 120
608 ἔδωκε 719
609 ἔδωκεν 532
610 ἔειπεν 13, 185
611 ἔειπες 206
612 ἐεισάσθην 544
613 ἐείσατο 415
614 ἐέλδωρ 74
615 ἕζετο 150
616 ἑῆος 138
617 ἐθέλεις 132
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 51 ἐκ 96
618 ἔθελεν 615
619 ἐθελήσει 215
620 ἐθέλῃσι 210
621 ἐθέλῃσιν 492
622 ἔθελξε 322
623 ἐθέλοντα 722
624 ἑθεν 199
625 ἔθηκεν 478, 48
626 ἔθνος 591, 691
627 ἔθορε 573
628 εἰ 16, 49, 51, 53, 123, 162, 178, 724
629 εἴ 99, 117, 186, 297, 372, 403, 460, 498, 571
630 εἴα 522
631 εἵαθ’ 10
632 εἱαμενῇ 631
633 εἶδεν 484
634 εἰδῇ 207, 412
635 εἰδότα 527
636 εἰδώς 525, 632, 679
637 εἴη 197
638 εἴην 82
639 εἵλετο 125, 482
640 εἰλήλουθεν 131
641 εἰλίποδας 547
642 εἰμέν 187
643 εἱμένα 389
644 εἱμένος 308
645 εἶναι 108, 159, 165, 181, 296, 735
646 εἰνί 150
647 εἷος 277, 390, 539
648 εἴπῃσι 57
649 εἰπόντα 405
650 εἰποῦσ’ 142
651 εἰποῦσα 100, 149
652 εἴπω 294
653 εἰπών 218, 262, 352, 429, 500, 514, 559, 572, 667
654 εἴρεαι 247
655 εἰρύατο 654
656 εἰρύσατ’ 274
657 εἰς 70, 146, 147, 161, 169, 177, 223, 276, 371, 402, 550
658 εἰσελάσαντες 385
659 ἐΐσης 95, 729
660 εἶσι 136
Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 52 ἐκ 96
661 εἰσι 225
662 εἰσορόωντα 456
663 Εἰσωποί 653
664 εἰωθώς 265
665 ἔκ 552
666 ἐκ 18, 69, 170, 187, 573, 601, 628, 641, 680, 681, 700, 714
667 ἑκάεργος 243, 253
668 ἑκάς 740
669 ἕκαστον 660
670 ἕκαστος 189, 369, 505, 662
671 ἑκάστου 288, 500, 514, 667, 701
672 ἑκάστῳ 109
673 ἑκατηβόλε 231
674 ἔκβαλε 468
675 ἔκειτο 388
676 ἐκέκλετο 346, 424, 485, 501
677 ἐκέλευσε 176
678 ἕκηλος 194
679 ἔκλυεν 270
680 ἐκπάγλοις 198
681 ἐκπέρσαι 216
682 ἔκπεσε 421, 465
683 ἐκρέμω 18, 21
684 ἔκτοθι 391
685 Ἕκτορ’ 279, 291, 462
686 Ἕκτορ 244
687 Ἕκτορα 9, 15, 42, 59, 68, 221, 239, 583, 604, 652, 671
688 Ἕκτορι 304, 327, 449, 458, 596, 637, 644
689 Ἕκτορος 507, 610, 744
690 ἐκτός 143
691 ἔκτυπε 377
692 Ἕκτωρ
65, 231, 246, 269, 288, 306, 329, 346, 415, 422, 440, 484, 504, 515, 545,
552, 589, 649, 688, 693, 704, 716
693 ἔλασσεν 342
694 ἐλαυνέμεν 259
695 ἔλαφον 271
696 ἔλαχ’ 192
697 ἔλαχε 191
698 ἔλαχον 190
699 ἕλε 339, 340, 515, 516
700 ἑλέειν 558
701 ἐλέησε 12
702 ἐλέησεν 44
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο

More Related Content

What's hot

ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ζ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ζ" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ζ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ζ" μετά λεξιλογείουssuserc13fb9
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ψ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ψ" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ψ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ψ" μετά λεξιλογείουssuserc13fb9
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Υ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Υ" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Υ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Υ" μετά λεξιλογείουssuserc13fb9
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Β" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Β" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Β" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Β" μετά λεξιλογείουssuserc13fb9
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ρ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ρ" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ρ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ρ" μετά λεξιλογείουssuserc13fb9
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Σ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Σ" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Σ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Σ" μετά λεξιλογείουssuserc13fb9
 

What's hot (6)

ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ζ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ζ" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ζ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ζ" μετά λεξιλογείου
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ψ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ψ" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ψ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ψ" μετά λεξιλογείου
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Υ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Υ" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Υ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Υ" μετά λεξιλογείου
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Β" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Β" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Β" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Β" μετά λεξιλογείου
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ρ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ρ" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ρ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ρ" μετά λεξιλογείου
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Σ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Σ" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Σ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Σ" μετά λεξιλογείου
 

Similar to Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο

Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Π
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΠὉμήρου Ὀδύσσεια Ῥαψῳδία Π
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Πssuserc13fb9
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Α
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Α Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Α
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Α ssuserc13fb9
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Η
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΗὉμήρου Ὀδύσσεια Ῥαψῳδία Η
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ηssuserc13fb9
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Τ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΤὉμήρου Ὀδύσσεια Ῥαψῳδία Τ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Τssuserc13fb9
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Θ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΘὉμήρου Ὀδύσσεια Ῥαψῳδία Θ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Θssuserc13fb9
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Κ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΚὉμήρου Ὀδύσσεια Ῥαψῳδία Κ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Κssuserc13fb9
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Σ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΣὉμήρου Ὀδύσσεια Ῥαψῳδία Σ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Σssuserc13fb9
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ι
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΙὉμήρου Ὀδύσσεια Ῥαψῳδία Ι
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ιssuserc13fb9
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ι" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ι" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ι" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ι" μετά λεξιλογείουssuserc13fb9
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ω
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ω Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ω
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ω ssuserc13fb9
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ω" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ω" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ω" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ω" μετά λεξιλογείουssuserc13fb9
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Υ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΥὉμήρου Ὀδύσσεια Ῥαψῳδία Υ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Υssuserc13fb9
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ν
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΝὉμήρου Ὀδύσσεια Ῥαψῳδία Ν
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Νssuserc13fb9
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ν" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ν" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ν" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ν" μετά λεξιλογείουssuserc13fb9
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ψ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΨὉμήρου Ὀδύσσεια Ῥαψῳδία Ψ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ψssuserc13fb9
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Χ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Χ Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Χ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Χ ssuserc13fb9
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Φ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΦὉμήρου Ὀδύσσεια Ῥαψῳδία Φ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Φssuserc13fb9
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ξ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ξ" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ξ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ξ" μετά λεξιλογείουssuserc13fb9
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ξ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΞὉμήρου Ὀδύσσεια Ῥαψῳδία Ξ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ξssuserc13fb9
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ρ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΡὉμήρου Ὀδύσσεια Ῥαψῳδία Ρ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ρssuserc13fb9
 

Similar to Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο (20)

Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Π
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΠὉμήρου Ὀδύσσεια Ῥαψῳδία Π
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Π
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Α
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Α Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Α
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Α
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Η
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΗὉμήρου Ὀδύσσεια Ῥαψῳδία Η
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Η
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Τ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΤὉμήρου Ὀδύσσεια Ῥαψῳδία Τ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Τ
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Θ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΘὉμήρου Ὀδύσσεια Ῥαψῳδία Θ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Θ
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Κ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΚὉμήρου Ὀδύσσεια Ῥαψῳδία Κ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Κ
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Σ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΣὉμήρου Ὀδύσσεια Ῥαψῳδία Σ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Σ
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ι
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΙὉμήρου Ὀδύσσεια Ῥαψῳδία Ι
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ι
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ι" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ι" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ι" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ι" μετά λεξιλογείου
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ω
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ω Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ω
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ω
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ω" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ω" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ω" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ω" μετά λεξιλογείου
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Υ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΥὉμήρου Ὀδύσσεια Ῥαψῳδία Υ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Υ
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ν
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΝὉμήρου Ὀδύσσεια Ῥαψῳδία Ν
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ν
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ν" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ν" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ν" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ν" μετά λεξιλογείου
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ψ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΨὉμήρου Ὀδύσσεια Ῥαψῳδία Ψ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ψ
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Χ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Χ Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Χ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Χ
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Φ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΦὉμήρου Ὀδύσσεια Ῥαψῳδία Φ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Φ
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ξ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ξ" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ξ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ξ" μετά λεξιλογείου
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ξ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΞὉμήρου Ὀδύσσεια Ῥαψῳδία Ξ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ξ
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ρ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΡὉμήρου Ὀδύσσεια Ῥαψῳδία Ρ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ρ
 

More from ssuserc13fb9

Ελλάς, Μακεδονία και Νότιος Αλβανία
Ελλάς, Μακεδονία και Νότιος ΑλβανίαΕλλάς, Μακεδονία και Νότιος Αλβανία
Ελλάς, Μακεδονία και Νότιος Αλβανίαssuserc13fb9
 
Ο ΕΛΛΗΝΟΤΟΥΡΚΙΚΟΣ ΠΟΛΕΜΟΣ ΤΟΥ 1897 Δ.Ι.Σ.
Ο ΕΛΛΗΝΟΤΟΥΡΚΙΚΟΣ ΠΟΛΕΜΟΣ ΤΟΥ 1897 Δ.Ι.Σ.Ο ΕΛΛΗΝΟΤΟΥΡΚΙΚΟΣ ΠΟΛΕΜΟΣ ΤΟΥ 1897 Δ.Ι.Σ.
Ο ΕΛΛΗΝΟΤΟΥΡΚΙΚΟΣ ΠΟΛΕΜΟΣ ΤΟΥ 1897 Δ.Ι.Σ.ssuserc13fb9
 
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Η
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΗΘουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Η
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Ηssuserc13fb9
 
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Β
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΒΘουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Β
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Βssuserc13fb9
 
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Α
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΑΘουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Α
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Αssuserc13fb9
 
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Γ
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΓΘουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Γ
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Γssuserc13fb9
 
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Δ
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΔΘουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Δ
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Δssuserc13fb9
 
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Ε
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΕΘουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Ε
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Εssuserc13fb9
 
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Ζ
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΖΘουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Ζ
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Ζssuserc13fb9
 
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΣΤ
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΣΤΘουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΣΤ
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΣΤssuserc13fb9
 
ΤΟ ΓΕΩΠΟΛΙΤΙΚΟ ΚΟΣΜΟΙΣΤΟΡΙΚΟΕΠΙΤΕΥΓΜΑ ΤΟΥ ΚΑΠΟΔΙΣΤΡΙΑ
ΤΟ ΓΕΩΠΟΛΙΤΙΚΟ ΚΟΣΜΟΙΣΤΟΡΙΚΟΕΠΙΤΕΥΓΜΑ ΤΟΥ ΚΑΠΟΔΙΣΤΡΙΑΤΟ ΓΕΩΠΟΛΙΤΙΚΟ ΚΟΣΜΟΙΣΤΟΡΙΚΟΕΠΙΤΕΥΓΜΑ ΤΟΥ ΚΑΠΟΔΙΣΤΡΙΑ
ΤΟ ΓΕΩΠΟΛΙΤΙΚΟ ΚΟΣΜΟΙΣΤΟΡΙΚΟΕΠΙΤΕΥΓΜΑ ΤΟΥ ΚΑΠΟΔΙΣΤΡΙΑssuserc13fb9
 
ΓΙΑΤΙ Η ΕΛΛΑΔΑ ΑΠΟΚΟΙΜΗΘΗΚΕ
ΓΙΑΤΙ Η ΕΛΛΑΔΑ ΑΠΟΚΟΙΜΗΘΗΚΕΓΙΑΤΙ Η ΕΛΛΑΔΑ ΑΠΟΚΟΙΜΗΘΗΚΕ
ΓΙΑΤΙ Η ΕΛΛΑΔΑ ΑΠΟΚΟΙΜΗΘΗΚΕssuserc13fb9
 
ΠΑΝΑΓΙΑ ΣΑΝΤΑΝΑΓΙΑ
ΠΑΝΑΓΙΑ ΣΑΝΤΑΝΑΓΙΑΠΑΝΑΓΙΑ ΣΑΝΤΑΝΑΓΙΑ
ΠΑΝΑΓΙΑ ΣΑΝΤΑΝΑΓΙΑssuserc13fb9
 
ΕΘΝΙΚΗ ΗΧΩ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ 2020
ΕΘΝΙΚΗ ΗΧΩ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ 2020ΕΘΝΙΚΗ ΗΧΩ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ 2020
ΕΘΝΙΚΗ ΗΧΩ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ 2020ssuserc13fb9
 
Πώς οι θεωρίες συνωμοσίας διαμορφώνουν τις εκλογές του 2020 και ταρακουνούν τ...
Πώς οι θεωρίες συνωμοσίας διαμορφώνουν τις εκλογές του 2020 και ταρακουνούν τ...Πώς οι θεωρίες συνωμοσίας διαμορφώνουν τις εκλογές του 2020 και ταρακουνούν τ...
Πώς οι θεωρίες συνωμοσίας διαμορφώνουν τις εκλογές του 2020 και ταρακουνούν τ...ssuserc13fb9
 
Εκλογές και facebook
Εκλογές και facebookΕκλογές και facebook
Εκλογές και facebookssuserc13fb9
 
ΠΥΡΟΒΟΛΗΤΗΣ_74
ΠΥΡΟΒΟΛΗΤΗΣ_74ΠΥΡΟΒΟΛΗΤΗΣ_74
ΠΥΡΟΒΟΛΗΤΗΣ_74ssuserc13fb9
 
ΠΕΡΙΟΔΙΚΟ ΣΥΝΔΕΣΜΟΥ ΣΣΕ 68/Τεύχος 99
ΠΕΡΙΟΔΙΚΟ ΣΥΝΔΕΣΜΟΥ ΣΣΕ 68/Τεύχος 99ΠΕΡΙΟΔΙΚΟ ΣΥΝΔΕΣΜΟΥ ΣΣΕ 68/Τεύχος 99
ΠΕΡΙΟΔΙΚΟ ΣΥΝΔΕΣΜΟΥ ΣΣΕ 68/Τεύχος 99ssuserc13fb9
 
ΟΙ ΙΟΥΔΑΙΟΙ ΣΤΟ ΙΣΡΑΗΛ
ΟΙ ΙΟΥΔΑΙΟΙ ΣΤΟ ΙΣΡΑΗΛΟΙ ΙΟΥΔΑΙΟΙ ΣΤΟ ΙΣΡΑΗΛ
ΟΙ ΙΟΥΔΑΙΟΙ ΣΤΟ ΙΣΡΑΗΛssuserc13fb9
 
ΧΡΙΣΤΙΑΝΙΚΗ ΛΑΤΡΕΙΑ ΚΑΙ ΠΟΛΙΤΙΣΜΟΣ
ΧΡΙΣΤΙΑΝΙΚΗ ΛΑΤΡΕΙΑ ΚΑΙ ΠΟΛΙΤΙΣΜΟΣΧΡΙΣΤΙΑΝΙΚΗ ΛΑΤΡΕΙΑ ΚΑΙ ΠΟΛΙΤΙΣΜΟΣ
ΧΡΙΣΤΙΑΝΙΚΗ ΛΑΤΡΕΙΑ ΚΑΙ ΠΟΛΙΤΙΣΜΟΣssuserc13fb9
 

More from ssuserc13fb9 (20)

Ελλάς, Μακεδονία και Νότιος Αλβανία
Ελλάς, Μακεδονία και Νότιος ΑλβανίαΕλλάς, Μακεδονία και Νότιος Αλβανία
Ελλάς, Μακεδονία και Νότιος Αλβανία
 
Ο ΕΛΛΗΝΟΤΟΥΡΚΙΚΟΣ ΠΟΛΕΜΟΣ ΤΟΥ 1897 Δ.Ι.Σ.
Ο ΕΛΛΗΝΟΤΟΥΡΚΙΚΟΣ ΠΟΛΕΜΟΣ ΤΟΥ 1897 Δ.Ι.Σ.Ο ΕΛΛΗΝΟΤΟΥΡΚΙΚΟΣ ΠΟΛΕΜΟΣ ΤΟΥ 1897 Δ.Ι.Σ.
Ο ΕΛΛΗΝΟΤΟΥΡΚΙΚΟΣ ΠΟΛΕΜΟΣ ΤΟΥ 1897 Δ.Ι.Σ.
 
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Η
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΗΘουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Η
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Η
 
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Β
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΒΘουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Β
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Β
 
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Α
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΑΘουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Α
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Α
 
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Γ
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΓΘουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Γ
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Γ
 
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Δ
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΔΘουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Δ
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Δ
 
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Ε
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΕΘουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Ε
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Ε
 
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Ζ
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΖΘουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Ζ
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον Ζ
 
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΣΤ
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΣΤΘουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΣΤ
Θουκυδίδου Ιστορίαι, μετ Ελ. Βενιζέλου Βιβλίον ΣΤ
 
ΤΟ ΓΕΩΠΟΛΙΤΙΚΟ ΚΟΣΜΟΙΣΤΟΡΙΚΟΕΠΙΤΕΥΓΜΑ ΤΟΥ ΚΑΠΟΔΙΣΤΡΙΑ
ΤΟ ΓΕΩΠΟΛΙΤΙΚΟ ΚΟΣΜΟΙΣΤΟΡΙΚΟΕΠΙΤΕΥΓΜΑ ΤΟΥ ΚΑΠΟΔΙΣΤΡΙΑΤΟ ΓΕΩΠΟΛΙΤΙΚΟ ΚΟΣΜΟΙΣΤΟΡΙΚΟΕΠΙΤΕΥΓΜΑ ΤΟΥ ΚΑΠΟΔΙΣΤΡΙΑ
ΤΟ ΓΕΩΠΟΛΙΤΙΚΟ ΚΟΣΜΟΙΣΤΟΡΙΚΟΕΠΙΤΕΥΓΜΑ ΤΟΥ ΚΑΠΟΔΙΣΤΡΙΑ
 
ΓΙΑΤΙ Η ΕΛΛΑΔΑ ΑΠΟΚΟΙΜΗΘΗΚΕ
ΓΙΑΤΙ Η ΕΛΛΑΔΑ ΑΠΟΚΟΙΜΗΘΗΚΕΓΙΑΤΙ Η ΕΛΛΑΔΑ ΑΠΟΚΟΙΜΗΘΗΚΕ
ΓΙΑΤΙ Η ΕΛΛΑΔΑ ΑΠΟΚΟΙΜΗΘΗΚΕ
 
ΠΑΝΑΓΙΑ ΣΑΝΤΑΝΑΓΙΑ
ΠΑΝΑΓΙΑ ΣΑΝΤΑΝΑΓΙΑΠΑΝΑΓΙΑ ΣΑΝΤΑΝΑΓΙΑ
ΠΑΝΑΓΙΑ ΣΑΝΤΑΝΑΓΙΑ
 
ΕΘΝΙΚΗ ΗΧΩ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ 2020
ΕΘΝΙΚΗ ΗΧΩ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ 2020ΕΘΝΙΚΗ ΗΧΩ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ 2020
ΕΘΝΙΚΗ ΗΧΩ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ 2020
 
Πώς οι θεωρίες συνωμοσίας διαμορφώνουν τις εκλογές του 2020 και ταρακουνούν τ...
Πώς οι θεωρίες συνωμοσίας διαμορφώνουν τις εκλογές του 2020 και ταρακουνούν τ...Πώς οι θεωρίες συνωμοσίας διαμορφώνουν τις εκλογές του 2020 και ταρακουνούν τ...
Πώς οι θεωρίες συνωμοσίας διαμορφώνουν τις εκλογές του 2020 και ταρακουνούν τ...
 
Εκλογές και facebook
Εκλογές και facebookΕκλογές και facebook
Εκλογές και facebook
 
ΠΥΡΟΒΟΛΗΤΗΣ_74
ΠΥΡΟΒΟΛΗΤΗΣ_74ΠΥΡΟΒΟΛΗΤΗΣ_74
ΠΥΡΟΒΟΛΗΤΗΣ_74
 
ΠΕΡΙΟΔΙΚΟ ΣΥΝΔΕΣΜΟΥ ΣΣΕ 68/Τεύχος 99
ΠΕΡΙΟΔΙΚΟ ΣΥΝΔΕΣΜΟΥ ΣΣΕ 68/Τεύχος 99ΠΕΡΙΟΔΙΚΟ ΣΥΝΔΕΣΜΟΥ ΣΣΕ 68/Τεύχος 99
ΠΕΡΙΟΔΙΚΟ ΣΥΝΔΕΣΜΟΥ ΣΣΕ 68/Τεύχος 99
 
ΟΙ ΙΟΥΔΑΙΟΙ ΣΤΟ ΙΣΡΑΗΛ
ΟΙ ΙΟΥΔΑΙΟΙ ΣΤΟ ΙΣΡΑΗΛΟΙ ΙΟΥΔΑΙΟΙ ΣΤΟ ΙΣΡΑΗΛ
ΟΙ ΙΟΥΔΑΙΟΙ ΣΤΟ ΙΣΡΑΗΛ
 
ΧΡΙΣΤΙΑΝΙΚΗ ΛΑΤΡΕΙΑ ΚΑΙ ΠΟΛΙΤΙΣΜΟΣ
ΧΡΙΣΤΙΑΝΙΚΗ ΛΑΤΡΕΙΑ ΚΑΙ ΠΟΛΙΤΙΣΜΟΣΧΡΙΣΤΙΑΝΙΚΗ ΛΑΤΡΕΙΑ ΚΑΙ ΠΟΛΙΤΙΣΜΟΣ
ΧΡΙΣΤΙΑΝΙΚΗ ΛΑΤΡΕΙΑ ΚΑΙ ΠΟΛΙΤΙΣΜΟΣ
 

Recently uploaded

RODOPI CHALLENGE (ROC 50 MILES) 2024 ΤΕΧΝΙΚΗ ΕΝΗΜΕΡΩΣH
RODOPI CHALLENGE (ROC 50 MILES) 2024 ΤΕΧΝΙΚΗ ΕΝΗΜΕΡΩΣHRODOPI CHALLENGE (ROC 50 MILES) 2024 ΤΕΧΝΙΚΗ ΕΝΗΜΕΡΩΣH
RODOPI CHALLENGE (ROC 50 MILES) 2024 ΤΕΧΝΙΚΗ ΕΝΗΜΕΡΩΣHROUT Family
 
ΚΛΙΜΑΤΙΚΗ ΑΛΛΑΓΗ ΚΑΙ ΠΟΛΙΤΙΚΕΣ ΤΗΣ Ε.Ε..pptx
ΚΛΙΜΑΤΙΚΗ ΑΛΛΑΓΗ ΚΑΙ ΠΟΛΙΤΙΚΕΣ ΤΗΣ Ε.Ε..pptxΚΛΙΜΑΤΙΚΗ ΑΛΛΑΓΗ ΚΑΙ ΠΟΛΙΤΙΚΕΣ ΤΗΣ Ε.Ε..pptx
ΚΛΙΜΑΤΙΚΗ ΑΛΛΑΓΗ ΚΑΙ ΠΟΛΙΤΙΚΕΣ ΤΗΣ Ε.Ε..pptxssuserb0ed14
 
Μια νύχτα σε κατάστημα παιχνιδιών.pdf
Μια νύχτα σε κατάστημα             παιχνιδιών.pdfΜια νύχτα σε κατάστημα             παιχνιδιών.pdf
Μια νύχτα σε κατάστημα παιχνιδιών.pdfDimitra Mylonaki
 
ΠΑΝΕΛΛΗΝΙΕΣ 2024 ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΘΕΜΑΤΑ ΝΕΟΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΚΑΙ ΛΟΓΟΤΕΧΝΙΑ.pdf
ΠΑΝΕΛΛΗΝΙΕΣ 2024 ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΘΕΜΑΤΑ ΝΕΟΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΚΑΙ ΛΟΓΟΤΕΧΝΙΑ.pdfΠΑΝΕΛΛΗΝΙΕΣ 2024 ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΘΕΜΑΤΑ ΝΕΟΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΚΑΙ ΛΟΓΟΤΕΧΝΙΑ.pdf
ΠΑΝΕΛΛΗΝΙΕΣ 2024 ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΘΕΜΑΤΑ ΝΕΟΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΚΑΙ ΛΟΓΟΤΕΧΝΙΑ.pdfssuserf9afe7
 
Πασχαλινές λαμπάδες από τη Δ΄ τάξη του σχολείου μας.pptx
Πασχαλινές λαμπάδες από τη Δ΄ τάξη του σχολείου μας.pptxΠασχαλινές λαμπάδες από τη Δ΄ τάξη του σχολείου μας.pptx
Πασχαλινές λαμπάδες από τη Δ΄ τάξη του σχολείου μας.pptx36dimperist
 
2η Διεθνική Συνάντηση μαθητών και καθηγητών στο Σαλέρνο της Ιταλίας
2η Διεθνική Συνάντηση μαθητών και καθηγητών στο Σαλέρνο της Ιταλίας2η Διεθνική Συνάντηση μαθητών και καθηγητών στο Σαλέρνο της Ιταλίας
2η Διεθνική Συνάντηση μαθητών και καθηγητών στο Σαλέρνο της ΙταλίαςKonstantina Katirtzi
 
Πασχαλινές Λαμπάδες από ΣΤ τάξη του σχολείου μας.pptx
Πασχαλινές Λαμπάδες από ΣΤ τάξη του σχολείου μας.pptxΠασχαλινές Λαμπάδες από ΣΤ τάξη του σχολείου μας.pptx
Πασχαλινές Λαμπάδες από ΣΤ τάξη του σχολείου μας.pptx36dimperist
 
Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ ΕΚΠΑΙΔΕΥΤΙΚΩΝ 2008
Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ ΕΚΠΑΙΔΕΥΤΙΚΩΝ  2008Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ ΕΚΠΑΙΔΕΥΤΙΚΩΝ  2008
Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ ΕΚΠΑΙΔΕΥΤΙΚΩΝ 2008Θεόδωρος Μαραγκούλας
 
Μια νύχτα σε κατάστημα παιχνιδιώνΚΕΙΜΕΝΑ
Μια νύχτα σε κατάστημα παιχνιδιώνΚΕΙΜΕΝΑΜια νύχτα σε κατάστημα παιχνιδιώνΚΕΙΜΕΝΑ
Μια νύχτα σε κατάστημα παιχνιδιώνΚΕΙΜΕΝΑDimitra Mylonaki
 
Πασχαλινά αυγά από τη Β΄ τάξη του σχολείου μας.pptx
Πασχαλινά αυγά από τη Β΄ τάξη του σχολείου μας.pptxΠασχαλινά αυγά από τη Β΄ τάξη του σχολείου μας.pptx
Πασχαλινά αυγά από τη Β΄ τάξη του σχολείου μας.pptx36dimperist
 
Η Κινέζικη Αστρολογία - Ημερολόγιο - Ζώδια.docx
Η Κινέζικη Αστρολογία - Ημερολόγιο - Ζώδια.docxΗ Κινέζικη Αστρολογία - Ημερολόγιο - Ζώδια.docx
Η Κινέζικη Αστρολογία - Ημερολόγιο - Ζώδια.docxeucharis
 
Επίσκεψη στο 11ο Γυμνάσιο Πάτρας
Επίσκεψη              στο 11ο Γυμνάσιο ΠάτραςΕπίσκεψη              στο 11ο Γυμνάσιο Πάτρας
Επίσκεψη στο 11ο Γυμνάσιο ΠάτραςDimitra Mylonaki
 
Γιορτή της μητέρας-Φύλλα εργασιών για όλες τις τάξεις
Γιορτή της μητέρας-Φύλλα εργασιών για όλες τις τάξειςΓιορτή της μητέρας-Φύλλα εργασιών για όλες τις τάξεις
Γιορτή της μητέρας-Φύλλα εργασιών για όλες τις τάξειςΟΛΓΑ ΤΣΕΧΕΛΙΔΟΥ
 
EKSETASTEA KAI DIDAKTEA YLH G TAKSHS GENIKOY LYKEIOY
EKSETASTEA KAI DIDAKTEA YLH G TAKSHS GENIKOY LYKEIOYEKSETASTEA KAI DIDAKTEA YLH G TAKSHS GENIKOY LYKEIOY
EKSETASTEA KAI DIDAKTEA YLH G TAKSHS GENIKOY LYKEIOYssuser369a35
 
ΕΝΔΟΣΧΟΛΙΚΕΣ_ΠΡΟΓΡΑΜΜΑ endosxolikes 2023-24
ΕΝΔΟΣΧΟΛΙΚΕΣ_ΠΡΟΓΡΑΜΜΑ endosxolikes 2023-24ΕΝΔΟΣΧΟΛΙΚΕΣ_ΠΡΟΓΡΑΜΜΑ endosxolikes 2023-24
ΕΝΔΟΣΧΟΛΙΚΕΣ_ΠΡΟΓΡΑΜΜΑ endosxolikes 2023-242lykkomo
 

Recently uploaded (15)

RODOPI CHALLENGE (ROC 50 MILES) 2024 ΤΕΧΝΙΚΗ ΕΝΗΜΕΡΩΣH
RODOPI CHALLENGE (ROC 50 MILES) 2024 ΤΕΧΝΙΚΗ ΕΝΗΜΕΡΩΣHRODOPI CHALLENGE (ROC 50 MILES) 2024 ΤΕΧΝΙΚΗ ΕΝΗΜΕΡΩΣH
RODOPI CHALLENGE (ROC 50 MILES) 2024 ΤΕΧΝΙΚΗ ΕΝΗΜΕΡΩΣH
 
ΚΛΙΜΑΤΙΚΗ ΑΛΛΑΓΗ ΚΑΙ ΠΟΛΙΤΙΚΕΣ ΤΗΣ Ε.Ε..pptx
ΚΛΙΜΑΤΙΚΗ ΑΛΛΑΓΗ ΚΑΙ ΠΟΛΙΤΙΚΕΣ ΤΗΣ Ε.Ε..pptxΚΛΙΜΑΤΙΚΗ ΑΛΛΑΓΗ ΚΑΙ ΠΟΛΙΤΙΚΕΣ ΤΗΣ Ε.Ε..pptx
ΚΛΙΜΑΤΙΚΗ ΑΛΛΑΓΗ ΚΑΙ ΠΟΛΙΤΙΚΕΣ ΤΗΣ Ε.Ε..pptx
 
Μια νύχτα σε κατάστημα παιχνιδιών.pdf
Μια νύχτα σε κατάστημα             παιχνιδιών.pdfΜια νύχτα σε κατάστημα             παιχνιδιών.pdf
Μια νύχτα σε κατάστημα παιχνιδιών.pdf
 
ΠΑΝΕΛΛΗΝΙΕΣ 2024 ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΘΕΜΑΤΑ ΝΕΟΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΚΑΙ ΛΟΓΟΤΕΧΝΙΑ.pdf
ΠΑΝΕΛΛΗΝΙΕΣ 2024 ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΘΕΜΑΤΑ ΝΕΟΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΚΑΙ ΛΟΓΟΤΕΧΝΙΑ.pdfΠΑΝΕΛΛΗΝΙΕΣ 2024 ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΘΕΜΑΤΑ ΝΕΟΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΚΑΙ ΛΟΓΟΤΕΧΝΙΑ.pdf
ΠΑΝΕΛΛΗΝΙΕΣ 2024 ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΘΕΜΑΤΑ ΝΕΟΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΚΑΙ ΛΟΓΟΤΕΧΝΙΑ.pdf
 
Πασχαλινές λαμπάδες από τη Δ΄ τάξη του σχολείου μας.pptx
Πασχαλινές λαμπάδες από τη Δ΄ τάξη του σχολείου μας.pptxΠασχαλινές λαμπάδες από τη Δ΄ τάξη του σχολείου μας.pptx
Πασχαλινές λαμπάδες από τη Δ΄ τάξη του σχολείου μας.pptx
 
2η Διεθνική Συνάντηση μαθητών και καθηγητών στο Σαλέρνο της Ιταλίας
2η Διεθνική Συνάντηση μαθητών και καθηγητών στο Σαλέρνο της Ιταλίας2η Διεθνική Συνάντηση μαθητών και καθηγητών στο Σαλέρνο της Ιταλίας
2η Διεθνική Συνάντηση μαθητών και καθηγητών στο Σαλέρνο της Ιταλίας
 
Πασχαλινές Λαμπάδες από ΣΤ τάξη του σχολείου μας.pptx
Πασχαλινές Λαμπάδες από ΣΤ τάξη του σχολείου μας.pptxΠασχαλινές Λαμπάδες από ΣΤ τάξη του σχολείου μας.pptx
Πασχαλινές Λαμπάδες από ΣΤ τάξη του σχολείου μας.pptx
 
Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ ΕΚΠΑΙΔΕΥΤΙΚΩΝ 2008
Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ ΕΚΠΑΙΔΕΥΤΙΚΩΝ  2008Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ ΕΚΠΑΙΔΕΥΤΙΚΩΝ  2008
Η ΑΔΙΚΕΙΑ ΤΟΥ ΔΙΑΓΩΝΙΣΜΟΥ ΑΣΕΠ ΕΚΠΑΙΔΕΥΤΙΚΩΝ 2008
 
Μια νύχτα σε κατάστημα παιχνιδιώνΚΕΙΜΕΝΑ
Μια νύχτα σε κατάστημα παιχνιδιώνΚΕΙΜΕΝΑΜια νύχτα σε κατάστημα παιχνιδιώνΚΕΙΜΕΝΑ
Μια νύχτα σε κατάστημα παιχνιδιώνΚΕΙΜΕΝΑ
 
Πασχαλινά αυγά από τη Β΄ τάξη του σχολείου μας.pptx
Πασχαλινά αυγά από τη Β΄ τάξη του σχολείου μας.pptxΠασχαλινά αυγά από τη Β΄ τάξη του σχολείου μας.pptx
Πασχαλινά αυγά από τη Β΄ τάξη του σχολείου μας.pptx
 
Η Κινέζικη Αστρολογία - Ημερολόγιο - Ζώδια.docx
Η Κινέζικη Αστρολογία - Ημερολόγιο - Ζώδια.docxΗ Κινέζικη Αστρολογία - Ημερολόγιο - Ζώδια.docx
Η Κινέζικη Αστρολογία - Ημερολόγιο - Ζώδια.docx
 
Επίσκεψη στο 11ο Γυμνάσιο Πάτρας
Επίσκεψη              στο 11ο Γυμνάσιο ΠάτραςΕπίσκεψη              στο 11ο Γυμνάσιο Πάτρας
Επίσκεψη στο 11ο Γυμνάσιο Πάτρας
 
Γιορτή της μητέρας-Φύλλα εργασιών για όλες τις τάξεις
Γιορτή της μητέρας-Φύλλα εργασιών για όλες τις τάξειςΓιορτή της μητέρας-Φύλλα εργασιών για όλες τις τάξεις
Γιορτή της μητέρας-Φύλλα εργασιών για όλες τις τάξεις
 
EKSETASTEA KAI DIDAKTEA YLH G TAKSHS GENIKOY LYKEIOY
EKSETASTEA KAI DIDAKTEA YLH G TAKSHS GENIKOY LYKEIOYEKSETASTEA KAI DIDAKTEA YLH G TAKSHS GENIKOY LYKEIOY
EKSETASTEA KAI DIDAKTEA YLH G TAKSHS GENIKOY LYKEIOY
 
ΕΝΔΟΣΧΟΛΙΚΕΣ_ΠΡΟΓΡΑΜΜΑ endosxolikes 2023-24
ΕΝΔΟΣΧΟΛΙΚΕΣ_ΠΡΟΓΡΑΜΜΑ endosxolikes 2023-24ΕΝΔΟΣΧΟΛΙΚΕΣ_ΠΡΟΓΡΑΜΜΑ endosxolikes 2023-24
ΕΝΔΟΣΧΟΛΙΚΕΣ_ΠΡΟΓΡΑΜΜΑ endosxolikes 2023-24
 

Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ο

  • 1. Tὸ λεξιλόγειον τοῦ παρόντος, ὡς ἔχει, ὑπόκειται εἰς τὰς δεσμεύσεις τοῦ νόμου περὶ πνευματικῆς ἰδιοκτησίας. Πᾶσα μὴ ἐρευνητικῆς φύσεως χρῆσις τοῦ λεξιλογείου ἀπαιτεῖ τὴν προέγκρισιν τοῦ διαχειριστοῦ τοῦ ἱστοτόπου τοῦ συνδέσμου τῆς τάξεως τῆς Σ.Σ.Ε. 1971
  • 2. Tὸ λεξιλόγειον τοῦ παρόντος, ὡς ἔχει, ὑπόκειται εἰς τὰς δεσμεύσεις τοῦ νόμου περὶ πνευματικῆς ἰδιοκτησίας. Πᾶσα μὴ ἐρευνητικῆς φύσεως χρῆσις τοῦ λεξιλογείου ἀπαιτεῖ τὴν προέγκρισιν τοῦ διαχειριστοῦ τοῦ ἱστοτόπου τοῦ συνδέσμου τῆς τάξεως τῆς Σ.Σ.Ε. 1971 ΕΥΧΑΡΙΣΤΙΑΙ Τὸ ἀνὰ χεῖρας πόνημα ἐπετεύχθη τῇ πολυετῇ, ἀόκνῳ ἄμα καὶ ἀφιλοκερδῇ προσφορᾷ τοῦ φιλτάτου συνεργάτου ἐν Εὐρωπαϊκῇ Ἐνώσῃ, ἐξόχου προγραμματιστοῦ καὶ συνέλληνος κ. Ἀριστείδου Γουναρᾶ ὅστις συνεχίζει συνδράμων πρὸς ἐπίτευξιν τοῦ ἀπωτάτου στόχου αὐτομάτου μετρικοῦ συλλαβισμοῦ καὶ μετρικῆς ἀναλύσεως παντὸς, διασωθέντος μέχρις ἡμῶν, ποιήματος ἐπικῆς ἤ λυρικῆς φύσεως τῆς τῶν Ἑλλήνων κληρονομίας. Ὄντας γνώστης τοῦ ὄγκου τῆς προσπαθείας ὡς καὶ τοῦ ἐλευθέρου χρόνου τὸν ὁποῖον ἀφιέρωσεν καὶ συνεχίζει ἀφιερῶν, ὀφείλω, εἰς ἔνδειξιν ἐλαχιστοτάτης εὐγνωμοσύνης, εὐχαριστεῖν τὸν κ. Γουναράν εὐχόμενος ἐπίτευξιν τοῦ ἀντικειμενικοῦ σκοποῦ. Ἕτερος «δράστης» διὰ τὴν ὅποιαν ὁλοκλήρωσιν τοῦ παρόντος πονήματος ἦτο καὶ παραμένει ὁ συμμαθητής, ἐν τῷ ἱερῷ χώρῳ τῆς Στραστιωτικῆς Σχολῆς Εὐελπίδων (Σ.Σ.Ε. 1967-1971) καὶ νῦν διαχειριστὴς τοῦ ἱστοτόπου τῆς τάξεώς μας, φίλτατος Διαμαντὴς Κωνσταντῖνος. Τέλος, ὑποχρεοῦμεθα νὰ εὐχαριστήσωμεν τὴν πληθώραν ἐκείνων οἱ ὁποῖοι διαθέτουν καὶ ἐπιτρέπουν τὴν ἐν διαδικτύῳ ἐλευθέραν πρόσβασιν εἰς τὸ πρωτότυπον κείμενον. Ἀντὶ προλόγου Τῇ βοηθείᾳ τοῦ προγράμματος word τῆς Microsoft, ἐπεχειρήθη δειγματολειπτικὴ σύγκρισις τῶν αὐτῶν ῥαψῳδιῶν, ληφθεισῶν ἐκ διαφόρων ἱστοτόπων. Ἀτυχῶς ὁ ἔλεγχος ἔδειξεν ὅτι ὑπάρχουν διαφοραὶ, πρώτιστα εἰς τονισμὸν, κόμματα, ἄνω τελείας, ἀποστρόφους, λέξεις ἀρχιζούσας διὰ μικροῦ γράμματος μολονότι προηγεῖται τὸ σημεῖον στίξεως τῆς τελείας καὶ πλῆθος ἄλλων μικροτέρας ἤ μεγαλυτέρας σημασίας ὡς αὐτοτελῆ σύμφωνα μὴ συνοδευόμενα ὑπὸ ἀποστρόφου κ.ο.κ. Πρὸ αὐτῆς τῆς εἰκόνος, καὶ δεδομένου ὅτι ἦτο πρακτικῶς ἀδύνατος ἡ ἰδίοις μέσοις πληκτρολόγησις τῆς Ἰλιάδος, ἐπελέγη τυχαίως ἕν κείμενον τὸ ὁποῖον καὶ ἐπεξεργάσθημεν. Ὡς ἐκ τούτου δεχόμεθα εὐχαρίστως τὴν οἱανδήποτε κριτικὴν καὶ ὑποδείξεις διορθώσεων πρὸς βελτίωσιν τοῦ παρόντος. Ἡ ἐκτελεσθεῖσα ἐπεξεργασία συνίσταται εἰς τὴν ἀπαλοιφὴν τυπογραφικῶν ἁμαρτημάτων ὡς ἡ ὕπαρξις δύο κενῶν διαστημάτων μεταξὺ διαδοχικῶν λέξεων, ἡ ἀντικατάστασις τῶν τονιζομένων φωνηέντων διὰ τοῦ ὀρθοῦ χαρακτῆρος. Διὰ νὰ καταστῇ τοῦτον σαφὲς τονίζεται ὅτι διὰ τὰς ἀνάγκας λειτουργίας τοῦ προγράμματος, τὰ τονιζόμενα φωνήεντα εἰς τὸ μονοτονικὸν σύστημα εἶναι διάφορα τοῦ τονισμοῦ των εἰς τὸ πολυτονικὸν σύστημα. Οὕτω, τὸ «ά» τοῦ μονοτονικοῦ ὁμοιάζει μὲ τὸ «ά» τοῦ πολυτονικοῦ πλὴν ἡ προγραμματιστικὴ των ἀναπαράστασις, μὴ ὀρατὴ εἰς τὸν τελικὸν χρήστην, εἶναι τελείως διάφορος. Τέλος, ἐχρωματίσθησαν καὶ ἠριθμήθησαν οἱ στίχοι διὰ τὴν εὐχερὴν ἀνεύρεσιν τῶν ἐν τῷ λεξιλογείῳ ἀναφερομένων στίχων καὶ, τῇ βοηθείᾳ τοῦ προγράμματος συνετάχθη τὸ λεξιλόγειον ἀνὰ ῥαψωδίαν καὶ ἐν τῷ συνόλῳ τοῦ ἔπους. Τὸ πόνημα ἀπευθύνεται εἰς τοὺς μελετητὰς καὶ οὐχὶ ἁπλοὺς ἀναγνώστας τοῦ ἔπους. Καλὴν μελέτην
  • 3. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 3 ἐκ 96 Ὁμήρου Ἰλιάς Ῥαψῳδία Ο – λέξεις: 2513 Εἰς τὸ τέλος τῆς ῥαψῳδίας παρατίθεται τὸ λεξιλόγειον αὐτῆς ἄνευ ἑρμηνευτικῶν σχολίων Αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν, οἳ μὲν δὴ παρ’ ὄχεσφιν ἐρητύοντο μένοντες χλωροὶ ὑπαὶ δείους πεφοβημένοι· ἔγρετο δὲ Ζεὺς Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης, Ο 05 στῆ δ’ ἄρ’ ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα· Ἕκτορα δ’ ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δ’ ἑταῖροι εἵαθ’, ὃ δ’ ἀργαλέῳ ἔχετ’ ἄσθματι κῆρ ἀπινύσσων Ο 10 αἷμ’ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ’ Ἀχαιῶν. τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε, δεινὰ δ’ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν· ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς. Ο 15 οὐ μὰν οἶδ’ εἰ αὖτε κακοῤῥαφίης ἀλεγεινῆς πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω. ἦ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα χρύσεον ἄῤῥηκτον; σὺ δ’ ἐν αἰθέρι καὶ νεφέλῃσιν Ο 20 ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,
  • 4. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 4 ἐκ 96 λῦσαι δ’ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρ’ ἂν ἵκηται γῆν ὀλιγηπελέων· ἐμὲ δ’ οὐδ’ ὧς θυμὸν ἀνίει ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο, Ο 25 τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας πέμψας ἐπ’ ἀτρύγετον πόντον κακὰ μητιόωσα, καί μιν ἔπειτα Κόων δ’ εὖ ναιομένην ἀπένεικας. τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα. Ο 30 τῶν σ’ αὖτις μνήσω ἵν’ ἀπολλήξῃς ἀπατάων, ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή, ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μ’ ἀπάτησας. Ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη, καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα· Ο 35 ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι, σή θ’ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι· Ο 40 μὴ δι’ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δ’ ἀρήγει, ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει, τειρομένους δ’ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς.
  • 5. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 5 ἐκ 96 αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην Ο 45 τῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς. Ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε, καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα· εἰ μὲν δὴ σύ γ’ ἔπειτα βοῶπις πότνια Ἥρη ἶσον ἐμοὶ φρονέουσα μετ’ ἀθανάτοισι καθίζοις, Ο 50 τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ, αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ. ἀλλ’ εἰ δή ῥ’ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις, ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον Ἶρίν τ’ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον, Ο 55 ὄφρ’ ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθ’ ἱκέσθαι, Ἕκτορα δ’ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων, αὖτις δ’ ἐμπνεύσῃσι μένος, λελάθῃ δ’ ὀδυνάων Ο 60 αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας, φεύγοντες δ’ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι Πηλεΐδεω Ἀχιλῆος· ὃ δ’ ἀνστήσει ὃν ἑταῖρον Πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ Ο 65 Ἰλίου προπάροιθε πολέας ὀλέσαντ’ αἰζηοὺς τοὺς ἄλλους, μετὰ δ’ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον.
  • 6. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 6 ἐκ 96 τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς. ἐκ τοῦ δ’ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κ’ Ἀχαιοὶ Ο 70 Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς. τὸ πρὶν δ’ οὔτ’ ἄρ’ ἐγὼ παύω χόλον οὔτέ τιν’ ἄλλον ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδ’ ἐάσω πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ, ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δ’ ἐπένευσα κάρητι, Ο 75 ἤματι τῷ ὅτ’ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων, λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον. Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ λευκώλενος Ἥρη, βῆ δ’ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον. ὡς δ’ ὅτ’ ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τ’ ἐπὶ πολλὴν Ο 80 γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ ἔνθ’ εἴην ἢ ἔνθα, μενοινήῃσί τε πολλά, ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη· ἵκετο δ’ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δ’ ἐπῆλθεν ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ· οἳ δὲ ἰδόντες Ο 85 πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν. ἣ δ’ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ δέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα, καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα· Ἥρη τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας· Ο 90
  • 7. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 7 ἐκ 96 ἦ μάλα δή σ’ ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης. Τὴν δ’ ἠμείβετ’ ἔπειτα θεὰ λευκώλενος Ἥρη· μή με θεὰ Θέμι ταῦτα διείρεο· οἶσθα καὶ αὐτὴ οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής. ἀλλὰ σύ γ’ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης· Ο 95 ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημι πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων. Ἣ μὲν ἄρ’ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη, Ο 100 ὄχθησαν δ’ ἀνὰ δῶμα Διὸς θεοί· ἣ δ’ ἐγέλασσε χείλεσιν, οὐδὲ μέτωπον ἐπ’ ὀφρύσι κυανέῃσιν ἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα· νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες· ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες Ο 105 ἢ ἔπει ἠὲ βίῃ· ὃ δ’ ἀφήμενος οὐκ ἀλεγίζει οὐδ’ ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος. τὼ ἔχεθ’ ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ. ἤδη γὰρ νῦν ἔλπομ’ Ἄρηΐ γε πῆμα τετύχθαι· Ο 110 υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης. Ὣς ἔφατ’, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ
  • 8. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 8 ἐκ 96 χερσὶ καταπρηνέσσ’, ὀλοφυρόμενος δ’ ἔπος ηὔδα· μὴ νῦν μοι νεμεσήσετ’ Ὀλύμπια δώματ’ ἔχοντες Ο 115 τίσασθαι φόνον υἷος ἰόντ’ ἐπὶ νῆας Ἀχαιῶν, εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ κεῖσθαι ὁμοῦ νεκύεσσι μεθ’ αἵματι καὶ κονίῃσιν. Ὣς φάτο, καί ῥ’ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε ζευγνύμεν, αὐτὸς δ’ ἔντε’ ἐδύσετο παμφανόωντα. Ο 120 ἔνθά κ’ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη, εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε, τοῦ δ’ ἀπὸ μὲν κεφαλῆς κόρυθ’ εἵλετο καὶ σάκος ὤμων, Ο 125 ἔγχος δ’ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα χάλκεον· ἣ δ’ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα· μαινόμενε φρένας ἠλὲ διέφθορας· ἦ νύ τοι αὔτως οὔατ’ ἀκουέμεν ἐστί, νόος δ’ ἀπόλωλε καὶ αἰδώς. οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη Ο 130 ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν; ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ, αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι; αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς Ο 135 λείψει, ὃ δ’ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον,
  • 9. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 9 ἐκ 96 μάρψει δ’ ἑξείης ὅς τ’ αἴτιος ὅς τε καὶ οὐκί. τώ σ’ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος· ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων ἢ πέφατ’, ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ Ο 140 πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε. Ὣς εἰποῦσ’ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα. Ἥρη δ’ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς Ἶρίν θ’, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι, καί σφεας φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα· Ο 145 Ζεὺς σφὼ εἰς Ἴδην κέλετ’ ἐλθέμεν ὅττι τάχιστα· αὐτὰρ ἐπὴν ἔλθητε, Διός τ’ εἰς ὦπα ἴδησθε, ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ. Ἣ μὲν ἄρ’ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη, ἕζετο δ’ εἰνὶ θρόνῳ· τὼ δ’ ἀΐξαντε πετέσθην. Ο 150 Ἴδην δ’ ἵκανον πολυπίδακα μητέρα θηρῶν, εὗρον δ’ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο. τὼ δὲ πάροιθ’ ἐλθόντε Διὸς νεφεληγερέταο στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ, Ο 155 ὅττί οἱ ὦκ’ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην. Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα· βάσκ’ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι πάντα τάδ’ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι.
  • 10. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 10 ἐκ 96 παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο Ο 160 ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν. εἰ δέ μοι οὐκ ἐπέεσσ’ ἐπιπείσεται, ἀλλ’ ἀλογήσει, φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν μή μ’ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι Ο 165 καὶ γενεῇ πρότερος· τοῦ δ’ οὐκ ὄθεται φίλον ἦτορ ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι. Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις, βῆ δὲ κατ’ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν. ὡς δ’ ὅτ’ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα Ο 170 ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο, ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις, ἀγχοῦ δ’ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον· ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο. Ο 175 παυσάμενόν σ’ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν. εἰ δέ οἱ οὐκ ἐπέεσσ’ ἐπιπείσεαι, ἀλλ’ ἀλογήσεις, ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων ἐνθάδ’ ἐλεύσεσθαι· σὲ δ’ ὑπεξαλέασθαι ἄνωγε Ο 180 χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι καὶ γενεῇ πρότερος· σὸν δ’ οὐκ ὄθεται φίλον ἦτορ
  • 11. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 11 ἐκ 96 ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι. Τὴν δὲ μέγ’ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος· ὢ πόποι ἦ ῥ’ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν Ο 185 εἴ μ’ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει. τρεῖς γάρ τ’ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα Ζεὺς καὶ ἐγώ, τρίτατος δ’ Ἀΐδης ἐνέροισιν ἀνάσσων. τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ’ ἔμμορε τιμῆς· ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ Ο 190 παλλομένων, Ἀΐδης δ’ ἔλαχε ζόφον ἠερόεντα, Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι· γαῖα δ’ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος. τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ. Ο 195 χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω· θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός, οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ. Τὸν δ’ ἠμείβετ’ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις· Ο 200 οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε, ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν. οἶσθ’ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται. Τὴν δ’ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων· Ο 205
  • 12. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 12 ἐκ 96 Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες· ἐσθλὸν καὶ τὸ τέτυκται ὅτ’ ἄγγελος αἴσιμα εἰδῇ. ἀλλὰ τόδ’ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει ὁππότ’ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν. Ο 210 ἀλλ’ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω· ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ· αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδ’ ἐθελήσει Ο 215 ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν, ἴστω τοῦθ’ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται. Ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος, δῦνε δὲ πόντον ἰών, πόθεσαν δ’ ἥρωες Ἀχαιοί. καὶ τότ’ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς· Ο 220 ἔρχεο νῦν φίλε Φοῖβε μεθ’ Ἕκτορα χαλκοκορυστήν· ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι, οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες. Ο 225 ἀλλὰ τόδ’ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γ’ ἐτελέσθη.
  • 13. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 13 ἐκ 96 ἀλλὰ σύ γ’ ἐν χείρεσσι λάβ’ αἰγίδα θυσσανόεσσαν, τῇ μάλ’ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς· Ο 230 σοὶ δ’ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ· τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρ’ ἂν Ἀχαιοὶ φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται. κεῖθεν δ’ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε, ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο. Ο 235 Ὣς ἔφατ’, οὐδ’ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων, βῆ δὲ κατ’ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς ὠκέϊ φασσοφόνῳ, ὅς τ’ ὤκιστος πετεηνῶν. εὗρ’ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον ἥμενον, οὐδ’ ἔτι κεῖτο, νέον δ’ ἐσαγείρετο θυμόν, Ο 240 ἀμφὶ ἓ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς παύετ’, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο. ἀγχοῦ δ’ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων· Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπ’ ἄλλων ἧσ’ ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει; Ο 245 Τὸν δ’ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ· τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μ’ εἴρεαι ἄντην; οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς; Ο 250 καὶ δὴ ἔγωγ’ ἐφάμην νέκυας καὶ δῶμ’ Ἀΐδαο
  • 14. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 14 ἐκ 96 ἤματι τῷδ’ ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ. Τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων· θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν Ο 255 Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ ῥύομ’, ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον. ἀλλ’ ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους· αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον Ο 260 πᾶσαν λειανέω, τρέψω δ’ ἥρωας Ἀχαιούς. Ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν. ὡς δ’ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ δεσμὸν ἀποῤῥήξας θείῃ πεδίοιο κροαίνων εἰωθὼς λούεσθαι ἐϋῤῥεῖος ποταμοῖο Ο 265 κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται ὤμοις ἀΐσσονται· ὃ δ’ ἀγλαΐηφι πεποιθὼς ῥίμφά ἑ γοῦνα φέρει μετά τ’ ἤθεα καὶ νομὸν ἵππων· ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατ’ ἐνώμα ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν. Ο 270 οἳ δ’ ὥς τ’ ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται· τὸν μέν τ’ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη εἰρύσατ’, οὐδ’ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν·
  • 15. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 15 ἐκ 96 τῶν δέ θ’ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος Ο 275 εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας· ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν· αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορ’ ἐποιχόμενον στίχας ἀνδρῶν τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός. Ο 280 Τοῖσι δ’ ἔπειτ’ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός, Αἰτωλῶν ὄχ’ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι ἐσθλὸς δ’ ἐν σταδίῃ· ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων· ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· Ο 285 ὢ πόποι ἦ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι, οἷον δ’ αὖτ’ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας Ἕκτωρ· ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου χερσὶν ὑπ’ Αἴαντος θανέειν Τελαμωνιάδαο. ἀλλά τις αὖτε θεῶν ἐῤῥύσατο καὶ ἐσάωσεν Ο 290 Ἕκτορ’, ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατ’ ἔλυσεν, ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν. ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες. πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι· Ο 295 αὐτοὶ δ’, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθ’ εἶναι, στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες
  • 16. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 16 ἐκ 96 δούρατ’ ἀνασχόμενοι· τὸν δ’ οἴω καὶ μεμαῶτα θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον. Ὣς ἔφαθ’, οἳ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο· Ο 300 οἳ μὲν ἄρ’ ἀμφ’ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα Τεῦκρον Μηριόνην τε Μέγην τ’ ἀτάλαντον Ἄρηϊ ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσω ἣ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο. Ο 305 Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δ’ ἄρ’ Ἕκτωρ μακρὰ βιβάς· πρόσθεν δὲ κί’ αὐτοῦ Φοῖβος Ἀπόλλων εἱμένος ὤμοιιν νεφέλην, ἔχε δ’ αἰγίδα θοῦριν δεινὴν ἀμφιδάσειαν ἀριπρεπέ’, ἣν ἄρα χαλκεὺς Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν· Ο 310 τὴν ἄρ’ ὅ γ’ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν. Ἀργεῖοι δ’ ὑπέμειναν ἀολλέες, ὦρτο δ’ ἀϋτὴ ὀξεῖ’ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δ’ ὀϊστοὶ θρῷσκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν ἄλλα μὲν ἐν χροῒ πήγνυτ’ ἀρηϊθόων αἰζηῶν, Ο 315 πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι. ὄφρα μὲν αἰγίδα χερσὶν ἔχ’ ἀτρέμα Φοῖβος Ἀπόλλων, τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο, πῖπτε δὲ λαός. αὐτὰρ ἐπεὶ κατ’ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων Ο 320
  • 17. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 17 ἐκ 96 σεῖσ’, ἐπὶ δ’ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς. οἳ δ’ ὥς τ’ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγ’ οἰῶν θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ ἐλθόντ’ ἐξαπίνης σημάντορος οὐ παρεόντος, Ο 325 ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλων ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν. Ἔνθα δ’ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης. Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε, τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων, Ο 330 τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον· Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν. ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς Ο 335 γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχ’ Ὀϊλεύς· Ἴασος αὖτ’ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο, υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο. Μηκιστῆ δ’ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δ’ ἕλε δῖος Ἀγήνωρ. Ο 340 Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε φεύγοντ’ ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν. Ὄφρ’ οἳ τοὺς ἐνάριζον ἀπ’ ἔντεα, τόφρα δ’ Ἀχαιοὶ
  • 18. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 18 ἐκ 96 τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ. Ο 345 Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δ’ ἔναρα βροτόεντα· ὃν δ’ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω, αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα, Ο 350 ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο. Ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῷ πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων Ο 355 ῥεῖ’ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον μακρὴν ἠδ’ εὐρεῖαν, ὅσον τ’ ἐπὶ δουρὸς ἐρωὴ γίγνεται, ὁππότ’ ἀνὴρ σθένεος πειρώμενος ᾗσι. τῇ ῥ’ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δ’ Ἀπόλλων Ο 360 αἰγίδ’ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν ῥεῖα μάλ’, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης, ὅς τ’ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων. ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν Ο 365 σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.
  • 19. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 19 ἐκ 96 Ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες, ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι χεῖρας ἀνίσχοντες μεγάλ’ εὐχετόωντο ἕκαστος· Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν Ο 370 εὔχετο χεῖρ’ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα· Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων εὔχετο νοστῆσαι, σὺ δ’ ὑπέσχεο καὶ κατένευσας, τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ, Ο 375 μηδ’ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς. Ὣς ἔφατ’ εὐχόμενος, μέγα δ’ ἔκτυπε μητίετα Ζεύς, ἀράων ἀΐων Νηληϊάδαο γέροντος. Τρῶες δ’ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο, μᾶλλον ἐπ’ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης. Ο 380 οἳ δ’ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότ’ ἐπείγῃ ἲς ἀνέμου· ἣ γάρ τε μάλιστά γε κύματ’ ὀφέλλει· ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον, ἵππους δ’ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο Ο 385 ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφ’ ἵππων, οἳ δ’ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες μακροῖσι ξυστοῖσι, τά ῥά σφ’ ἐπὶ νηυσὶν ἔκειτο ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ.
  • 20. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 20 ἐκ 96 Πάτροκλος δ’ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε Ο 390 τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν, τόφρ’ ὅ γ’ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δ’ ἕλκεϊ λυγρῷ φάρμακ’ ἀκέσματ’ ἔπασσε μελαινάων ὀδυνάων. αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε Ο 395 Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε, ᾤμωξέν τ’ ἄρ’ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ χερσὶ καταπρηνέσσ’, ὀλοφυρόμενος δ’ ἔπος ηὔδα· Εὐρύπυλ’ οὐκ ἔτι τοι δύναμαι χατέοντί περ’ ἔμπης ἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν· Ο 400 ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε σπεύσομαι εἰς Ἀχιλῆα, ἵν’ ὀτρύνω πολεμίζειν. τίς δ’ οἶδ’ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου. Τὸν μὲν ἄρ’ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ Ο 405 Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδ’ ἐδύναντο παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν· οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν. ἀλλ’ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει Ο 410 τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης,
  • 21. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 21 ἐκ 96 ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε· ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν, Ἕκτωρ δ’ ἄντ’ Αἴαντος ἐείσατο κυδαλίμοιο. Ο 415 τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο οὔθ’ ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα οὔθ’ ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥ’ ἐπέλασσέ γε δαίμων. ἔνθ’ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί. Ο 420 δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός. Ἕκτωρ δ’ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης, Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας· Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ Ο 425 μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε, ἀλλ’ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα. Ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ. τοῦ μὲν ἅμαρθ’, ὃ δ’ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν Ο 430 Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρ’ αὐτῷ ναῖ’, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι, τόν ῥ’ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ ἑσταότ’ ἄγχ’ Αἴαντος· ὃ δ’ ὕπτιος ἐν κονίῃσι νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα. Ο 435
  • 22. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 22 ἐκ 96 Αἴας δ’ ἐῤῥίγησε, κασίγνητον δὲ προσηύδα· Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι· τὸν δ’ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ Ο 440 ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων; Ὣς φάθ’, ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη, τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην ἰοδόκον· μάλα δ’ ὦκα βέλεα Τρώεσσιν ἐφίει. καί ῥ’ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν Ο 445 Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο ἡνία χερσὶν ἔχοντα· ὃ μὲν πεπόνητο καθ’ ἵππους· τῇ γὰρ ἔχ’ ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δ’ αὐτῷ ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ. Ο 450 αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός· ἤριπε δ’ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι κείν’ ὄχεα κροτέοντες. ἄναξ δ’ ἐνόησε τάχιστα Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων. τοὺς μὲν ὅ γ’ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε, Ο 455 πολλὰ δ’ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα ἵππους· αὐτὸς δ’ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη. Τεῦκρος δ’ ἄλλον ὀϊστὸν ἐφ’ Ἕκτορι χαλκοκορυστῇ
  • 23. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 23 ἐκ 96 αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν, εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν. Ο 460 ἀλλ’ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥ’ ἐφύλασσεν Ἕκτορ’, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα, ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ ῥῆξ’ ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃ ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός. Ο 465 Τεῦκρος δ’ ἐῤῥίγησε, κασίγνητον δὲ προσηύδα· ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει δαίμων ἡμετέρης, ὅ τέ μοι βιὸν ἔκβαλε χειρός, νευρὴν δ’ ἐξέῤῥηξε νεόστροφον, ἣν ἐνέδησα πρώϊον, ὄφρ’ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς. Ο 470 Τὸν δ’ ἠμείβετ’ ἔπειτα μέγας Τελαμώνιος Αἴας· ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας· αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς. Ο 475 μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης. Ὣς φάθ’, ὃ δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν, αὐτὰρ ὅ γ’ ἀμφ’ ὤμοισι σάκος θέτο τετραθέλυμνον, κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν Ο 480 ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
  • 24. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 24 ἐκ 96 εἵλετο δ’ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, βῆ δ’ ἰέναι, μάλα δ’ ὦκα θέων Αἴαντι παρέστη. Ἕκτωρ δ’ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα, Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας· Ο 485 Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς νῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα. ῥεῖα δ’ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή, Ο 490 ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ, ἠδ’ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν, ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δ’ ἀρήγει. ἀλλὰ μάχεσθ’ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὕμεων βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ Ο 495 τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης τεθνάμεν· ἀλλ’ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω, καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν. Ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. Ο 500 Αἴας δ’ αὖθ’ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν· αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν. ἦ ἔλπεσθ’ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ
  • 25. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 25 ἐκ 96 ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος; Ο 505 ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει; οὐ μὰν ἔς γε χορὸν κέλετ’ ἐλθέμεν, ἀλλὰ μάχεσθαι. ἡμῖν δ’ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε. Ο 510 βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι ὧδ’ αὔτως παρὰ νηυσὶν ὑπ’ ἀνδράσι χειροτέροισιν. Ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ἔνθ’ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν Ο 515 ἀρχὸν Φωκήων, Αἴας δ’ ἕλε Λαοδάμαντα ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν· Πουλυδάμας δ’ Ὦτον Κυλλήνιον ἐξενάριξε Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν. τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· ὃ δ’ ὕπαιθα λιάσθη Ο 520 Πουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν· οὐ γὰρ Ἀπόλλων εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι· αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί. δούπησεν δὲ πεσών· ὃ δ’ ἀπ’ ὤμων τεύχε’ ἐσύλα. τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς Ο 525 Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς,
  • 26. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 26 ἐκ 96 ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ ἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ, τόν ῥ’ ἐφόρει γυάλοισιν ἀρηρότα· τόν ποτε Φυλεὺς Ο 530 ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος. ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν· ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσ’ ὄλεθρον. τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης Ο 535 κύμβαχον ἀκρότατον νύξ’ ἔγχεϊ ὀξυόεντι, ῥῆξε δ’ ἀφ’ ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζε κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός. εἷος ὃ τῷ πολέμιζε μένων, ἔτι δ’ ἔλπετο νίκην, τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ, Ο 540 στῆ δ’ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δ’ ὦμον ὄπισθεν· αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα πρόσσω ἱεμένη· ὃ δ’ ἄρα πρηνὴς ἐλιάσθη. τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχε’ ἀπ’ ὤμων συλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε Ο 545 πᾶσι μάλα, πρῶτον δ’ Ἱκεταονίδην ἐνένιπεν ἴφθιμον Μελάνιππον. ὃ δ’ ὄφρα μὲν εἰλίποδας βοῦς βόσκ’ ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων· αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι, ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, Ο 550
  • 27. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 27 ἐκ 96 ναῖε δὲ πὰρ Πριάμῳ, ὃ δέ μιν τίεν ἶσα τέκεσσι· τόν ῥ’ Ἕκτωρ ἐνένιπεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν· οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περ ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο; οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχε’ ἕπουσιν; Ο 555 ἀλλ’ ἕπευ· οὐ γὰρ ἔτ’ ἔστιν ἀποσταδὸν Ἀργείοισι μάρνασθαι, πρίν γ’ ἠὲ κατακτάμεν ἠὲ κατ’ ἄκρης Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας. Ὣς εἰπὼν ὃ μὲν ἦρχ’, ὃ δ’ ἅμ’ ἕσπετο ἰσόθεος φώς· Ἀργείους δ’ ὄτρυνε μέγας Τελαμώνιος Αἴας· Ο 560 ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθ’ ἐνὶ θυμῷ, ἀλλήλους τ’ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας. αἰδομένων δ’ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται· φευγόντων δ’ οὔτ’ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή. Ὣς ἔφαθ’, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον, Ο 565 ἐν θυμῷ δ’ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας ἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν. Ἀντίλοχον δ’ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος· Ἀντίλοχ’ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν, οὔτε ποσὶν θάσσων οὔτ’ ἄλκιμος ὡς σὺ μάχεσθαι· Ο 570 εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα. Ὣς εἰπὼν ὃ μὲν αὖτις ἀπέσσυτο, τὸν δ’ ὀρόθυνεν· ἐκ δ’ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ
  • 28. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 28 ἐκ 96 ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο ἀνδρὸς ἀκοντίσσαντος· ὃ δ’ οὐχ ἅλιον βέλος ἧκεν, Ο 575 ἀλλ’ Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν. δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν. Ἀντίλοχος δ’ ἐπόρουσε κύων ὥς, ὅς τ’ ἐπὶ νεβρῷ βλημένῳ ἀΐξῃ, τόν τ’ ἐξ εὐνῆφι θορόντα Ο 580 θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα· ὣς ἐπὶ σοὶ Μελάνιππε θόρ’ Ἀντίλοχος μενεχάρμης τεύχεα συλήσων· ἀλλ’ οὐ λάθεν Ἕκτορα δῖον, ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα. Ἀντίλοχος δ’ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής, Ο 585 ἀλλ’ ὅ γ’ ἄρ’ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς, ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν· ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο· Ο 590 στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων. Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι νηυσὶν ἐπεσσεύοντο, Διὸς δ’ ἐτέλειον ἐφετμάς, ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν Ἀργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δ’ ὀρόθυνεν. Ο 595 Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι
  • 29. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 29 ἐκ 96 Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ ἐμβάλοι ἀκάματον, Θέτιδος δ’ ἐξαίσιον ἀρὴν πᾶσαν ἐπικρήνειε· τὸ γὰρ μένε μητίετα Ζεὺς νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέθαι. Ο 600 ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν. τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν. μαίνετο δ’ ὡς ὅτ’ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ Ο 605 οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης· ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε λαμπέσθην βλοσυρῇσιν ὑπ’ ὀφρύσιν, ἀμφὶ δὲ πήληξ σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπ’ αἰθέρος ἦεν ἀμύντωρ Ο 610 Ζεύς, ὅς μιν πλεόνεσσι μετ’ ἀνδράσι μοῦνον ἐόντα τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν ἔσσεσθ’· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν. καί ῥ’ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων, Ο 615 ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχε’ ἄριστα· ἀλλ’ οὐδ’ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων· ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα,
  • 30. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 30 ἐκ 96 ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα Ο 620 κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν· ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο. αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορ’ ὁμίλῳ, ἐν δ’ ἔπεσ’ ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· ἣ δέ τε πᾶσα Ο 625 ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται δειδιότες· τυτθὸν γὰρ ὑπ’ ἐκ θανάτοιο φέρονται· ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν. αὐτὰρ ὅ γ’ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών, Ο 630 αἵ ῥά τ’ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν· ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν αἰὲν ὁμοστιχάει, ὃ δέ τ’ ἐν μέσσῃσιν ὀρούσας Ο 635 βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότ’ Ἀχαιοὶ θεσπεσίως ἐφόβηθεν ὑφ’ Ἕκτορι καὶ Διὶ πατρὶ πάντες, ὃ δ’ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην, Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ. Ο 640 τοῦ γένετ’ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι,
  • 31. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 31 ἐκ 96 καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο· ὅς ῥα τόθ’ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε. στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο, Ο 645 τὴν αὐτὸς φορέεσκε ποδηνεκέ’ ἕρκος ἀκόντων· τῇ ὅ γ’ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος. Ἕκτωρ δ’ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη, στήθεϊ δ’ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων Ο 650 κτεῖν’· οἳ δ’ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου χραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον. Εἰσωποὶ δ’ ἐγένοντο νεῶν, περὶ δ’ ἔσχεθον ἄκραι νῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δ’ ἐπέχυντο. Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ Ο 655 τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν ἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼς καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι. Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν λίσσεθ’ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον· Ο 660 ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθ’ ἐνὶ θυμῷ ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος παίδων ἠδ’ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων, ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι· τῶν ὕπερ ἐνθάδ’ ἐγὼ γουνάζομαι οὐ παρεόντων Ο 665
  • 32. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 32 ἐκ 96 ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ. Ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. τοῖσι δ’ ἀπ’ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη θεσπέσιον· μάλα δέ σφι φόως γένετ’ ἀμφοτέρωθεν ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο. Ο 670 Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους, ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο, ἠδ’ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν. Οὐδ’ ἄρ’ ἔτ’ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν· Ο 675 ἀλλ’ ὅ γε νηῶν ἴκρι’ ἐπῴχετο μακρὰ βιβάσθων, νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ. ὡς δ’ ὅτ’ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς, ὅς τ’ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους, Ο 680 σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται λαοφόρον καθ’ ὁδόν· πολέες τέ ἑ θηήσαντο ἀνέρες ἠδὲ γυναῖκες· ὃ δ’ ἔμπεδον ἀσφαλὲς αἰεὶ θρῴσκων ἄλλοτ’ ἐπ’ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται· ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν Ο 685 φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρ’ ἵκανεν, αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρ
  • 33. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 33 ἐκ 96 μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων· ἀλλ’ ὥς τ’ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων Ο 690 ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων, ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο ἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμ’ αὐτῷ. Ο 695 Αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη· φαίης κ’ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν ἄντεσθ’ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο. τοῖσι δὲ μαρναμένοισιν ὅδ’ ἦν νόος· ἤτοι Ἀχαιοὶ οὐκ ἔφασαν φεύξεσθαι ὑπ’ ἐκ κακοῦ, ἀλλ’ ὀλέεσθαι, Ο 700 Τρωσὶν δ’ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου νῆας ἐνιπρήσειν κτενέειν θ’ ἥρωας Ἀχαιούς. οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν· Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν Ο 705 ἐς Τροίην, οὐδ’ αὖτις ἀπήγαγε πατρίδα γαῖαν. τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε δῄουν ἀλλήλους αὐτοσχεδόν· οὐδ’ ἄρα τοί γε τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδ’ ἔτ’ ἀκόντων, ἀλλ’ οἵ γ’ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες Ο 710 ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο
  • 34. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 34 ἐκ 96 καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι. πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δ’ ἀπ’ ὤμων ἀνδρῶν μαρναμένων· ῥέε δ’ αἵματι γαῖα μέλαινα. Ο 715 Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν· οἴσετε πῦρ, ἅμα δ’ αὐτοὶ ἀολλέες ὄρνυτ’ ἀϋτήν· νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι Ο 720 ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων, οἵ μ’ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν αὐτόν τ’ ἰσχανάασκον ἐρητύοντό τε λαόν· ἀλλ’ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει. Ο 725 Ὣς ἔφαθ’, οἳ δ’ ἄρα μᾶλλον ἐπ’ Ἀργείοισιν ὄρουσαν. Αἴας δ’ οὐκέτ’ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν· ἀλλ’ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι θρῆνυν ἐφ’ ἑπταπόδην, λίπε δ’ ἴκρια νηὸς ἐΐσης. ἔνθ’ ἄρ’ ὅ γ’ ἑστήκει δεδοκημένος, ἔγχεϊ δ’ αἰεὶ Ο 730 Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ· αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε· ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
  • 35. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 35 ἐκ 96 ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω, Ο 735 ἦέ τι τεῖχος ἄρειον, ὅ κ’ ἀνδράσι λοιγὸν ἀμύναι; οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα, ᾗ κ’ ἀπαμυναίμεσθ’ ἑτεραλκέα δῆμον ἔχοντες· ἀλλ’ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης· Ο 740 τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο. Ἦ, καὶ μαιμώων ἔφεπ’ ἔγχεϊ ὀξυόεντι. ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος, τὸν δ’ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ· Ο 745 δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα.
  • 36. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 36 ἐκ 96 Ῥαψῳδίᾳ Ο - λέξεις: 2513 1 ἅ 58, 13 2 ἀγαθή 404 3 ἀγαθόν 671 4 ἀγαθός 185, 249, 568 5 ἀγαπήνορος 392 6 ἀγαυοῦ 446 7 ἀγγεῖλαι 159 8 ἀγγελίην 174 9 ἀγγελίης 640 10 ἄγγελος 207 11 ἄγε 258 12 ἄγεθ’ 294 13 ἀγελείης 213 14 ἀγέλην 323 15 Ἀγήνωρ 340 16 ἀγλαΐηφι 267 17 ἀγλαόν 445, 517 18 ἀγόρευε 281 19 ἀγορεύεις 53 20 ἀγορῇ 283 21 ἀγορήσατο 285 22 ἄγριον 271 23 ἀγροιῶται 272 24 ἄγχ’ 434 25 ἄγχι 362, 442, 649 26 ἀγχιμαχηταί 425, 486 27 ἀγχοῦ 173, 243 28 ἀγῶνι 428 29 ἀδελφεοί 187 30 ἀδελφεός 334 31 ἀεικές 496 32 ἀέκητι 720 33 ἀέκοντα 186 34 ἀζηχές 658 35 ἀζηχής 25 36 ἀήτη 626 37 ἀθανάτοισι 50, 85, 107, 122, 144 38 ἀθανάτοισιν 96 39 ἀθανάτων 73 40 Ἀθηναίη 614 41 Ἀθηναίης 71, 213
  • 37. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 37 ἐκ 96 42 Ἀθηναίων 337 43 Ἀθήνη 123, 668 44 Ἀθήνης 412 45 ἀθλήσαντα 30 46 ἁθρόοι 657 47 ἀθύρματα 363 48 ἀθύρων 364 49 αἴ 213 50 αἵ 61, 631, 636, 720 51 Αἴαντα 301 52 Αἴαντι 483, 674 53 Αἴαντος 289, 334, 415, 429, 431, 434 54 Αἴας 249, 419, 436, 471, 501, 516, 560, 685, 727, 745 55 αἶγα 271 56 αἰγίδ’ 361 57 αἰγίδα 229, 308, 318 58 αἰγιόχοιο 175, 242, 379 59 Ἀΐδαο 251 60 αἰδεῖσθε 562 61 Ἀΐδης 188, 191 62 αἰδομένων 563 63 αἰδῶ 561, 661 64 αἰδώς 129, 502, 657 65 αἰεί 190, 683, 687, 730, 732 66 ἀΐεις 130, 248 67 αἰέν 70, 204, 277, 594, 635 68 αἰετός 690 69 αἰζηούς 66 70 αἰζηῶν 315 71 αἴης 740 72 αἰθέρ’ 686 73 αἰθέρι 20, 192 74 αἰθέρος 610 75 αἰθρηγενέος 171 76 αἴθων 690 77 ἀϊκάς 709 78 αἷμ’ 11 79 αἵματι 118, 715 80 Αἰνείας 332 81 αἰνῇ 512 82 αἰνόν 208 83 αἴνυτο 459 84 ἀΐξαντε 150
  • 38. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 38 ἐκ 96 85 ἀΐξας 694 86 ἀΐξῃ 80, 58 87 ἄϊον 252 88 αἰπεινήν 558 89 αἰπεινῆς 215 90 αἰπεινόν 257 91 αἰπύ 71 92 αἰπύν 84, 223 93 αἴσῃ 209 94 αἴσιμα 207 95 αἴσιμον 274 96 ἀΐσσονται 267 97 αἴτιος 137 98 Αἰτωλῶν 282 99 αἰχμή 542 100 αἰχμῆς 525 101 αἶψα 52, 276 102 ἀΐων 378 103 ἀκάματον 598, 731 104 ἀκαχμένον 482 105 ἀκέσματ’ 394 106 ἀκήρατος 498 107 ἀκμῆτας 697 108 ἄκμονας 19 109 ἀκοίτης 91 110 ἄκοντι 282 111 ἀκόντισε 429, 573 112 ἀκοντίσσαντος 575 113 ἀκόντων 646, 709 114 ἀκοστήσας 263 115 ἀκουέμεν 129 116 ἀκούετε 506 117 ἀκούσεαι 96 118 ἀκούσονται 199 119 ἄκραι 653 120 ἄκρης 557 121 ἀκρότατον 536 122 ἄκρῳ 152 123 ἅλα 161, 177, 190, 223 124 ἀλεγεινῆς 16 125 ἀλεγίζει 106 126 ἀλέξασθαι 565 127 ἀλευάμενος 223
  • 39. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 39 ἐκ 96 128 ἀλεωρήν 533 129 ἅλιον 575 130 ἀλκή 490, 564 131 ἀλκῆς 250, 322, 487, 527, 734 132 ἄλκιμον 482 133 ἄλκιμος 570 134 ἀλλ’ 53, 162, 178, 211, 258, 294, 410, 427, 461, 497, 556, 576, 583, 586, 617, 676, 690, 700, 710, 724, 728, 739 135 ἄλλα 315, 714, 714 136 ἀλλά 43, 95, 194, 208, 226, 229, 290, 351, 401, 472, 477, 494, 508 137 ἄλλῃ 51, 464 138 ἀλλήλοισι 368, 658 139 ἀλλήλοισιν 697, 703 140 ἀλλήλους 562, 708 141 ἄλλῃσι 414 142 ἄλλο 212 143 ἄλλοι 167, 183, 224, 414, 675 144 ἄλλοισι 134 145 ἄλλον 72, 458, 684 146 ἄλλος 121, 569 147 ἄλλοτ’ 684 148 ἄλλους 67, 87, 475 149 ἄλλων 244, 662 150 ἀλογήσει 162 151 ἀλογήσεις 178 152 ἁλός 619 153 ἀλόχοιο 156 154 ἄλοχος 497 155 ἀλόχων 663 156 ἀλύξας 287 157 ἅμ’ 559, 695 158 ἅμα 718 159 ἅμαρθ’ 430 160 ἀμείβεται 684 161 ἀμειβόμενος 48 162 ἀμείνων 139, 509, 641 163 ἀμήχανε 14 164 ἄμμι 493 165 ἀμολγῷ 324 166 ἀμύμονι 463 167 ἀμύναι 736 168 ἄμυνε 731 169 ἀμύνειν 255, 492
  • 40. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 40 ἐκ 96 170 ἀμυνέμεν 73, 688 171 ἀμυνομένῳ 496 172 ἄμυνον 375 173 ἀμύντωρ 540, 61 174 ἀμφ’ 301, 414, 479 175 ἀμφεμάχοντο 391 176 ἀμφί 9, 153, 241, 266, 574, 587, 608, 633, 647 177 ἀμφιγύοις 386 178 ἀμφιγύοισι 712 179 ἀμφιγύοισιν 278 180 ἀμφιδάσειαν 309 181 ἀμφιέλισσαι 549 182 ἀμφίς 225, 709 183 ἀμφοτέρωθεν 313, 669 184 ἀμφοτέρων 319 185 ἄν 23, 40, 69, 80, 170, 209, 232, 294, 348 186 ἀνά 101, 152, 488, 584, 657 187 ἀνάγκῃ 133, 199, 345, 655 188 ἀναΐξας 6 189 ἄνακτα 8, 301 190 ἄνακτι 57, 158 191 ἄνακτος 214, 639 192 ἀνάλκιδα 62 193 ἀνάλκιδες 326 194 ἄναξ 253, 453, 532 195 ἀναπλήσας 132 196 ἀναπνεύσωσι 235 197 ἀνάσσων 188 198 ἀνασχόμενοι 298 199 ἄνδρα 328, 335, 432, 571, 660 200 Ἀνδραίμονος 281 201 ἀνδράσι 490, 513, 611, 736 202 ἀνδρός 489, 575 203 ἀνδρῶν 12, 47, 111, 279, 310, 532, 533, 563, 588, 615, 715 204 ἀνέμοιο 626 205 ἀνεμοτρεφές 625 206 ἀνέμου 383 207 ἀνέμῳ 26 208 ἀνέμων 620 209 ἀνέρες 272, 487, 561, 661, 683, 734 210 ἀνέρος 80 211 ἀνέστη 287 212 ἄνευ 213
  • 41. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 41 ἐκ 96 213 ἀνεχάζετο 728 214 ἀνέχοιτο 470 215 ἀνεψιόν 422 216 ἀνεψιοῦ 554 217 ἀνήγαγον 29 218 ἀνήϊξαν 86 219 ἀνήκεστος 217 220 ἀνηκούστησεν 236 221 ἀνήρ 328, 359, 679 222 ἀνθρώπων 141, 662 223 ἀνιδρωτί 228 224 ἀνίει 24 225 ἀνίσχοντες 369 226 ἀνστήσει 64 227 ἄντ’ 415 228 ἄντεσθ’ 698 229 ἄντην 247 230 Ἀντήνορος 517 231 ἀντιάσαντες 297 232 Ἀντίλοχ’ 569 233 Ἀντίλοχον 568 234 Ἀντίλοχος 579, 582, 585 235 ἀντίος 584, 694 236 ἄντυγι 645 237 ἄνωγε 180 238 ἀνώγει 43, 725 239 ἀνώγῃ 148 240 ἀνώξομεν 295 241 ἄνωχθι 160 242 ἀξίνῃσι 711 243 ἄξιον 719 244 ἀολλέες 306, 312, 494, 718 245 ἀολλισθήμεναι 588 246 ἀοσσητῆρα 254 247 ἀοσσητῆρας 735 248 ἀπ’ 244, 343, 524, 544, 610, 668, 714 249 ἀπαίνυτο 595 250 ἀπαμυναίμεσθ’ 738 251 ἀπάνευθε 348 252 ἅπαντα 506 253 ἀπατάων 31 254 ἀπάτησας 33 255 ἀπειλήσω 212
  • 42. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 42 ἐκ 96 256 ἀπέκτανε 440 257 ἀπέκτατο 437 258 ἀπένεικας 28 259 ἀπέσσυτο 572 260 ἀπέτραπε 276 261 ἀπήγαγε 706 262 ἀπήμβροτεν 521 263 ἀπηνέα 202 264 ἀπηνής 94 265 ἀπηύρα 462 266 ἀπίθησε 78, 168 267 ἀπινύσσων 10 268 ἄπο 33, 335, 435, 531 269 ἀπό 23, 125, 126, 313, 314, 387, 534, 548 270 ἀπολέσθαι 502, 511 271 ἀπολλήξῃς 31 272 Ἀπόλλων 59, 236, 243, 253, 307, 318, 326, 355, 360, 441, 521 273 Ἀπόλλωνα 55, 143, 220, 256 274 ἀπόλωλε 129 275 ἀπονέεσθαι 295 276 ἀπονέοντο 305 277 ἀποῤῥήξας 264 278 ἀποσταδόν 556 279 ἀποστρέψῃσιν 62 280 ἀπώσασθαι 407, 503 281 ἄρ’ 6, 72, 100, 149, 301, 306, 311, 397, 405, 586, 674, 730 282 ἄρ 564 283 ἄρα 236, 274, 300, 309, 543, 708, 726 284 ἀραρυῖα 737 285 ἀράων 378 286 ἀργαλέον 140 287 ἀργαλέῳ 10 288 ἀργαλεώτερος 121 289 Ἄργεϊ 372 290 Ἀργεῖοι 312, 502, 655 291 Ἀργείοισι 380, 556 292 Ἀργείοισιν 216, 726 293 Ἀργείους 8, 56 294 Ἀργείων 366, 493, 595 295 Ἄργος 30 296 ἄρειον 736 297 ἀρετάς 642 298 Ἄρηα 127, 142
  • 43. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 43 ἐκ 96 299 ἀρήγει 42, 493 300 Ἄρηϊ 110, 302 301 ἀρηϊθόων 315 302 ἀρήϊος 540 303 ἀρήν 598 304 Ἄρηος 733 305 ἀρηρότα 530 306 ἀρηρότες 618 307 Ἄρης 112, 113, 605 308 ἀρίγνωτος 490 309 ἀριπρεπέ’ 309 310 ἄριστα 616 311 ἀριστεύοντα 460 312 ἀριστῆας 303 313 ἀριστῆος 489 314 ἄριστοι 296 315 ἄριστος 108, 282 316 Ἀρκεσίλαον 329 317 ἄρκιον 502 318 ἄῤῥηκτον 20 319 ἄρχε 95 320 ἀρχόν 516, 519 321 ἀρχός 337 322 ἆσαι 317 323 ἆσθμα 241 324 ἄσθματι 10 325 Ἀσκάλαφος 112 326 ἀσπίδος 645 327 ἀσπουδί 476 328 ἆσσον 105 329 ἄστεος 351 330 ἀστερόεντα 371 331 ἄστυ 681 332 Ἀστυνόῳ 455 333 ἀσφαλές 683 334 ἀτάλαντον 302 335 ἀτάρ 241, 396, 462 336 ἀτειρέας 697 337 ἄτερ 292 338 ἀτρεκέως 53 339 ἀτρέμα 318 340 ἀτρύγετον 27 341 ἀτυζομένῃ 90
  • 44. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 44 ἐκ 96 342 αὖ 138 343 αὐδήν 270 344 αὖθ’ 501 345 ἀΰσας 346, 424, 485 346 ἄϋσε 321 347 αὖτ’ 287, 337 348 Αὐτάρ 1 349 αὐτάρ 45, 61, 113, 134, 147, 260, 279, 304, 320, 334, 395, 401, 405, 474, 479, 523, 549, 623, 630 350 αὖτε 16, 205, 253, 290, 370, 659 351 ἀϋτή 312 352 αὐτή 93 353 αὐτήν 621 354 ἀϋτήν 718 355 αὐτίκα 135 356 αὖτις 29, 31, 60, 62, 235, 364, 457, 572, 706 357 Αὖτις 696 358 αὐτοί 296, 565, 652, 718 359 αὐτοῖσι 366 360 αὐτόν 43, 257, 604, 723 361 αὐτός 120, 132, 198, 234, 321, 457, 610, 646, 725 362 αὐτοσχεδίῃ 510 363 αὐτοσχεδόν 386, 708, 746 364 αὐτοῦ 307, 349, 537, 656 365 αὐτῷ 226, 231, 353, 431, 449, 695 366 αὐτῶν 39 367 αὔτως 128, 513 368 αὐχένι 451 369 ἀφ’ 386, 537 370 ἀφαυρότατος 11 371 ἀφέστασαν 672, 675 372 ἀφήμενος 106 373 ἄφλαστον 717 374 ἀφλοισμός 607 375 ἀφρονέοντες 104 376 Ἀχαιϊκόν 218 377 Ἀχαιοί 70, 219, 232, 235, 326, 343, 390, 405, 427, 498, 636, 699, 707 378 Ἀχαιούς 6, 44, 61, 135, 230, 261, 376, 702 379 Ἀχαιῶν 11, 56, 116, 248, 283, 305, 361, 370, 459, 569, 629, 659, 675 380 Ἀχιλῆα 402 381 Ἀχιλῆος 64 382 Ἀχιλλεύς 68 383 Ἀχιλλῆα 77
  • 45. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 45 ἐκ 96 384 ἀχλύος 668 385 ἄχνῃ 626 386 ἀχνύμενοι 651 387 ἀχνύμενος 133 388 ἄχος 208 389 ἄψ 133, 364, 418, 550 390 βαθέης 606 391 βαθείης 356 392 βάλ’ 11 393 βάλε 341, 420, 541, 577 394 βάλεν 249 395 βάλοισθα 571 396 βαλών 460, 581 397 βάσκ’ 158 398 βέβηκας 90 399 βέλε’ 319 400 βέλεα 444, 59 401 βελέεσσιν 727 402 βέλεμνα 484, 489 403 βέλος 575 404 βέλτερον 197, 511 405 βέομαι 194 406 βῆ 79, 169, 237, 483 407 βηλοῦ 23 408 βιάζετο 727 409 βιβάς 307, 686 410 βιβάσθων 676 411 βίῃ 106, 165, 181, 186, 640 412 βίην 139 413 βίηφιν 614 414 βιόν 468, 472 415 βιῶναι 511 416 βλάπτε 724 417 βλαφθείς 647 418 βλαφθέντα 484, 489 419 βλήμενος 495 420 βλημένῳ 580 421 βλήτροισι 678 422 βλοσυρῇσιν 608 423 βόεσσι 587 424 βόεσσιν 634 425 βοήν 249, 568, 671 426 Βοιωτῶν 330
  • 46. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 46 ἐκ 96 427 βοός 373, 633 428 βοόων 687, 732 429 Βορέαο 171 430 Βορέῃ 26 431 βόσκ’ 548 432 βοσκομενάων 691 433 Βουκολίδαο 338 434 βουκόλον 587 435 βουλάς 71 436 βούλεται 51 437 βοῦν 636 438 βοῦς 547 439 βουσίν 630 440 βοῶν 323 441 βοῶπις 34, 49 442 βροτόεντα 347 443 βροτοῖσιν 98 444 γ’ 49, 95, 228, 229, 311, 392, 455, 479, 557, 586, 630, 647, 710, 730 445 Γαῖα 36 446 γαῖα 193, 715 447 γαῖαν 81, 499, 505, 706 448 γαίῃ 317 449 γαιήοχε 174, 201 450 γαιήοχος 222 451 γαίης 335 452 γάρ 88, 107, 110, 111, 135, 139, 187, 197, 201, 222, 224, 232, 292, 326, 383, 400, 448, 451, 488, 521, 532, 556, 596, 599, 601, 610, 612, 613, 618, 628, 645, 652, 657, 658, 727, 739 453 Γαργάρῳ 152 454 γε 51, 53, 74, 110, 139, 212, 292, 349, 360, 383, 418, 476, 508, 523, 676, 708 455 γενεῇ 166, 182 456 γενεήν 141 457 γένετ’ 641, 669 458 γένετο 396 459 γεράνων 692 460 Γερήνιος 370, 659 461 γέροντος 378 462 γερόντων 721 463 γεφύρωσεν 357 464 γῆν 24 465 γίγνεται 359, 49 466 γίγνετο 607
  • 47. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 47 ἐκ 96 467 γιγνώσκων 241 468 γλαφυράς 488 469 γλαφυρῇσιν 259, 603 470 γνωταί 350 471 γνωτοί 350 472 γνωτόν 336 473 γοῦνα 268 474 γουνάζομαι 665 475 γούνατ’ 269, 291 476 γουνούμενος 660 477 γούνων 76 478 γυάλοισιν 530 479 γυῖα 435, 581 480 γυναῖκες 683 481 δ’ 6, 9, 9, 10, 13, 20, 22, 24, 28, 42, 44, 59, 60, 60, 63, 64, 67, 69, 72, 75, 79, 80, 84, 84, 87, 92, 101, 101, 106, 114, 120, 125, 126, 127, 129, 136, 137, 143, 150, 150, 151, 152, 166, 170, 173, 180, 182, 188, 189, 191, 192, 193, 200, 205, 219, 231, 234, 240, 243, 246, 253, 261, 263, 267, 271, 281, 283, 287, 296, 298, 300, 306, 308, 312, 312, 313, 321, 323, 328, 339, 340, 343, 347, 348, 360, 374, 377, 379, 381, 385, 387, 390, 393, 398, 403, 414, 415, 422, 430, 434, 436, 440, 444, 449, 452, 453, 456, 457, 458, 466, 469, 471, 480, 482, 483, 483, 484, 490, 493, 501, 509, 516, 518, 520, 524, 537, 539, 541, 541, 543, 546, 547, 559, 560, 563, 564, 566, 568, 572, 573, 575, 579, 585, 593, 595, 598, 605, 624, 638, 649, 650, 651, 653, 653, 654, 668, 679, 683, 701, 714, 715, 718, 726, 727, 729, 730, 745 482 δαήμονος 411 483 δαίμονι 403 484 δαίμων 418, 468 485 δαίνυται 99 486 δαιτός 95 487 δαΐφρονος 239 488 δαλός 421 489 δαμασσάμενοι 476 490 δάμεν 2 491 δαμῆναι 522 492 δάμνασθαι 376 493 Δαναοί 277, 622, 733 494 Δαναοῖσι 473, 602, 687, 732 495 Δαναοῖσιν 73 496 Δαναῶν 2, 291, 299, 320, 396, 408, 549 497 Δάρδανοι 425, 486 498 δάσκιος 273
  • 48. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 48 ἐκ 96 499 δέ 2, 4, 6, 7, 8, 12, 15, 18, 19, 21, 22, 34, 47, 65, 68, 85, 87, 90, 96, 103, 124, 133, 140, 153, 154, 157, 159, 162, 169, 178, 184, 189, 196, 212, 216, 219, 237, 244, 247, 250, 266, 266, 275, 276, 280, 283, 306, 307, 314, 316, 319, 321, 322, 327, 331, 332, 338, 339, 341, 342, 345, 346, 353, 355, 357, 361, 366, 380, 404, 416, 421, 421, 435, 436, 442, 442, 452, 464, 465, 466, 478, 481, 487, 494, 520, 524, 525, 529, 535, 537, 540, 542, 545, 550, 551, 551, 565, 566, 567, 574, 577, 578, 578, 581, 589, 591, 592, 594, 602, 607, 607, 608, 625, 626, 627, 632, 635, 636, 647, 649, 650, 655, 656, 662, 666, 666, 669, 671, 677, 684, 686, 687, 694, 695, 696, 699, 704, 713, 716, 717, 732, 734, 743, 746 500 δέδασται 189 501 δεδεγμένος 745 502 δεδοκημένος 730 503 δειδιότες 628 504 δείδισαν 652 505 δειδισσέσθω 196 506 δεικανόωντο 86 507 Δεῖμον 119 508 δεινά 13 509 δεινήν 309 510 δεινόν 481 511 δεινός 626 512 δεινότατος 38 513 δείους 4 514 δείσεσθαι 299 515 δέκτο 88 516 δέος 658 517 δέπας 88 518 δέπασσιν 86 519 δεσμόν 19, 264 520 δεῦρο 54, 175, 720 521 δή 3, 14, 46, 49, 53, 91, 131, 163, 201, 251, 291, 395, 400, 426, 437, 467, 488, 507, 553, 601, 616, 707, 711, 724 522 δηθά 512 523 δηϊοτῆτα 584 524 δηϊοτῆτι 512 525 Δηΐοχον 341 526 δηΐων 533, 548 527 δῆμον 738 528 δῄουν 708 529 δι’ 41 530 διά 1, 71, 342 531 διακριδόν 108
  • 49. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 49 ἐκ 96 532 διαμπερές 70 533 δῖαν 161, 177, 223 534 διείρεο 93 535 διέκ 124 536 διέπτατο 83, 172 537 διέσσυτο 542 538 διέφθορας 128 539 δίηται 681 540 Διί 202, 310, 637 541 Διόθεν 489 542 δῖον 15, 67, 239, 583, 652 543 δῖος 68, 34 544 Διός 85, 101, 117, 122, 147, 154, 175, 194, 242, 379, 461, 490, 593 545 δολιχόν 474 546 Δόλοπος 555 547 δόλος 14 548 Δόλοψ 525 549 δόμοις 95 550 δόμῳ 85 551 δόρυ 410, 474, 650 552 δουλιχοδείρων 692 553 δοῦναι 216 554 δούπησεν 421, 524, 578 555 δοῦρα 314 556 δούρατ’ 298 557 δουρί 420, 429, 523, 528, 541, 573 558 δουρός 358 559 δριμεῖα 696 560 δύναμαι 399 561 δύναντο 416 562 δύνατο 617 563 δῦνε 219 564 δύοντο 345 565 δύω 19, 324 566 δυωκαιεικοσίπηχυ 678 567 δώδεκα 746 568 δῶκε 310, 455 569 δῶμ’ 251 570 δῶμα 101 571 δώμαθ’ 58 572 δώματ’ 115 573 δώματος 143 574 ἑ 268, 283, 682
  • 50. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 50 ἐκ 96 575 ἕ 241, 574 576 ἔα 376, 472 577 ἐᾶν 347 578 ἔασε 87 579 ἐάσω 73 580 ἔβαινον 384 581 ἔβαλε 445 582 ἔβαλεν 433 583 ἐβάλοντο 566 584 ἔβησαν 1 585 ἐβούλετο 596 586 ἐγγυάλιξε 644 587 ἐγγυαλίξῃ 491 588 ἐγγύθεν 529, 71 589 ἐγγύς 619, 65 590 ἐγείνατο 526 591 ἔγειρε 232, 242, 594 592 ἔγειρεν 567, 603 593 ἐγέλασσε 101 594 ἐγένοντο 653 595 ἔγρετο 4 596 ἔγχεϊ 65, 536, 730, 742, 745 597 ἔγχεσιν 278, 386, 712 598 ἐγχέσπαλος 605 599 ἔγχος 126, 482 600 ἐγώ 40, 45, 70, 72, 188, 234, 260, 665 601 ἔγωγ’ 251 602 ἔγωγε 401 603 ἐγών 29, 190, 294, 348 604 ἐδαΐζετο 629 605 ἔδει 636 606 ἐδύναντο 22, 406, 408, 651 607 ἐδύσετο 120 608 ἔδωκε 719 609 ἔδωκεν 532 610 ἔειπεν 13, 185 611 ἔειπες 206 612 ἐεισάσθην 544 613 ἐείσατο 415 614 ἐέλδωρ 74 615 ἕζετο 150 616 ἑῆος 138 617 ἐθέλεις 132
  • 51. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 51 ἐκ 96 618 ἔθελεν 615 619 ἐθελήσει 215 620 ἐθέλῃσι 210 621 ἐθέλῃσιν 492 622 ἔθελξε 322 623 ἐθέλοντα 722 624 ἑθεν 199 625 ἔθηκεν 478, 48 626 ἔθνος 591, 691 627 ἔθορε 573 628 εἰ 16, 49, 51, 53, 123, 162, 178, 724 629 εἴ 99, 117, 186, 297, 372, 403, 460, 498, 571 630 εἴα 522 631 εἵαθ’ 10 632 εἱαμενῇ 631 633 εἶδεν 484 634 εἰδῇ 207, 412 635 εἰδότα 527 636 εἰδώς 525, 632, 679 637 εἴη 197 638 εἴην 82 639 εἵλετο 125, 482 640 εἰλήλουθεν 131 641 εἰλίποδας 547 642 εἰμέν 187 643 εἱμένα 389 644 εἱμένος 308 645 εἶναι 108, 159, 165, 181, 296, 735 646 εἰνί 150 647 εἷος 277, 390, 539 648 εἴπῃσι 57 649 εἰπόντα 405 650 εἰποῦσ’ 142 651 εἰποῦσα 100, 149 652 εἴπω 294 653 εἰπών 218, 262, 352, 429, 500, 514, 559, 572, 667 654 εἴρεαι 247 655 εἰρύατο 654 656 εἰρύσατ’ 274 657 εἰς 70, 146, 147, 161, 169, 177, 223, 276, 371, 402, 550 658 εἰσελάσαντες 385 659 ἐΐσης 95, 729 660 εἶσι 136
  • 52. Ἐπιμέλεια κειμένου Ἰωάννης Καραδημητρόπουλος σελίς 52 ἐκ 96 661 εἰσι 225 662 εἰσορόωντα 456 663 Εἰσωποί 653 664 εἰωθώς 265 665 ἔκ 552 666 ἐκ 18, 69, 170, 187, 573, 601, 628, 641, 680, 681, 700, 714 667 ἑκάεργος 243, 253 668 ἑκάς 740 669 ἕκαστον 660 670 ἕκαστος 189, 369, 505, 662 671 ἑκάστου 288, 500, 514, 667, 701 672 ἑκάστῳ 109 673 ἑκατηβόλε 231 674 ἔκβαλε 468 675 ἔκειτο 388 676 ἐκέκλετο 346, 424, 485, 501 677 ἐκέλευσε 176 678 ἕκηλος 194 679 ἔκλυεν 270 680 ἐκπάγλοις 198 681 ἐκπέρσαι 216 682 ἔκπεσε 421, 465 683 ἐκρέμω 18, 21 684 ἔκτοθι 391 685 Ἕκτορ’ 279, 291, 462 686 Ἕκτορ 244 687 Ἕκτορα 9, 15, 42, 59, 68, 221, 239, 583, 604, 652, 671 688 Ἕκτορι 304, 327, 449, 458, 596, 637, 644 689 Ἕκτορος 507, 610, 744 690 ἐκτός 143 691 ἔκτυπε 377 692 Ἕκτωρ 65, 231, 246, 269, 288, 306, 329, 346, 415, 422, 440, 484, 504, 515, 545, 552, 589, 649, 688, 693, 704, 716 693 ἔλασσεν 342 694 ἐλαυνέμεν 259 695 ἔλαφον 271 696 ἔλαχ’ 192 697 ἔλαχε 191 698 ἔλαχον 190 699 ἕλε 339, 340, 515, 516 700 ἑλέειν 558 701 ἐλέησε 12 702 ἐλέησεν 44