SlideShare a Scribd company logo
1 of 12
Download to read offline
27 ΟΚΤΩΒΡΙΟΥ 2013 
Κυριακὴ  Ζ´ Λουκᾶ 
Νέστορος Μάρτυρος 

Ἦχος α´. Ἑωθινὸν Ζ´. 
* * * * * 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 
Μετὰ τὸν Ἑξάψαλμον,  
Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις·  
Ὅτιι  πρέπειι  σοιι  πᾶσα  δόξα.... 
Ὅτ πρέπε σο πᾶσα δόξα
Ἦχος α´. 
Θεὸς  Κύριος,  καὶ  ἐπέφανεν  ἡμῖν·  εὐλογημέ‐
νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐

θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ 

ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι 

θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 
ΑΠΟΛΥΤΙΚΙΑ 
Τὸ Ἀναστάσιμον. Ἦχος α´. 
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, 
καὶ  στρατιωτῶν  φυλασσόντων  τὸ  ἄχραντόν 
σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρού‐
μενος  τῷ  κόσμῳ  τὴν  ζωήν.  Διὰ  τοῦτο  αἱ  Δυ‐
νάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δό‐
ξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλεί‐
ᾳ  σου,  δόξα  τῇ  οἰκονομίᾳ  σου,  μόνε  Φιλάν‐
θρωπε. 
Δόξα. 
Ἀπολυτίκιον τῶν Ἁγίων. Ἦχος γ´. 
Μέγαν  εὕρατο  ἐν  τοῖς  κινδύνοις,  σὲ  ὑπέρμα‐
χον ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπού‐
μενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, 
ἐν  τῷ  σταδίῳ  θαῤῥύνας  τὸν  Νέστορα,  οὕτως 
Ἅγιε,  Μεγαλομάρτυς  Δημήτριε,  Χριστὸν  τὸν 
Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλε‐
ος. 

 

Καὶ νῦν. Θεοτοκίον.  
Σὲ  τὴν  μεσιτεύσασαν  τὴν  σωτηρίαν  τοῦ  γέ‐
νους  ἡμῶν,  ἀνυμνοῦμεν  Θεοτόκε  Παρθένε· 
ἐν  τῇ  σαρκὶ  γὰρ  τῇ  ἐκ  σοῦ  προσληφθείσῃ,  ὁ 
Υἱός  σου  καὶ  Θεὸς  ἡμῶν,  τὸ  διὰ  σταυροῦ  κα‐
ταδεξάμενος  πάθος,  ἐλυτρώσατο  ἡμᾶς,  ἐκ 
φθορᾶς ὡς φιλάνθρωπος. 
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·  
Ὅτιι  σὸν  τὸ  κράτος..... 
Ὅτ σὸν τὸ κράτος
* * * 

ΚΑΘΙΣΜΑΤΑ 
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. 

Ἀναστάσιμον. Ἦχος α´. 
Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, 
νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐ‐
γένοντο  κηρύττοντος,  γυναιξὶ  τὴν  ἀνάστα‐
σιν.  Σὲ  δοξάζομεν,  τὸν  τῆς  φθορᾶς  καθαιρέ‐
την,  σοὶ  προσπίπτομεν,  τῷ  ἀναστάντι  ἐκ  τά‐
φου, καὶ μόνῳ Θεῷ ἡμῶν. 
Δόξα. 
Σταυρῷ  προσηλωθείς,  ἑκουσίως  Οἰκτίρμον, 
ἐν  μνήματι  τεθείς,  ὡς  θνητὸς  Ζωοδότα,  τὸ 
κράτος  συνέτριψας,  Δυνατὲ  τῷ  θανάτῳ  σου. 
Σὲ  γὰρ  ἔφριξαν,  οἱ  πυλωροὶ  οἱ  τοῦ  ᾅδου·  σὺ 
συνήγειρας,  τοὺς  ἀπ᾿  αἰῶνος  θανόντας,  ὡς 
μόνος φιλάνθρωπος. 
Καὶ νῦν. Θεοτοκίον. 
Τοῦ  Γαβριὴλ  φθεγξαμένου  σοι  Παρθένε  τὸ 
Χαῖρε,  σὺν  τῇ  φωνῇ  ἐσαρκοῦτο  ὁ  τῶν  ὅλων 
Δεσπότης,  ἐν  σοὶ  τῇ  ἁγίᾳ  κιβωτῷ,  ὡς  ἔφη  ὁ 
δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρα‐
νῶν,  βαστάσασα  τὸν  Κτίστην  σου.  Δόξα  τῷ 
ἐνοικήσαντι  ἐν  σοί,  δόξα  τῷ  προελθόντι  ἐκ 
σοῦ,  δόξα  τῷ  ἐλευθερώσαντι  ἡμᾶς  διὰ  τοῦ 
τόκου σου. 
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. 

Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος. 
Γυναῖκες πρὸς τὸ μνῆμα, παρεγένοντο ὄρθρι‐
αι,  καὶ  ἀγγελικὴν  ὀπτασίαν  θεασάμεναι  ἔ‐
τρεμον· ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα 
κατέπληττεν  αὐτάς·  διὰ  τοῦτο  ἀπελθοῦσαι, 
τοῖς Μαθηταῖς ἐκήρυττον τὴν ἔγερσιν. Τὸν ᾅ‐
δην  ἐσκύλευσε  Χριστός,  ὡς  μόνος  κραταιὸς 
καὶ  δυνατός,  καὶ  φθαρέντας  συνήγειρε  πάν‐
τας,  τὸν  τῆς  κατακρίσεως  φόβον,  λύσας  δυ‐
νάμει σταυροῦ. 
1
Δόξα. 
Ἐν  τῷ  Σταυρῷ  προσηλωθείς,  ἡ  ζωὴ  τῶν  ἁ‐
πάντων,  καὶ  ἐν  νεκροῖς  λογισθείς,  ὁ  ἀθάνα‐
τος  Κύριος,  ἀνέστης  τριήμερος  Σωτήρ,  καὶ  ἤ‐
γειρας Ἀδὰμ ἐκ τῆς φθορᾶς. Διὰ τοῦτο αἱ Δυ‐
νάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα. Δό‐
ξα  τοῖς  σοῖς  παθήμασι  Χριστέ·  δόξα  τῇ  ἀνα‐
στάσει σου· δόξα τῇ συγκαταβάσει σου, μόνε 
Φιλάνθρωπε. 
Καὶ νῦν. Θεοτοκίον. Τὸν τάφον σου Σωτήρ. 
Μαρία  τὸ  σεπτόν,  τοῦ  Δεσπότου  δοχεῖον,  ἀ‐
νάστησον  ἡμᾶς,  πεπτωκότας  εἰς  χάος  δεινῆς 
ἀπογνώσεως,  καὶ  πταισμάτων  καὶ  θλίψεων. 
Σὺ  γὰρ  πέφυκας,  ἁμαρτωλῶν  σωτηρία,  καὶ 
βοήθεια,  καὶ  κραταιὰ  προστασία,  καὶ  σώζεις 
τοὺς δούλους σου. 
* * * 

ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ 
Ἦχος πλ. α´. 
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * 
ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σω‐
τήρ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * 
τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ‐
λευθερώσαντα. 
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μα‐
θήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ 
ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· * 
Ἴδετε  ὑμεῖς  *  τὸν  τάφον  καὶ  ᾔσθητε·  *  ὁ  Σω‐
τὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος. 
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

Λίαν  πρωῒ  *  μυροφόροι  ἔδραμον  *  πρὸς  τὸ 
μνῆμά  σου  θρηνολογοῦσαι·  *  ἀλλ᾿  ἐπέστη  * 
πρὸς  αὐτὰς  ὁ  ἄγγελος  καὶ  εἶπε·  *  Θρήνου  ὁ 
καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστα‐
σιν δὲ * ἀποστόλοις εἴπατε. 
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

Μυροφόροι  γυναῖκες  * μετὰ μύρων ἐλθοῦσαι 
* πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγ‐
γέλου  *  πρὸς  αὐτὰς  φθεγγομένου·  *  Τί  μετὰ 
νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ 
* ἐξανέστη τοῦ μνήματος. 

 

Δόξα. 
Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν 
τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα 
* ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφεὶμ * κρά‐
ζοντες τὸ Ἅγιος, * Ἅγιος, Ἅγιος εἶ, Κύριε. 
Καὶ νῦν. 
Ζωοδότην  τεκοῦσα,  *  ἐλυτρώσω,  Παρθένε,  * 
τὸν  Ἀδὰμ  ἁμαρτίας·  *  χαρμονὴν  δὲ  τῇ  Εὔᾳ  * 
ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυ‐
νε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε‐
ὸς καὶ ἄνθρωπος. 
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι 
ὁ Θεός. (γ´) 
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·  
Ὅτιι  ηὐλόγηταίί  Σου.... 
Ὅτ ηὐλόγητα Σου
* * * 

ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ 
Ἡ Ὑπακοή. Ἦχος α´. 

Ἡ τοῦ λῃστοῦ μετάνοια, τὸν Παράδεισον ἐσύ‐
λησεν,  ὁ  δὲ  θρῆνος  τῶν  Μυροφόρων  τὴν  χα‐
ρὰν ἐμήνυσεν· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, πα‐
ρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. 
Οἱ Ἀναβαθμοί. Ἦχος α´. 
Ἀντίφωνον Α´. 

Ἐν  τῷ  θλίβεσθαί  με,  εἰσάκουσόν  μου  τῶν  ὀ‐
δυνῶν, Κύριε σοὶ κράζω. 
Τοῖς ἐρημικοῖς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγί‐
νεται, κόσμου οὖσι τοῦ ματαίου ἐκτός. 
Δόξα. Καὶ νῦν. 
Ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, 
πρέπει ἅμα καὶ Υἱῷ· διὰ τοῦτο ᾄσωμεν τῇ τρι‐
αδικῇ μονοκρατορίᾳ. 
Ἀντίφωνον Β´. 

Εἰς  τὰ  ὄρη  τῶν  σῶν,  ὑψώσας  με  νόμων,  ἀρε‐
ταῖς ἐκλάμπρυνον, ὁ Θεός, ἵνα ὑμνῶ σε. 
Δεξιᾷ σου χειρὶ λαβὼν σὺ Λόγε, φύλαξόν με, 
φρούρησον, μὴ πῦρ με φλέξῃ τῆς ἁμαρτίας. 
Δόξα. Καὶ νῦν. 
Ἁγίῳ Πνεύματι, πᾶσα ἡ κτίσις καινουργεῖται, 
παλινδρομοῦσα εἰς τὸ πρῶτον· ἰσοσθενὲς γάρ 
ἐστι Πατρὶ καὶ Λόγῳ. 
Ἀντίφωνον Γ´. 

2
Ἐπὶ τοῖς εἰρηκόσι μοι· Ὁδεύσωμεν εἰς τὰς αὐ‐
λὰς  τοῦ  Κυρίου·  εὐφράνθη  μου  τὸ  πνεῦμα, 
συγχαίρει ἡ καρδία. 
Ἐπὶ οἶκον  Δαυΐδ,  φόβος μέγας· ἐκεῖ γὰρ  θρό‐
νων ἐκτεθέντων, κριθήσονται, ἅπασαι αἱ φυ‐
λαὶ τῆς γῆς καὶ γλῶσσαι. 
Δόξα. Καὶ νῦν. 
Ἁγίῳ  Πνεύματι,  τιμὴν  προσκύνησιν,  δόξαν 
καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῷ Υἱῷ δεῖ 
προσφέρειν· Μονὰς γάρ ἐστιν ἡ Τριὰς τῇ φύ‐
σει, ἀλλ᾿ οὐ προσώποις. 
Προκείμενον. Ψαλμὸς ια´ (11) 
Νῦν  ἀναστήσομαι,  λέγει  Κύριος,  θήσομαι  ἐν 
σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. (δίς) 
Στίχ. Τὰ λόγια Κυρίου λόγια ἁγνά, ἀργύριον 

πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμέ‐
νον ἑπταπλασίως. 
Νῦν ἀναστήσομαι, λέγει Κύριος... 
* * * 

ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ 
Ὁ διάκονος· Τοῦ  Κυρίίου  δεηθῶμεν.. 
Τοῦ Κυρ ου δεηθῶμεν
Κύριε, ἐλέησον. 
Ὅτ ἅγ ος ε ὁ Θεὸς ἡμῶν
Ὁ ἱερεύς· Ὅτιι  ἅγιιος  εἶἶ,,  ὁ  Θεὸς  ἡμῶν,,  .... 
Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 
Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. 
Ὁ  διάκονος·  Καὶὶ   ὑπὲρ   τοῦ   καταξιιωθῆναιι   ἡμᾶς  
Κα ὑπὲρ τοῦ καταξ ωθῆνα ἡμᾶς
τῆς   ἀκροάσεως   τοῦ   ἁγίίου   Εὐαγγελίίου   Κύριιον  
τῆς ἀκροάσεως τοῦ ἁγ ου Εὐαγγελ ου Κύρ ον
τὸν  Θεὸν  ἡμῶν  ἱἱκετεύσωμεν.. 
τὸν Θεὸν ἡμῶν κετεύσωμεν

Κύριε, ἐλέησον. (γ´) 
Ὁ διάκονος· Σοφίία··  ὀρθοίί··  ἀκούσωμεν  τοῦ  ἁγίίου  
Σοφ α ὀρθο ἀκούσωμεν τοῦ ἁγ ου
Εὐαγγελίίου.. 
Ε ὐ α γ γ ελ ο υ
Ὁ ἱερεύς· Εἰἰρήνη  πᾶσιι.. 
Ε ρήνη πᾶσ
Καὶ τῷ Πνεύματί σου. 
Ὁ ἱερεύς· Ἐκ  τοῦ  κατὰ  Ἰωάννην  ἁγίίου  Εὐαγγελίί‐‐
Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγ ου Εὐαγγελ
ου  τὸ  ἀνάγνωσμα.. 
ου τὸ ἀνάγνωσμα
Ὁ διάκονος· Πρόσχωμεν. 
Δόξα σοι, Κύριε, δόξα σοι. 
ὁ Ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον 

Ἑωθινὸν Ζ´ 
Ἐκ τοῦ κατὰ Ἰωάννην  
(κ´ 1‐10) 

Τῇ  μιᾷ  τῶν  σαββάτων,  Μαρία  ἡ  Μαγδαληνὴ  ἔρχεται  πρωὶ 
σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρ‐
μένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα 
Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ 

 

λέγει αὐτοῖς· Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴ‐
δαμεν ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος 
μαθητὴς  καὶ  ἤρχοντο  εἰς  τὸ  μνημεῖον.  Ἔτρεχον  δὲ  οἱ  δύο  ὁ‐
μοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου καὶ 
ἦλθε  πρῶτος εἰς  τὸ  μνημεῖον, καὶ παρακύψας βλέπει κείμε‐
να  τὰ  ὀθόνια·  οὐ  μέντοι  εἰσῆλθεν.  Ἔρχεται  οὖν  Σίμων  Πέ‐
τρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον καὶ θε‐
ωρεῖ τὰ ὀθόνια κείμενα, καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφα‐
λῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντε‐
τυλιγμένον εἰς ἕνα τόπον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μα‐
θητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε καὶ ἐπίστευ‐
σεν·  οὐδέπω  γὰρ  ᾔδεισαν  τὴν  γραφὴν  ὅτι  δεῖ  αὐτὸν  ἐκ  νε‐
κρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθη‐
ταί. 

Δόξα σοι, Κύριε, δόξα σοι. 
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης· 
Ἀνάστασιν  Χριστοῦ  θεασάμενοι,  προσκυνή‐
σωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον  ἀνα‐
μάρτητον. Τὸν σταυρόν σου, Χριστέ, προσκυ‐
νοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦ‐
μεν  καὶ  δοξάζομεν·  σὺ  γὰρ  εἶ  Θεὸς  ἡμῶν,  ἐ‐
κτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀ‐
νομάζομεν.  Δεῦτε  πάντες  οἱ  πιστοὶ  προσκυ‐
νήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰ‐
δοὺ  γὰρ  ἦλθε  διὰ  τοῦ  Σταυροῦ  χαρὰ  ἐν  ὅλῳ 
τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύρι‐
ον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν 
γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, θανάτῳ θάνατον ὤ‐
λεσεν. 
Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον 

Ἦχος β´. 
Ἐλεῆμον,  Ἐλέησόν  με,  ὁ  Θεός,  κατὰ  τὸ  μέγα 
ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν 
σου ἐξάλειψον τὸ ἀνόμημά μου. 
Ἐπὶ  πλεῖον  πλῦνόν  με  ἀπὸ  τῆς  ἀνομίας  μου 
καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 
Ὅτι  τὴν  ἀνομίαν  μου  ἐγὼ  γινώσκω,  καὶ  ἡ  ἁ‐
μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. 
Σοὶ  μόνῳ  ἥμαρτον  καὶ  τὸ  πονηρὸν  ἐνώπιόν 
σου  ἐποίησα,  ὅπως  ἂν  δικαιωθῇς  ἐν  τοῖς  λό‐
γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 
Ἰδοὺ  γὰρ  ἐν  ἀνομίαις  συνελήφθην,  καὶ  ἐν  ἁ‐
μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 
Ἰδοὺ  γὰρ  ἀλήθειαν  ἠγάπησας,  τὰ  ἄδηλα  καὶ 
τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. 

3
Ῥαντιεῖς  με  ὑσσώπῳ,  καὶ  καθαρισθήσομαι· 
πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. 
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐
γαλλιάσονται ὀστέα τεταπεινωμένα. 
Ἀπόστρεψον  τὸ  πρόσωπόν  σου  ἀπὸ  τῶν  ἁ‐
μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐
λειψον. 
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ 
πνεῦμα  εὐθὲς  ἐγκαίνισον  ἐν  τοῖς  ἐγκάτοις 
μου. 
Μὴ  ἀποῤῥίψῃς  με  ἀπὸ  τοῦ  προσώπου  σου, 
καὶ  τὸ  Πνεῦμά  σου  τὸ  ἅγιον  μὴ  ἀντανέλῃς 
ἀπ᾿ ἐμοῦ. 
Ἀπόδος  μοι  τὴν  ἀγαλλίασιν  τοῦ  σωτηρίου 
σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 
Διδάξω  ἀνόμους  τὰς  ὁδούς  σου,  καὶ  ἀσεβεῖς 
ἐπὶ σὲ ἐπιστρέψουσι. 
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐
τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν 
δικαιοσύνην σου. 
Κύριε,  τὰ  χείλη  μου  ἀνοίξεις,  καὶ  τὸ  στόμα 
μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 
Ὅτι,  εἰ  ἠθέλησας  θυσίαν,  ἔδωκα  ἄν·  ὁλοκαυ‐
τώματα οὐκ εὐδοκήσεις. 
Θυσία  τῷ Θεῷ  πνεῦμα  συντετριμμένον· καρ‐
δίαν  συντετριμμένην  καὶ  τεταπεινωμένην  ὁ 
Θεὸς οὐκ ἐξουδενώσει. 
Ἀγάθυνον,  Κύριε,  ἐν  τῇ  εὐδοκίᾳ  σου  τὴν  Σι‐
ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐
ρὰν καὶ ὁλοκαυτώματα. 
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐
σχους. Καὶ ἐλέησόν με, ὁ Θεός. 
Δόξα. 
Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, * 
ἐξάλειψον  τὰ  πλήθη  *  τῶν  ἐμῶν  ἐγκλημά‐
των. 
Καὶ νῦν. 
Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐ‐
ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. 

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός 

σου,  καὶ  κατὰ  τὸ  πλῆθος  τῶν  οἰκτιρμῶν  σου 
ἐξάλειψον τὸ ἀνόμημά μου. 
Ἀναστὰς  ὁ  Ἰησοῦς  ἀπὸ  τοῦ  τάφου,  *  καθὼς 
προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν * 
καὶ μέγα ἔλεος. 
Σῶσον,,  ὁ  Θεός,,  τὸν  λαόν  Σου....  Κύριε, ἐλέησον 
Σῶσον ὁ Θεός τὸν λαόν Σου
Ἐλέε κα ο κτ ρμο ς
(ιβ´). Ἐλέειι  καὶὶ  οἰἰκτιιρμοῖῖς....  Ἀμήν. 
* * * 

ΟΙ ΚΑΝΟΝΕΣ 
ᾨδὴ α´.  
ὁ Ἀναστάσιμος εἰς δ´. 
Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ 

Ἦχος α´. Ὁ Εἱρμός. 
Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ 
δεδόξασται·  αὕτη  γὰρ  Ἀθάνατε,  ὡς  πανσθε‐
νὴς  ὑπεναντίους  ἔθραυσε,  τοῖς  Ἰσραηλίταις, 
ὁδὸν βυθοῦ καινουργήσασα. 
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. 

Ὁ χερσὶν ἀχράντοις ἐκ χοός, θεουργικῶς κατ᾿ 
ἀρχὰς  διαπλάσας  με,  χεῖρας  διεπέτασας  ἐν 
τῷ  Σταυρῷ,  ἐκ  γῆς  ἀνακαλούμενος,  τὸ  φθα‐
ρέν μου σῶμα, ὃ ἐκ Παρθένου προσείληφας. 
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. 

Νέκρωσιν  ὑπέστη  δι᾿  ἐμέ,  καὶ  τὴν  ψυχὴν  τῷ 
θανάτῳ προδίδωσιν, ὁ ἐμπνεύσει θείᾳ ψυχήν 
μοι  ἐνθείς·  καὶ  λύσας  αἰωνίων  δεσμῶν,  καὶ 
συναναστήσας, τῇ ἀφθαρσίᾳ ἐδόξασε. 
Θεοτοκίον 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 

Χαῖρε ἡ τῆς χάριτος Πηγή· χαῖρε ἡ κλῖμαξ καὶ 
πύλη  οὐράνιος·  χαῖρε  ἡ  λυχνία  καὶ  στάμνος 
χρυσῆ,  καὶ  ὄρος  ἀλατόμητον,  ἡ  τὸν  Ζωοδό‐
την, Χριστὸν τῷ κόσμῳ κυήσασα. 
τοῦ Ἁγίου Δημητρίου ὁ πρῶτος Κανών,  
ἔχων Ἀκροστιχίδα·  
Τῷ καλλινίκῳ προσλαλῶ Δημητρίῳ. Θεοφάνους. 

ᾨδὴ α´. Ἦχος δ´. Θαλάσσης, τὸ ἐρυθραῖον. 
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 
Τὸν  θεῖον,  τοῦ  μαρτυρίου  στέφανον,  ἀναδη‐
σάμενος, περὶ Θεὸν χορεύεις ἀστραπαῖς, ταῖς 
ἐκεῖθεν  λαμπόμενος,  καὶ  φωτισμοῦ  πληρού‐
μενος, Μάρτυς ἀοίδιμε Δημήτριε. 
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. 
 

4
Ὡς  ὄντα,  τῆς  ἀληθείας  Μάρτυρα,  καὶ  μέχρις 
αἵματος,  ἠγωνισμένον  Μάκαρ  καρτερῶς, 
σταθηράν  τε  τὴν  ἔνστασιν,  πρὸς  τοὺς  ἀγῶ‐
νας δείξαντα, σὲ ὁ Δεσπότης προσεδέξατο. 
Δόξα. 
Κακίας,  τὸν  εὑρετὴν  κατέῤῥαξας,  πρὸς  γῆν 
Δημήτριε, μαρτυρικῇ σου λόγχῃ καθελών, θε‐
ϊκῆς  ἀγαθότητος,  ταῖς  ὑπὲρ  νοῦν  δυνάμεσιν, 
εἰς τοῦτο Μάκαρ δυναμούμενος. 
Καὶ νῦν. 
Θεοτοκίον 

Ἀμήτωρ,  καθ᾿  ὃ  Θεὸς  τὸ  πρότερον,  ὑπάρχων 
γέγονε, τὸ καθ᾿ ἡμᾶς ἀπάτωρ ὁ ἐκ σοῦ, Θεο‐
τόκε  πανύμνητε,  σάρκα  λαβὼν  καθ᾿  ἕνωσιν, 
τὴν ὑπὲρ λόγον καὶ διάνοιαν. 
ᾨδὴ γ´.  
ὁ Ἀναστάσιμος 

Ἦχος α´. Ὁ Εἱρμός. 
Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀ‐
σθένειαν,  καὶ  συμπαθῶς  αὐτὴν  μορφωσάμε‐
νος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βο‐
ᾶν  σοι.  Ἅγιος,  ὁ  ναὸς  ὁ  ἔμψυχος,  τῆς  ἀφρά‐
στου σου δόξης Φιλάνθρωπε. 
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. 

Θεός  μου  ὑπάρχων  Ἀγαθέ,  πεσόντα  κατῳ‐
κτείρησας,  καὶ  καταβῆναι  πρός  με  ηὐδόκη‐
σας, ἀνύψωσάς με διὰ σταυρώσεως, τοῦ βοᾶν 
σοι·  Ἅγιος,  ὁ  τῆς  δόξης  Κύριος,  ὁ  ἀνείκαστος 
ἐν ἀγαθότητι. 
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. 

Ζωὴ ἐνυπόστατος Χριστέ, ὑπάρχων καὶ φθα‐
ρέντα  με,  ὡς  συμπαθὴς  Θεὸς  ἐνδυσάμενος, 
εἰς  χοῦν  θανάτου  καταβὰς  Δέσποτα,  τὸ  θνη‐
τὸν  διέῤῥηξας,  καὶ  νεκροὺς  τριήμερος,  ἀνα‐
στὰς ἀφθαρσίαν ἠμφίασας. 

Λελόγισται παρ᾿ οὐδέν, τὸ τῶν τυράννων πα‐
ρὰ σοὶ πρόσταγμα· τὸν τοῦ Θεοῦ Λόγον γάρ, 
πάντων Ἀθλοφόρε προέκρινας. 
Δόξα. 
Λυχνία  φωτοειδής,  τοῦ  Μαρτυρίου  ἐν  σκηνῇ 
γέγονας,  θείῳ  φωτὶ  λάμπουσα,  Μάρτυς  Ἀ‐
θλοφόρε Δημήτριε. 
Καὶ νῦν. 
Θεοτοκίον 

Ἰώμενος  τὴν  μορφήν,  τὴν  σαθρωθεῖσαν  τῶν 
βροτῶν  Πάναγνε,  ταύτην  ἐκ  σοῦ  ἐνδύεται, 
μείνας ὅπερ ἦν ὁ φιλάνθρωπος. 
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·  
Ὅτιι  σὺ  εἶἶ  ὁ  Θεὸς  ἡμῶν.... 
Ὅτ σὺ ε ὁ Θεὸς ἡμῶν
* * * 

ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ 
τοῦ Ἁγίου 

Ἦχος γ´. Τὴν ὡραιότητα. 
Τὸν συμπαθέστατον,  Κυρίου Μάρτυρα,  ἐκδυ‐
σωποῦμέν  σε  πιστῶς  Δημήτριε,  ῥῦσαι  ἡμᾶς 
παντοδαπῶν,  κινδύνων  ἐπερχομένων,  ἴασαι 
ψυχῶν  ἡμῶν,  καὶ  σωμάτων  τὰ  τραύματα, 
θραῦσον  τὰ  φρυάγματα,  τῶν  ἐχθρῶν  ἡμῶν 
Ἅγιε· εἰρήνευσον ἡμῶν τὴν ζωήν, ὅπως ἀεί σε 
δοξάζωμεν. 
Δόξα. Καὶ νῦν. 
Θεοτοκίον 

Θεομακάριστε,  Μῆτερ  ἀνύμφευτε,  τὴν  ἀσθε‐
νοῦσάν  μου,  ψυχὴν  θεράπευσον,  ὅτι  συνέχο‐
μαι πολλοῖς, ἐν πταίσμασι Θεοτόκε· ὅθεν καὶ 
κραυγάζω  σοι,  στεναγμῷ  τῆς  καρδίας  μου· 
Δέξαι  με  Πανάχραντε,  τὸν  πολλὰ  ἁμαρτή‐
σαντα, ἵνα ἐν παῤῥησίᾳ κραυγάζω σοι· Χαῖρε 
ἡ Κεχαριτωμένη. 

Θεοτοκίον. 

Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·  
Σὺ  γὰρ  εἶἶ  ὁ  Βασιιλεύς..... 
Σ ὺ γ ὰ ρ ε ὁ Β α σ λ εύ ς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 

* * * 

Θεὸν  συλλαβοῦσα  ἐν  γαστρί,  Παρθένε  διὰ 
Πνεύματος, τοῦ παναγίου ἔμεινας ἄφλεκτος· 
ἐπεί  σε  βάτος  τῷ  νομοθέτῃ  Μωσῇ,  φλεγομέ‐
νη  ἄκαυστα,  σαφῶς  προεμήνυσε,  τὴν  τὸ πῦρ 
δεξαμένην τὸ ἄστεκτον. 
καὶ τοῦ Ἁγίου  

Ἦχος δ´. Εὐφραίνεται ἐπὶ σοί. 
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 
 

ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ 
Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. 
Κοντάκιον. Ἦχος α´. Ὅταν ἔλθῃς ὁ Θεός. 

Ἐξανέστης  ὡς  Θεός,  ἐκ  τοῦ  τάφου  ἐν  δόξῃ, 
καὶ  κόσμον  συνανέστησας,  καὶ  ἡ  φύσις  τῶν 
βροτῶν,  ὡς  Θεόν  σε  ἀνύμνησε,  καὶ  θάνατος 
ἠφάνισται, καὶ ὁ Ἀδὰμ χορεύει, Δέσποτα, καὶ 
ἡ Εὔα νῦν ἐκ τῶν δεσμῶν λυτρουμένη, χαίρει 
5
κράζουσα·  Σὺ  εἶ  ὁ  πᾶσι  παρέχων, Χριστὲ τὴν 
ἀνάστασιν. 
ὁ Οἶκος 
Τὸν  ἀναστάντα  τριήμερον  ἀνυμνήσωμεν,  ὡς 
Θεὸν  παντοδύναμον,  καὶ  πύλας  τοῦ  ᾅδου 
συντρίψαντα,  καὶ  τοὺς  ἀπ᾿  αἰῶνος  ἐκ  τάφου 
ἐγείραντα,  Μυροφόροις  ὀφθέντα,  καθὼς  ηὐ‐
δόκησε,  πρώταις  ταύταις  τό,  Χαίρετε,  φήσας· 
καὶ Ἀποστόλοις χαρὰν μηνύων, ὡς μόνος ζω‐
οδότης.  Ὅθεν  πίστει  αἱ  γυναῖκες,  Μαθηταῖς 
σύμβολα νίκης εὐαγγελίζονται, καὶ ᾅδης στε‐
νάζει,  καὶ  θάνατος  ὀδύρεται,  καὶ  κόσμος  ἀ‐
γάλλεται,  καὶ  πάντες  συγχαίρουσι·  Σὺ  γὰρ 
παρέσχες πᾶσι Χριστέ, τὴν ἀνάστασιν. 
Συναξάριον 
Τῇ  ΚΖ´  τοῦ  αὐτοῦ  μηνός,  Μνήμη  τοῦ  Ἁγίου 
Ἐνδόξου  Μάρτυρος  Νέστορος,  μαθητοῦ  καὶ 
συναθλητοῦ  τοῦ  ἁγίου  μεγαλομάρτυρος  Δη‐
μητρίου, ἐν Θεσσαλονίκῃ. 
Στίχοι 
Ὁμοῦ Λυαῖον καὶ λύμην τὴν τῆς πλάνης, 
Κτείνας ὁ Νέστωρ, τέμνεται διὰ ξίφους. 
Εἰκάδι ἑβδομάτῃ ἀποκέρσαν Νέστορα κεδνόν. 

Τῇ  αὐτῇ  ἡμέρᾳ,  Μνήμη  τῶν  Ἁγίων  ἐνδόξων 
Μαρτύρων Καπιτωλίνης, καὶ Ἐρωτηΐδος. 

Τῇ  αὐτῇ  ἡμέρᾳ,  Μνήμη  τῶν  Ἁγίων  ἐνδόξων 
τοῦ  Χριστοῦ  Μαρτύρων  Μαυριανοῦ  καὶ  Οὐα‐
λεντίνου. 
Στίχοι 
Ὁ Μαυριανὸς σὺν τῷ Οὐαλεντίνῳ, 
Σκοτώδη πλάνην ἀθλητικῶς πατοῦσι. 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ θεοφό‐
ρου  Πατρὸς  ἡμῶν  Νέστορος  τοῦ  Χρονογρά‐
φου, τοῦ ἐν τῇ Λαύρᾳ τῶν Σπηλαίων τοῦ Κιέ‐
βου. 
Στίχοι 
Χρονογράφος σὺ ἐν τοῖς βιβλίοις γράψας, 
Καὶ σὲ Χριστός, Νέστορ, βίβλῳ ζωῆς γράφει. 

Τῇ  αὐτῇ  ἡμέρᾳ,  ἡ  Ἀνακομιδὴ  τῶν  λειψάνων 
τοῦ Ἁγίου Ἀνδρέου, πρίγκηπος τοῦ Σμολὲνσκ 
τοῦ  θαυματουργοῦ  ἐν  Περεγιασλὰβ‐Ζαλέ‐
σκυ. 
Στίχοι 
Ζήσας κρυφιότητος Ἀνδρέας βίον, 
Τῆς χριστοταπεινώσεως μισθὸν εὗρε. 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ θεοφό‐
ρου  Πατρὸς  ἡμῶν  Δημητρίου  ἐκ  Βασσαρά‐
βωφ τῆς Οὐγγροβλαχίας. 
Στίχοι 
Σὲ φανεροῖ, Δημήτριε, κρυπτῶν γνώστης, 
Αὐταρεσκείας ἀποφυγόντα βδέλλαν. 

Στίχοι 
Κτείνουσι δούλην ἐκ ξίφους καὶ κυρίαν, 
Δούλας Τριάδος, τῆς ἀληθοῦς Κυρίας. 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, 
ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς 
ἡμῶν  Κυριακοῦ,  Πατριάρχου  Κωνσταντινου‐
πόλεως. 

ΚΑΤΑΒΑΣΙΑΙ 

Στίχοι 
Ὁ Κυριακός, ἐκλιπὼν γῆν καὶ βίον, 
Πρὸς αὐτὸν ἥκει Κύριον τῶν κυρίων. 

Τῇ  αὐτῇ  ἡμέρᾳ,  Μνήμη  τῆς  Ἁγίας  Πρόκλης, 
συζύγου τοῦ Πιλάτου. 
Στίχοι 
Ἔχει παρεστῶσάν σε, Πρόκλα, Δεσπότης, 
Ὁ Πιλάτῳ πρὶν σῷ παραστὰς συζύγῳ. 

Τῇ αὐτῇ ἡμέρᾳ, Διήγησις περὶ τῶν Ἰβήρων, ὅ‐
πως ἦλθον εἰς θεογνωσίαν. 
Στίχοι 
Ἔργον μέγιστον εἰργάσω, σεμνὴ γύναι, 
Ἐπιστρέφεις γὰρ ἔθνος Ἰβήρων ὅλον. 

 

* * * 

τῆς Θεοτόκου 

ᾨδὴ α´. Ἦχος δ´. 
Ἀνοίξω  τὸ  στόμα  μου  *  καὶ  πληρωθήσεται 
Πνεύματος  *  καὶ  λόγον  ἐρεύξομαι  *  τῇ  βασι‐
λίδι Μητρί· * καὶ ὀφθήσομαι * φαιδρῶς πανη‐
γυρίζων  *  καὶ  ᾄσω  γηθόμενος  *  ταύτης  τὰ 
θαύματα. 
ᾨδὴ γ´. 
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, * ἡ ζῶσα καὶ 
ἄφθονος  πηγή,  *  θίασον  συγκροτήσαντας  * 
πνευματικόν, στερέωσον· * καὶ ἐν τῇ θείᾳ δό‐
ξῃ σου *  
…στεφάνων δόξης ἀξίωσον. 
ᾨδὴ δ´. 
Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν * τῆς ἐκ τῆς 
Παρθένου  σαρκώσεως  *  σοῦ  τοῦ  ὑψίστου  *  ὁ 
6
προφήτης Ἀββακοὺμ  * κατανοῶν ἐκραύγαζε· 
* Δόξα τῇ δυνάμει σου, Κύριε. 
ᾨδὴ ε´. 
Ἐξέστη τὰ σύμπαντα * ἐπὶ τῇ θείᾳ δόξῃ σου· * 
σὺ  γάρ,  ἀπειρόγαμε  Παρθένε, *  ἔσχες  ἐν  μή‐
τρᾳ  *  τὸν  ἐπὶ  πάντων  Θεὸν  *  καὶ  τέτοκας  ἄ‐
χρονον Υἱόν, * πᾶσι τοῖς ὑμνοῦσί σε * σωτηρί‐
αν βραβεύοντα. 
ᾨδὴ ς´. 
Τὴν  θείαν  ταύτην  καὶ  πάντιμον  *  τελοῦντες 
ἑορτὴν οἱ θεόφρονες * τῆς Θεομήτορος * δεῦ‐
τε τὰς χεῖρας κροτήσωμεν, * τὸν ἐξ αὐτῆς τε‐
χθέντα * Θεὸν δοξάζοντες. 
ᾨδὴ ζ´. 
Οὐκ  ἐλάτρευσαν  *  τῇ  κτίσει  οἱ  θεόφρονες  * 
παρὰ  τὸν  κτίσαντα·  *  ἀλλὰ  πυρὸς  ἀπειλὴν  * 
ἀνδρείως πατήσαντες * χαίροντες ἔψαλλον· * 
Ὑπερύμνητε,  *  ὁ  τῶν  πατέρων  Κύριος  *  καὶ 
Θεός, εὐλογητὸς εἶ. 
ᾨδὴ η´. 
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν 
τὸν Κύριον. 
Παῖδας  εὐαγεῖς  ἐν  τῇ  καμίνῳ  *  ὁ  τόκος  τῆς 
Θεοτόκου διεσώσατο, * τότε μὲν τυπούμενος· 
* νῦν δὲ ἐνεργούμενος * τὴν οἰκουμένην ἅπα‐
σαν * ἀγείρει ψάλλουσαν· * Τὸν Κύριον ὑμνεῖ‐
τε  τὰ  ἔργα  *  καὶ  ὑπερυψοῦτε  *  εἰς  πάντας 
τοὺς αἰῶνας. 
Ὁ διάκονος· Τὴν  Θεοτόκον  καὶὶ μητέρα  τοῦ  φωτός,,  
Τὴν Θεοτόκον κα   μητέρα τοῦ φωτός

ἐν  ὕμνοιις  τιιμῶντες  μεγαλύνομεν.. 
ἐν ὕμνο ς τ μῶντες μεγαλύνομεν

Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ 
Ἦχος δ´. 
Στίχ.  α´.  Μεγαλύνει  ἡ  ψυχή  μου  τὸν  Κύριον, 
καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ 
σωτῆρί μου. 
Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέ‐
ραν  *  ἀσυγκρίτως  τῶν  Σεραφίμ,  *  τὴν  ἀδια‐
φθόρως  Θεὸν  Λόγον  τεκοῦσαν,  *  τὴν  ὄντως 
Θεοτόκον, * σὲ μεγαλύνομεν. 
Στίχ.  β´.  Ὅτι  ἐπέβλεψεν  ἐπὶ  τὴν  ταπείνωσιν 

τῆς  δούλης  αὐτοῦ·  ἰδοὺ  γὰρ  ἀπὸ  τοῦ  νῦν  μα‐
καριοῦσί με πᾶσαι αἱ γενεαί. 
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 
 

Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, 

καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ 
εἰς  γενεὰν  καὶ  γενεὰν  τοῖς  φοβουμένοις  αὐ‐
τόν. 
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 
Στίχ.  δ´.  Ἐποίησε  κράτος  ἐν  βραχίονι  αὐτοῦ, 

διεσκόρπισεν  ὑπερηφάνους  διανοίᾳ  καρδίας 
αὐτῶν. 
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 
Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕ‐

ψωσε  ταπεινούς·  πεινῶντας  ἐνέπλησεν  ἀγα‐
θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. 
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 
Στίχ.  Ϛ´.  Ἀντελάβετο  Ἰσραὴλ  παιδὸς  αὐτοῦ 

μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς 
πατέρας  ἡμῶν,  τῷ  Ἀβραὰμ  καὶ  τῷ  σπέρματι 
αὐτοῦ ἕως αἰῶνος. 
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 
Καταβασία. ᾨδὴ θ´. 
Ἅπας γηγενὴς * σκιρτάτω τῷ πνεύματι * λαμ‐
παδουχούμενος·  *  πανηγυριζέτω  δὲ  *  ἀΰλων 
νόων  *  φύσις,  γεραίρουσα  *  τὴν  ἱερὰν  πανή‐
γυριν  *  τῆς  Θεομήτορος,  *  καὶ  βοάτω·  *  Χαί‐
ροις, παμμακάριστε * Θεοτόκε ἁγνή, ἀειπάρ‐
θενε. 
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·  
Ὅτιι  σὲ  αἰἰνοῦσιι  πᾶσαιι  αἱἱ  δυνάμειις..... 
Ὅτ σὲ α νοῦσ πᾶσα α δυνάμε ς
* * * 

ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ 
Ἦχος β´. 
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. 
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. 
Ὑψοῦτε  Κύριον  τὸν  Θεὸν  ἡμῶν  καὶ  προσκυ‐
νεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ,  
… ὅτι ἅγιός ἐστιν. 
Ἀναστάσιμον Ἐξαποστειλάριον Ζ´. 
Ὅτι  ἦραν  τὸν  Κύριον,  τῆς  Μαρίας  εἰπούσης, 
ἐπὶ  τὸν  τάφον  ἔδραμον,  Σίμων  Πέτρος,  καὶ 
ἄλλος, μύστης Χριστοῦ, ὃν ἠγάπα· ἔτρεχον δὲ 
οἱ  δύο,  καὶ  εὗρον  τὰ  ὀθόνια,  ἔνδον  κείμενα 
μόνα, καὶ κεφαλῆς, ἦν δὲ τὸ σουδάριον χωρὶς 
τούτων·  διὸ  πάλιν  ἡσύχασαν,  τὸν  Χριστὸν  ἕ‐
ως εἶδον. 
7
Θεοτοκίον. 

Μεγάλα  καὶ  παράδοξα,  δι᾿  ἐμὲ  κατειργάσω, 
Χριστέ  μου  πολυέλεε,  ἐκ  Παρθένου  γὰρ  Κό‐
ρης, ἐτέχθης ἀνερμηνεύτως, καὶ Σταυρὸν κα‐
τεδέξω,  καὶ  θάνατον  ὑπέμεινας,  ἐξανέστης 
ἐν  δόξῃ,  καὶ  τὴν  ἡμῶν,  φύσιν  ἠλευθέρωσας 
τοῦ θανάτου· Δόξα Χριστὲ τῇ δόξῃ σου, δόξα 
τῇ σῇ δυνάμει. 
* * * 

ΑΙΝΟΙ 
Ἦχος α´. 
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν 
Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς 
ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 
Αἰνεῖτε  αὐτόν,  πάντες  οἱ  ἄγγελοι  αὐτοῦ·  αἰ‐
νεῖτε  αὐτόν,  πᾶσαι  αἱ  δυνάμεις  αὐτοῦ.  Σοὶ 
πρέπει ὕμνος τῷ Θεῷ. 
Στιχηρὰ Ἀναστάσιμα. Ἦχος α´. 

Στίχ.  α´.  Τοῦ  ποιῆσαι  ἐν  αὐτοῖς  κρῖμα  ἔγγρα‐

πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. 
Ὑμνοῦμέν  σου  Χριστέ,  τὸ  σωτήριον  πάθος, 
καὶ δοξάζομέν σου τὴν ἀνάστασιν. 

στάδος προελθών, ἵνα σώσῃς τὸν κόσμον· Κύ‐
ριε δόξα σοι. 
Στιχηρὰ Ἀνατολικὰ  δ´ 

Στίχ.  ε´.  Αἰνεῖτε  αὐτὸν  ἐν  τυμπάνῳ  καὶ  χορῷ· 

αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 
Ὅτε προσηλώθης τῷ ξύλῳ τοῦ σταυροῦ, τότε 
ἐνεκρώθη τὸ κράτος του ἐχθροῦ, ἡ κτίσις ἐσα‐
λεύθη τῷ φόβῳ σου, καὶ ὁ ᾅδης ἐσκυλεύθη τῷ 
κράτει σου, τοὺς νεκρούς ἐκ τῶν τάφων  ἀνέ‐
στησας,  καὶ  τῷ  Ληστῇ  τὸν  Παράδεισον  ἤνοι‐
ξας, Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι. 
Στίχ.  Ϛ´.  Αἰνεῖτε  αὐτὸν  ἐν  κυμβάλοις  εὐήχοις· 

αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐
σα πνοὴ αἰνεσάτω τὸν Κύριον. 
Ὀδυρόμεναι μετὰ σπουδῆς, τὸ μνῆμά σου κα‐
τέλαβον  αἱ  τίμιαι  Γυναῖκες,  εὑροῦσαι  δὲ  τὸν 
τάφον  ἀνεῳγμένον,  καὶ  μαθοῦσαι  παρὰ  τοῦ 
Ἀγγέλου, τὸ καινὸν καὶ παράδοξον θαῦμα, ἀ‐
πήγγειλαν τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύ‐
ριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. 
Στίχ. ζ´.  Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθή‐

αἰνεῖτε  αὐτὸν  ἐν  στερεώματι  τῆς  δυνάμεως 
αὐτοῦ. 
Ὁ  Σταυρὸν  ὑπομείνας,  καὶ  τὸν  θάνατον  κα‐
ταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρή‐
νευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος παν‐
τοδύναμος. 

τω  ἡ  χείρ  σου,  μὴ  ἐπιλάθῃ  τῶν  πενήτων  σου 
εἰς τέλος.  
Τὴν τῶν παθῶν θείαν μωλώπωσίν, σου προσ‐
κυνοῦμεν, Χριστὲ ὁ Θεός, καὶ τὴν ἐν τῇ Σιὼν 
δεσποτικὴν ἱερουργίαν, τὴν ἐν τέλει τῶν αἰώ‐
νων  θεοφανῶς  γεγενημένην,  τοὺς  γὰρ  ἐν 
σκότει καθεύδοντας, ὁ ἥλιος ἐφώτισας τῆς δι‐
καιοσύνης,  πρὸς  ἀνέσπερον  χειραγωγῶν  ἔλ‐
λαμψιν, Κύριε δόξα σοι. 

Στίχ.  γ´.  Αἰνεῖτε  αὐτὸν  ἐπὶ  ταῖς  δυναστείαις 

Στίχ.  η´.  Ἐξομολογήσομαί  σοι,  Κύριε,  ἐν  ὅλῃ 

αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐
γαλωσύνης αὐτοῦ. 
Ὁ τὸν ᾅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀ‐
ναστήσας, τῇ ἀναστάσει σου Χριστέ, ἀξίωσον 
ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν 
σε. 

καρδίᾳ  μου,  διηγήσομαι  πάντα  τὰ  θαυμάσιά 
σου. 
Τὸ  φιλοτάραχον  γένος  τῶν  Ἰουδαίων  ἐνωτί‐
σασθε· ποῦ εἰσιν οἱ Πιλάτῳ προσελθόντες; εἴ‐
πωσιν οἱ φυλάσσοντες στρατιῶται, ποῦ εἰσιν 
αἱ  σφραγῖδες  τοῦ  μνήματος;  ποῦ  μετετέθη  ὁ 
ταφείς; ποῦ ἐπράθη ὁ ἄπρατος; πῶς ἐσυλήθη 
ὁ θησαυρός; τί συκοφαντεῖτε τὴν ἔγερσιν τοῦ 
σταυρωθέντος,  παράνομοι  Ἰουδαῖοι;  Ἀνέστη 
ὁ  ἐν  νεκροῖς  ἐλεύθερος,  καὶ  παρέχει  τῷ  κό‐
σμῳ τὸ μέγα ἔλεος. 

Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· 

Στίχ.  δ´.  Αἰνεῖτε  αὐτὸν  ἐν  ἤχῳ  σάλπιγγος·  αἰ‐

νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 
Τὴν  θεοπρεπῆ  σου  συγκατάβασιν  δοξάζον‐
τες,  ὑμνοῦμέν  σε  Χριστέ·  ἐτέχθης  ἐκ  Παρθέ‐
νου,  καὶ  ἀχώριστος  ὑπῆρχες  τῷ  Πατρί·  ἔπα‐
θες  ὡς  ἄνθρωπος,  καὶ  ἑκουσίως  ὑπέμεινας 
Σταυρόν·  ἀνέστης  ἐκ  τοῦ  τάφου,  ὡς  ἐκ  πα‐
 

Δόξα. Ἑωθινὸν Ζ´. Ἦχος βαρύς. 
Ἰδοὺ σκοτία καὶ πρωΐ· καὶ τί πρὸς τὸ μνημεῖον 
Μαρία  ἕστηκας,  πολὺ  σκότος  ἔχουσα  ταῖς 
8
φρεσίν;  ὑφ᾿  οὗ  ποῦ  τέθειται  ζητεῖς  ὁ  Ἰησοῦς· 
ἀλλ᾿  ὅρα  τοὺς  συντρέχοντας  Μαθητάς,  πῶς 
τοῖς  ὀθονίοις  καὶ  τῷ  σουδαρίῳ,  τὴν  ἀνάστα‐
σιν ἐτεκμήραντο, καὶ ἀνεμνήσθησαν τῆς περὶ 
τούτου Γραφῆς. Μεθ᾿ ὧν καὶ δι᾿ ὧν, καὶ ἡμεῖς 
πιστεύσαντες,  ἀνυμνοῦμέν  σε  τὸν  ζωοδότην 
Χριστόν. 
Καὶ νῦν. Θεοτοκίον. 
Ὑπερευλογημένη  ὑπάρχεις,  *  Θεοτόκε  Παρ‐
θένε·  *  διὰ  γὰρ  τοῦ  ἐκ  σοῦ  σαρκωθέντος,  *  ὁ 
ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * 
ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * 
ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι‐
ήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογη‐
τὸς  Χριστὸς  ὁ  Θεὸς  ἡμῶν,  *  ὁ  οὕτως  εὐδοκή‐
σας, δόξα σοι. 
* * * 

Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ 
Δόξα  σοι  τῷ  δείξαντι  τὸ  φῶς.  *  Δόξα  ἐν  ὑψί‐
στοις  Θεῷ  *  καὶ  ἐπὶ  γῆς  εἰρήνη,  *  ἐν  ἀνθρώ‐
ποις εὐδοκία. 
Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐
μέν  σε,  *  δοξολογοῦμέν  σε,  *  εὐχαριστοῦμέν 
σοι * διὰ τὴν μεγάλην σου δόξαν. 
Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐
τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐
στέ, * καὶ ἅγιον Πνεῦμα. 

Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐
μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐
μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. 
Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * κα‐
θάπερ ἠλπίσαμεν ἐπὶ σέ. 
Εὐλογητὸς  εἶ,  Κύριε·  *  δίδαξόν  με  τὰ  δικαιώ‐
ματά σου. (ἐκ γ´) 
Κύριε,  *  καταφυγὴ  ἐγενήθης  ἡμῖν  *  ἐν  γενεᾷ 
καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με·  * 
ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. 
Κύριε,  πρὸς  σὲ  κατέφυγον·  *  δίδαξόν  με  τοῦ 
ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. 
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐
ψόμεθα φῶς. 
Παράτεινον  τὸ  ἔλεός  σου  *  τοῖς  γινώσκουσί 
σε. 
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´) 
Δόξα. Καὶ νῦν. 
Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. 
Καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ· 
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. 

Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ 
Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, 
*  ἐλέησον  ἡμᾶς,  *  ὁ  αἴρων  τὰς  ἁμαρτίας  τοῦ 
κόσμου. 

Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ´. 
Σήμερον  σωτηρία  τῷ  κόσμῳ  γέγονεν·  *  ᾄσω‐
μεν τῷ ἀναστάντι ἐκ τάφου * καὶ ἀρχηγῷ τῆς 
ζωῆς  ἡμῶν·  *  καθελὼν  γὰρ  τῷ  θανάτῳ  τὸν 
θάνατον * τὸ νῖκος ἔδωκεν ἡμῖν * καὶ τὸ μέγα 
ἔλεος. 

Πρόσδεξαι  τὴν  δέησιν  ἡμῶν,  *  ὁ  καθήμενος 
ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ 

Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * 
Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐
μήν. 
Καθ᾿  ἑκάστην  ἡμέραν  εὐλογήσω  σε  *  καὶ  αἰ‐
νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν 
αἰῶνα τοῦ αἰῶνος. 
Καταξίωσον,  Κύριε,  *  ἐν  τῇ  ἡμέρᾳ  ταύτῃ  *  ἀ‐
ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. 

 

* * * * * 

Ἀντίφωνα τῶν Κυριακῶν 

Ἀντίφωνον Α´. Ἦχος β´. (Ψαλμὸς ρβ´) 
Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ 
πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Ταῖς  πρεσβείαις  τῆς  Θεοτόκου,  *  Σῶτερ,  σῶ‐
σον ἡμᾶς. 
Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ 

μὴ  ἐπιλανθάνου  πάσας  τὰς  ἀνταποδόσεις 
αὐτοῦ. 
Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 
9
Στίχ.  γ´.  Κύριος  ἐν  τῷ  οὐρανῷ  ἡτοίμασε  τὸν 

θρόνον αὐτοῦ,  καὶ ἡ βασιλεία αὐτοῦ πάντων 
δεσπόζει. 
Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 
Στίχ. δ´.  Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα 

αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. 
Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 
Δόξα. Καὶ νῦν. 
Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 
Ἀντίφωνον Β´. Ἦχος β´. (Ψαλμὸς ρμε´) 
Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω 
Κύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕως 
ὑπάρχω. 
Σῶσον  ἡμᾶς,  Υἱὲ  Θεοῦ,  *  ὁ  ἀναστὰς  ἐκ  νε‐
κρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα. 
Στίχ.  β´.  Μακάριος,  οὗ  ὁ  Θεὸς  Ἰακὼβ  βοηθὸς 
αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐ‐
τοῦ. 
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... 
Στίχ.  γ´.  Τὸν  ποιήσαντα  τὸν  οὐρανὸν  καὶ  τὴν 

γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. 
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... 
Στίχ.  δ´.  Βασιλεύσει  Κύριος  εἰς  τὸν  αἰῶνα,  ὁ 

Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. 
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... 
Δόξα. Καὶ νῦν. 
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐
νατος  ὑπάρχων  *  καὶ  καταδεξάμενος  *  διὰ 
τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς 
ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * 
ἀτρέπτως  ἐνανθρωπήσας,  *  σταυρωθείς  τε, 
Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * 
εἷς  ὢν  τῆς  ἁγίας  Τριάδος,  *  συνδοξαζόμενος 
τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐
μᾶς. 
Ἀντίφωνον Γ´. Ἦχος α´.  (Ψαλμὸς ριζ´) 
Στίχ.  α´.  Ἐξομολογεῖσθε  τῷ  Κυρίῳ,  ὅτι  ἀγα‐
θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 
Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος α´. 
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, 
καὶ  στρατιωτῶν  φυλασσόντων  τὸ  ἄχραντόν 
σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρού‐
μενος  τῷ  κόσμῳ  τὴν  ζωήν.  Διὰ  τοῦτο  αἱ  Δυ‐
νάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δό‐
ξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλεί‐
 

ᾳ  σου,  δόξα  τῇ  οἰκονομίᾳ  σου,  μόνε  Φιλάν‐
θρωπε. 
Στίχ.  β´. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι 

τὸν  Κύριον,  ὅτι  ἀγαθός,  ὅτι  εἰς  τὸν  αἰῶνα  τὸ 
ἔλεος αὐτοῦ. 
Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον.  
Στίχ. γ´.  Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· 

ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. 
Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον.  
* * * 
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ 
Εἰσοδικόν. Ἦχος β´.  
(Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν). 

Δεῦτε  προσκυνήσωμεν  καὶ  προσπέσωμεν 
Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ 
νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. 
* * * 

Τὸ ἀναστάσιμον ἀπολυτίκιον. 
(ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) 

Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος α´. 
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, 
καὶ  στρατιωτῶν  φυλασσόντων  τὸ  ἄχραντόν 
σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρού‐
μενος  τῷ  κόσμῳ  τὴν  ζωήν.  Διὰ  τοῦτο  αἱ  Δυ‐
νάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δό‐
ξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλεί‐
ᾳ  σου,  δόξα  τῇ  οἰκονομίᾳ  σου,  μόνε  Φιλάν‐
θρωπε. 
Ἀπολυτίκιον τῶν Ἁγίων. Ἦχος γ´. 
Μέγαν  εὕρατο  ἐν  τοῖς  κινδύνοις,  σὲ  ὑπέρμα‐
χον ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπού‐
μενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, 
ἐν  τῷ  σταδίῳ  θαῤῥύνας  τὸν  Νέστορα,  οὕτως 
Ἅγιε,  Μεγαλομάρτυς  Δημήτριε,  Χριστὸν  τὸν 
Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλε‐
ος. 
Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. 
Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β´. 
(ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) 

Προστασία * τῶν Χριστιανῶν ἀκαταίσχυντε, * 
μεσιτεία  *  πρὸς  τὸν  ποιητὴν  ἀμετάθετε,  *  μὴ 
παρίδῃς  *  ἁμαρτωλῶν  δεήσεων  φωνάς,  *  ἀλ‐
λὰ  πρόφθασον  ὡς  ἀγαθὴ  *  εἰς  τὴν  βοήθειαν 
ἡμῶν, * τῶν πιστῶς κραυγαζόντων σοι·  * Τά‐
10
χυνον  εἰς  πρεσβείαν  *  καὶ  σπεῦσον  εἰς  ἱκεσί‐
αν, * ἡ προστατεύουσα ἀεί, * Θεοτόκε, τῶν τι‐
μώντων σε. 
* * * 

ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ 
* * * 

ΑΠΟΣΤΟΛΟΣ 
(Κυριακῆς τῆς ΙΗ´ Ἑβδομάδος) 
Προκείμενον. Ἦχος α´. (Ψαλμὸς λβ´1, 22) 

Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς. 
Στίχ. Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ. 

Πρὸς Κορινθίους Β´ Ἐπιστολῆς Παύλου τὸ  
Ἀνάγνωσμα. 
 (Β´ Κορ θ´ 6‐11) 

Ἀδελφοί,  ὁ  σπείρων  φειδομένως  φειδομένως 
καὶ  θερίσει·  καὶ  ὁ  σπείρων  ἐπ᾿  εὐλογίαις  ἐπ᾿ 
εὐλογίαις καὶ θερίσει. Ἕκαστος καθὼς προαι‐
ρεῖται τῇ καρδίᾳ· μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱ‐
λαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Δυνατὸς δὲ ὁ 
Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα 
ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες 
περισσεύητε  εἰς  πᾶν  ἔργον  ἀγαθόν·  καθὼς 
γέγραπται· «Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· 
ἡ  δικαιοσύνη  αὐτοῦ  μένει  εἰς  τὸν  αἰῶνα».  Ὁ 
δὲ  ἐπιχορηγῶν  σπέρμα  τῷ  σπείροντι  καὶ  ἄρ‐
τον  εἰς  βρῶσιν  χορηγήσαι  καὶ  πληθύναι  τὸν 
σπόρον  ὑμῶν  καὶ  αὐξήσαι  τὰ  γενήματα  τῆς 
δικαιοσύνης  ὑμῶν.  Ἐν  παντὶ  πλουτιζόμενοι 
εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι᾿ ἡ‐
μῶν εὐχαριστίαν τῷ Θεῷ. 
Ἀλληλούϊα. (γ´) 
Ἦχος α´. (Ψαλμὸς ιζ´ 48,51) 
Στίχ. Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ καὶ ὑποτάξας λαοὺς 
ὑπ᾿ ἐμέ. 
Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ, καὶ ποιῶν 
ἔλεος τῷ χριστῷ αὐτοῦ. 

* * * 

ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βί‐
ον οὐκ ἴσχυσεν ὑπ᾿ οὐδενὸς θεραπευθῆναι, προσελθοῦσα ὄ‐
πισθεν  ἥψατο  τοῦ  κρασπέδου  τοῦ  ἱματίου  αὐτοῦ,  καὶ  παρα‐
χρῆμα  ἔστη  ἡ  ῥύσις  τοῦ  αἵματος  αὐτῆς.  Καὶ  εἶπεν  ὁ  Ἰησοῦς· 
Τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος 
καὶ  οἱ  σὺν  αὐτῷ·  Ἐπιστάτα,  οἱ  ὄχλοι  συνέχουσί  σε  καὶ  ἀπο‐
θλίβουσι καὶ λέγεις τίς ὁ ἁψάμενός μου; Ὁ δὲ Ἰησοῦς εἶπεν· 
Ἥψατό  μού  τις·  ἐγὼ  γὰρ  ἔγνων  δύναμιν  ἐξελθοῦσαν  ἀπ᾿  ἐ‐
μοῦ.  Ἰδοῦσα  δὲ  ἡ  γυνὴ  ὅτι  οὐκ  ἔλαθε,  τρέμουσα  ἦλθε  καὶ 
προσπεσοῦσα  αὐτῷ  δι᾿  ἣν  αἰτίαν  ἥψατο  αὐτοῦ  ἀπήγγειλεν 
αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. Ὁ 
δὲ εἶπεν αὐτῇ· Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πο‐
ρεύου  εἰς  εἰρήνην.  Ἔτι  αὐτοῦ  λαλοῦντος  ἔρχεταί  τις  παρὰ 
τοῦ  ἀρχισυναγώγου  λέγων  αὐτῷ  ὅτι  Τέθνηκεν  ἡ  θυγάτηρ 
σου· μὴ σκύλλε τὸν διδάσκαλον. Ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπε‐
κρίθη  αὐτῷ  λέγων·  Μὴ  φοβοῦ·  μόνον  πίστευε,  καὶ  σωθήσε‐
ται. Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ 
μὴ  Πέτρον  καὶ  Ἰωάννην  καὶ  Ἰάκωβον  καὶ  τὸν  πατέρα  τῆς 
παιδὸς  καὶ  τὴν  μητέρα.  Ἔκλαιον  δὲ  πάντες  καὶ  ἐκόπτοντο 
αὐτήν. Ὁ δὲ εἶπε· Μὴ κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. 
Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. Αὐτὸς δὲ ἐκβα‐
λὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε λέ‐
γων·  Ἡ  παῖς,  ἐγείρου.  Καὶ  ἐπέστρεψε  τὸ  πνεῦμα  αὐτῆς,  καὶ 
ἀνέστη παραχρῆμα,  καὶ  διέταξεν  αὐτῇ  δοθῆναι  φαγεῖν.  Καὶ 
ἐξέστησαν  οἱ  γονεῖς  αὐτῆς·  ὁ  δὲ  παρήγγειλεν  αὐτοῖς  μηδενὶ 
εἰπεῖν τὸ γεγονός. 

Δόξα σοι, Κύριε, δόξα σοι. 
* * * 
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου 

* * * 

Εἰς τό· Ἐξαιρέτως… 
Ἄξιόν  ἐστιν  ὡς  ἀληθῶς  *  μακαρίζειν  σε  τὴν 
Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώ‐
μητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τι‐
μιωτέραν  τῶν  Χερουβὶμ  *  καὶ  ἐνδοξοτέραν  * 
ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * 
Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, 
* σὲ μεγαλύνομεν. 
* * * 

Κοινωνικόν. 
Αἰνεῖτε  τὸν  Κύριον  ἐκ  τῶν  οὐρανῶν.  Ἀλλη‐
λούϊα. 

(η´ 41‐56) 

Μετὰ τὴν μετάδοσιν. Ἦχος β´. 
Εἴδομεν  τὸ  φῶς  τὸ  ἀληθινόν,  *  ἐλάβομεν 
Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, 
*  ἀδιαίρετον  Τριάδα  προσκυνοῦντες·  *  αὕτη 
γὰρ ἡμᾶς ἔσωσε. 

Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ, ᾧ ὄνο‐
μα Ἰάειρος, καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχε· καὶ πε‐
σὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν 
εἰς  τὸν  οἶκον  αὐτοῦ,  ὅτι  θυγάτηρ  μονογενὴς  ἦν  αὐτῷ  ὡς  ἐ‐
τῶν δώδεκα καὶ αὕτη ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν 
οἱ ὄχλοι συνέπνιγον αὐτόν. Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος 

Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί… 
Ἦχος β´. 
Πληρωθήτω  τὸ  στόμα  ἡμῶν  *  αἰνέσεώς  σου, 
Κύριε, * ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, * ὅτι 

ΕΥΑΓΓΕΛΙΟΝ 
Κυριακῆς Ζ´ Λουκᾶ 

Ἐκ τοῦ κατὰ Λουκᾶν  

 

11
ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυ‐
στηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * 
ὅλην  τὴν  ἡμέραν  *  μελετᾶν  τὴν  δικαιοσύνην 
σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. 
Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´. 
Εἴη  τὸ  ὄνομα  Κυρίου  εὐλογημένον  *  ἀπὸ  τοῦ 
νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) 
Ὁ ἀναστὰς ἐκ νεκρῶν
Ἀπόλυσις· Ὁ  ἀναστὰς  ἐκ  νεκρῶν..... 

Δι᾿ εὐχῶν... Ἀμήν. 
* * * * * 

Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε 
καὶ διανέμεται δωρεὰν 
ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο 
http://akolouthies.wordpress.com 
 

 
Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων 
Ἀπολυτίκιον τοῦ Ἁγίου Νέστορος. 
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. 
Ἀθλητὴς  εὐσεβείας  ἀκαταγώνιστος,  ὡς  κοι‐
νωνὸς καὶ συνήθης τοῦ Δημητρίου ὀφθείς, ἠ‐
γωνίσω  ἀνδρικῶς,  Νέστορ  μακάριε·  τῇ  θεϊκῇ 
γὰρ ἀρωγῇ, τὸν Λυαῖον καθελών, ὡς ἄμωμον 
ἱερεῖον, σφαγιασθεὶς προσηνέχθης, τῷ Ἀθλο‐
θέτῃ καὶ Θεῷ ἡμῶν. 
Ἕτερον Ἀπολυτίκιον. 
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. 
Ὁ  Θεὸς  Δημητρίου  μεγαλομάρτυρος,  ὁπλῖτα 
Νέστορ  Κυρίου  καὶ  καλλονὴ  ἀθλητῶν,  σοὶ 
Λυαῖον  θριαμβεῦσαι  ἐβοήθησε·  καὶ  καταδεῖ‐
ξαι  τὴν  ἰσχὺν  καὶ  τὴν  δύναμιν  Αὐτοῦ,  ἐκλέ‐
ξαντος  ἀδυνάτους  τοὺς  ἰσχυροὺς  καταισχῦ‐
ναι, Ὅνπερ ἡμῖν θερμῶς ἱλέωσαι. 
Ἕτερον Ἀπολυτίκιον. 

ἐπηρμένην  ἔθραυσε  ὀφρύν,  χαίροις  βοῶντες, 
Μαρτύρων ἀγλάϊσμα. 
Ἕτερον Ἀπολυτίκιον. 
(Ἰσιδώρας ἁγιοΙεροθεϊτίσσης) 

Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 
Δημήτριου  τοῖς  λόγοις  θαῤῥυνθεὶς  Νέστορ 
ἔνδοξε, ᾔσχυνας Λυαίου τὸ θράσος ἐν σταδίῳ 
ἀήττητε· καὶ ἔλαβες τὸ στέφος ἐκ χειρός, Χρι‐
στοῦ  τοῦ  Ζωοδότου  Ἀθλητά,  διὸ  πάντες  τὴν 
ἀνδρείαν  τὴν  σήν,  ἀεί,  γεραίροντες  ἐκβοῶ‐
μεν·  Χαίροις  Μάρτυς  στεῤῥόψυχε  Χριστοῦ, 
χαίροις ἀξιοθαύμαστε· χαίροις Θεσσαλονίκης 
ὁ φρουρός, πιστῶν τε πάντων στήριγμα. 
Ἀπολυτίκιον τῶν Ἁγίων Δημητρίου, 
Νέστορος καὶ Λούπου. 
Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος. 
Τριὰς τῶν Ἀθλοφόρων Μυροβλύτα Δημήτριε, 
σὺν Νέστορι καὶ Λούπῳ, Ἐκκλησίας θεμέλιοι, 
ἀστέρες  τῶν  Μαρτύρων  παμφαεῖς,  καὶ  τῆς 
Θεσσαλονίκης  καλλονή,  πάσης  βλάβης  καὶ 
ἀνάγκης  καὶ  συμφορᾶς,  λυτροῦσθε  τοὺς 
κραυγάζοντας·  δόξα  τῷ  ἐνισχύσαντι  ὑμᾶς, 
δόξα  τῷ  στεφανώσαντι,  δόξα  τῷ  ἐνεργοῦντι 
δι᾿ ὑμῶν, πᾶσιν ἰάματα. 
 
 

(Ἰσιδώρας ἁγιοΙεροθεϊτίσσης) 

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. 
Χαρμονικῶς δεῦτε πιστοὶ συνελθόντες, ἀνευ‐
φημήσωμεν ᾠδαῖς ἐγκωμίων, τὸν θαυμαστὸν 
ἀδάμαντα τῆς πίστεως Χριστοῦ. Νέστορα τὸν 
καρτερόψυχον, καὶ γενναῖον ὁπλίτην, σθένος 
ἐνδυθεὶς  Σταυροῦ  Λυαίου  μεγαλαύχου·  τὴν 
 

12

More Related Content

Viewers also liked

Viewers also liked (13)

Some Idioms!
Some Idioms!Some Idioms!
Some Idioms!
 
参与感 00序言 jason_laipmp
参与感 00序言 jason_laipmp参与感 00序言 jason_laipmp
参与感 00序言 jason_laipmp
 
Folleto Sarlibain 2015
Folleto Sarlibain 2015Folleto Sarlibain 2015
Folleto Sarlibain 2015
 
Rassegna Prelios Ottobre 2013 - Massimo Caputi Real Estate
Rassegna Prelios Ottobre 2013 - Massimo Caputi Real EstateRassegna Prelios Ottobre 2013 - Massimo Caputi Real Estate
Rassegna Prelios Ottobre 2013 - Massimo Caputi Real Estate
 
F2B Compensation
F2B CompensationF2B Compensation
F2B Compensation
 
Curso de passe-2012-aula -2-06.10.12
Curso de passe-2012-aula -2-06.10.12Curso de passe-2012-aula -2-06.10.12
Curso de passe-2012-aula -2-06.10.12
 
-60 سبب للطلاق حتى لا يفترق الزوجان-
-60 سبب للطلاق حتى لا يفترق الزوجان--60 سبب للطلاق حتى لا يفترق الزوجان-
-60 سبب للطلاق حتى لا يفترق الزوجان-
 
Bases de datos
Bases de datosBases de datos
Bases de datos
 
Cronica mi paso por tit@
Cronica mi paso por tit@Cronica mi paso por tit@
Cronica mi paso por tit@
 
1° Dia do conhecimento científico e interdisciplinar
1° Dia do conhecimento científico e interdisciplinar1° Dia do conhecimento científico e interdisciplinar
1° Dia do conhecimento científico e interdisciplinar
 
Redes
RedesRedes
Redes
 
MSc
MScMSc
MSc
 
2015 aha-guidelines-highlights-spanish
2015 aha-guidelines-highlights-spanish2015 aha-guidelines-highlights-spanish
2015 aha-guidelines-highlights-spanish
 

Similar to 2013 10-27 kyriakh-z_louka-a-1

Similar to 2013 10-27 kyriakh-z_louka-a-1 (10)

2013 10-13 kyriakh-d_louka-a-7
2013 10-13 kyriakh-d_louka-a-72013 10-13 kyriakh-d_louka-a-7
2013 10-13 kyriakh-d_louka-a-7
 
File
FileFile
File
 
20 áõãïýóôïõ áêïëïõèßá áãßïõ èåï÷üñïõò åêä2.1
20 áõãïýóôïõ   áêïëïõèßá áãßïõ èåï÷üñïõò åêä2.120 áõãïýóôïõ   áêïëïõèßá áãßïõ èåï÷üñïõò åêä2.1
20 áõãïýóôïõ áêïëïõèßá áãßïõ èåï÷üñïõò åêä2.1
 
11β. γιατι υπαρχει το κακο στον κοσμο;
11β.  γιατι υπαρχει το κακο στον κοσμο;11β.  γιατι υπαρχει το κακο στον κοσμο;
11β. γιατι υπαρχει το κακο στον κοσμο;
 
νεοελληνικα αναγνωσματα B λυκειου 1967
νεοελληνικα αναγνωσματα B λυκειου 1967νεοελληνικα αναγνωσματα B λυκειου 1967
νεοελληνικα αναγνωσματα B λυκειου 1967
 
Griego I
Griego IGriego I
Griego I
 
Σσστ!!! Επιλογές 2013 - 3ο έτος - 26ο τεύχος
Σσστ!!! Επιλογές 2013 - 3ο έτος - 26ο τεύχοςΣσστ!!! Επιλογές 2013 - 3ο έτος - 26ο τεύχος
Σσστ!!! Επιλογές 2013 - 3ο έτος - 26ο τεύχος
 
εξαημερος
εξαημεροςεξαημερος
εξαημερος
 
Platonos apanta 2
Platonos apanta 2Platonos apanta 2
Platonos apanta 2
 
Akolouthia agioufanouriou
Akolouthia agioufanouriouAkolouthia agioufanouriou
Akolouthia agioufanouriou
 

More from Λόγοι πνευματικοί

Akolouthia sylvanou-osiomartyros-mathitou-osiou-maksimou-graikou
Akolouthia sylvanou-osiomartyros-mathitou-osiou-maksimou-graikouAkolouthia sylvanou-osiomartyros-mathitou-osiou-maksimou-graikou
Akolouthia sylvanou-osiomartyros-mathitou-osiou-maksimou-graikouΛόγοι πνευματικοί
 
Agioi neoi-ieromartyres-neofytos-amvrosios-kai-osiomartys-makarios-oi-vatoaqp...
Agioi neoi-ieromartyres-neofytos-amvrosios-kai-osiomartys-makarios-oi-vatoaqp...Agioi neoi-ieromartyres-neofytos-amvrosios-kai-osiomartys-makarios-oi-vatoaqp...
Agioi neoi-ieromartyres-neofytos-amvrosios-kai-osiomartys-makarios-oi-vatoaqp...Λόγοι πνευματικοί
 
Ceb2ceb5cebdceb5ceb4ceafcebacf84cebfcf85 ceb9ceb5cf81cebfcebccebfcebdceaccf87...
Ceb2ceb5cebdceb5ceb4ceafcebacf84cebfcf85 ceb9ceb5cf81cebfcebccebfcebdceaccf87...Ceb2ceb5cebdceb5ceb4ceafcebacf84cebfcf85 ceb9ceb5cf81cebfcebccebfcebdceaccf87...
Ceb2ceb5cebdceb5ceb4ceafcebacf84cebfcf85 ceb9ceb5cf81cebfcebccebfcebdceaccf87...Λόγοι πνευματικοί
 
Sine data, sancti-auctores,_vetus_testamentum._psalterium,_gr
Sine data, sancti-auctores,_vetus_testamentum._psalterium,_grSine data, sancti-auctores,_vetus_testamentum._psalterium,_gr
Sine data, sancti-auctores,_vetus_testamentum._psalterium,_grΛόγοι πνευματικοί
 

More from Λόγοι πνευματικοί (20)

En syneidhsei 2
En syneidhsei 2En syneidhsei 2
En syneidhsei 2
 
En syneidhsei 1
En syneidhsei 1En syneidhsei 1
En syneidhsei 1
 
Akolouthia sylvanou-osiomartyros-mathitou-osiou-maksimou-graikou
Akolouthia sylvanou-osiomartyros-mathitou-osiou-maksimou-graikouAkolouthia sylvanou-osiomartyros-mathitou-osiou-maksimou-graikou
Akolouthia sylvanou-osiomartyros-mathitou-osiou-maksimou-graikou
 
Agioi neoi-ieromartyres-neofytos-amvrosios-kai-osiomartys-makarios-oi-vatoaqp...
Agioi neoi-ieromartyres-neofytos-amvrosios-kai-osiomartys-makarios-oi-vatoaqp...Agioi neoi-ieromartyres-neofytos-amvrosios-kai-osiomartys-makarios-oi-vatoaqp...
Agioi neoi-ieromartyres-neofytos-amvrosios-kai-osiomartys-makarios-oi-vatoaqp...
 
Mapodipno
MapodipnoMapodipno
Mapodipno
 
áêïëïõèéá áãéáó ìáñéíçó (äéïñè)
áêïëïõèéá áãéáó ìáñéíçó (äéïñè)áêïëïõèéá áãéáó ìáñéíçó (äéïñè)
áêïëïõèéá áãéáó ìáñéíçó (äéïñè)
 
Ceb2ceb5cebdceb5ceb4ceafcebacf84cebfcf85 ceb9ceb5cf81cebfcebccebfcebdceaccf87...
Ceb2ceb5cebdceb5ceb4ceafcebacf84cebfcf85 ceb9ceb5cf81cebfcebccebfcebdceaccf87...Ceb2ceb5cebdceb5ceb4ceafcebacf84cebfcf85 ceb9ceb5cf81cebfcebccebfcebdceaccf87...
Ceb2ceb5cebdceb5ceb4ceafcebacf84cebfcf85 ceb9ceb5cf81cebfcebccebfcebdceaccf87...
 
Downloaded (1)
Downloaded (1)Downloaded (1)
Downloaded (1)
 
Downloaded
DownloadedDownloaded
Downloaded
 
Agiosharalabos.blogspot.gr -_
Agiosharalabos.blogspot.gr  -_Agiosharalabos.blogspot.gr  -_
Agiosharalabos.blogspot.gr -_
 
Nhsteia
NhsteiaNhsteia
Nhsteia
 
Oruodojh cyxouerapeia
Oruodojh cyxouerapeiaOruodojh cyxouerapeia
Oruodojh cyxouerapeia
 
Pneymatikos dialogos
Pneymatikos  dialogosPneymatikos  dialogos
Pneymatikos dialogos
 
P apoylakos
P apoylakosP apoylakos
P apoylakos
 
Gerontos porfiriou vios kai logoi
Gerontos porfiriou vios kai logoiGerontos porfiriou vios kai logoi
Gerontos porfiriou vios kai logoi
 
Sine data, sancti-auctores,_vetus_testamentum._psalterium,_gr
Sine data, sancti-auctores,_vetus_testamentum._psalterium,_grSine data, sancti-auctores,_vetus_testamentum._psalterium,_gr
Sine data, sancti-auctores,_vetus_testamentum._psalterium,_gr
 
17 prophecies 2007-06
17 prophecies 2007-0617 prophecies 2007-06
17 prophecies 2007-06
 
004 panagia4gr
004 panagia4gr004 panagia4gr
004 panagia4gr
 
003 panagia3gr
003 panagia3gr003 panagia3gr
003 panagia3gr
 
002 panagia2gr
002 panagia2gr002 panagia2gr
002 panagia2gr
 

2013 10-27 kyriakh-z_louka-a-1

  • 1. 27 ΟΚΤΩΒΡΙΟΥ 2013  Κυριακὴ  Ζ´ Λουκᾶ  Νέστορος Μάρτυρος  Ἦχος α´. Ἑωθινὸν Ζ´.  * * * * *  ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ  Μετὰ τὸν Ἑξάψαλμον,   Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις·   Ὅτιι  πρέπειι  σοιι  πᾶσα  δόξα....  Ὅτ πρέπε σο πᾶσα δόξα Ἦχος α´.  Θεὸς  Κύριος,  καὶ  ἐπέφανεν  ἡμῖν·  εὐλογημέ‐ νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.  Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐ θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.  Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...  Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ  ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.  Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...  Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι  θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.  Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...  ΑΠΟΛΥΤΙΚΙΑ  Τὸ Ἀναστάσιμον. Ἦχος α´.  Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων,  καὶ  στρατιωτῶν  φυλασσόντων  τὸ  ἄχραντόν  σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρού‐ μενος  τῷ  κόσμῳ  τὴν  ζωήν.  Διὰ  τοῦτο  αἱ  Δυ‐ νάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δό‐ ξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλεί‐ ᾳ  σου,  δόξα  τῇ  οἰκονομίᾳ  σου,  μόνε  Φιλάν‐ θρωπε.  Δόξα.  Ἀπολυτίκιον τῶν Ἁγίων. Ἦχος γ´.  Μέγαν  εὕρατο  ἐν  τοῖς  κινδύνοις,  σὲ  ὑπέρμα‐ χον ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπού‐ μενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν,  ἐν  τῷ  σταδίῳ  θαῤῥύνας  τὸν  Νέστορα,  οὕτως  Ἅγιε,  Μεγαλομάρτυς  Δημήτριε,  Χριστὸν  τὸν  Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλε‐ ος.    Καὶ νῦν. Θεοτοκίον.   Σὲ  τὴν  μεσιτεύσασαν  τὴν  σωτηρίαν  τοῦ  γέ‐ νους  ἡμῶν,  ἀνυμνοῦμεν  Θεοτόκε  Παρθένε·  ἐν  τῇ  σαρκὶ  γὰρ  τῇ  ἐκ  σοῦ  προσληφθείσῃ,  ὁ  Υἱός  σου  καὶ  Θεὸς  ἡμῶν,  τὸ  διὰ  σταυροῦ  κα‐ ταδεξάμενος  πάθος,  ἐλυτρώσατο  ἡμᾶς,  ἐκ  φθορᾶς ὡς φιλάνθρωπος.  Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·   Ὅτιι  σὸν  τὸ  κράτος.....  Ὅτ σὸν τὸ κράτος * * *  ΚΑΘΙΣΜΑΤΑ  Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.  Ἀναστάσιμον. Ἦχος α´.  Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες,  νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐ‐ γένοντο  κηρύττοντος,  γυναιξὶ  τὴν  ἀνάστα‐ σιν.  Σὲ  δοξάζομεν,  τὸν  τῆς  φθορᾶς  καθαιρέ‐ την,  σοὶ  προσπίπτομεν,  τῷ  ἀναστάντι  ἐκ  τά‐ φου, καὶ μόνῳ Θεῷ ἡμῶν.  Δόξα.  Σταυρῷ  προσηλωθείς,  ἑκουσίως  Οἰκτίρμον,  ἐν  μνήματι  τεθείς,  ὡς  θνητὸς  Ζωοδότα,  τὸ  κράτος  συνέτριψας,  Δυνατὲ  τῷ  θανάτῳ  σου.  Σὲ  γὰρ  ἔφριξαν,  οἱ  πυλωροὶ  οἱ  τοῦ  ᾅδου·  σὺ  συνήγειρας,  τοὺς  ἀπ᾿  αἰῶνος  θανόντας,  ὡς  μόνος φιλάνθρωπος.  Καὶ νῦν. Θεοτοκίον.  Τοῦ  Γαβριὴλ  φθεγξαμένου  σοι  Παρθένε  τὸ  Χαῖρε,  σὺν  τῇ  φωνῇ  ἐσαρκοῦτο  ὁ  τῶν  ὅλων  Δεσπότης,  ἐν  σοὶ  τῇ  ἁγίᾳ  κιβωτῷ,  ὡς  ἔφη  ὁ  δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρα‐ νῶν,  βαστάσασα  τὸν  Κτίστην  σου.  Δόξα  τῷ  ἐνοικήσαντι  ἐν  σοί,  δόξα  τῷ  προελθόντι  ἐκ  σοῦ,  δόξα  τῷ  ἐλευθερώσαντι  ἡμᾶς  διὰ  τοῦ  τόκου σου.  Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.  Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος.  Γυναῖκες πρὸς τὸ μνῆμα, παρεγένοντο ὄρθρι‐ αι,  καὶ  ἀγγελικὴν  ὀπτασίαν  θεασάμεναι  ἔ‐ τρεμον· ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα  κατέπληττεν  αὐτάς·  διὰ  τοῦτο  ἀπελθοῦσαι,  τοῖς Μαθηταῖς ἐκήρυττον τὴν ἔγερσιν. Τὸν ᾅ‐ δην  ἐσκύλευσε  Χριστός,  ὡς  μόνος  κραταιὸς  καὶ  δυνατός,  καὶ  φθαρέντας  συνήγειρε  πάν‐ τας,  τὸν  τῆς  κατακρίσεως  φόβον,  λύσας  δυ‐ νάμει σταυροῦ.  1
  • 2. Δόξα.  Ἐν  τῷ  Σταυρῷ  προσηλωθείς,  ἡ  ζωὴ  τῶν  ἁ‐ πάντων,  καὶ  ἐν  νεκροῖς  λογισθείς,  ὁ  ἀθάνα‐ τος  Κύριος,  ἀνέστης  τριήμερος  Σωτήρ,  καὶ  ἤ‐ γειρας Ἀδὰμ ἐκ τῆς φθορᾶς. Διὰ τοῦτο αἱ Δυ‐ νάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα. Δό‐ ξα  τοῖς  σοῖς  παθήμασι  Χριστέ·  δόξα  τῇ  ἀνα‐ στάσει σου· δόξα τῇ συγκαταβάσει σου, μόνε  Φιλάνθρωπε.  Καὶ νῦν. Θεοτοκίον. Τὸν τάφον σου Σωτήρ.  Μαρία  τὸ  σεπτόν,  τοῦ  Δεσπότου  δοχεῖον,  ἀ‐ νάστησον  ἡμᾶς,  πεπτωκότας  εἰς  χάος  δεινῆς  ἀπογνώσεως,  καὶ  πταισμάτων  καὶ  θλίψεων.  Σὺ  γὰρ  πέφυκας,  ἁμαρτωλῶν  σωτηρία,  καὶ  βοήθεια,  καὶ  κραταιὰ  προστασία,  καὶ  σώζεις  τοὺς δούλους σου.  * * *  ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ  Ἦχος πλ. α´.  Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.  Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε *  ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σω‐ τήρ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ *  τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ‐ λευθερώσαντα.  Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.  Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μα‐ θήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ  ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· *  Ἴδετε  ὑμεῖς  *  τὸν  τάφον  καὶ  ᾔσθητε·  *  ὁ  Σω‐ τὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος.  Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.  Λίαν  πρωῒ  *  μυροφόροι  ἔδραμον  *  πρὸς  τὸ  μνῆμά  σου  θρηνολογοῦσαι·  *  ἀλλ᾿  ἐπέστη  *  πρὸς  αὐτὰς  ὁ  ἄγγελος  καὶ  εἶπε·  *  Θρήνου  ὁ  καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστα‐ σιν δὲ * ἀποστόλοις εἴπατε.  Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.  Μυροφόροι  γυναῖκες  * μετὰ μύρων ἐλθοῦσαι  * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγ‐ γέλου  *  πρὸς  αὐτὰς  φθεγγομένου·  *  Τί  μετὰ  νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ  * ἐξανέστη τοῦ μνήματος.    Δόξα.  Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν  τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα  * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφεὶμ * κρά‐ ζοντες τὸ Ἅγιος, * Ἅγιος, Ἅγιος εἶ, Κύριε.  Καὶ νῦν.  Ζωοδότην  τεκοῦσα,  *  ἐλυτρώσω,  Παρθένε,  *  τὸν  Ἀδὰμ  ἁμαρτίας·  *  χαρμονὴν  δὲ  τῇ  Εὔᾳ  *  ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυ‐ νε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε‐ ὸς καὶ ἄνθρωπος.  Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι  ὁ Θεός. (γ´)  Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·   Ὅτιι  ηὐλόγηταίί  Σου....  Ὅτ ηὐλόγητα Σου * * *  ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ  Ἡ Ὑπακοή. Ἦχος α´.  Ἡ τοῦ λῃστοῦ μετάνοια, τὸν Παράδεισον ἐσύ‐ λησεν,  ὁ  δὲ  θρῆνος  τῶν  Μυροφόρων  τὴν  χα‐ ρὰν ἐμήνυσεν· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, πα‐ ρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.  Οἱ Ἀναβαθμοί. Ἦχος α´.  Ἀντίφωνον Α´.  Ἐν  τῷ  θλίβεσθαί  με,  εἰσάκουσόν  μου  τῶν  ὀ‐ δυνῶν, Κύριε σοὶ κράζω.  Τοῖς ἐρημικοῖς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγί‐ νεται, κόσμου οὖσι τοῦ ματαίου ἐκτός.  Δόξα. Καὶ νῦν.  Ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί,  πρέπει ἅμα καὶ Υἱῷ· διὰ τοῦτο ᾄσωμεν τῇ τρι‐ αδικῇ μονοκρατορίᾳ.  Ἀντίφωνον Β´.  Εἰς  τὰ  ὄρη  τῶν  σῶν,  ὑψώσας  με  νόμων,  ἀρε‐ ταῖς ἐκλάμπρυνον, ὁ Θεός, ἵνα ὑμνῶ σε.  Δεξιᾷ σου χειρὶ λαβὼν σὺ Λόγε, φύλαξόν με,  φρούρησον, μὴ πῦρ με φλέξῃ τῆς ἁμαρτίας.  Δόξα. Καὶ νῦν.  Ἁγίῳ Πνεύματι, πᾶσα ἡ κτίσις καινουργεῖται,  παλινδρομοῦσα εἰς τὸ πρῶτον· ἰσοσθενὲς γάρ  ἐστι Πατρὶ καὶ Λόγῳ.  Ἀντίφωνον Γ´.  2
  • 3. Ἐπὶ τοῖς εἰρηκόσι μοι· Ὁδεύσωμεν εἰς τὰς αὐ‐ λὰς  τοῦ  Κυρίου·  εὐφράνθη  μου  τὸ  πνεῦμα,  συγχαίρει ἡ καρδία.  Ἐπὶ οἶκον  Δαυΐδ,  φόβος μέγας· ἐκεῖ γὰρ  θρό‐ νων ἐκτεθέντων, κριθήσονται, ἅπασαι αἱ φυ‐ λαὶ τῆς γῆς καὶ γλῶσσαι.  Δόξα. Καὶ νῦν.  Ἁγίῳ  Πνεύματι,  τιμὴν  προσκύνησιν,  δόξαν  καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῷ Υἱῷ δεῖ  προσφέρειν· Μονὰς γάρ ἐστιν ἡ Τριὰς τῇ φύ‐ σει, ἀλλ᾿ οὐ προσώποις.  Προκείμενον. Ψαλμὸς ια´ (11)  Νῦν  ἀναστήσομαι,  λέγει  Κύριος,  θήσομαι  ἐν  σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. (δίς)  Στίχ. Τὰ λόγια Κυρίου λόγια ἁγνά, ἀργύριον  πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμέ‐ νον ἑπταπλασίως.  Νῦν ἀναστήσομαι, λέγει Κύριος...  * * *  ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ  Ὁ διάκονος· Τοῦ  Κυρίίου  δεηθῶμεν..  Τοῦ Κυρ ου δεηθῶμεν Κύριε, ἐλέησον.  Ὅτ ἅγ ος ε ὁ Θεὸς ἡμῶν Ὁ ἱερεύς· Ὅτιι  ἅγιιος  εἶἶ,,  ὁ  Θεὸς  ἡμῶν,,  ....  Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.  Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.  Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον.  Ὁ  διάκονος·  Καὶὶ   ὑπὲρ   τοῦ   καταξιιωθῆναιι   ἡμᾶς   Κα ὑπὲρ τοῦ καταξ ωθῆνα ἡμᾶς τῆς   ἀκροάσεως   τοῦ   ἁγίίου   Εὐαγγελίίου   Κύριιον   τῆς ἀκροάσεως τοῦ ἁγ ου Εὐαγγελ ου Κύρ ον τὸν  Θεὸν  ἡμῶν  ἱἱκετεύσωμεν..  τὸν Θεὸν ἡμῶν κετεύσωμεν Κύριε, ἐλέησον. (γ´)  Ὁ διάκονος· Σοφίία··  ὀρθοίί··  ἀκούσωμεν  τοῦ  ἁγίίου   Σοφ α ὀρθο ἀκούσωμεν τοῦ ἁγ ου Εὐαγγελίίου..  Ε ὐ α γ γ ελ ο υ Ὁ ἱερεύς· Εἰἰρήνη  πᾶσιι..  Ε ρήνη πᾶσ Καὶ τῷ Πνεύματί σου.  Ὁ ἱερεύς· Ἐκ  τοῦ  κατὰ  Ἰωάννην  ἁγίίου  Εὐαγγελίί‐‐ Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγ ου Εὐαγγελ ου  τὸ  ἀνάγνωσμα..  ου τὸ ἀνάγνωσμα Ὁ διάκονος· Πρόσχωμεν.  Δόξα σοι, Κύριε, δόξα σοι.  ὁ Ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον  Ἑωθινὸν Ζ´  Ἐκ τοῦ κατὰ Ἰωάννην   (κ´ 1‐10)  Τῇ  μιᾷ  τῶν  σαββάτων,  Μαρία  ἡ  Μαγδαληνὴ  ἔρχεται  πρωὶ  σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρ‐ μένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα  Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ    λέγει αὐτοῖς· Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴ‐ δαμεν ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος  μαθητὴς  καὶ  ἤρχοντο  εἰς  τὸ  μνημεῖον.  Ἔτρεχον  δὲ  οἱ  δύο  ὁ‐ μοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου καὶ  ἦλθε  πρῶτος εἰς  τὸ  μνημεῖον, καὶ παρακύψας βλέπει κείμε‐ να  τὰ  ὀθόνια·  οὐ  μέντοι  εἰσῆλθεν.  Ἔρχεται  οὖν  Σίμων  Πέ‐ τρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον καὶ θε‐ ωρεῖ τὰ ὀθόνια κείμενα, καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφα‐ λῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντε‐ τυλιγμένον εἰς ἕνα τόπον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μα‐ θητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε καὶ ἐπίστευ‐ σεν·  οὐδέπω  γὰρ  ᾔδεισαν  τὴν  γραφὴν  ὅτι  δεῖ  αὐτὸν  ἐκ  νε‐ κρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθη‐ ταί.  Δόξα σοι, Κύριε, δόξα σοι.  Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·  Ἀνάστασιν  Χριστοῦ  θεασάμενοι,  προσκυνή‐ σωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον  ἀνα‐ μάρτητον. Τὸν σταυρόν σου, Χριστέ, προσκυ‐ νοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦ‐ μεν  καὶ  δοξάζομεν·  σὺ  γὰρ  εἶ  Θεὸς  ἡμῶν,  ἐ‐ κτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀ‐ νομάζομεν.  Δεῦτε  πάντες  οἱ  πιστοὶ  προσκυ‐ νήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰ‐ δοὺ  γὰρ  ἦλθε  διὰ  τοῦ  Σταυροῦ  χαρὰ  ἐν  ὅλῳ  τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύρι‐ ον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν  γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, θανάτῳ θάνατον ὤ‐ λεσεν.  Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον  Ἦχος β´.  Ἐλεῆμον,  Ἐλέησόν  με,  ὁ  Θεός,  κατὰ  τὸ  μέγα  ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν  σου ἐξάλειψον τὸ ἀνόμημά μου.  Ἐπὶ  πλεῖον  πλῦνόν  με  ἀπὸ  τῆς  ἀνομίας  μου  καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.  Ὅτι  τὴν  ἀνομίαν  μου  ἐγὼ  γινώσκω,  καὶ  ἡ  ἁ‐ μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.  Σοὶ  μόνῳ  ἥμαρτον  καὶ  τὸ  πονηρὸν  ἐνώπιόν  σου  ἐποίησα,  ὅπως  ἂν  δικαιωθῇς  ἐν  τοῖς  λό‐ γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.  Ἰδοὺ  γὰρ  ἐν  ἀνομίαις  συνελήφθην,  καὶ  ἐν  ἁ‐ μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.  Ἰδοὺ  γὰρ  ἀλήθειαν  ἠγάπησας,  τὰ  ἄδηλα  καὶ  τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.  3
  • 4. Ῥαντιεῖς  με  ὑσσώπῳ,  καὶ  καθαρισθήσομαι·  πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.  Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐ γαλλιάσονται ὀστέα τεταπεινωμένα.  Ἀπόστρεψον  τὸ  πρόσωπόν  σου  ἀπὸ  τῶν  ἁ‐ μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐ λειψον.  Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ  πνεῦμα  εὐθὲς  ἐγκαίνισον  ἐν  τοῖς  ἐγκάτοις  μου.  Μὴ  ἀποῤῥίψῃς  με  ἀπὸ  τοῦ  προσώπου  σου,  καὶ  τὸ  Πνεῦμά  σου  τὸ  ἅγιον  μὴ  ἀντανέλῃς  ἀπ᾿ ἐμοῦ.  Ἀπόδος  μοι  τὴν  ἀγαλλίασιν  τοῦ  σωτηρίου  σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.  Διδάξω  ἀνόμους  τὰς  ὁδούς  σου,  καὶ  ἀσεβεῖς  ἐπὶ σὲ ἐπιστρέψουσι.  Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐ τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν  δικαιοσύνην σου.  Κύριε,  τὰ  χείλη  μου  ἀνοίξεις,  καὶ  τὸ  στόμα  μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.  Ὅτι,  εἰ  ἠθέλησας  θυσίαν,  ἔδωκα  ἄν·  ὁλοκαυ‐ τώματα οὐκ εὐδοκήσεις.  Θυσία  τῷ Θεῷ  πνεῦμα  συντετριμμένον· καρ‐ δίαν  συντετριμμένην  καὶ  τεταπεινωμένην  ὁ  Θεὸς οὐκ ἐξουδενώσει.  Ἀγάθυνον,  Κύριε,  ἐν  τῇ  εὐδοκίᾳ  σου  τὴν  Σι‐ ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.  Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐ ρὰν καὶ ὁλοκαυτώματα.  Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐ σχους. Καὶ ἐλέησόν με, ὁ Θεός.  Δόξα.  Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, *  ἐξάλειψον  τὰ  πλήθη  *  τῶν  ἐμῶν  ἐγκλημά‐ των.  Καὶ νῦν.  Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐ‐ ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων.  Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός  σου,  καὶ  κατὰ  τὸ  πλῆθος  τῶν  οἰκτιρμῶν  σου  ἐξάλειψον τὸ ἀνόμημά μου.  Ἀναστὰς  ὁ  Ἰησοῦς  ἀπὸ  τοῦ  τάφου,  *  καθὼς  προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν *  καὶ μέγα ἔλεος.  Σῶσον,,  ὁ  Θεός,,  τὸν  λαόν  Σου....  Κύριε, ἐλέησον  Σῶσον ὁ Θεός τὸν λαόν Σου Ἐλέε κα ο κτ ρμο ς (ιβ´). Ἐλέειι  καὶὶ  οἰἰκτιιρμοῖῖς....  Ἀμήν.  * * *  ΟΙ ΚΑΝΟΝΕΣ  ᾨδὴ α´.   ὁ Ἀναστάσιμος εἰς δ´.  Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ  Ἦχος α´. Ὁ Εἱρμός.  Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ  δεδόξασται·  αὕτη  γὰρ  Ἀθάνατε,  ὡς  πανσθε‐ νὴς  ὑπεναντίους  ἔθραυσε,  τοῖς  Ἰσραηλίταις,  ὁδὸν βυθοῦ καινουργήσασα.  Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.  Ὁ χερσὶν ἀχράντοις ἐκ χοός, θεουργικῶς κατ᾿  ἀρχὰς  διαπλάσας  με,  χεῖρας  διεπέτασας  ἐν  τῷ  Σταυρῷ,  ἐκ  γῆς  ἀνακαλούμενος,  τὸ  φθα‐ ρέν μου σῶμα, ὃ ἐκ Παρθένου προσείληφας.  Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.  Νέκρωσιν  ὑπέστη  δι᾿  ἐμέ,  καὶ  τὴν  ψυχὴν  τῷ  θανάτῳ προδίδωσιν, ὁ ἐμπνεύσει θείᾳ ψυχήν  μοι  ἐνθείς·  καὶ  λύσας  αἰωνίων  δεσμῶν,  καὶ  συναναστήσας, τῇ ἀφθαρσίᾳ ἐδόξασε.  Θεοτοκίον  Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.  Χαῖρε ἡ τῆς χάριτος Πηγή· χαῖρε ἡ κλῖμαξ καὶ  πύλη  οὐράνιος·  χαῖρε  ἡ  λυχνία  καὶ  στάμνος  χρυσῆ,  καὶ  ὄρος  ἀλατόμητον,  ἡ  τὸν  Ζωοδό‐ την, Χριστὸν τῷ κόσμῳ κυήσασα.  τοῦ Ἁγίου Δημητρίου ὁ πρῶτος Κανών,   ἔχων Ἀκροστιχίδα·   Τῷ καλλινίκῳ προσλαλῶ Δημητρίῳ. Θεοφάνους.  ᾨδὴ α´. Ἦχος δ´. Θαλάσσης, τὸ ἐρυθραῖον.  Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  Τὸν  θεῖον,  τοῦ  μαρτυρίου  στέφανον,  ἀναδη‐ σάμενος, περὶ Θεὸν χορεύεις ἀστραπαῖς, ταῖς  ἐκεῖθεν  λαμπόμενος,  καὶ  φωτισμοῦ  πληρού‐ μενος, Μάρτυς ἀοίδιμε Δημήτριε.  Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός.    4
  • 5. Ὡς  ὄντα,  τῆς  ἀληθείας  Μάρτυρα,  καὶ  μέχρις  αἵματος,  ἠγωνισμένον  Μάκαρ  καρτερῶς,  σταθηράν  τε  τὴν  ἔνστασιν,  πρὸς  τοὺς  ἀγῶ‐ νας δείξαντα, σὲ ὁ Δεσπότης προσεδέξατο.  Δόξα.  Κακίας,  τὸν  εὑρετὴν  κατέῤῥαξας,  πρὸς  γῆν  Δημήτριε, μαρτυρικῇ σου λόγχῃ καθελών, θε‐ ϊκῆς  ἀγαθότητος,  ταῖς  ὑπὲρ  νοῦν  δυνάμεσιν,  εἰς τοῦτο Μάκαρ δυναμούμενος.  Καὶ νῦν.  Θεοτοκίον  Ἀμήτωρ,  καθ᾿  ὃ  Θεὸς  τὸ  πρότερον,  ὑπάρχων  γέγονε, τὸ καθ᾿ ἡμᾶς ἀπάτωρ ὁ ἐκ σοῦ, Θεο‐ τόκε  πανύμνητε,  σάρκα  λαβὼν  καθ᾿  ἕνωσιν,  τὴν ὑπὲρ λόγον καὶ διάνοιαν.  ᾨδὴ γ´.   ὁ Ἀναστάσιμος  Ἦχος α´. Ὁ Εἱρμός.  Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀ‐ σθένειαν,  καὶ  συμπαθῶς  αὐτὴν  μορφωσάμε‐ νος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βο‐ ᾶν  σοι.  Ἅγιος,  ὁ  ναὸς  ὁ  ἔμψυχος,  τῆς  ἀφρά‐ στου σου δόξης Φιλάνθρωπε.  Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.  Θεός  μου  ὑπάρχων  Ἀγαθέ,  πεσόντα  κατῳ‐ κτείρησας,  καὶ  καταβῆναι  πρός  με  ηὐδόκη‐ σας, ἀνύψωσάς με διὰ σταυρώσεως, τοῦ βοᾶν  σοι·  Ἅγιος,  ὁ  τῆς  δόξης  Κύριος,  ὁ  ἀνείκαστος  ἐν ἀγαθότητι.  Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.  Ζωὴ ἐνυπόστατος Χριστέ, ὑπάρχων καὶ φθα‐ ρέντα  με,  ὡς  συμπαθὴς  Θεὸς  ἐνδυσάμενος,  εἰς  χοῦν  θανάτου  καταβὰς  Δέσποτα,  τὸ  θνη‐ τὸν  διέῤῥηξας,  καὶ  νεκροὺς  τριήμερος,  ἀνα‐ στὰς ἀφθαρσίαν ἠμφίασας.  Λελόγισται παρ᾿ οὐδέν, τὸ τῶν τυράννων πα‐ ρὰ σοὶ πρόσταγμα· τὸν τοῦ Θεοῦ Λόγον γάρ,  πάντων Ἀθλοφόρε προέκρινας.  Δόξα.  Λυχνία  φωτοειδής,  τοῦ  Μαρτυρίου  ἐν  σκηνῇ  γέγονας,  θείῳ  φωτὶ  λάμπουσα,  Μάρτυς  Ἀ‐ θλοφόρε Δημήτριε.  Καὶ νῦν.  Θεοτοκίον  Ἰώμενος  τὴν  μορφήν,  τὴν  σαθρωθεῖσαν  τῶν  βροτῶν  Πάναγνε,  ταύτην  ἐκ  σοῦ  ἐνδύεται,  μείνας ὅπερ ἦν ὁ φιλάνθρωπος.  Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·   Ὅτιι  σὺ  εἶἶ  ὁ  Θεὸς  ἡμῶν....  Ὅτ σὺ ε ὁ Θεὸς ἡμῶν * * *  ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ  τοῦ Ἁγίου  Ἦχος γ´. Τὴν ὡραιότητα.  Τὸν συμπαθέστατον,  Κυρίου Μάρτυρα,  ἐκδυ‐ σωποῦμέν  σε  πιστῶς  Δημήτριε,  ῥῦσαι  ἡμᾶς  παντοδαπῶν,  κινδύνων  ἐπερχομένων,  ἴασαι  ψυχῶν  ἡμῶν,  καὶ  σωμάτων  τὰ  τραύματα,  θραῦσον  τὰ  φρυάγματα,  τῶν  ἐχθρῶν  ἡμῶν  Ἅγιε· εἰρήνευσον ἡμῶν τὴν ζωήν, ὅπως ἀεί σε  δοξάζωμεν.  Δόξα. Καὶ νῦν.  Θεοτοκίον  Θεομακάριστε,  Μῆτερ  ἀνύμφευτε,  τὴν  ἀσθε‐ νοῦσάν  μου,  ψυχὴν  θεράπευσον,  ὅτι  συνέχο‐ μαι πολλοῖς, ἐν πταίσμασι Θεοτόκε· ὅθεν καὶ  κραυγάζω  σοι,  στεναγμῷ  τῆς  καρδίας  μου·  Δέξαι  με  Πανάχραντε,  τὸν  πολλὰ  ἁμαρτή‐ σαντα, ἵνα ἐν παῤῥησίᾳ κραυγάζω σοι· Χαῖρε  ἡ Κεχαριτωμένη.  Θεοτοκίον.  Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·   Σὺ  γὰρ  εἶἶ  ὁ  Βασιιλεύς.....  Σ ὺ γ ὰ ρ ε ὁ Β α σ λ εύ ς Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.  * * *  Θεὸν  συλλαβοῦσα  ἐν  γαστρί,  Παρθένε  διὰ  Πνεύματος, τοῦ παναγίου ἔμεινας ἄφλεκτος·  ἐπεί  σε  βάτος  τῷ  νομοθέτῃ  Μωσῇ,  φλεγομέ‐ νη  ἄκαυστα,  σαφῶς  προεμήνυσε,  τὴν  τὸ πῦρ  δεξαμένην τὸ ἄστεκτον.  καὶ τοῦ Ἁγίου   Ἦχος δ´. Εὐφραίνεται ἐπὶ σοί.  Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.    ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ  Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα.  Κοντάκιον. Ἦχος α´. Ὅταν ἔλθῃς ὁ Θεός.  Ἐξανέστης  ὡς  Θεός,  ἐκ  τοῦ  τάφου  ἐν  δόξῃ,  καὶ  κόσμον  συνανέστησας,  καὶ  ἡ  φύσις  τῶν  βροτῶν,  ὡς  Θεόν  σε  ἀνύμνησε,  καὶ  θάνατος  ἠφάνισται, καὶ ὁ Ἀδὰμ χορεύει, Δέσποτα, καὶ  ἡ Εὔα νῦν ἐκ τῶν δεσμῶν λυτρουμένη, χαίρει  5
  • 6. κράζουσα·  Σὺ  εἶ  ὁ  πᾶσι  παρέχων, Χριστὲ τὴν  ἀνάστασιν.  ὁ Οἶκος  Τὸν  ἀναστάντα  τριήμερον  ἀνυμνήσωμεν,  ὡς  Θεὸν  παντοδύναμον,  καὶ  πύλας  τοῦ  ᾅδου  συντρίψαντα,  καὶ  τοὺς  ἀπ᾿  αἰῶνος  ἐκ  τάφου  ἐγείραντα,  Μυροφόροις  ὀφθέντα,  καθὼς  ηὐ‐ δόκησε,  πρώταις  ταύταις  τό,  Χαίρετε,  φήσας·  καὶ Ἀποστόλοις χαρὰν μηνύων, ὡς μόνος ζω‐ οδότης.  Ὅθεν  πίστει  αἱ  γυναῖκες,  Μαθηταῖς  σύμβολα νίκης εὐαγγελίζονται, καὶ ᾅδης στε‐ νάζει,  καὶ  θάνατος  ὀδύρεται,  καὶ  κόσμος  ἀ‐ γάλλεται,  καὶ  πάντες  συγχαίρουσι·  Σὺ  γὰρ  παρέσχες πᾶσι Χριστέ, τὴν ἀνάστασιν.  Συναξάριον  Τῇ  ΚΖ´  τοῦ  αὐτοῦ  μηνός,  Μνήμη  τοῦ  Ἁγίου  Ἐνδόξου  Μάρτυρος  Νέστορος,  μαθητοῦ  καὶ  συναθλητοῦ  τοῦ  ἁγίου  μεγαλομάρτυρος  Δη‐ μητρίου, ἐν Θεσσαλονίκῃ.  Στίχοι  Ὁμοῦ Λυαῖον καὶ λύμην τὴν τῆς πλάνης,  Κτείνας ὁ Νέστωρ, τέμνεται διὰ ξίφους.  Εἰκάδι ἑβδομάτῃ ἀποκέρσαν Νέστορα κεδνόν.  Τῇ  αὐτῇ  ἡμέρᾳ,  Μνήμη  τῶν  Ἁγίων  ἐνδόξων  Μαρτύρων Καπιτωλίνης, καὶ Ἐρωτηΐδος.  Τῇ  αὐτῇ  ἡμέρᾳ,  Μνήμη  τῶν  Ἁγίων  ἐνδόξων  τοῦ  Χριστοῦ  Μαρτύρων  Μαυριανοῦ  καὶ  Οὐα‐ λεντίνου.  Στίχοι  Ὁ Μαυριανὸς σὺν τῷ Οὐαλεντίνῳ,  Σκοτώδη πλάνην ἀθλητικῶς πατοῦσι.  Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ θεοφό‐ ρου  Πατρὸς  ἡμῶν  Νέστορος  τοῦ  Χρονογρά‐ φου, τοῦ ἐν τῇ Λαύρᾳ τῶν Σπηλαίων τοῦ Κιέ‐ βου.  Στίχοι  Χρονογράφος σὺ ἐν τοῖς βιβλίοις γράψας,  Καὶ σὲ Χριστός, Νέστορ, βίβλῳ ζωῆς γράφει.  Τῇ  αὐτῇ  ἡμέρᾳ,  ἡ  Ἀνακομιδὴ  τῶν  λειψάνων  τοῦ Ἁγίου Ἀνδρέου, πρίγκηπος τοῦ Σμολὲνσκ  τοῦ  θαυματουργοῦ  ἐν  Περεγιασλὰβ‐Ζαλέ‐ σκυ.  Στίχοι  Ζήσας κρυφιότητος Ἀνδρέας βίον,  Τῆς χριστοταπεινώσεως μισθὸν εὗρε.  Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ θεοφό‐ ρου  Πατρὸς  ἡμῶν  Δημητρίου  ἐκ  Βασσαρά‐ βωφ τῆς Οὐγγροβλαχίας.  Στίχοι  Σὲ φανεροῖ, Δημήτριε, κρυπτῶν γνώστης,  Αὐταρεσκείας ἀποφυγόντα βδέλλαν.  Στίχοι  Κτείνουσι δούλην ἐκ ξίφους καὶ κυρίαν,  Δούλας Τριάδος, τῆς ἀληθοῦς Κυρίας.  Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός,  ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.  Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς  ἡμῶν  Κυριακοῦ,  Πατριάρχου  Κωνσταντινου‐ πόλεως.  ΚΑΤΑΒΑΣΙΑΙ  Στίχοι  Ὁ Κυριακός, ἐκλιπὼν γῆν καὶ βίον,  Πρὸς αὐτὸν ἥκει Κύριον τῶν κυρίων.  Τῇ  αὐτῇ  ἡμέρᾳ,  Μνήμη  τῆς  Ἁγίας  Πρόκλης,  συζύγου τοῦ Πιλάτου.  Στίχοι  Ἔχει παρεστῶσάν σε, Πρόκλα, Δεσπότης,  Ὁ Πιλάτῳ πρὶν σῷ παραστὰς συζύγῳ.  Τῇ αὐτῇ ἡμέρᾳ, Διήγησις περὶ τῶν Ἰβήρων, ὅ‐ πως ἦλθον εἰς θεογνωσίαν.  Στίχοι  Ἔργον μέγιστον εἰργάσω, σεμνὴ γύναι,  Ἐπιστρέφεις γὰρ ἔθνος Ἰβήρων ὅλον.    * * *  τῆς Θεοτόκου  ᾨδὴ α´. Ἦχος δ´.  Ἀνοίξω  τὸ  στόμα  μου  *  καὶ  πληρωθήσεται  Πνεύματος  *  καὶ  λόγον  ἐρεύξομαι  *  τῇ  βασι‐ λίδι Μητρί· * καὶ ὀφθήσομαι * φαιδρῶς πανη‐ γυρίζων  *  καὶ  ᾄσω  γηθόμενος  *  ταύτης  τὰ  θαύματα.  ᾨδὴ γ´.  Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, * ἡ ζῶσα καὶ  ἄφθονος  πηγή,  *  θίασον  συγκροτήσαντας  *  πνευματικόν, στερέωσον· * καὶ ἐν τῇ θείᾳ δό‐ ξῃ σου *   …στεφάνων δόξης ἀξίωσον.  ᾨδὴ δ´.  Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν * τῆς ἐκ τῆς  Παρθένου  σαρκώσεως  *  σοῦ  τοῦ  ὑψίστου  *  ὁ  6
  • 7. προφήτης Ἀββακοὺμ  * κατανοῶν ἐκραύγαζε·  * Δόξα τῇ δυνάμει σου, Κύριε.  ᾨδὴ ε´.  Ἐξέστη τὰ σύμπαντα * ἐπὶ τῇ θείᾳ δόξῃ σου· *  σὺ  γάρ,  ἀπειρόγαμε  Παρθένε, *  ἔσχες  ἐν  μή‐ τρᾳ  *  τὸν  ἐπὶ  πάντων  Θεὸν  *  καὶ  τέτοκας  ἄ‐ χρονον Υἱόν, * πᾶσι τοῖς ὑμνοῦσί σε * σωτηρί‐ αν βραβεύοντα.  ᾨδὴ ς´.  Τὴν  θείαν  ταύτην  καὶ  πάντιμον  *  τελοῦντες  ἑορτὴν οἱ θεόφρονες * τῆς Θεομήτορος * δεῦ‐ τε τὰς χεῖρας κροτήσωμεν, * τὸν ἐξ αὐτῆς τε‐ χθέντα * Θεὸν δοξάζοντες.  ᾨδὴ ζ´.  Οὐκ  ἐλάτρευσαν  *  τῇ  κτίσει  οἱ  θεόφρονες  *  παρὰ  τὸν  κτίσαντα·  *  ἀλλὰ  πυρὸς  ἀπειλὴν  *  ἀνδρείως πατήσαντες * χαίροντες ἔψαλλον· *  Ὑπερύμνητε,  *  ὁ  τῶν  πατέρων  Κύριος  *  καὶ  Θεός, εὐλογητὸς εἶ.  ᾨδὴ η´.  Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν  τὸν Κύριον.  Παῖδας  εὐαγεῖς  ἐν  τῇ  καμίνῳ  *  ὁ  τόκος  τῆς  Θεοτόκου διεσώσατο, * τότε μὲν τυπούμενος·  * νῦν δὲ ἐνεργούμενος * τὴν οἰκουμένην ἅπα‐ σαν * ἀγείρει ψάλλουσαν· * Τὸν Κύριον ὑμνεῖ‐ τε  τὰ  ἔργα  *  καὶ  ὑπερυψοῦτε  *  εἰς  πάντας  τοὺς αἰῶνας.  Ὁ διάκονος· Τὴν  Θεοτόκον  καὶὶ μητέρα  τοῦ  φωτός,,   Τὴν Θεοτόκον κα   μητέρα τοῦ φωτός ἐν  ὕμνοιις  τιιμῶντες  μεγαλύνομεν..  ἐν ὕμνο ς τ μῶντες μεγαλύνομεν Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ  Ἦχος δ´.  Στίχ.  α´.  Μεγαλύνει  ἡ  ψυχή  μου  τὸν  Κύριον,  καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ  σωτῆρί μου.  Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέ‐ ραν  *  ἀσυγκρίτως  τῶν  Σεραφίμ,  *  τὴν  ἀδια‐ φθόρως  Θεὸν  Λόγον  τεκοῦσαν,  *  τὴν  ὄντως  Θεοτόκον, * σὲ μεγαλύνομεν.  Στίχ.  β´.  Ὅτι  ἐπέβλεψεν  ἐπὶ  τὴν  ταπείνωσιν  τῆς  δούλης  αὐτοῦ·  ἰδοὺ  γὰρ  ἀπὸ  τοῦ  νῦν  μα‐ καριοῦσί με πᾶσαι αἱ γενεαί.  Τὴν τιμιωτέραν τῶν Χερουβίμ...    Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός,  καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ  εἰς  γενεὰν  καὶ  γενεὰν  τοῖς  φοβουμένοις  αὐ‐ τόν.  Τὴν τιμιωτέραν τῶν Χερουβίμ...  Στίχ.  δ´.  Ἐποίησε  κράτος  ἐν  βραχίονι  αὐτοῦ,  διεσκόρπισεν  ὑπερηφάνους  διανοίᾳ  καρδίας  αὐτῶν.  Τὴν τιμιωτέραν τῶν Χερουβίμ...  Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕ‐ ψωσε  ταπεινούς·  πεινῶντας  ἐνέπλησεν  ἀγα‐ θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.  Τὴν τιμιωτέραν τῶν Χερουβίμ...  Στίχ.  Ϛ´.  Ἀντελάβετο  Ἰσραὴλ  παιδὸς  αὐτοῦ  μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς  πατέρας  ἡμῶν,  τῷ  Ἀβραὰμ  καὶ  τῷ  σπέρματι  αὐτοῦ ἕως αἰῶνος.  Τὴν τιμιωτέραν τῶν Χερουβίμ...  Καταβασία. ᾨδὴ θ´.  Ἅπας γηγενὴς * σκιρτάτω τῷ πνεύματι * λαμ‐ παδουχούμενος·  *  πανηγυριζέτω  δὲ  *  ἀΰλων  νόων  *  φύσις,  γεραίρουσα  *  τὴν  ἱερὰν  πανή‐ γυριν  *  τῆς  Θεομήτορος,  *  καὶ  βοάτω·  *  Χαί‐ ροις, παμμακάριστε * Θεοτόκε ἁγνή, ἀειπάρ‐ θενε.  Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·   Ὅτιι  σὲ  αἰἰνοῦσιι  πᾶσαιι  αἱἱ  δυνάμειις.....  Ὅτ σὲ α νοῦσ πᾶσα α δυνάμε ς * * *  ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ  Ἦχος β´.  Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.  Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.  Ὑψοῦτε  Κύριον  τὸν  Θεὸν  ἡμῶν  καὶ  προσκυ‐ νεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ,   … ὅτι ἅγιός ἐστιν.  Ἀναστάσιμον Ἐξαποστειλάριον Ζ´.  Ὅτι  ἦραν  τὸν  Κύριον,  τῆς  Μαρίας  εἰπούσης,  ἐπὶ  τὸν  τάφον  ἔδραμον,  Σίμων  Πέτρος,  καὶ  ἄλλος, μύστης Χριστοῦ, ὃν ἠγάπα· ἔτρεχον δὲ  οἱ  δύο,  καὶ  εὗρον  τὰ  ὀθόνια,  ἔνδον  κείμενα  μόνα, καὶ κεφαλῆς, ἦν δὲ τὸ σουδάριον χωρὶς  τούτων·  διὸ  πάλιν  ἡσύχασαν,  τὸν  Χριστὸν  ἕ‐ ως εἶδον.  7
  • 8. Θεοτοκίον.  Μεγάλα  καὶ  παράδοξα,  δι᾿  ἐμὲ  κατειργάσω,  Χριστέ  μου  πολυέλεε,  ἐκ  Παρθένου  γὰρ  Κό‐ ρης, ἐτέχθης ἀνερμηνεύτως, καὶ Σταυρὸν κα‐ τεδέξω,  καὶ  θάνατον  ὑπέμεινας,  ἐξανέστης  ἐν  δόξῃ,  καὶ  τὴν  ἡμῶν,  φύσιν  ἠλευθέρωσας  τοῦ θανάτου· Δόξα Χριστὲ τῇ δόξῃ σου, δόξα  τῇ σῇ δυνάμει.  * * *  ΑΙΝΟΙ  Ἦχος α´.  Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν  Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς  ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.  Αἰνεῖτε  αὐτόν,  πάντες  οἱ  ἄγγελοι  αὐτοῦ·  αἰ‐ νεῖτε  αὐτόν,  πᾶσαι  αἱ  δυνάμεις  αὐτοῦ.  Σοὶ  πρέπει ὕμνος τῷ Θεῷ.  Στιχηρὰ Ἀναστάσιμα. Ἦχος α´.  Στίχ.  α´.  Τοῦ  ποιῆσαι  ἐν  αὐτοῖς  κρῖμα  ἔγγρα‐ πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.  Ὑμνοῦμέν  σου  Χριστέ,  τὸ  σωτήριον  πάθος,  καὶ δοξάζομέν σου τὴν ἀνάστασιν.  στάδος προελθών, ἵνα σώσῃς τὸν κόσμον· Κύ‐ ριε δόξα σοι.  Στιχηρὰ Ἀνατολικὰ  δ´  Στίχ.  ε´.  Αἰνεῖτε  αὐτὸν  ἐν  τυμπάνῳ  καὶ  χορῷ·  αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.  Ὅτε προσηλώθης τῷ ξύλῳ τοῦ σταυροῦ, τότε  ἐνεκρώθη τὸ κράτος του ἐχθροῦ, ἡ κτίσις ἐσα‐ λεύθη τῷ φόβῳ σου, καὶ ὁ ᾅδης ἐσκυλεύθη τῷ  κράτει σου, τοὺς νεκρούς ἐκ τῶν τάφων  ἀνέ‐ στησας,  καὶ  τῷ  Ληστῇ  τὸν  Παράδεισον  ἤνοι‐ ξας, Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.  Στίχ.  Ϛ´.  Αἰνεῖτε  αὐτὸν  ἐν  κυμβάλοις  εὐήχοις·  αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐ σα πνοὴ αἰνεσάτω τὸν Κύριον.  Ὀδυρόμεναι μετὰ σπουδῆς, τὸ μνῆμά σου κα‐ τέλαβον  αἱ  τίμιαι  Γυναῖκες,  εὑροῦσαι  δὲ  τὸν  τάφον  ἀνεῳγμένον,  καὶ  μαθοῦσαι  παρὰ  τοῦ  Ἀγγέλου, τὸ καινὸν καὶ παράδοξον θαῦμα, ἀ‐ πήγγειλαν τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύ‐ ριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.  Στίχ. ζ´.  Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθή‐ αἰνεῖτε  αὐτὸν  ἐν  στερεώματι  τῆς  δυνάμεως  αὐτοῦ.  Ὁ  Σταυρὸν  ὑπομείνας,  καὶ  τὸν  θάνατον  κα‐ ταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρή‐ νευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος παν‐ τοδύναμος.  τω  ἡ  χείρ  σου,  μὴ  ἐπιλάθῃ  τῶν  πενήτων  σου  εἰς τέλος.   Τὴν τῶν παθῶν θείαν μωλώπωσίν, σου προσ‐ κυνοῦμεν, Χριστὲ ὁ Θεός, καὶ τὴν ἐν τῇ Σιὼν  δεσποτικὴν ἱερουργίαν, τὴν ἐν τέλει τῶν αἰώ‐ νων  θεοφανῶς  γεγενημένην,  τοὺς  γὰρ  ἐν  σκότει καθεύδοντας, ὁ ἥλιος ἐφώτισας τῆς δι‐ καιοσύνης,  πρὸς  ἀνέσπερον  χειραγωγῶν  ἔλ‐ λαμψιν, Κύριε δόξα σοι.  Στίχ.  γ´.  Αἰνεῖτε  αὐτὸν  ἐπὶ  ταῖς  δυναστείαις  Στίχ.  η´.  Ἐξομολογήσομαί  σοι,  Κύριε,  ἐν  ὅλῃ  αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐ γαλωσύνης αὐτοῦ.  Ὁ τὸν ᾅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀ‐ ναστήσας, τῇ ἀναστάσει σου Χριστέ, ἀξίωσον  ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν  σε.  καρδίᾳ  μου,  διηγήσομαι  πάντα  τὰ  θαυμάσιά  σου.  Τὸ  φιλοτάραχον  γένος  τῶν  Ἰουδαίων  ἐνωτί‐ σασθε· ποῦ εἰσιν οἱ Πιλάτῳ προσελθόντες; εἴ‐ πωσιν οἱ φυλάσσοντες στρατιῶται, ποῦ εἰσιν  αἱ  σφραγῖδες  τοῦ  μνήματος;  ποῦ  μετετέθη  ὁ  ταφείς; ποῦ ἐπράθη ὁ ἄπρατος; πῶς ἐσυλήθη  ὁ θησαυρός; τί συκοφαντεῖτε τὴν ἔγερσιν τοῦ  σταυρωθέντος,  παράνομοι  Ἰουδαῖοι;  Ἀνέστη  ὁ  ἐν  νεκροῖς  ἐλεύθερος,  καὶ  παρέχει  τῷ  κό‐ σμῳ τὸ μέγα ἔλεος.  Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ·  Στίχ.  δ´.  Αἰνεῖτε  αὐτὸν  ἐν  ἤχῳ  σάλπιγγος·  αἰ‐ νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.  Τὴν  θεοπρεπῆ  σου  συγκατάβασιν  δοξάζον‐ τες,  ὑμνοῦμέν  σε  Χριστέ·  ἐτέχθης  ἐκ  Παρθέ‐ νου,  καὶ  ἀχώριστος  ὑπῆρχες  τῷ  Πατρί·  ἔπα‐ θες  ὡς  ἄνθρωπος,  καὶ  ἑκουσίως  ὑπέμεινας  Σταυρόν·  ἀνέστης  ἐκ  τοῦ  τάφου,  ὡς  ἐκ  πα‐   Δόξα. Ἑωθινὸν Ζ´. Ἦχος βαρύς.  Ἰδοὺ σκοτία καὶ πρωΐ· καὶ τί πρὸς τὸ μνημεῖον  Μαρία  ἕστηκας,  πολὺ  σκότος  ἔχουσα  ταῖς  8
  • 9. φρεσίν;  ὑφ᾿  οὗ  ποῦ  τέθειται  ζητεῖς  ὁ  Ἰησοῦς·  ἀλλ᾿  ὅρα  τοὺς  συντρέχοντας  Μαθητάς,  πῶς  τοῖς  ὀθονίοις  καὶ  τῷ  σουδαρίῳ,  τὴν  ἀνάστα‐ σιν ἐτεκμήραντο, καὶ ἀνεμνήσθησαν τῆς περὶ  τούτου Γραφῆς. Μεθ᾿ ὧν καὶ δι᾿ ὧν, καὶ ἡμεῖς  πιστεύσαντες,  ἀνυμνοῦμέν  σε  τὸν  ζωοδότην  Χριστόν.  Καὶ νῦν. Θεοτοκίον.  Ὑπερευλογημένη  ὑπάρχεις,  *  Θεοτόκε  Παρ‐ θένε·  *  διὰ  γὰρ  τοῦ  ἐκ  σοῦ  σαρκωθέντος,  *  ὁ  ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, *  ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, *  ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι‐ ήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογη‐ τὸς  Χριστὸς  ὁ  Θεὸς  ἡμῶν,  *  ὁ  οὕτως  εὐδοκή‐ σας, δόξα σοι.  * * *  Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ  Δόξα  σοι  τῷ  δείξαντι  τὸ  φῶς.  *  Δόξα  ἐν  ὑψί‐ στοις  Θεῷ  *  καὶ  ἐπὶ  γῆς  εἰρήνη,  *  ἐν  ἀνθρώ‐ ποις εὐδοκία.  Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐ μέν  σε,  *  δοξολογοῦμέν  σε,  *  εὐχαριστοῦμέν  σοι * διὰ τὴν μεγάλην σου δόξαν.  Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐ τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐ στέ, * καὶ ἅγιον Πνεῦμα.  Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐ μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐ μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν.  Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * κα‐ θάπερ ἠλπίσαμεν ἐπὶ σέ.  Εὐλογητὸς  εἶ,  Κύριε·  *  δίδαξόν  με  τὰ  δικαιώ‐ ματά σου. (ἐκ γ´)  Κύριε,  *  καταφυγὴ  ἐγενήθης  ἡμῖν  *  ἐν  γενεᾷ  καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με·  *  ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι.  Κύριε,  πρὸς  σὲ  κατέφυγον·  *  δίδαξόν  με  τοῦ  ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου.  Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐ ψόμεθα φῶς.  Παράτεινον  τὸ  ἔλεός  σου  *  τοῖς  γινώσκουσί  σε.  Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐ τος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´)  Δόξα. Καὶ νῦν.  Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς.  Καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ·  Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐ τος· * ἐλέησον ἡμᾶς.  Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ  Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,  *  ἐλέησον  ἡμᾶς,  *  ὁ  αἴρων  τὰς  ἁμαρτίας  τοῦ  κόσμου.  Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ´.  Σήμερον  σωτηρία  τῷ  κόσμῳ  γέγονεν·  *  ᾄσω‐ μεν τῷ ἀναστάντι ἐκ τάφου * καὶ ἀρχηγῷ τῆς  ζωῆς  ἡμῶν·  *  καθελὼν  γὰρ  τῷ  θανάτῳ  τὸν  θάνατον * τὸ νῖκος ἔδωκεν ἡμῖν * καὶ τὸ μέγα  ἔλεος.  Πρόσδεξαι  τὴν  δέησιν  ἡμῶν,  *  ὁ  καθήμενος  ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς.  ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ  Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, *  Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐ μήν.  Καθ᾿  ἑκάστην  ἡμέραν  εὐλογήσω  σε  *  καὶ  αἰ‐ νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν  αἰῶνα τοῦ αἰῶνος.  Καταξίωσον,  Κύριε,  *  ἐν  τῇ  ἡμέρᾳ  ταύτῃ  *  ἀ‐ ναμαρτήτους φυλαχθῆναι ἡμᾶς.    * * * * *  Ἀντίφωνα τῶν Κυριακῶν  Ἀντίφωνον Α´. Ἦχος β´. (Ψαλμὸς ρβ´)  Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ  πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.  Ταῖς  πρεσβείαις  τῆς  Θεοτόκου,  *  Σῶτερ,  σῶ‐ σον ἡμᾶς.  Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ  μὴ  ἐπιλανθάνου  πάσας  τὰς  ἀνταποδόσεις  αὐτοῦ.  Ταῖς πρεσβείαις τῆς Θεοτόκου...  9
  • 10. Στίχ.  γ´.  Κύριος  ἐν  τῷ  οὐρανῷ  ἡτοίμασε  τὸν  θρόνον αὐτοῦ,  καὶ ἡ βασιλεία αὐτοῦ πάντων  δεσπόζει.  Ταῖς πρεσβείαις τῆς Θεοτόκου...  Στίχ. δ´.  Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα  αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.  Ταῖς πρεσβείαις τῆς Θεοτόκου...  Δόξα. Καὶ νῦν.  Ταῖς πρεσβείαις τῆς Θεοτόκου...  Ἀντίφωνον Β´. Ἦχος β´. (Ψαλμὸς ρμε´)  Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω  Κύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕως  ὑπάρχω.  Σῶσον  ἡμᾶς,  Υἱὲ  Θεοῦ,  *  ὁ  ἀναστὰς  ἐκ  νε‐ κρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα.  Στίχ.  β´.  Μακάριος,  οὗ  ὁ  Θεὸς  Ἰακὼβ  βοηθὸς  αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐ‐ τοῦ.  Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...  Στίχ.  γ´.  Τὸν  ποιήσαντα  τὸν  οὐρανὸν  καὶ  τὴν  γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς.  Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...  Στίχ.  δ´.  Βασιλεύσει  Κύριος  εἰς  τὸν  αἰῶνα,  ὁ  Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.  Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...  Δόξα. Καὶ νῦν.  Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐ νατος  ὑπάρχων  *  καὶ  καταδεξάμενος  *  διὰ  τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς  ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, *  ἀτρέπτως  ἐνανθρωπήσας,  *  σταυρωθείς  τε,  Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, *  εἷς  ὢν  τῆς  ἁγίας  Τριάδος,  *  συνδοξαζόμενος  τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐ μᾶς.  Ἀντίφωνον Γ´. Ἦχος α´.  (Ψαλμὸς ριζ´)  Στίχ.  α´.  Ἐξομολογεῖσθε  τῷ  Κυρίῳ,  ὅτι  ἀγα‐ θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.  Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος α´.  Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων,  καὶ  στρατιωτῶν  φυλασσόντων  τὸ  ἄχραντόν  σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρού‐ μενος  τῷ  κόσμῳ  τὴν  ζωήν.  Διὰ  τοῦτο  αἱ  Δυ‐ νάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δό‐ ξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλεί‐   ᾳ  σου,  δόξα  τῇ  οἰκονομίᾳ  σου,  μόνε  Φιλάν‐ θρωπε.  Στίχ.  β´. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι  τὸν  Κύριον,  ὅτι  ἀγαθός,  ὅτι  εἰς  τὸν  αἰῶνα  τὸ  ἔλεος αὐτοῦ.  Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον.   Στίχ. γ´.  Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος·  ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.  Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον.   * * *  ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ  Εἰσοδικόν. Ἦχος β´.   (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν).  Δεῦτε  προσκυνήσωμεν  καὶ  προσπέσωμεν  Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ  νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.  * * *  Τὸ ἀναστάσιμον ἀπολυτίκιον.  (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον)  Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος α´.  Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων,  καὶ  στρατιωτῶν  φυλασσόντων  τὸ  ἄχραντόν  σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρού‐ μενος  τῷ  κόσμῳ  τὴν  ζωήν.  Διὰ  τοῦτο  αἱ  Δυ‐ νάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δό‐ ξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλεί‐ ᾳ  σου,  δόξα  τῇ  οἰκονομίᾳ  σου,  μόνε  Φιλάν‐ θρωπε.  Ἀπολυτίκιον τῶν Ἁγίων. Ἦχος γ´.  Μέγαν  εὕρατο  ἐν  τοῖς  κινδύνοις,  σὲ  ὑπέρμα‐ χον ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπού‐ μενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν,  ἐν  τῷ  σταδίῳ  θαῤῥύνας  τὸν  Νέστορα,  οὕτως  Ἅγιε,  Μεγαλομάρτυς  Δημήτριε,  Χριστὸν  τὸν  Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλε‐ ος.  Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ.  Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β´.  (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον)  Προστασία * τῶν Χριστιανῶν ἀκαταίσχυντε, *  μεσιτεία  *  πρὸς  τὸν  ποιητὴν  ἀμετάθετε,  *  μὴ  παρίδῃς  *  ἁμαρτωλῶν  δεήσεων  φωνάς,  *  ἀλ‐ λὰ  πρόφθασον  ὡς  ἀγαθὴ  *  εἰς  τὴν  βοήθειαν  ἡμῶν, * τῶν πιστῶς κραυγαζόντων σοι·  * Τά‐ 10
  • 11. χυνον  εἰς  πρεσβείαν  *  καὶ  σπεῦσον  εἰς  ἱκεσί‐ αν, * ἡ προστατεύουσα ἀεί, * Θεοτόκε, τῶν τι‐ μώντων σε.  * * *  ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ  * * *  ΑΠΟΣΤΟΛΟΣ  (Κυριακῆς τῆς ΙΗ´ Ἑβδομάδος)  Προκείμενον. Ἦχος α´. (Ψαλμὸς λβ´1, 22)  Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς.  Στίχ. Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ.  Πρὸς Κορινθίους Β´ Ἐπιστολῆς Παύλου τὸ   Ἀνάγνωσμα.   (Β´ Κορ θ´ 6‐11)  Ἀδελφοί,  ὁ  σπείρων  φειδομένως  φειδομένως  καὶ  θερίσει·  καὶ  ὁ  σπείρων  ἐπ᾿  εὐλογίαις  ἐπ᾿  εὐλογίαις καὶ θερίσει. Ἕκαστος καθὼς προαι‐ ρεῖται τῇ καρδίᾳ· μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱ‐ λαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Δυνατὸς δὲ ὁ  Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα  ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες  περισσεύητε  εἰς  πᾶν  ἔργον  ἀγαθόν·  καθὼς  γέγραπται· «Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν·  ἡ  δικαιοσύνη  αὐτοῦ  μένει  εἰς  τὸν  αἰῶνα».  Ὁ  δὲ  ἐπιχορηγῶν  σπέρμα  τῷ  σπείροντι  καὶ  ἄρ‐ τον  εἰς  βρῶσιν  χορηγήσαι  καὶ  πληθύναι  τὸν  σπόρον  ὑμῶν  καὶ  αὐξήσαι  τὰ  γενήματα  τῆς  δικαιοσύνης  ὑμῶν.  Ἐν  παντὶ  πλουτιζόμενοι  εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι᾿ ἡ‐ μῶν εὐχαριστίαν τῷ Θεῷ.  Ἀλληλούϊα. (γ´)  Ἦχος α´. (Ψαλμὸς ιζ´ 48,51)  Στίχ. Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ καὶ ὑποτάξας λαοὺς  ὑπ᾿ ἐμέ.  Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ, καὶ ποιῶν  ἔλεος τῷ χριστῷ αὐτοῦ.  * * *  ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βί‐ ον οὐκ ἴσχυσεν ὑπ᾿ οὐδενὸς θεραπευθῆναι, προσελθοῦσα ὄ‐ πισθεν  ἥψατο  τοῦ  κρασπέδου  τοῦ  ἱματίου  αὐτοῦ,  καὶ  παρα‐ χρῆμα  ἔστη  ἡ  ῥύσις  τοῦ  αἵματος  αὐτῆς.  Καὶ  εἶπεν  ὁ  Ἰησοῦς·  Τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος  καὶ  οἱ  σὺν  αὐτῷ·  Ἐπιστάτα,  οἱ  ὄχλοι  συνέχουσί  σε  καὶ  ἀπο‐ θλίβουσι καὶ λέγεις τίς ὁ ἁψάμενός μου; Ὁ δὲ Ἰησοῦς εἶπεν·  Ἥψατό  μού  τις·  ἐγὼ  γὰρ  ἔγνων  δύναμιν  ἐξελθοῦσαν  ἀπ᾿  ἐ‐ μοῦ.  Ἰδοῦσα  δὲ  ἡ  γυνὴ  ὅτι  οὐκ  ἔλαθε,  τρέμουσα  ἦλθε  καὶ  προσπεσοῦσα  αὐτῷ  δι᾿  ἣν  αἰτίαν  ἥψατο  αὐτοῦ  ἀπήγγειλεν  αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. Ὁ  δὲ εἶπεν αὐτῇ· Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πο‐ ρεύου  εἰς  εἰρήνην.  Ἔτι  αὐτοῦ  λαλοῦντος  ἔρχεταί  τις  παρὰ  τοῦ  ἀρχισυναγώγου  λέγων  αὐτῷ  ὅτι  Τέθνηκεν  ἡ  θυγάτηρ  σου· μὴ σκύλλε τὸν διδάσκαλον. Ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπε‐ κρίθη  αὐτῷ  λέγων·  Μὴ  φοβοῦ·  μόνον  πίστευε,  καὶ  σωθήσε‐ ται. Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ  μὴ  Πέτρον  καὶ  Ἰωάννην  καὶ  Ἰάκωβον  καὶ  τὸν  πατέρα  τῆς  παιδὸς  καὶ  τὴν  μητέρα.  Ἔκλαιον  δὲ  πάντες  καὶ  ἐκόπτοντο  αὐτήν. Ὁ δὲ εἶπε· Μὴ κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.  Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. Αὐτὸς δὲ ἐκβα‐ λὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε λέ‐ γων·  Ἡ  παῖς,  ἐγείρου.  Καὶ  ἐπέστρεψε  τὸ  πνεῦμα  αὐτῆς,  καὶ  ἀνέστη παραχρῆμα,  καὶ  διέταξεν  αὐτῇ  δοθῆναι  φαγεῖν.  Καὶ  ἐξέστησαν  οἱ  γονεῖς  αὐτῆς·  ὁ  δὲ  παρήγγειλεν  αὐτοῖς  μηδενὶ  εἰπεῖν τὸ γεγονός.  Δόξα σοι, Κύριε, δόξα σοι.  * * *  Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου  * * *  Εἰς τό· Ἐξαιρέτως…  Ἄξιόν  ἐστιν  ὡς  ἀληθῶς  *  μακαρίζειν  σε  τὴν  Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώ‐ μητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τι‐ μιωτέραν  τῶν  Χερουβὶμ  *  καὶ  ἐνδοξοτέραν  *  ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως *  Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον,  * σὲ μεγαλύνομεν.  * * *  Κοινωνικόν.  Αἰνεῖτε  τὸν  Κύριον  ἐκ  τῶν  οὐρανῶν.  Ἀλλη‐ λούϊα.  (η´ 41‐56)  Μετὰ τὴν μετάδοσιν. Ἦχος β´.  Εἴδομεν  τὸ  φῶς  τὸ  ἀληθινόν,  *  ἐλάβομεν  Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ,  *  ἀδιαίρετον  Τριάδα  προσκυνοῦντες·  *  αὕτη  γὰρ ἡμᾶς ἔσωσε.  Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ, ᾧ ὄνο‐ μα Ἰάειρος, καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχε· καὶ πε‐ σὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν  εἰς  τὸν  οἶκον  αὐτοῦ,  ὅτι  θυγάτηρ  μονογενὴς  ἦν  αὐτῷ  ὡς  ἐ‐ τῶν δώδεκα καὶ αὕτη ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν  οἱ ὄχλοι συνέπνιγον αὐτόν. Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος  Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί…  Ἦχος β´.  Πληρωθήτω  τὸ  στόμα  ἡμῶν  *  αἰνέσεώς  σου,  Κύριε, * ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, * ὅτι  ΕΥΑΓΓΕΛΙΟΝ  Κυριακῆς Ζ´ Λουκᾶ  Ἐκ τοῦ κατὰ Λουκᾶν     11
  • 12. ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυ‐ στηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, *  ὅλην  τὴν  ἡμέραν  *  μελετᾶν  τὴν  δικαιοσύνην  σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.  Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´.  Εἴη  τὸ  ὄνομα  Κυρίου  εὐλογημένον  *  ἀπὸ  τοῦ  νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´)  Ὁ ἀναστὰς ἐκ νεκρῶν Ἀπόλυσις· Ὁ  ἀναστὰς  ἐκ  νεκρῶν.....  Δι᾿ εὐχῶν... Ἀμήν.  * * * * *  Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε  καὶ διανέμεται δωρεὰν  ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο  http://akolouthies.wordpress.com      Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων  Ἀπολυτίκιον τοῦ Ἁγίου Νέστορος.  Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.  Ἀθλητὴς  εὐσεβείας  ἀκαταγώνιστος,  ὡς  κοι‐ νωνὸς καὶ συνήθης τοῦ Δημητρίου ὀφθείς, ἠ‐ γωνίσω  ἀνδρικῶς,  Νέστορ  μακάριε·  τῇ  θεϊκῇ  γὰρ ἀρωγῇ, τὸν Λυαῖον καθελών, ὡς ἄμωμον  ἱερεῖον, σφαγιασθεὶς προσηνέχθης, τῷ Ἀθλο‐ θέτῃ καὶ Θεῷ ἡμῶν.  Ἕτερον Ἀπολυτίκιον.  Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.  Ὁ  Θεὸς  Δημητρίου  μεγαλομάρτυρος,  ὁπλῖτα  Νέστορ  Κυρίου  καὶ  καλλονὴ  ἀθλητῶν,  σοὶ  Λυαῖον  θριαμβεῦσαι  ἐβοήθησε·  καὶ  καταδεῖ‐ ξαι  τὴν  ἰσχὺν  καὶ  τὴν  δύναμιν  Αὐτοῦ,  ἐκλέ‐ ξαντος  ἀδυνάτους  τοὺς  ἰσχυροὺς  καταισχῦ‐ ναι, Ὅνπερ ἡμῖν θερμῶς ἱλέωσαι.  Ἕτερον Ἀπολυτίκιον.  ἐπηρμένην  ἔθραυσε  ὀφρύν,  χαίροις  βοῶντες,  Μαρτύρων ἀγλάϊσμα.  Ἕτερον Ἀπολυτίκιον.  (Ἰσιδώρας ἁγιοΙεροθεϊτίσσης)  Ἦχος α´. Τῆς ἐρήμου πολίτης.  Δημήτριου  τοῖς  λόγοις  θαῤῥυνθεὶς  Νέστορ  ἔνδοξε, ᾔσχυνας Λυαίου τὸ θράσος ἐν σταδίῳ  ἀήττητε· καὶ ἔλαβες τὸ στέφος ἐκ χειρός, Χρι‐ στοῦ  τοῦ  Ζωοδότου  Ἀθλητά,  διὸ  πάντες  τὴν  ἀνδρείαν  τὴν  σήν,  ἀεί,  γεραίροντες  ἐκβοῶ‐ μεν·  Χαίροις  Μάρτυς  στεῤῥόψυχε  Χριστοῦ,  χαίροις ἀξιοθαύμαστε· χαίροις Θεσσαλονίκης  ὁ φρουρός, πιστῶν τε πάντων στήριγμα.  Ἀπολυτίκιον τῶν Ἁγίων Δημητρίου,  Νέστορος καὶ Λούπου.  Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος.  Τριὰς τῶν Ἀθλοφόρων Μυροβλύτα Δημήτριε,  σὺν Νέστορι καὶ Λούπῳ, Ἐκκλησίας θεμέλιοι,  ἀστέρες  τῶν  Μαρτύρων  παμφαεῖς,  καὶ  τῆς  Θεσσαλονίκης  καλλονή,  πάσης  βλάβης  καὶ  ἀνάγκης  καὶ  συμφορᾶς,  λυτροῦσθε  τοὺς  κραυγάζοντας·  δόξα  τῷ  ἐνισχύσαντι  ὑμᾶς,  δόξα  τῷ  στεφανώσαντι,  δόξα  τῷ  ἐνεργοῦντι  δι᾿ ὑμῶν, πᾶσιν ἰάματα.      (Ἰσιδώρας ἁγιοΙεροθεϊτίσσης)  Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.  Χαρμονικῶς δεῦτε πιστοὶ συνελθόντες, ἀνευ‐ φημήσωμεν ᾠδαῖς ἐγκωμίων, τὸν θαυμαστὸν  ἀδάμαντα τῆς πίστεως Χριστοῦ. Νέστορα τὸν  καρτερόψυχον, καὶ γενναῖον ὁπλίτην, σθένος  ἐνδυθεὶς  Σταυροῦ  Λυαίου  μεγαλαύχου·  τὴν    12