SlideShare a Scribd company logo
. XII 2 Los tiempos han cambiado. Antes debían dar explicaciones los acusadores y ahora las

tienen que dar los acusados

πρότερον μὲν γὰρ ἔδει τὴν ἔχθραν τοὺς κατηγοροῦντας ἐπιδεῖξαι, ἥτις εἴη

πρὸς τοὺς φεύγοντας· νυνὶ δὲ παρὰ τῶν φευγόντων χρὴ πυνθάνεσθαι

ἥτις ἦν αὐτοῖς πρὸς τὴν πόλιν ἔχθρα, ἀνθ᾽ ὅτου τοιαῦτα ἐτόλμησαν εἰς

αὐτὴν ἐξαμαρτάνειν. οὐ μέντοι ὡς οὐκ ἔχων οἰκείας ἔχθρας καὶ

συμφορὰς τοὺς λόγους ποιοῦμαι, ἀλλ᾽ ὡς ἅπασι πολλῆς ἀφθονίας οὔσης

ὑπὲρ τῶν ἰδίων ἢ ὑπὲρ τῶν δημοσίων ὀργίζεσθαι.

XII 3 Lisias muestra su pudor por promover el proceso

ἐγὼ μὲν οὖν, ὦ ἄνδρες δικασταί, οὔτ᾽ ἐμαυτοῦ πώποτε οὔτε ἀλλότρια

πράγματα πράξας νῦν ἠνάγκασμαι ὑπὸ τῶν γεγενημένων τούτου

κατηγορεῖν, ὥστε πολλάκις εἰς πολλὴν ἀθυμίαν κατέστην, μὴ διὰ τὴν

ἀπειρίαν ἀναξίως καὶ ἀδυνάτως ὑπὲρ τοῦ ἀδελφοῦ καὶ ἐμαυτοῦ τὴν

κατηγορίαν ποιήσομαι. ὅμως δὲ πειράσομαι ὑμᾶς ἐξ ἀρχῆς ὡς ἂν

δύνωμαι δι᾽ ἐλαχίστων διδάξαι.

                                                                                         1
XII 4 Céfalo, el padre de Lisias, se había establecido en Atenas a instancias de Pericles y

nunca había tenido problemas

οὑμὸς πατὴρ Κέφαλος ἐπείσθη μὲν ὑπὸ Περικλέους εἰς ταύτην τὴν γῆν

ἀφικέσθαι, ἔτη δὲ τριάκοντα ᾤκησε, καὶ οὐδενὶ πώποτε οὔτε ἡμεῖς οὔτε

ἐκεῖνος δίκην οὔτε ἐδικασάμεθα οὔτε ἐφύγομεν, ἀλλ᾽ οὕτως ᾠκοῦμεν

δημοκρατούμενοι ὥστε μήτε εἰς τοὺς ἄλλους ἐξαμαρτάνειν μήτε ὑπὸ τῶν

ἄλλων ἀδικεῖσθαι.

XII 14-15 Ante la situación de peligro extremo, Lisias pide ayuda a Damnipo

[14] καλέσας δὲ Δάμνιππον λέγω πρὸς αὐτὸν τάδε, ‘ἐπιτήδειος μέν μοι

τυγχάνεις ὤν, ἥκω δ᾽ εἰς τὴν σὴν οἰκίαν, ἀδικῶ δ᾽ οὐδέν, χρημάτων δ᾽

ἕνεκα ἀπόλλυμαι. σὺ οὖν ταῦτα πάσχοντί μοι πρόθυμον παράσχου τὴν

σεαυτοῦ δύναμιν εἰς τὴν ἐμὴν σωτηρίαν.’ ὁ δ᾽ ὑπέσχετο ταῦτα ποιήσειν.

ἐδόκει δ᾽ αὐτῷ βέλτιον εἶναι πρὸς Θέογνιν μνησθῆναι· ἡγεῖτο γὰρ ἅπαν

ποιήσειν αὐτόν, [15] εἴ τις ἀργύριον διδοίη.

                                                                                         2
XII    17     Los     Treinta    ordenan     a     Polemarco     beber     la    cicuta

Πολεμάρχῳ δὲ παρήγγειλαν οἱ τριάκοντα τοὐπ᾽1 ἐκείνων εἰθισμένον

παράγγελμα, πίνειν κώνειον, πρὶν τὴν αἰτίαν εἰπεῖν δι᾽ ἥντινα ἔμελλεν

ἀποθανεῖσθαι· οὕτω πολλοῦ ἐδέησε κριθῆναι καὶ ἀπολογήσασθαι.

Los Treinta desterraron a muchos y les privaron de la ciudadanía. Y, a pesar de ello, se han

presentado ante el tribunal sosteniendo no haber hecho nada malo y vergonzoso

[21] οὗτοι γὰρ πολλοὺς μὲν τῶν πολιτῶν εἰς τοὺς πολεμίους ἐξήλασαν,

πολλοὺς δ᾽ ἀδίκως ἀποκτείναντες ἀτάφους ἐποίησαν, πολλοὺς δ᾽

ἐπιτίμους ὄντας ἀτίμους τῆς πόλεως1 κατέστησαν, πολλῶν δὲ θυγατέρας

μελλούσας ἐκδίδοσθαι ἐκώλυσαν. [22] καὶ εἰς τοσοῦτόν εἰσι τόλμης

ἀφιγμένοι ὥσθ᾽ ἥκουσιν ἀπολογησόμενοι, καὶ λέγουσιν ὡς οὐδὲν κακὸν

οὐδ᾽ αἰσχρὸν εἰργασμένοι εἰσίν.

                                                                                          3
XII 25 Eratóstenes se defiende· se había opuesto a las medidas contra los metecos. No apoyó la

muerte de Polemarco por considerarlo injusto

ἀπήγαγες Πολέμαρχον ἢ οὔ; ‘τὰ ὑπὸ τῶν ἀρχόντων προσταχθέντα

δεδιὼς ἐποίουν.’ ἦσθα δ᾽ ἐν τῷ βουλευτηρίῳ, ὅτε οἱ λόγοι ἐγίγνοντο περὶ

ἡμῶν; ‘ἦ.’ πότερον συνηγόρευες τοῖς κελεύουσιν ἀποκτεῖναι ἢ ἀντέλεγες;

‘ἀντέλεγον.’ ἵνα μὴ ἀποθάνωμεν; ‘ἵνα μὴ ἀποθάνητε.’ ἡγούμενος ἡμᾶς

ἄδικα πάσχειν ἢ δίκαια; ‘ἄδικα.’

XII 26 Eratóstenes incurre en evidentes contradicciones

εἶτ᾽, ὦ σχετλιώτατε πάντων, ἀντέλεγες μὲν ἵνα σώσειας, συνελάμβανες

δὲ ἵνα ἀποκτείνῃς; καὶ ὅτε μὲν τὸ πλῆθος ἦν ὑμῶν κύριον τῆς σωτηρίας

τῆς ἡμετέρας, ἀντιλέγειν φῂς τοῖς βουλομένοις ἡμᾶς ἀπολέσαι, ἐπειδὴ δὲ

ἐπὶ σοὶ μόνῳ ἐγένετο καὶ σῶσαι Πολέμαρχον καὶ μή, εἰς τὸ δεσμωτήριον

ἀπήγαγες;

                                                                                            4
XII 31-32 Eratóstenes podría haber negado ante los Treinta que se encontró con Polemarco y

no lo hizo y que no actuó como un hombre honrado

τῷ δὲ Ἐρατοσθένει ἐξῆν εἰπεῖν ὅτι οὐκ ἀπήντησεν, ἔπειτα ὅτι οὐκ εἶδεν·

ταῦτα γὰρ οὔτ᾽ ἔλεγχον οὔτε βάσανον εἶχεν, ὥστε μηδ᾽ ὑπὸ τῶν ἐχθρῶν

βουλομένων οἷόν τ᾽ εἶναι ἐξελεγχθῆναι χρῆν δέ σε, ὦ Ἐρατόσθενες, εἴπερ

ἦσθα χρηστός, πολὺ μᾶλλον τοῖς μέλλουσιν ἀδίκως ἀποθανεῖσθαι

μηνυτὴν γενέσθαι ἢ τοὺς ἀδίκως ἀπολουμένους συλλαμβάνειν. νῦν δέ

σου τὰ ἔργα φανερὰ γεγένηται οὐχ ὡς ἀνιωμένου ἀλλ᾽ ὡς ἡδομένου τοῖς

γιγνομένοις,

XII 34-35 Eratóstenes facilita el sentido de la votación, pues ha reconocido que actuó

injustamente

δεῖ γάρ, ὦ ἄνδρες δικασταί, Ἐρατοσθένην δυοῖν θάτερον ἀποδεῖξαι, ἢ ὡς

οὐκ ἀπήγαγεν αὐτόν, ἢ ὡς δικαίως τοῦτ᾽ ἔπραξεν. οὗτος δὲ ὡμολόγηκεν

ἀδίκως συλλαβεῖν, ὥστε ῥᾳδίαν ὑμῖν τὴν διαψήφισιν περὶ αὑτοῦ

πεποίηκε. καὶ μὲν δὴ πολλοὶ καὶ τῶν ἀστῶν καὶ τῶν ξένων ἥκουσιν

εἰσόμενοι τίνα γνώμην περὶ τούτων ἕξετε.

                                                                                        5
XII 42 No es la primera vez que Eratóstenes actúa contra su pueblo. Ya lo hizo en época de los

Cuatrocientos

οὐ γὰρ νῦν πρῶτον τῷ ὑμετέρῳ πλήθει τὰ ἐναντία ἔπραξεν, ἀλλὰ καὶ ἐπὶ

τῶν τετρακοσίων ἐν τῷ στρατοπέδῳ ὀλιγαρχίαν καθιστὰς ἔφευγεν ἐξ

Ἑλλησπόντου τριήραρχος καταλιπὼν τὴν ναῦν, μετὰ Ἰατροκλέους καὶ

ἑτέρων, ὧν τὰ ὀνόματα οὐδὲν δέομαι λέγειν. ἀφικόμενος δὲ δεῦρο

τἀναντία τοῖς βουλομένοις δημοκρατίαν εἶναι ἔπραττε. καὶ τούτων

μάρτυρας ὑμῖν παρέξομαι.

XII 54 Los que llegan a la ciudad expulsan a los Treinta y eligen gobernantes

οἱ δὲ εἰς τὸ ἄστυ ἐλθόντες τοὺς μὲν τριάκοντα ἐξέβαλον πλὴν Φείδωνος

καὶ Ἐρατοσθένους, ἄρχοντας δὲ τοὺς ἐκείνοις ἐχθίστους εἵλοντο,

ἡγούμενοι δικαίως ἂν ὑπὸ τῶν αὐτῶν τούς τε τριάκοντα μισεῖσθαι καὶ

τοὺς ἐν Πειραιεῖ φιλεῖσθαι.

                                                                                            6
XII 62 Lisias recuerda a Terámenes, a quien Eratóstenes considera un benefactor de la ciudad

φέρε δὴ καὶ περὶ Θηραμένους ὡς ἂν δύνωμαι διὰ βραχυτάτων διδάξω.

δέομαι δ᾽ ὑμῶν ἀκοῦσαι ὑπέρ τ᾽ ἐμαυτοῦ καὶ τῆς πόλεως, καὶ μηδενὶ

τοῦτο παραστῇ, ὡς Ἐρατοσθένους κινδυνεύοντος Θηραμένους κατηγορῶ.

πυνθάνομαι γὰρ ταῦτα ἀπολογήσεσθαι αὐτόν, ὅτι ἐκείνῳ1 φίλος ἦν καὶ

τῶν αὐτῶν ἔργων μετεῖχε.

1 ἐκείνῳ Taylor· ἐκείνοις MSS.

XII 65 En realidad, Terámenes fue el culpable de la primera oligarquía, ya que convenció a los

atenienses para que adoptaran el régimen de los Cuatrocientos en el 411 a.C.

ὃς πρῶτον μὲν τῆς προτέρας ὀλιγαρχίας αἰτιώτατος ἐγένετο, πείσας ὑμᾶς

τὴν ἐπὶ τῶν τετρακοσίων πολιτείαν ἑλέσθαι. καὶ ὁ μὲν πατὴρ αὐτοῦ τῶν

προβούλων ὢν ταὔτ᾽ ἔπραττεν, αὐτὸς δὲ δοκῶν εὐνούστατος εἶναι τοῖς

πράγμασι στρατηγὸς ὑπ᾽ αὐτῶν1 ᾑρέθη.

1 αὐτῶν Sauppe· αὐτοῦ MSS.

                                                                                            7
XII 68 Terámenes prometió salvar la ciudad pero en realidad la perdió

τιμώμενος δὲ καὶ τῶν μεγίστων ἀξιούμενος, αὐτὸς ἐπαγγειλάμενος

σώσειν τὴν πόλιν αὐτὸς ἀπώλεσε, φάσκων πρᾶγμα ηὑρηκέναι μέγα καὶ

πολλοῦ ἄξιον. ὑπέσχετο δὲ εἰρήνην ποιήσειν μήτε ὅμηρα δοὺς μήτε τὰ

τείχη καθελὼν μήτε τὰς ναῦς παραδούς· ταῦτα δὲ εἰπεῖν μὲν οὐδενὶ

ἠθέλησεν, ἐκέλευσε δὲ αὑτῷ πιστεύειν.

XII 69 A pesar de todo lo que hacía le encomendaron el gobierno de la ciudad

ὑμεῖς δέ, ὦ ἄνδρες Ἀθηναῖοι, πραττούσης μὲν τῆς ἐν Ἀρείπάγῳ βουλῆς

σωτήρια,1 ἀντιλεγόντων δὲ πολλῶν Θηραμένει, εἰδότες δὲ ὅτι οἱ μὲν

ἄλλοι ἄνθρωποι τῶν πολεμίων ἕνεκα τἀπόρρητα ποιοῦνται, ἐκεῖνος δ᾽ ἐν

τοῖς αὑτοῦ πολίταις οὐκ ἠθέλησεν εἰπεῖν ταῦθ᾽ ἃ πρὸς τοὺς πολεμίους

ἔμελλεν ἐρεῖν, ὅμως ἐπετρέψατε αὐτῷπατρίδα καὶ παῖδας καὶ γυναῖκας

καὶ ὑμᾶς αὐτούς.

ΧΙΙ 73. La propuesta de Terámenes de entregar el poder a los Treinta provoca un alboroto

ἀναστὰς δὲ Θηραμένης ἐκέλευσεν ὑμᾶς τριάκοντα ἀνδράσιν ἐπιτρέψαι

τὴν πόλιν καὶ τῇ πολιτεία χρῆσθαι ἣν Δρακοντίδης ἀπέφαινεν. ὑμεῖς δ᾽

ὅμως καὶ οὕτω διακείμενοι ἐθορυβεῖτε ὡς οὐ ποιήσοντες ταῦτα·

ἐγιγνώσκετε γὰρ ὅτι περὶ δουλείας καὶ ἐλευθερίας ἐν ἐκείνῃ τῇ ἡμέρα

ἠκκλησιάζετε.

                                                                                           8
XII 74-76 Lisandro coacciona a la asamblea para que siga las órdenes de Terámenes

μετ᾽ ἐκεῖνον δὲ Λύσανδρος ἀναστὰς ἄλλα τε πολλὰ εἶπε καὶ ὅτι

παρασπόνδους ὑμᾶς ἔχοι, καὶ ὅτι οὐ περὶ πολιτείας ὑμῖν ἔσται ἀλλὰ περὶ

σωτηρίας, εἰ μὴ ποιήσεθ᾽1 ἃ Θηραμένης κελεύει. τῶν δ᾽ ἐν τῇ ἐκκλησία

ὅσοι ἄνδρες ἀγαθοὶ ἦσαν, γνόντες τὴν παρασκευὴν καὶ τὴν ἀνάγκην, οἱ

μὲν αὐτοῦ μένοντες ἡσυχίαν ἦγον, οἱ δὲ ᾤχοντο ἀπιόντες, τοῦτο γοῦν

σφίσιν αὐτοῖς συνειδότες, ὅτι οὐδὲν κακὸν τῇ πόλει ἐψηφίσαντο· ὀλίγοι δέ

τινες    καὶ    πονηροὶ      καὶ      κακῶς    βουλευόμενοι        τὰ    προσταχθέντα

ἐχειροτόνησαν.

1 ποιήσεθ᾽ Cobet· ποιήσαιθ᾽.

XII 84 Al defenderse Eratóstenes muestra o bien el desprecio hacia los ciudadanos o bien que

ha recibido ayuda de otras personas

πᾶν δ᾽ ἄν μοι δοκεῖ τολμῆσαι, ὅστις νυνὶ οὐχ ἑτέρων ὄντων τῶν δικαστῶν

ἀλλ᾽ αὐτῶν τῶν κακῶς πεπονθότων, ἥκει ἀπολογησόμενος πρὸς αὐτοὺς

τοὺς μάρτυρας τῆς τούτου πονηρίας· τοσοῦτον ἢ ὑμῶν καταπεφρόνηκεν ἢ

ἑτέροις πεπίστευκεν.

                                                                                          9
XII 87 Merece la pena ver a los testigos, que, a pesar de todo, piensan salvar a los Treinta

ἀλλὰ τοὺς μάρτυρας ἄξιον ἰδεῖν, οἳ τούτοις μαρτυροῦντες αὑτῶν

κατηγοροῦσι, σφόδρα ἐπιλήσμονας καὶ εὐήθεις νομίζοντες ὑμᾶς εἶναι, εἰ

διὰ μὲν τοῦ ὑμετέρου πλήθους ἀδεῶς ἡγοῦνται τοὺς τριάκοντα σώσειν,

διὰ δὲ Ἐρατοσθένην καὶ τοὺς συνάρχοντας αὐτοῦ δεινὸν ἦν καὶ τῶν

τεθνεώτων ἐπ᾽ ἐκφορὰν ἐλθεῖν.

XII 89 Eratóstenes es el que menos daño ha hecho de entre los Treinta, pero es el que más ha

delinquido de entre los demás griegos

καίτοι λέγουσιν ὡς Ἐρατοσθένει ἐλάχιστα τῶν τριάκοντα κακὰ

εἴργασται, καὶ διὰ τοῦτο αὐτὸν ἀξιοῦσι σωθῆναι· ὅτι δὲ τῶν ἄλλων

Ἑλλήνων πλεῖστα εἰς ὑμᾶς ἐξημάρτηκεν, οὐκ οἴονται χρῆναι αὐτὸν

ἀπολέσθαι; ὑμεῖς δὲ δείξατε ἥντινα γνώμην ἔχετε περὶ τῶν πραγμάτων.

                                                                                               10
XII 92 Lisias quiere convencer al bando de la ciudad y al de Pireo de las calamidades sufridas

por los Treinta

βούλομαι δὲ ὀλίγα ἑκατέρους ἀναμνήσας καταβαίνειν, τούς τε ἐξ ἄστεως

καὶ τοὺς ἐκ Πειραιῶς, ἵνα τὰς ὑμῖν τούτων γεγενημένας συμφορὰς

παραδείγματα ἔχοντες τὴν ψῆφον φέρητε. καὶ πρῶτον μὲν ὅσοι ἐξ

ἄστεώς ἐστε, σκέψασθε ὅτι ὑπὸ τούτων οὕτω σφόδρα ἤρχεσθε, ὥστε

ἀδελφοῖς καὶ ὑέσι καὶ πολίταις ἠναγκάζεσθε πολεμεῖν τοιοῦτον πόλεμον,

ἐν ᾧ ἡττηθέντες μὲν τοῖς νικήσασι τὸ ἴσον ἔχετε, νικήσαντες δ᾽ ἄν τούτοις

ἐδουλεύετε.

XII 93 Durante la guerra civil abusaron de su situación y de los ciudadanos

καὶ τοὺς ἰδίους οἴκους οὗτοι μὲν ἂν1 ἐκ τῶν πραγμάτων μεγάλους

ἐκτήσαντο, ὑμεῖς δὲ διὰ τὸν πρὸς ἀλλήλους πόλεμον ἐλάττους ἔχετε·

συνωφελεῖσθαι         μὲν     γὰρ    ὑμᾶς     οὐκ     ἠξίουν,     συνδιαβάλλεσθαι          δ᾽

ἠνάγκαζον, εἰς τοσοῦτον ὑπεροψίας ἐλθόντες ὥστε οὐ τῶν ἀγαθῶν

κοινούμενοι πιστοὺς ὑμᾶς ἐκτῶντο, ἀλλὰ τῶν ὀνειδῶν μεταδιδόντες

εὔνους ὤοντο εἶναι.

                                                                                           11
XII 94 Lisias pide venganza al bando de la ciudad

ἀνθ᾽ ὧν ὑμεῖς νῦν ἐν τῷ θαρραλέῳ ὄντες, καθ᾽ ὅσον δύνασθε, καὶ ὑπὲρ

ὑμῶν αὐτῶν καὶ ὑπὲρ τῶν ἐκ Πειραιῶς τιμωρήσασθε, ἐνθυμηθέντες μὲν

ὅτι ὑπὸ τούτων πονηροτάτων1 ὄντων ἤρχεσθε, ἐνθυμηθέντες δὲ ὅτι μετ᾽

ἀνδρῶν νῦν ἀρίστων πολιτεύεσθε καὶ τοῖς πολεμίοις μάχεσθε καὶ περὶ

τῆς πόλεως βουλεύεσθε, ἀναμνησθέντες δὲ τῶν ἐπικούρων, οὓς οὗτοι

φύλακας τῆς σφετέρας2 ἀρχῆς καὶ τῆς ὑμετέρας δουλείας εἰς τὴν

ἀκρόπολιν κατέστησαν.

1 πονηροτάτων Reiske· πονηροτέρων MSS.              2 σφετέρας Markland·

ὑμετέρας MSS.

XII 97 Relato de las desventuras sufridas

ὅσοι δὲ τὸν θάνατον διέφυγον, [97] πολλαχοῦ κινδυνεύσαντες καὶ εἰς

πολλὰς πόλεις πλανηθέντες καὶ πανταχόθεν ἐκκηρυττόμενοι, ἐνδεεῖς

ὄντες τῶν ἐπιτηδείων, οἱ μὲν ἐν πολεμίᾳ τῇ πατρίδι τοὺς παῖδας

καταλιπόντες, οἱ δ᾽ ἐν ξένῃ γῇ, πολλῶν ἐναντιουμένων ἤλθετε εἰς τὸν

Πειραιᾶ. πολλῶν δὲ καὶ μεγάλων κινδύνων ὑπαρξάντων ἄνδρες ἀγαθοὶ

γενόμενοι τοὺς μὲν ἠλευθερώσατε, τοὺς δ᾽ εἰς τὴν πατρίδα κατηγάγετε.

                                                                       12

More Related Content

Similar to Contra Eratóstenes Lisias selección antología paeu Castilla y León griego 2011 2012

Clasicos de bolsillo : Plutarco - Vidas paralelas 20
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 20Clasicos de bolsillo : Plutarco - Vidas paralelas 20
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 20
Sito Yelas
 
Αρχαία Ελληνική Γλώσσα, Κείμενα για σύνταξη γ γυμνασίου
Αρχαία Ελληνική Γλώσσα, Κείμενα για σύνταξη γ γυμνασίουΑρχαία Ελληνική Γλώσσα, Κείμενα για σύνταξη γ γυμνασίου
Αρχαία Ελληνική Γλώσσα, Κείμενα για σύνταξη γ γυμνασίουOlga Paizi
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 9
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 9Clasicos de bolsillo : Plutarco - Vidas paralelas 9
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 9
Sito Yelas
 
Οι διπλωματικές εξελίξεις μετά την ήττα των Αθηναίων
Οι διπλωματικές εξελίξεις μετά την ήττα των ΑθηναίωνΟι διπλωματικές εξελίξεις μετά την ήττα των Αθηναίων
Οι διπλωματικές εξελίξεις μετά την ήττα των ΑθηναίωνAkis Ampelas
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 23
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 23Clasicos de bolsillo : Plutarco - Vidas paralelas 23
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 23
Sito Yelas
 
Clasicos de bolsillo: Isocrates 1
Clasicos de bolsillo: Isocrates 1Clasicos de bolsillo: Isocrates 1
Clasicos de bolsillo: Isocrates 1
Sito Yelas
 
Jenofonte - Recuerdos de Socrates
Jenofonte - Recuerdos de SocratesJenofonte - Recuerdos de Socrates
Jenofonte - Recuerdos de SocratesSito Yelas
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 4
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 4Clasicos de bolsillo : Plutarco - Vidas paralelas 4
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 4
Sito Yelas
 
ισοκρατουσ περι ειρηνησ
ισοκρατουσ περι ειρηνησισοκρατουσ περι ειρηνησ
ισοκρατουσ περι ειρηνησalkanellou
 
Iσοκρατους περι ειρηνης
Iσοκρατους περι ειρηνηςIσοκρατους περι ειρηνης
Iσοκρατους περι ειρηνηςthcaps
 
Ασκήσεις στις ονοματικές προτάσεις της αρχαίας ελληνικής
Ασκήσεις στις ονοματικές προτάσεις της αρχαίας ελληνικήςΑσκήσεις στις ονοματικές προτάσεις της αρχαίας ελληνικής
Ασκήσεις στις ονοματικές προτάσεις της αρχαίας ελληνικής
Georgia Dimitropoulou
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 21
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 21Clasicos de bolsillo : Plutarco - Vidas paralelas 21
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 21
Sito Yelas
 
Clasicos de bolsillo: Jenofonte 7
Clasicos de bolsillo: Jenofonte 7Clasicos de bolsillo: Jenofonte 7
Clasicos de bolsillo: Jenofonte 7
Sito Yelas
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 14
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 14Clasicos de bolsillo : Plutarco - Vidas paralelas 14
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 14
Sito Yelas
 
ξενοφωντας εναλλακτικη μεταφραση-βιβλίο 2. κεφάλαιο 3. §50-56
ξενοφωντας   εναλλακτικη μεταφραση-βιβλίο 2. κεφάλαιο 3. §50-56ξενοφωντας   εναλλακτικη μεταφραση-βιβλίο 2. κεφάλαιο 3. §50-56
ξενοφωντας εναλλακτικη μεταφραση-βιβλίο 2. κεφάλαιο 3. §50-56
Eleni Kots
 
PLUTARCO - Sobre el valor de las mujeres
PLUTARCO - Sobre el valor de las mujeresPLUTARCO - Sobre el valor de las mujeres
PLUTARCO - Sobre el valor de las mujeresSito Yelas
 
CLASICOS DE BOLSILLO: Eliano Historias Curiosas
CLASICOS DE BOLSILLO: Eliano Historias CuriosasCLASICOS DE BOLSILLO: Eliano Historias Curiosas
CLASICOS DE BOLSILLO: Eliano Historias Curiosas
Sito Yelas
 
η τύχη των αιχμαλώτων
η τύχη των αιχμαλώτωνη τύχη των αιχμαλώτων
η τύχη των αιχμαλώτωνLouiza Koustoubardi
 
Clasicos de bolsillo: Isocrates 2
Clasicos de bolsillo: Isocrates 2Clasicos de bolsillo: Isocrates 2
Clasicos de bolsillo: Isocrates 2
Sito Yelas
 
Clasicos de Bolsillo: Dion crisostomo - discursos 2
Clasicos de Bolsillo: Dion crisostomo - discursos 2Clasicos de Bolsillo: Dion crisostomo - discursos 2
Clasicos de Bolsillo: Dion crisostomo - discursos 2
Sito Yelas
 
Similar to Contra Eratóstenes Lisias selección antología paeu Castilla y León griego 2011 2012 (20)

Clasicos de bolsillo : Plutarco - Vidas paralelas 20
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 20Clasicos de bolsillo : Plutarco - Vidas paralelas 20
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 20
 
Αρχαία Ελληνική Γλώσσα, Κείμενα για σύνταξη γ γυμνασίου
Αρχαία Ελληνική Γλώσσα, Κείμενα για σύνταξη γ γυμνασίουΑρχαία Ελληνική Γλώσσα, Κείμενα για σύνταξη γ γυμνασίου
Αρχαία Ελληνική Γλώσσα, Κείμενα για σύνταξη γ γυμνασίου
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 9
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 9Clasicos de bolsillo : Plutarco - Vidas paralelas 9
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 9
 
Οι διπλωματικές εξελίξεις μετά την ήττα των Αθηναίων
Οι διπλωματικές εξελίξεις μετά την ήττα των ΑθηναίωνΟι διπλωματικές εξελίξεις μετά την ήττα των Αθηναίων
Οι διπλωματικές εξελίξεις μετά την ήττα των Αθηναίων
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 23
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 23Clasicos de bolsillo : Plutarco - Vidas paralelas 23
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 23
 
Clasicos de bolsillo: Isocrates 1
Clasicos de bolsillo: Isocrates 1Clasicos de bolsillo: Isocrates 1
Clasicos de bolsillo: Isocrates 1
 
Jenofonte - Recuerdos de Socrates
Jenofonte - Recuerdos de SocratesJenofonte - Recuerdos de Socrates
Jenofonte - Recuerdos de Socrates
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 4
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 4Clasicos de bolsillo : Plutarco - Vidas paralelas 4
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 4
 
ισοκρατουσ περι ειρηνησ
ισοκρατουσ περι ειρηνησισοκρατουσ περι ειρηνησ
ισοκρατουσ περι ειρηνησ
 
Iσοκρατους περι ειρηνης
Iσοκρατους περι ειρηνηςIσοκρατους περι ειρηνης
Iσοκρατους περι ειρηνης
 
Ασκήσεις στις ονοματικές προτάσεις της αρχαίας ελληνικής
Ασκήσεις στις ονοματικές προτάσεις της αρχαίας ελληνικήςΑσκήσεις στις ονοματικές προτάσεις της αρχαίας ελληνικής
Ασκήσεις στις ονοματικές προτάσεις της αρχαίας ελληνικής
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 21
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 21Clasicos de bolsillo : Plutarco - Vidas paralelas 21
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 21
 
Clasicos de bolsillo: Jenofonte 7
Clasicos de bolsillo: Jenofonte 7Clasicos de bolsillo: Jenofonte 7
Clasicos de bolsillo: Jenofonte 7
 
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 14
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 14Clasicos de bolsillo : Plutarco - Vidas paralelas 14
Clasicos de bolsillo : Plutarco - Vidas paralelas 14
 
ξενοφωντας εναλλακτικη μεταφραση-βιβλίο 2. κεφάλαιο 3. §50-56
ξενοφωντας   εναλλακτικη μεταφραση-βιβλίο 2. κεφάλαιο 3. §50-56ξενοφωντας   εναλλακτικη μεταφραση-βιβλίο 2. κεφάλαιο 3. §50-56
ξενοφωντας εναλλακτικη μεταφραση-βιβλίο 2. κεφάλαιο 3. §50-56
 
PLUTARCO - Sobre el valor de las mujeres
PLUTARCO - Sobre el valor de las mujeresPLUTARCO - Sobre el valor de las mujeres
PLUTARCO - Sobre el valor de las mujeres
 
CLASICOS DE BOLSILLO: Eliano Historias Curiosas
CLASICOS DE BOLSILLO: Eliano Historias CuriosasCLASICOS DE BOLSILLO: Eliano Historias Curiosas
CLASICOS DE BOLSILLO: Eliano Historias Curiosas
 
η τύχη των αιχμαλώτων
η τύχη των αιχμαλώτωνη τύχη των αιχμαλώτων
η τύχη των αιχμαλώτων
 
Clasicos de bolsillo: Isocrates 2
Clasicos de bolsillo: Isocrates 2Clasicos de bolsillo: Isocrates 2
Clasicos de bolsillo: Isocrates 2
 
Clasicos de Bolsillo: Dion crisostomo - discursos 2
Clasicos de Bolsillo: Dion crisostomo - discursos 2Clasicos de Bolsillo: Dion crisostomo - discursos 2
Clasicos de Bolsillo: Dion crisostomo - discursos 2
 
Recently uploaded

Blue Futuristic Cyber Security Presentation.pdf
Blue Futuristic Cyber Security Presentation.pdfBlue Futuristic Cyber Security Presentation.pdf
Blue Futuristic Cyber Security Presentation.pdf
oureilidouan
 
Independence day - Araw ng Kalayaan (09/06/2024). Πρόσκληση - Αφίσα
Independence day - Araw ng Kalayaan (09/06/2024). Πρόσκληση - ΑφίσαIndependence day - Araw ng Kalayaan (09/06/2024). Πρόσκληση - Αφίσα
Independence day - Araw ng Kalayaan (09/06/2024). Πρόσκληση - Αφίσα
Tassos Karampinis
 
Green Minimalist Case Studies Presentation.pdf
Green Minimalist Case Studies Presentation.pdfGreen Minimalist Case Studies Presentation.pdf
Green Minimalist Case Studies Presentation.pdf
oureilidouan
 
Ανακεφαλαίωση Μαθήματος - Lesson Refresher
Ανακεφαλαίωση Μαθήματος - Lesson RefresherΑνακεφαλαίωση Μαθήματος - Lesson Refresher
Ανακεφαλαίωση Μαθήματος - Lesson Refresher
oureilidouan
 
year-2023-school-9290107-form-16-synopsis (1).pdf
year-2023-school-9290107-form-16-synopsis (1).pdfyear-2023-school-9290107-form-16-synopsis (1).pdf
year-2023-school-9290107-form-16-synopsis (1).pdf
MariaAlexiou13
 
Beige Aesthetic Neutral Thesis Defense Presentation (1).pdf
Beige Aesthetic Neutral Thesis Defense Presentation (1).pdfBeige Aesthetic Neutral Thesis Defense Presentation (1).pdf
Beige Aesthetic Neutral Thesis Defense Presentation (1).pdf
oureilidouan
 
ΗΜΕΡΑ ΓΗΣ.pdfφυλλα εργασιων για τη γηκαι το περιβάλλον για Ε και ΣΤ ΤΆΞΗ
ΗΜΕΡΑ ΓΗΣ.pdfφυλλα εργασιων για τη γηκαι το περιβάλλον για Ε και ΣΤ ΤΆΞΗΗΜΕΡΑ ΓΗΣ.pdfφυλλα εργασιων για τη γηκαι το περιβάλλον για Ε και ΣΤ ΤΆΞΗ
ΗΜΕΡΑ ΓΗΣ.pdfφυλλα εργασιων για τη γηκαι το περιβάλλον για Ε και ΣΤ ΤΆΞΗ
ΟΛΓΑ ΤΣΕΧΕΛΙΔΟΥ
 
Η ΔΙΑΤΡΟΦΗ ΤΩΝ ΜΑΘΗΤΩΝ/ΤΡΙΩΝ ΤΟΥ ΓΥΜΝΑΣΙΟΥ ΝΑΟΥΣΑΣ ΠΑΡΟΥ
Η ΔΙΑΤΡΟΦΗ ΤΩΝ ΜΑΘΗΤΩΝ/ΤΡΙΩΝ ΤΟΥ ΓΥΜΝΑΣΙΟΥ ΝΑΟΥΣΑΣ ΠΑΡΟΥΗ ΔΙΑΤΡΟΦΗ ΤΩΝ ΜΑΘΗΤΩΝ/ΤΡΙΩΝ ΤΟΥ ΓΥΜΝΑΣΙΟΥ ΝΑΟΥΣΑΣ ΠΑΡΟΥ
Η ΔΙΑΤΡΟΦΗ ΤΩΝ ΜΑΘΗΤΩΝ/ΤΡΙΩΝ ΤΟΥ ΓΥΜΝΑΣΙΟΥ ΝΑΟΥΣΑΣ ΠΑΡΟΥ
earkouli
 
How to Utilize Technology in Learning Presentation in Green and Brown Cartoon...
How to Utilize Technology in Learning Presentation in Green and Brown Cartoon...How to Utilize Technology in Learning Presentation in Green and Brown Cartoon...
How to Utilize Technology in Learning Presentation in Green and Brown Cartoon...
oureilidouan
 
Recently uploaded (9)

Contra Eratóstenes Lisias selección antología paeu Castilla y León griego 2011 2012

  • 1. . XII 2 Los tiempos han cambiado. Antes debían dar explicaciones los acusadores y ahora las tienen que dar los acusados πρότερον μὲν γὰρ ἔδει τὴν ἔχθραν τοὺς κατηγοροῦντας ἐπιδεῖξαι, ἥτις εἴη πρὸς τοὺς φεύγοντας· νυνὶ δὲ παρὰ τῶν φευγόντων χρὴ πυνθάνεσθαι ἥτις ἦν αὐτοῖς πρὸς τὴν πόλιν ἔχθρα, ἀνθ᾽ ὅτου τοιαῦτα ἐτόλμησαν εἰς αὐτὴν ἐξαμαρτάνειν. οὐ μέντοι ὡς οὐκ ἔχων οἰκείας ἔχθρας καὶ συμφορὰς τοὺς λόγους ποιοῦμαι, ἀλλ᾽ ὡς ἅπασι πολλῆς ἀφθονίας οὔσης ὑπὲρ τῶν ἰδίων ἢ ὑπὲρ τῶν δημοσίων ὀργίζεσθαι. XII 3 Lisias muestra su pudor por promover el proceso ἐγὼ μὲν οὖν, ὦ ἄνδρες δικασταί, οὔτ᾽ ἐμαυτοῦ πώποτε οὔτε ἀλλότρια πράγματα πράξας νῦν ἠνάγκασμαι ὑπὸ τῶν γεγενημένων τούτου κατηγορεῖν, ὥστε πολλάκις εἰς πολλὴν ἀθυμίαν κατέστην, μὴ διὰ τὴν ἀπειρίαν ἀναξίως καὶ ἀδυνάτως ὑπὲρ τοῦ ἀδελφοῦ καὶ ἐμαυτοῦ τὴν κατηγορίαν ποιήσομαι. ὅμως δὲ πειράσομαι ὑμᾶς ἐξ ἀρχῆς ὡς ἂν δύνωμαι δι᾽ ἐλαχίστων διδάξαι. 1
  • 2. XII 4 Céfalo, el padre de Lisias, se había establecido en Atenas a instancias de Pericles y nunca había tenido problemas οὑμὸς πατὴρ Κέφαλος ἐπείσθη μὲν ὑπὸ Περικλέους εἰς ταύτην τὴν γῆν ἀφικέσθαι, ἔτη δὲ τριάκοντα ᾤκησε, καὶ οὐδενὶ πώποτε οὔτε ἡμεῖς οὔτε ἐκεῖνος δίκην οὔτε ἐδικασάμεθα οὔτε ἐφύγομεν, ἀλλ᾽ οὕτως ᾠκοῦμεν δημοκρατούμενοι ὥστε μήτε εἰς τοὺς ἄλλους ἐξαμαρτάνειν μήτε ὑπὸ τῶν ἄλλων ἀδικεῖσθαι. XII 14-15 Ante la situación de peligro extremo, Lisias pide ayuda a Damnipo [14] καλέσας δὲ Δάμνιππον λέγω πρὸς αὐτὸν τάδε, ‘ἐπιτήδειος μέν μοι τυγχάνεις ὤν, ἥκω δ᾽ εἰς τὴν σὴν οἰκίαν, ἀδικῶ δ᾽ οὐδέν, χρημάτων δ᾽ ἕνεκα ἀπόλλυμαι. σὺ οὖν ταῦτα πάσχοντί μοι πρόθυμον παράσχου τὴν σεαυτοῦ δύναμιν εἰς τὴν ἐμὴν σωτηρίαν.’ ὁ δ᾽ ὑπέσχετο ταῦτα ποιήσειν. ἐδόκει δ᾽ αὐτῷ βέλτιον εἶναι πρὸς Θέογνιν μνησθῆναι· ἡγεῖτο γὰρ ἅπαν ποιήσειν αὐτόν, [15] εἴ τις ἀργύριον διδοίη. 2
  • 3. XII 17 Los Treinta ordenan a Polemarco beber la cicuta Πολεμάρχῳ δὲ παρήγγειλαν οἱ τριάκοντα τοὐπ᾽1 ἐκείνων εἰθισμένον παράγγελμα, πίνειν κώνειον, πρὶν τὴν αἰτίαν εἰπεῖν δι᾽ ἥντινα ἔμελλεν ἀποθανεῖσθαι· οὕτω πολλοῦ ἐδέησε κριθῆναι καὶ ἀπολογήσασθαι. Los Treinta desterraron a muchos y les privaron de la ciudadanía. Y, a pesar de ello, se han presentado ante el tribunal sosteniendo no haber hecho nada malo y vergonzoso [21] οὗτοι γὰρ πολλοὺς μὲν τῶν πολιτῶν εἰς τοὺς πολεμίους ἐξήλασαν, πολλοὺς δ᾽ ἀδίκως ἀποκτείναντες ἀτάφους ἐποίησαν, πολλοὺς δ᾽ ἐπιτίμους ὄντας ἀτίμους τῆς πόλεως1 κατέστησαν, πολλῶν δὲ θυγατέρας μελλούσας ἐκδίδοσθαι ἐκώλυσαν. [22] καὶ εἰς τοσοῦτόν εἰσι τόλμης ἀφιγμένοι ὥσθ᾽ ἥκουσιν ἀπολογησόμενοι, καὶ λέγουσιν ὡς οὐδὲν κακὸν οὐδ᾽ αἰσχρὸν εἰργασμένοι εἰσίν. 3
  • 4. XII 25 Eratóstenes se defiende· se había opuesto a las medidas contra los metecos. No apoyó la muerte de Polemarco por considerarlo injusto ἀπήγαγες Πολέμαρχον ἢ οὔ; ‘τὰ ὑπὸ τῶν ἀρχόντων προσταχθέντα δεδιὼς ἐποίουν.’ ἦσθα δ᾽ ἐν τῷ βουλευτηρίῳ, ὅτε οἱ λόγοι ἐγίγνοντο περὶ ἡμῶν; ‘ἦ.’ πότερον συνηγόρευες τοῖς κελεύουσιν ἀποκτεῖναι ἢ ἀντέλεγες; ‘ἀντέλεγον.’ ἵνα μὴ ἀποθάνωμεν; ‘ἵνα μὴ ἀποθάνητε.’ ἡγούμενος ἡμᾶς ἄδικα πάσχειν ἢ δίκαια; ‘ἄδικα.’ XII 26 Eratóstenes incurre en evidentes contradicciones εἶτ᾽, ὦ σχετλιώτατε πάντων, ἀντέλεγες μὲν ἵνα σώσειας, συνελάμβανες δὲ ἵνα ἀποκτείνῃς; καὶ ὅτε μὲν τὸ πλῆθος ἦν ὑμῶν κύριον τῆς σωτηρίας τῆς ἡμετέρας, ἀντιλέγειν φῂς τοῖς βουλομένοις ἡμᾶς ἀπολέσαι, ἐπειδὴ δὲ ἐπὶ σοὶ μόνῳ ἐγένετο καὶ σῶσαι Πολέμαρχον καὶ μή, εἰς τὸ δεσμωτήριον ἀπήγαγες; 4
  • 5. XII 31-32 Eratóstenes podría haber negado ante los Treinta que se encontró con Polemarco y no lo hizo y que no actuó como un hombre honrado τῷ δὲ Ἐρατοσθένει ἐξῆν εἰπεῖν ὅτι οὐκ ἀπήντησεν, ἔπειτα ὅτι οὐκ εἶδεν· ταῦτα γὰρ οὔτ᾽ ἔλεγχον οὔτε βάσανον εἶχεν, ὥστε μηδ᾽ ὑπὸ τῶν ἐχθρῶν βουλομένων οἷόν τ᾽ εἶναι ἐξελεγχθῆναι χρῆν δέ σε, ὦ Ἐρατόσθενες, εἴπερ ἦσθα χρηστός, πολὺ μᾶλλον τοῖς μέλλουσιν ἀδίκως ἀποθανεῖσθαι μηνυτὴν γενέσθαι ἢ τοὺς ἀδίκως ἀπολουμένους συλλαμβάνειν. νῦν δέ σου τὰ ἔργα φανερὰ γεγένηται οὐχ ὡς ἀνιωμένου ἀλλ᾽ ὡς ἡδομένου τοῖς γιγνομένοις, XII 34-35 Eratóstenes facilita el sentido de la votación, pues ha reconocido que actuó injustamente δεῖ γάρ, ὦ ἄνδρες δικασταί, Ἐρατοσθένην δυοῖν θάτερον ἀποδεῖξαι, ἢ ὡς οὐκ ἀπήγαγεν αὐτόν, ἢ ὡς δικαίως τοῦτ᾽ ἔπραξεν. οὗτος δὲ ὡμολόγηκεν ἀδίκως συλλαβεῖν, ὥστε ῥᾳδίαν ὑμῖν τὴν διαψήφισιν περὶ αὑτοῦ πεποίηκε. καὶ μὲν δὴ πολλοὶ καὶ τῶν ἀστῶν καὶ τῶν ξένων ἥκουσιν εἰσόμενοι τίνα γνώμην περὶ τούτων ἕξετε. 5
  • 6. XII 42 No es la primera vez que Eratóstenes actúa contra su pueblo. Ya lo hizo en época de los Cuatrocientos οὐ γὰρ νῦν πρῶτον τῷ ὑμετέρῳ πλήθει τὰ ἐναντία ἔπραξεν, ἀλλὰ καὶ ἐπὶ τῶν τετρακοσίων ἐν τῷ στρατοπέδῳ ὀλιγαρχίαν καθιστὰς ἔφευγεν ἐξ Ἑλλησπόντου τριήραρχος καταλιπὼν τὴν ναῦν, μετὰ Ἰατροκλέους καὶ ἑτέρων, ὧν τὰ ὀνόματα οὐδὲν δέομαι λέγειν. ἀφικόμενος δὲ δεῦρο τἀναντία τοῖς βουλομένοις δημοκρατίαν εἶναι ἔπραττε. καὶ τούτων μάρτυρας ὑμῖν παρέξομαι. XII 54 Los que llegan a la ciudad expulsan a los Treinta y eligen gobernantes οἱ δὲ εἰς τὸ ἄστυ ἐλθόντες τοὺς μὲν τριάκοντα ἐξέβαλον πλὴν Φείδωνος καὶ Ἐρατοσθένους, ἄρχοντας δὲ τοὺς ἐκείνοις ἐχθίστους εἵλοντο, ἡγούμενοι δικαίως ἂν ὑπὸ τῶν αὐτῶν τούς τε τριάκοντα μισεῖσθαι καὶ τοὺς ἐν Πειραιεῖ φιλεῖσθαι. 6
  • 7. XII 62 Lisias recuerda a Terámenes, a quien Eratóstenes considera un benefactor de la ciudad φέρε δὴ καὶ περὶ Θηραμένους ὡς ἂν δύνωμαι διὰ βραχυτάτων διδάξω. δέομαι δ᾽ ὑμῶν ἀκοῦσαι ὑπέρ τ᾽ ἐμαυτοῦ καὶ τῆς πόλεως, καὶ μηδενὶ τοῦτο παραστῇ, ὡς Ἐρατοσθένους κινδυνεύοντος Θηραμένους κατηγορῶ. πυνθάνομαι γὰρ ταῦτα ἀπολογήσεσθαι αὐτόν, ὅτι ἐκείνῳ1 φίλος ἦν καὶ τῶν αὐτῶν ἔργων μετεῖχε. 1 ἐκείνῳ Taylor· ἐκείνοις MSS. XII 65 En realidad, Terámenes fue el culpable de la primera oligarquía, ya que convenció a los atenienses para que adoptaran el régimen de los Cuatrocientos en el 411 a.C. ὃς πρῶτον μὲν τῆς προτέρας ὀλιγαρχίας αἰτιώτατος ἐγένετο, πείσας ὑμᾶς τὴν ἐπὶ τῶν τετρακοσίων πολιτείαν ἑλέσθαι. καὶ ὁ μὲν πατὴρ αὐτοῦ τῶν προβούλων ὢν ταὔτ᾽ ἔπραττεν, αὐτὸς δὲ δοκῶν εὐνούστατος εἶναι τοῖς πράγμασι στρατηγὸς ὑπ᾽ αὐτῶν1 ᾑρέθη. 1 αὐτῶν Sauppe· αὐτοῦ MSS. 7
  • 8. XII 68 Terámenes prometió salvar la ciudad pero en realidad la perdió τιμώμενος δὲ καὶ τῶν μεγίστων ἀξιούμενος, αὐτὸς ἐπαγγειλάμενος σώσειν τὴν πόλιν αὐτὸς ἀπώλεσε, φάσκων πρᾶγμα ηὑρηκέναι μέγα καὶ πολλοῦ ἄξιον. ὑπέσχετο δὲ εἰρήνην ποιήσειν μήτε ὅμηρα δοὺς μήτε τὰ τείχη καθελὼν μήτε τὰς ναῦς παραδούς· ταῦτα δὲ εἰπεῖν μὲν οὐδενὶ ἠθέλησεν, ἐκέλευσε δὲ αὑτῷ πιστεύειν. XII 69 A pesar de todo lo que hacía le encomendaron el gobierno de la ciudad ὑμεῖς δέ, ὦ ἄνδρες Ἀθηναῖοι, πραττούσης μὲν τῆς ἐν Ἀρείπάγῳ βουλῆς σωτήρια,1 ἀντιλεγόντων δὲ πολλῶν Θηραμένει, εἰδότες δὲ ὅτι οἱ μὲν ἄλλοι ἄνθρωποι τῶν πολεμίων ἕνεκα τἀπόρρητα ποιοῦνται, ἐκεῖνος δ᾽ ἐν τοῖς αὑτοῦ πολίταις οὐκ ἠθέλησεν εἰπεῖν ταῦθ᾽ ἃ πρὸς τοὺς πολεμίους ἔμελλεν ἐρεῖν, ὅμως ἐπετρέψατε αὐτῷπατρίδα καὶ παῖδας καὶ γυναῖκας καὶ ὑμᾶς αὐτούς. ΧΙΙ 73. La propuesta de Terámenes de entregar el poder a los Treinta provoca un alboroto ἀναστὰς δὲ Θηραμένης ἐκέλευσεν ὑμᾶς τριάκοντα ἀνδράσιν ἐπιτρέψαι τὴν πόλιν καὶ τῇ πολιτεία χρῆσθαι ἣν Δρακοντίδης ἀπέφαινεν. ὑμεῖς δ᾽ ὅμως καὶ οὕτω διακείμενοι ἐθορυβεῖτε ὡς οὐ ποιήσοντες ταῦτα· ἐγιγνώσκετε γὰρ ὅτι περὶ δουλείας καὶ ἐλευθερίας ἐν ἐκείνῃ τῇ ἡμέρα ἠκκλησιάζετε. 8
  • 9. XII 74-76 Lisandro coacciona a la asamblea para que siga las órdenes de Terámenes μετ᾽ ἐκεῖνον δὲ Λύσανδρος ἀναστὰς ἄλλα τε πολλὰ εἶπε καὶ ὅτι παρασπόνδους ὑμᾶς ἔχοι, καὶ ὅτι οὐ περὶ πολιτείας ὑμῖν ἔσται ἀλλὰ περὶ σωτηρίας, εἰ μὴ ποιήσεθ᾽1 ἃ Θηραμένης κελεύει. τῶν δ᾽ ἐν τῇ ἐκκλησία ὅσοι ἄνδρες ἀγαθοὶ ἦσαν, γνόντες τὴν παρασκευὴν καὶ τὴν ἀνάγκην, οἱ μὲν αὐτοῦ μένοντες ἡσυχίαν ἦγον, οἱ δὲ ᾤχοντο ἀπιόντες, τοῦτο γοῦν σφίσιν αὐτοῖς συνειδότες, ὅτι οὐδὲν κακὸν τῇ πόλει ἐψηφίσαντο· ὀλίγοι δέ τινες καὶ πονηροὶ καὶ κακῶς βουλευόμενοι τὰ προσταχθέντα ἐχειροτόνησαν. 1 ποιήσεθ᾽ Cobet· ποιήσαιθ᾽. XII 84 Al defenderse Eratóstenes muestra o bien el desprecio hacia los ciudadanos o bien que ha recibido ayuda de otras personas πᾶν δ᾽ ἄν μοι δοκεῖ τολμῆσαι, ὅστις νυνὶ οὐχ ἑτέρων ὄντων τῶν δικαστῶν ἀλλ᾽ αὐτῶν τῶν κακῶς πεπονθότων, ἥκει ἀπολογησόμενος πρὸς αὐτοὺς τοὺς μάρτυρας τῆς τούτου πονηρίας· τοσοῦτον ἢ ὑμῶν καταπεφρόνηκεν ἢ ἑτέροις πεπίστευκεν. 9
  • 10. XII 87 Merece la pena ver a los testigos, que, a pesar de todo, piensan salvar a los Treinta ἀλλὰ τοὺς μάρτυρας ἄξιον ἰδεῖν, οἳ τούτοις μαρτυροῦντες αὑτῶν κατηγοροῦσι, σφόδρα ἐπιλήσμονας καὶ εὐήθεις νομίζοντες ὑμᾶς εἶναι, εἰ διὰ μὲν τοῦ ὑμετέρου πλήθους ἀδεῶς ἡγοῦνται τοὺς τριάκοντα σώσειν, διὰ δὲ Ἐρατοσθένην καὶ τοὺς συνάρχοντας αὐτοῦ δεινὸν ἦν καὶ τῶν τεθνεώτων ἐπ᾽ ἐκφορὰν ἐλθεῖν. XII 89 Eratóstenes es el que menos daño ha hecho de entre los Treinta, pero es el que más ha delinquido de entre los demás griegos καίτοι λέγουσιν ὡς Ἐρατοσθένει ἐλάχιστα τῶν τριάκοντα κακὰ εἴργασται, καὶ διὰ τοῦτο αὐτὸν ἀξιοῦσι σωθῆναι· ὅτι δὲ τῶν ἄλλων Ἑλλήνων πλεῖστα εἰς ὑμᾶς ἐξημάρτηκεν, οὐκ οἴονται χρῆναι αὐτὸν ἀπολέσθαι; ὑμεῖς δὲ δείξατε ἥντινα γνώμην ἔχετε περὶ τῶν πραγμάτων. 10
  • 11. XII 92 Lisias quiere convencer al bando de la ciudad y al de Pireo de las calamidades sufridas por los Treinta βούλομαι δὲ ὀλίγα ἑκατέρους ἀναμνήσας καταβαίνειν, τούς τε ἐξ ἄστεως καὶ τοὺς ἐκ Πειραιῶς, ἵνα τὰς ὑμῖν τούτων γεγενημένας συμφορὰς παραδείγματα ἔχοντες τὴν ψῆφον φέρητε. καὶ πρῶτον μὲν ὅσοι ἐξ ἄστεώς ἐστε, σκέψασθε ὅτι ὑπὸ τούτων οὕτω σφόδρα ἤρχεσθε, ὥστε ἀδελφοῖς καὶ ὑέσι καὶ πολίταις ἠναγκάζεσθε πολεμεῖν τοιοῦτον πόλεμον, ἐν ᾧ ἡττηθέντες μὲν τοῖς νικήσασι τὸ ἴσον ἔχετε, νικήσαντες δ᾽ ἄν τούτοις ἐδουλεύετε. XII 93 Durante la guerra civil abusaron de su situación y de los ciudadanos καὶ τοὺς ἰδίους οἴκους οὗτοι μὲν ἂν1 ἐκ τῶν πραγμάτων μεγάλους ἐκτήσαντο, ὑμεῖς δὲ διὰ τὸν πρὸς ἀλλήλους πόλεμον ἐλάττους ἔχετε· συνωφελεῖσθαι μὲν γὰρ ὑμᾶς οὐκ ἠξίουν, συνδιαβάλλεσθαι δ᾽ ἠνάγκαζον, εἰς τοσοῦτον ὑπεροψίας ἐλθόντες ὥστε οὐ τῶν ἀγαθῶν κοινούμενοι πιστοὺς ὑμᾶς ἐκτῶντο, ἀλλὰ τῶν ὀνειδῶν μεταδιδόντες εὔνους ὤοντο εἶναι. 11
  • 12. XII 94 Lisias pide venganza al bando de la ciudad ἀνθ᾽ ὧν ὑμεῖς νῦν ἐν τῷ θαρραλέῳ ὄντες, καθ᾽ ὅσον δύνασθε, καὶ ὑπὲρ ὑμῶν αὐτῶν καὶ ὑπὲρ τῶν ἐκ Πειραιῶς τιμωρήσασθε, ἐνθυμηθέντες μὲν ὅτι ὑπὸ τούτων πονηροτάτων1 ὄντων ἤρχεσθε, ἐνθυμηθέντες δὲ ὅτι μετ᾽ ἀνδρῶν νῦν ἀρίστων πολιτεύεσθε καὶ τοῖς πολεμίοις μάχεσθε καὶ περὶ τῆς πόλεως βουλεύεσθε, ἀναμνησθέντες δὲ τῶν ἐπικούρων, οὓς οὗτοι φύλακας τῆς σφετέρας2 ἀρχῆς καὶ τῆς ὑμετέρας δουλείας εἰς τὴν ἀκρόπολιν κατέστησαν. 1 πονηροτάτων Reiske· πονηροτέρων MSS. 2 σφετέρας Markland· ὑμετέρας MSS. XII 97 Relato de las desventuras sufridas ὅσοι δὲ τὸν θάνατον διέφυγον, [97] πολλαχοῦ κινδυνεύσαντες καὶ εἰς πολλὰς πόλεις πλανηθέντες καὶ πανταχόθεν ἐκκηρυττόμενοι, ἐνδεεῖς ὄντες τῶν ἐπιτηδείων, οἱ μὲν ἐν πολεμίᾳ τῇ πατρίδι τοὺς παῖδας καταλιπόντες, οἱ δ᾽ ἐν ξένῃ γῇ, πολλῶν ἐναντιουμένων ἤλθετε εἰς τὸν Πειραιᾶ. πολλῶν δὲ καὶ μεγάλων κινδύνων ὑπαρξάντων ἄνδρες ἀγαθοὶ γενόμενοι τοὺς μὲν ἠλευθερώσατε, τοὺς δ᾽ εἰς τὴν πατρίδα κατηγάγετε. 12