ΕΛΛΗΝΙΚΟΝ ΛΕΞΙΚΟΝ ∆Ι᾿ ΕΙΚΟΝΩΝ ΕΡΜΗΝΕΥΜΕΝΟΝ

                         1. ΤΟ ΑΝΘΡΩΠΙΝΟΝ ΣΩΜΑ (III)

                                                                       γαστήρ -τρός, ἡ
                    ἐνταῦθα δὲ τὰ ἐνδότερα μέρη τοῦ σώματος            διάγραγμα, τὸ
                    ὁρᾷς, τουτέστι, τὰ ἔντερα ἢ σπλάχνα. ἐν δὲ τῇ      ἐγκέκαλος, ὁ
                    κεφαλῇ ὁ ἐγκέφαλός (1) ἐστιν. ἐν δὲ τῷ στήθει      ἔντερα, τὰ
                    οἰ πνεύμονες (2) καὶ ἡ καρδία (3) εἰσίν. ταῦτα     ἔντερον, τὸ
                    τὰ ὄργανα τὰ μέχρι τῶν πνευμόνων ἄνω ἔντερα        ἧπαρ -ατος, τὸ
                    λέγομεν καὶ τῶν κάτω ἐντέρων ὑπὸ τοῦ               καρδία, ἡ
                    διαγράγματος χωρίζεται. τὰ οὖν κάτω ἔντερα         νέφρος, ὁ
                    τὸ ἧπαρ (4), ἡ γαστὴρ (5), οἱ νέφροι (6), τὸ       ὄργανον, τὸ
                    ἔντερόν (7) εἰσιν.                                 πνεύμων -ονος,ὁ
                                                                       σπλάχνον, τὸ


ἐν δὲ μέσῳ τοῦ στήθους ἡ                                               ἀγγεῖον, τὸ
καρδία ἐστιν. ἡ δὲ καρδία                                              αἷμα, τὸ
ἐστὶ μῦς, ὃς τὸ αἷμα εἰσ-                                              ἀρτηρία, ἡ
δέχεταί τε καὶ πρὸς τὰ ἄλλα                                            ἀρτηριώδης
ὄργανα παράγει. διαστέλλεται                                           διαστέλλειν
μὲν ἡ καρδία ὅταν τὸ αἷμα                                              διαστολή, ἡ
δέχηται, συστέλλεται δ᾿ ὅταν                                           κοιλία,ἡ
τὸ αἷμα παράγῃ. ταύτην δὲ                                              μῦς μυός, ὁ
τὴν τῆς καρδίας διαστολὴν καὶ                                          οὖς ὠτός, τὸ
συστολὴν σφυγμόν λέγομεν.                                              περικάρδιος, ὁ
ἀεὶ οὖν σφύζει ἡ καρδία· εἰ μὲν                                        συστέλλειν
ἡ καρδία ἡμῶν σφύζει, ζῶμεν.                                           συστολή, ἡ
εὶ δὲ σφύζουσα παύεται, τεθνήκαμεν.                                    σφυγμός, ὁ
ἡ καρδία διαιρεῖται εἰς τέτταρα ἀγγεῖα· εἰς δὺο μὲν ὦτα (ὠτὸς γὰρ      σφύζειν
σχῆμα ἔχουσιν), ἀριστερὸν (1) καὶ δεξιόν (2), εἰς δύο δὲ κοιλίας,      ὑμήν -ένος, ὁ
ἀριστερὰν (3) καὶ δεξιάν (4). τὸ δὲ αἷμα διὰ μὲν τῆς δεξιοῦ ὠτὸς εἰς   φλέψ φλεβός, ἡ
            τὴν δεξιὰν κοιλίαν εἰσάγεται, διὰ δὲ τῆς πνευματικῆς
            καλουμένης ἀρτηρίας (5) εἰς τοὺ πνεύμονας φέρεται. ἡ δ᾿
            ἀριστερὰ κοιλία λέγεται καὶ πνευματικὴ κοιλία ὅτι τὸ
            ὲκ τῶν πνευμόνων αἷμα εἰσδεχομένη διὰ τῆς
            ἀρτηριώδους φλεβὸς (6) εἰς τὰ ἄλλα ὄργανα παράγει.
            λέγομεν δὲ περικάρδιον (7) τὸν ὑμένα τὸν ὥσπερ χιτὼν
            περιλαμβάνοντα ὁλὴν τὴν καρδίαν.


                                           6
διὰ τί δ᾿     ἡ καρδία εἰς τοὺς       βρόγχιον, τὸ
                                πνευμόνας παράγει τὸ αἷμα ; ὅτι τὸ    εἰσπνεῖν
                                ἐκ τοῦ σώματος εἰς τὴν καρδίαν        ἐκπνεῖν
                                ἀφικόμενον αἷμα μεμολυμμένον          λοβός, ὁ
                                ἐστὶν καὶ δεῖ ἐν τοῖς πνεύμασι        πνεῦμα, τὸ
                                καθαρθῆναι. οἱ οὖν πνεύμονες (1)      πνεύμων ονος, ὁ
                                τὴν καρδίαν περιλαμβάνουσιν καὶ
                                εἰς τρεῖς λοβοὺς χωρίζονται· ἄνω
                                (2), μέσον (3) καὶ κάτω λοβόν (4).
                                διὰ δὲ τῆς τραχείας ἀρτηρίας (5) τὸ
πνεῦμα (τουτέστι, ὁ εἰς τὸ σῶμα εἰσερχόμενος ἀήρ) εἰς τοὺς
πνευμόνας εἰσπνέομέν τε καὶ ἐκ τῶν πνευμόνων ἐκπνέομεν · ταμεῖον
γὰρ τοῦ πνεύματος οἱ πνεύμονες. ἐν δὲ τοῖς πνεύμασι ἡ τραχεῖα
ἀρτηρία εἰς δύο βρόγχια (6) διαιρεῖται. ἄκρα δε τὰ βρόγχια κλάδου
σχῆμα ἔχει. τῷ δὲ ἐν τοῖς βροχίοις πνεύματι καθαίρεται τὸ αἷμα
καὶ ἐντεῦθεν εἰς τὴν καρδίαν ἐπιστρέφεται εἰς τὰ ἄλλα ὄργανα
παραξόμενον.


ἡ δὲ τροφῆ διὰ τοῦ εἰσογάφου                                          γαστήρ -τρός, ἡ
(1) εἰς τὴν γαστέρα (2)                                               δυοδέκατον, τὸ
καθίεται. ἡ γαστὴρ περιφερὲς                                          εἰλεός, ὁ
ὄργανόν ἐστι καὶ προμήκες,                                            εἰσόφαγος, ὁ
πεπτικὴν σιτίων δύναμιν ἔχον.                                         ἔντερον, τὸ
ἐν γὰρ τῇ γαστρὶ ἡ πέψις τῆς                                          κύστις -εως, ἡ
τροφῆς γίγνεται. ὁ μὲν                                                κῶλον, τὸ
πάγκρεας (3) ἄλλους χυμοὺς                                            κόπρος, ὁ
παρέχει εἰς πέψιν τῶν σιτίων                                          λεπτότερος
χρησίμους, ἡ δὲ χοληδόχος                                             νῆστις -ιος, ἡ
κύστις (4) τὴν χολήν. ἕνεκα δὲ                                        πάγκρεας, ὁ
τῆς πέψεως ἡ τροφὴ χυλὸς                                              παχύτερος
γίγνεται. ἡ δὲ κεχυλωμένη τροφὴ περαίνει εἰς τὸ ἔντερον (5), ὃ ἀπὸ    πέψις εως, ἡ
τῆς γαστρὸς περιελίττεται καὶ εἰς πολλὰς ἑλίκας ἐπικάμπτεται.         πρωκτός, ὁ
μεταξὺ δὲ γαστρὸς καὶ ἐντέρου ὁ πυλωρὸς (6) ἐστιν, τουτέστι, ἡ        πυλωρός, ὁ
πύλη τῆς τροφῆς εἰς τὸ ἔντερον. διαιροῦμεν δὲ τὸ ἔντερον εἰς δύο,     τυφλός
λεπτότερον (7) καὶ παχύτερον (8). τὸ μὲν λεπτότερον διαιρεῖται εἰς    χοληδόχος
δυωδέκατον (9), νῆστιν (10), εἰλεόν (11)· τὸ δὲ παχύτερον εἰς         χολή, ἡ
τυφλὸν (12) καὶ κῶλον (13). ἄκρον δὲ τὸ κῶλον πρωκτὸν (14)            χυλός, ὁ
λέγομεν, ᾧ εἰς ἐκβολὴν τοῦ κόπρου χρώμεθα.

                                          7

Diccionario en imagenes03

  • 1.
    ΕΛΛΗΝΙΚΟΝ ΛΕΞΙΚΟΝ ∆Ι᾿ΕΙΚΟΝΩΝ ΕΡΜΗΝΕΥΜΕΝΟΝ 1. ΤΟ ΑΝΘΡΩΠΙΝΟΝ ΣΩΜΑ (III) γαστήρ -τρός, ἡ ἐνταῦθα δὲ τὰ ἐνδότερα μέρη τοῦ σώματος διάγραγμα, τὸ ὁρᾷς, τουτέστι, τὰ ἔντερα ἢ σπλάχνα. ἐν δὲ τῇ ἐγκέκαλος, ὁ κεφαλῇ ὁ ἐγκέφαλός (1) ἐστιν. ἐν δὲ τῷ στήθει ἔντερα, τὰ οἰ πνεύμονες (2) καὶ ἡ καρδία (3) εἰσίν. ταῦτα ἔντερον, τὸ τὰ ὄργανα τὰ μέχρι τῶν πνευμόνων ἄνω ἔντερα ἧπαρ -ατος, τὸ λέγομεν καὶ τῶν κάτω ἐντέρων ὑπὸ τοῦ καρδία, ἡ διαγράγματος χωρίζεται. τὰ οὖν κάτω ἔντερα νέφρος, ὁ τὸ ἧπαρ (4), ἡ γαστὴρ (5), οἱ νέφροι (6), τὸ ὄργανον, τὸ ἔντερόν (7) εἰσιν. πνεύμων -ονος,ὁ σπλάχνον, τὸ ἐν δὲ μέσῳ τοῦ στήθους ἡ ἀγγεῖον, τὸ καρδία ἐστιν. ἡ δὲ καρδία αἷμα, τὸ ἐστὶ μῦς, ὃς τὸ αἷμα εἰσ- ἀρτηρία, ἡ δέχεταί τε καὶ πρὸς τὰ ἄλλα ἀρτηριώδης ὄργανα παράγει. διαστέλλεται διαστέλλειν μὲν ἡ καρδία ὅταν τὸ αἷμα διαστολή, ἡ δέχηται, συστέλλεται δ᾿ ὅταν κοιλία,ἡ τὸ αἷμα παράγῃ. ταύτην δὲ μῦς μυός, ὁ τὴν τῆς καρδίας διαστολὴν καὶ οὖς ὠτός, τὸ συστολὴν σφυγμόν λέγομεν. περικάρδιος, ὁ ἀεὶ οὖν σφύζει ἡ καρδία· εἰ μὲν συστέλλειν ἡ καρδία ἡμῶν σφύζει, ζῶμεν. συστολή, ἡ εὶ δὲ σφύζουσα παύεται, τεθνήκαμεν. σφυγμός, ὁ ἡ καρδία διαιρεῖται εἰς τέτταρα ἀγγεῖα· εἰς δὺο μὲν ὦτα (ὠτὸς γὰρ σφύζειν σχῆμα ἔχουσιν), ἀριστερὸν (1) καὶ δεξιόν (2), εἰς δύο δὲ κοιλίας, ὑμήν -ένος, ὁ ἀριστερὰν (3) καὶ δεξιάν (4). τὸ δὲ αἷμα διὰ μὲν τῆς δεξιοῦ ὠτὸς εἰς φλέψ φλεβός, ἡ τὴν δεξιὰν κοιλίαν εἰσάγεται, διὰ δὲ τῆς πνευματικῆς καλουμένης ἀρτηρίας (5) εἰς τοὺ πνεύμονας φέρεται. ἡ δ᾿ ἀριστερὰ κοιλία λέγεται καὶ πνευματικὴ κοιλία ὅτι τὸ ὲκ τῶν πνευμόνων αἷμα εἰσδεχομένη διὰ τῆς ἀρτηριώδους φλεβὸς (6) εἰς τὰ ἄλλα ὄργανα παράγει. λέγομεν δὲ περικάρδιον (7) τὸν ὑμένα τὸν ὥσπερ χιτὼν περιλαμβάνοντα ὁλὴν τὴν καρδίαν. 6
  • 2.
    διὰ τί δ᾿ ἡ καρδία εἰς τοὺς βρόγχιον, τὸ πνευμόνας παράγει τὸ αἷμα ; ὅτι τὸ εἰσπνεῖν ἐκ τοῦ σώματος εἰς τὴν καρδίαν ἐκπνεῖν ἀφικόμενον αἷμα μεμολυμμένον λοβός, ὁ ἐστὶν καὶ δεῖ ἐν τοῖς πνεύμασι πνεῦμα, τὸ καθαρθῆναι. οἱ οὖν πνεύμονες (1) πνεύμων ονος, ὁ τὴν καρδίαν περιλαμβάνουσιν καὶ εἰς τρεῖς λοβοὺς χωρίζονται· ἄνω (2), μέσον (3) καὶ κάτω λοβόν (4). διὰ δὲ τῆς τραχείας ἀρτηρίας (5) τὸ πνεῦμα (τουτέστι, ὁ εἰς τὸ σῶμα εἰσερχόμενος ἀήρ) εἰς τοὺς πνευμόνας εἰσπνέομέν τε καὶ ἐκ τῶν πνευμόνων ἐκπνέομεν · ταμεῖον γὰρ τοῦ πνεύματος οἱ πνεύμονες. ἐν δὲ τοῖς πνεύμασι ἡ τραχεῖα ἀρτηρία εἰς δύο βρόγχια (6) διαιρεῖται. ἄκρα δε τὰ βρόγχια κλάδου σχῆμα ἔχει. τῷ δὲ ἐν τοῖς βροχίοις πνεύματι καθαίρεται τὸ αἷμα καὶ ἐντεῦθεν εἰς τὴν καρδίαν ἐπιστρέφεται εἰς τὰ ἄλλα ὄργανα παραξόμενον. ἡ δὲ τροφῆ διὰ τοῦ εἰσογάφου γαστήρ -τρός, ἡ (1) εἰς τὴν γαστέρα (2) δυοδέκατον, τὸ καθίεται. ἡ γαστὴρ περιφερὲς εἰλεός, ὁ ὄργανόν ἐστι καὶ προμήκες, εἰσόφαγος, ὁ πεπτικὴν σιτίων δύναμιν ἔχον. ἔντερον, τὸ ἐν γὰρ τῇ γαστρὶ ἡ πέψις τῆς κύστις -εως, ἡ τροφῆς γίγνεται. ὁ μὲν κῶλον, τὸ πάγκρεας (3) ἄλλους χυμοὺς κόπρος, ὁ παρέχει εἰς πέψιν τῶν σιτίων λεπτότερος χρησίμους, ἡ δὲ χοληδόχος νῆστις -ιος, ἡ κύστις (4) τὴν χολήν. ἕνεκα δὲ πάγκρεας, ὁ τῆς πέψεως ἡ τροφὴ χυλὸς παχύτερος γίγνεται. ἡ δὲ κεχυλωμένη τροφὴ περαίνει εἰς τὸ ἔντερον (5), ὃ ἀπὸ πέψις εως, ἡ τῆς γαστρὸς περιελίττεται καὶ εἰς πολλὰς ἑλίκας ἐπικάμπτεται. πρωκτός, ὁ μεταξὺ δὲ γαστρὸς καὶ ἐντέρου ὁ πυλωρὸς (6) ἐστιν, τουτέστι, ἡ πυλωρός, ὁ πύλη τῆς τροφῆς εἰς τὸ ἔντερον. διαιροῦμεν δὲ τὸ ἔντερον εἰς δύο, τυφλός λεπτότερον (7) καὶ παχύτερον (8). τὸ μὲν λεπτότερον διαιρεῖται εἰς χοληδόχος δυωδέκατον (9), νῆστιν (10), εἰλεόν (11)· τὸ δὲ παχύτερον εἰς χολή, ἡ τυφλὸν (12) καὶ κῶλον (13). ἄκρον δὲ τὸ κῶλον πρωκτὸν (14) χυλός, ὁ λέγομεν, ᾧ εἰς ἐκβολὴν τοῦ κόπρου χρώμεθα. 7