Ο ΜΥΘΟΣ
ὁ μὲν οὖν Φίλιππος
   καὶ ἡ Μέλιττα
  μῦθον ἀπὸ τῆς
Μυρρίνης ἀκούειν
  ἐθέλουσιν. ἡ δὲ
μήτηρ λέγει · «τί δέ;
    ποῖον μῦθον
 ἐθέλετε ἀκούειν;»
ὃ δὲ Φίλιππος · «ἐγὼ μὲν
 μῦθον περὶ δεινοῦ καὶ
μεγάλου θηρίου ἀκούειν
         ἐθέλω.»
ἡ δὲ Μέλιττα · «τί
περὶ δεινοῦ καὶ
μεγάλου θηρίου;
τί οὐ περὶ καλῆς
κόρης; ἆρ ΄ οὐκ
ἐθέλεις σὺ ἡμῖν
λέγειν τοιοῦτον
μῦθον, ὦ μῆτερ;»
ἡ δὲ μήτηρ · «μὴ βοᾶτε ·
ὁ γὰρ πάππος καθεύδει.
παρ ΄ ἐμὲ δὲ ἔλθετε καὶ
πρὸς ἐμοὶ καθίζετε ·
ἐγὼ μὲν γὰρ ὑμῖν
καλὸν μῦθον λέγειν μέλλω ·
 ἐν δὲ τῷ μύθῳ καὶ
 καλὴ γυνὴ ἔνεστι καὶ ἀνδρεῖος ἀνὴρ
καὶ θηρίον μέγα καὶ δεινόν. μὴ οὖν
θορυβεῖτε ἀλλ ΄ἀκούετε.»
«ὁ Μίνως οἰκεῖ ἐν τῇ Κρήτῃ ·
βασιλεὺς δέ ἐστι τῆς νήσου.
 καὶ ἐν τῇ τοῦ Μίνοως οἰκίᾳ
    ἐστὶν ὁ λαβύρινθος ·
ἐκεῖ δ ΄ οἰκεῖ ὁ
  Μινώταυρος,
 θήριον τι δεινόν,
   τὸ μὲν ἥμισυ
 ἄνθρωπος, τὸ δ ΄
ἥμισυ ταῦρος. ὁ δὲ
Μινώταυρος ἐσθίει
   ἀνθρώπους.
ὁ οὖν Μίνως ἀναγκάζει τοὺς
  Ἀθηναίους ἑπτά τε νεανίας
 πέμπειν καὶ ἑπτὰ παρθένους
κατ ΄ἔτος πρὸς τὴν Κρήτην καὶ
      παρέχει αὔτους τῷ
     Μινωταύρῳ ἔσθίειν».
ἐν δὲ ταῖς
    Ἀθήναις
  βασιλεύει ὁ
 Αἰγεύς · ἔστι δὲ
 αὐτῷ παῖς τις
ὀνόματι Θησεύς.
ὁ δὲ ἐπεὶ πρῶτον ἡβᾷ, τοὺς
  ἑταίρους οἰκτίρει καὶ βούλεται
 βοηθεῖν αὐτοῖς. προσχωρεῖ οὖν
   τῷ πατρὶ καὶ, «πάππα φίλε,»
φησίν, «τοὺς ἑταίρους οἰκτίρω καὶ
 βούλομαι σῴζειν. πέμπε με οὖν
    μετὰ τῶν ἑταίρων πρὸς τὴν
  Κρήτην.» ὁ δ΄ Αἰγεὺς μάλιστα
   φοβεῖται ἀλλ΄ὅμως πείθεται
               αὐτῷ.
ὁ οὖν Θησεὺς εἰς τὴν ναῦν εἰσβαίνει
μετὰ τῶν ἑταίρων καὶ πλεῖ πρὸς τὴν
    Κρήτην. ἐπεὶ δὲ εἰς τὴν νῆσον
  ἀφικνοῦνται, ὅ τε βασιλεὺς καὶ ἡ
   βασίλεια καὶ ἡ θυγάτηρ αὐτῶν,
 ὀνόματι Ἀριάδνη, δέχονται αὐτοὺς
καὶ ἄγουσι πρὸς τὴν Κνωσσόν (οὕτω
     γὰρ τὴν τοῦ Μίνωος πόλιν
ὀνομάζουσιν) καὶ φυλάττουσιν ἐν τῷ
            δεσμωτηρίῳ.
ἡ δ΄ Ἀριάδνη, ἐπεὶ πρῶτον ὁρᾷ
  τὸν Θησέα, ἐρᾷ αὐτοῦ καὶ
βούλεται σῴζειν. ἐπεὶ οὖν νύξ
   γίγνεται, σπεύδει πρὸς τὸ
 δεσμωτήριον καὶ τὸν Θησέα
 καλεῖ καί, «σίγα, ὦ Θησεῦ, »
    φησίν · «ἐγώ, Ἀριάδνη,
πάρειμι. ἐρῶ σου καὶ βούλομαι
            σῴζειν.
ἰδού, παρέχω γάρ σοι τοῦτο τὸ
    ξίφος καὶ ἀπόκτεινε τὸν
    Μινώταυρον. ἔπειτα δὲ
  -ἔκφευγε μετὰ τῶν ἑταίρων
   καὶ σπεῦδε πρὸς τὴν ναῦν.
ἐγὼ γὰρ ἐν νῷ ἔχω πρὸς τῇ νηΐ
            μένειν ·
βούλομαι γὰρ ἀπὸ τῆς Κρήτης
ἀποφεύγειν καὶ μετὰ σοῦ πρὸς
  τὰς Ἀθήνας πλεῖν.» οὕτω
 λέγει καὶ ταχέως ἀπέρχεται
 πρὸς τὴν πόλιν. ὁ δὲ Θησεὺς
μάλα θαυμάζει, δέχεται δε τὸ
ξίφος καὶ μένει τὴν ἡμέραν. »
ἐπεὶ δὲ ἡμέρα γίγνεται, ὁ
   Μίνως ἔρχεται πρὸς τὸ
δεσμωτήριον καὶ καλεῖ τόν τε
Θησέα καὶ τοὺς ἑταίρους καὶ
    ἄγει αὐτοὺς πρὸς τὸν
     λαβύρινθον. ἐπεὶ δὲ
   ἀφικνοῦνται, οἱ δοῦλοι
ἀνοίγουσι τὰς πύλας καὶ τοὺς
 Ἀθηναίους εἰσελαύνουσιν.
ἔπειτα δὲ τὰς πύλας κλείουσι
καὶ ἀπέρχονται · οὕτω γὰρ τῷ
Μινωταύρῳ σῖτον παρέχουσιν
     εἰς πολλὰς ἡμέρας.
οἱ μὲν οὖν ἑταῖροι μάλιστα
     φοβοῦνται, ὁ δὲ Θησεὺς, «μὴ
      φοβεῖσθε, ὦ φίλοι,» φησίν ·
    «ἐγὼ γὰρ ὑμᾶς σώσω. ἕπεσθέ
    μοι οὖν ἀνδρείως.» οὕτω λέγει
       καὶ ἡγεῖται αὐτοῖς εἰς τὸν
              λαβύρινθον.

ἡγοῦμαι (< ἡγέομαι) (+ dat.) = ἄγω + acus.
ἡ δεξιᾶ (τῆς δεξιᾶς)




ἡ ἀριστερᾶ (τῆς ἀριστερᾶς)
ὁ μὲν οὖν Θησεὺς ἐν
   μὲν τῇ ἀριστερᾷ ἔχει
   τὸ λίνον, ἐν δὲ τῇ
   δεξιᾷ τὸ ξίφος, καὶ
   προχωρεῖ εἰς τὸν
   σκότον. οἱ δὲ ἑταῖροι                     ὁ σκότος (τοῦ σκότου

   μάλιστα φοβοῦνται
   ἀλλ΄ὅμως ἕπονται ·
πορεύομαι = βαδίζω
ἕπομαι (+ dat.) = ὄπισθεν βαίνω, ἀκολουθέω
ἡ γὰρ ἀνάγκη αὐτοὺς ἔχει.
    μακρὰν οὖν ὁδὸν πορεύονται
    καὶ πολλάκις μὲν τρέπονται,
    πολλάκις δὲ ψόφους δεινοὺς
            ἀκούουσιν ·

τρέπομαι = ἀναστρέφω
ὁ γὰρ Μινώταυρος διώκει
    αὺτοὺς ἐν τῷ σκότῳ καὶ μάλα
         δεινῶς βρυχάνται.



βρυχᾶται · «μῦ, μῦ»
ἐνταῦθα δὴ τὸν τῶν
                 ποδῶν ψόφον ἀκούουσι
                      καὶ τὸ τοῦ θηρίου
                  πνεῦμα ὀσφραίνονται,
                     καὶ ἰδού, ἐν τῇ ὁδῷ
                             πάρεστιν ὁ
                 Μινώταυρος. δεινῶς δὴ
                   βρυχᾶται καὶ ἐπὶ τὸν
                       Θησέα ὁρμᾶται.
ὁρμᾶται = ὁρμᾷ
ὁ δὲ Θησεὺς οὐ φοβεῖται ἀλλὰ
μάλα ἀνδρείως μάχεται · τῇ μὲν
  γὰρ ἀριστερᾷ λαμβάνεται τῆς
κεφαλῆς τοῦ θηρίου, τῇ δὲ δεξιᾷ
             τὸ στῆθος τύπτει.
               ὁ δὲ Μινώταυρος
              δεινῶς κλάζει καὶ
                    καταπίπτει
                  πρὸς τὴν γῆν.
οἱ δὲ ἑταῖροι, ἐπεὶ ὁρῶσι τὸ
θηρίον ἐπὶ τῇ γῇ κείμενον,
χαίρουσι καὶ, «ὦ Θησεῦ,»
φασίν,
«ὡς ἀνδρεῖος εἶ ·
ὡς θαυμάζομέν σε
καὶ τιμῶμεν.
ἀλλὰ νῦν γε σῷζε
                           ἡμᾶς ἐκ τοῦ
                         λαβυρίνθου καὶ
                          ἡγοῦ πρὸς τὰς
                        πύλας. μακρὰ γάρ
                         ἐστιν ἡ ὁδὸς καὶ
                       πολὺς ὁ σκότος · τὴν
                       δ΄ὁδὸν ἀγνοοῦμεν.»
ἡγοῦ ἡμῖν = ἄγε ἡμᾶς
ὁ δὲ Θησεὺς οὐ φοβεῖται ἀλλὰ τὸ
 λίνον λαμβάνει – οὕτω γὰρ τὴν ὁδὸν
 γιγνώσκει – καὶ ἡγεῖται τοῖς ἑταῖροις
 πρὸς τὰς πύλας. ἐπεὶ δ΄ἀφικνοῦνται,
τὸν μοχλὸν διακόπτουσι καὶ μένουσιν
                ἐκεῖ ·
ἔτι γὰρ ἡμέρα ἐστίν. ἐπεὶ δὲ
 νύξ γίγνεται, ἐξέρχονται ἐκ
τοῦ λαβυρίνθου καὶ σπεύδουσι
  πρὸς τὴν ναῦν. ἐκεῖ δὲ τὴν
 Ἀριάδνην ὁρῶσιν · μένει γὰρ
         πρὸς τῇ νηΐ.
ταχέως οὖν εἰσβαίνουσι καὶ
 ἀποπλέουσι πρὸς τὰς Ἀθηνας.
   οὕτως οὖν ὁ Θησεὺς τόν τε
Μινώταυρον ἀποκτείνει καὶ τοὺς
ἑταίρους σῴζει εἰς τὰς Ἀθηνας.»
οὕτω περαίνει τὸν μῦθον ἡ Μυρρίνη, ἡ
 δὲ Μέλιττα, «καὶ ἡ Ἀριάδνη;» φησίν ·
    «ἆρα χαίρει; ἆρα φιλεῖ αὐτὴν ὁ
Θησεύς;» ἡ δὲ Μυρρίνη · «οὐδαμῶς · οὐ
 χαίρει ἡ Ἀριάδνη οὐδὲ φιλεῖ αὐτὴν ὁ
              Θησεύς.»
ἡ δὲ Μέλιττα · «διὰ τί οὐ φιλεῖ
αὐτὴν ὁ Θησεύς; τί γίγνεται;»
ἡ δὲ μήτηρ · «’εκεῖνον τὸν
μῦθον οὐκ ἐθέλω σοι λέγειν
νῦν γε.»

Un mito

  • 1.
  • 2.
    ὁ μὲν οὖνΦίλιππος καὶ ἡ Μέλιττα μῦθον ἀπὸ τῆς Μυρρίνης ἀκούειν ἐθέλουσιν. ἡ δὲ μήτηρ λέγει · «τί δέ; ποῖον μῦθον ἐθέλετε ἀκούειν;»
  • 3.
    ὃ δὲ Φίλιππος· «ἐγὼ μὲν μῦθον περὶ δεινοῦ καὶ μεγάλου θηρίου ἀκούειν ἐθέλω.»
  • 4.
    ἡ δὲ Μέλιττα· «τί περὶ δεινοῦ καὶ μεγάλου θηρίου; τί οὐ περὶ καλῆς κόρης; ἆρ ΄ οὐκ ἐθέλεις σὺ ἡμῖν λέγειν τοιοῦτον μῦθον, ὦ μῆτερ;»
  • 5.
    ἡ δὲ μήτηρ· «μὴ βοᾶτε · ὁ γὰρ πάππος καθεύδει. παρ ΄ ἐμὲ δὲ ἔλθετε καὶ πρὸς ἐμοὶ καθίζετε · ἐγὼ μὲν γὰρ ὑμῖν καλὸν μῦθον λέγειν μέλλω · ἐν δὲ τῷ μύθῳ καὶ καλὴ γυνὴ ἔνεστι καὶ ἀνδρεῖος ἀνὴρ καὶ θηρίον μέγα καὶ δεινόν. μὴ οὖν θορυβεῖτε ἀλλ ΄ἀκούετε.»
  • 6.
    «ὁ Μίνως οἰκεῖἐν τῇ Κρήτῃ · βασιλεὺς δέ ἐστι τῆς νήσου. καὶ ἐν τῇ τοῦ Μίνοως οἰκίᾳ ἐστὶν ὁ λαβύρινθος ·
  • 7.
    ἐκεῖ δ ΄οἰκεῖ ὁ Μινώταυρος, θήριον τι δεινόν, τὸ μὲν ἥμισυ ἄνθρωπος, τὸ δ ΄ ἥμισυ ταῦρος. ὁ δὲ Μινώταυρος ἐσθίει ἀνθρώπους.
  • 8.
    ὁ οὖν Μίνωςἀναγκάζει τοὺς Ἀθηναίους ἑπτά τε νεανίας πέμπειν καὶ ἑπτὰ παρθένους κατ ΄ἔτος πρὸς τὴν Κρήτην καὶ παρέχει αὔτους τῷ Μινωταύρῳ ἔσθίειν».
  • 9.
    ἐν δὲ ταῖς Ἀθήναις βασιλεύει ὁ Αἰγεύς · ἔστι δὲ αὐτῷ παῖς τις ὀνόματι Θησεύς.
  • 10.
    ὁ δὲ ἐπεὶπρῶτον ἡβᾷ, τοὺς ἑταίρους οἰκτίρει καὶ βούλεται βοηθεῖν αὐτοῖς. προσχωρεῖ οὖν τῷ πατρὶ καὶ, «πάππα φίλε,» φησίν, «τοὺς ἑταίρους οἰκτίρω καὶ βούλομαι σῴζειν. πέμπε με οὖν μετὰ τῶν ἑταίρων πρὸς τὴν Κρήτην.» ὁ δ΄ Αἰγεὺς μάλιστα φοβεῖται ἀλλ΄ὅμως πείθεται αὐτῷ.
  • 11.
    ὁ οὖν Θησεὺςεἰς τὴν ναῦν εἰσβαίνει μετὰ τῶν ἑταίρων καὶ πλεῖ πρὸς τὴν Κρήτην. ἐπεὶ δὲ εἰς τὴν νῆσον ἀφικνοῦνται, ὅ τε βασιλεὺς καὶ ἡ βασίλεια καὶ ἡ θυγάτηρ αὐτῶν, ὀνόματι Ἀριάδνη, δέχονται αὐτοὺς καὶ ἄγουσι πρὸς τὴν Κνωσσόν (οὕτω γὰρ τὴν τοῦ Μίνωος πόλιν ὀνομάζουσιν) καὶ φυλάττουσιν ἐν τῷ δεσμωτηρίῳ.
  • 12.
    ἡ δ΄ Ἀριάδνη,ἐπεὶ πρῶτον ὁρᾷ τὸν Θησέα, ἐρᾷ αὐτοῦ καὶ βούλεται σῴζειν. ἐπεὶ οὖν νύξ γίγνεται, σπεύδει πρὸς τὸ δεσμωτήριον καὶ τὸν Θησέα καλεῖ καί, «σίγα, ὦ Θησεῦ, » φησίν · «ἐγώ, Ἀριάδνη, πάρειμι. ἐρῶ σου καὶ βούλομαι σῴζειν.
  • 13.
    ἰδού, παρέχω γάρσοι τοῦτο τὸ ξίφος καὶ ἀπόκτεινε τὸν Μινώταυρον. ἔπειτα δὲ -ἔκφευγε μετὰ τῶν ἑταίρων καὶ σπεῦδε πρὸς τὴν ναῦν. ἐγὼ γὰρ ἐν νῷ ἔχω πρὸς τῇ νηΐ μένειν ·
  • 14.
    βούλομαι γὰρ ἀπὸτῆς Κρήτης ἀποφεύγειν καὶ μετὰ σοῦ πρὸς τὰς Ἀθήνας πλεῖν.» οὕτω λέγει καὶ ταχέως ἀπέρχεται πρὸς τὴν πόλιν. ὁ δὲ Θησεὺς μάλα θαυμάζει, δέχεται δε τὸ ξίφος καὶ μένει τὴν ἡμέραν. »
  • 15.
    ἐπεὶ δὲ ἡμέραγίγνεται, ὁ Μίνως ἔρχεται πρὸς τὸ δεσμωτήριον καὶ καλεῖ τόν τε Θησέα καὶ τοὺς ἑταίρους καὶ ἄγει αὐτοὺς πρὸς τὸν λαβύρινθον. ἐπεὶ δὲ ἀφικνοῦνται, οἱ δοῦλοι ἀνοίγουσι τὰς πύλας καὶ τοὺς Ἀθηναίους εἰσελαύνουσιν.
  • 16.
    ἔπειτα δὲ τὰςπύλας κλείουσι καὶ ἀπέρχονται · οὕτω γὰρ τῷ Μινωταύρῳ σῖτον παρέχουσιν εἰς πολλὰς ἡμέρας.
  • 17.
    οἱ μὲν οὖνἑταῖροι μάλιστα φοβοῦνται, ὁ δὲ Θησεὺς, «μὴ φοβεῖσθε, ὦ φίλοι,» φησίν · «ἐγὼ γὰρ ὑμᾶς σώσω. ἕπεσθέ μοι οὖν ἀνδρείως.» οὕτω λέγει καὶ ἡγεῖται αὐτοῖς εἰς τὸν λαβύρινθον. ἡγοῦμαι (< ἡγέομαι) (+ dat.) = ἄγω + acus.
  • 18.
    ἡ δεξιᾶ (τῆςδεξιᾶς) ἡ ἀριστερᾶ (τῆς ἀριστερᾶς)
  • 19.
    ὁ μὲν οὖνΘησεὺς ἐν μὲν τῇ ἀριστερᾷ ἔχει τὸ λίνον, ἐν δὲ τῇ δεξιᾷ τὸ ξίφος, καὶ προχωρεῖ εἰς τὸν σκότον. οἱ δὲ ἑταῖροι ὁ σκότος (τοῦ σκότου μάλιστα φοβοῦνται ἀλλ΄ὅμως ἕπονται · πορεύομαι = βαδίζω ἕπομαι (+ dat.) = ὄπισθεν βαίνω, ἀκολουθέω
  • 20.
    ἡ γὰρ ἀνάγκηαὐτοὺς ἔχει. μακρὰν οὖν ὁδὸν πορεύονται καὶ πολλάκις μὲν τρέπονται, πολλάκις δὲ ψόφους δεινοὺς ἀκούουσιν · τρέπομαι = ἀναστρέφω
  • 21.
    ὁ γὰρ Μινώταυροςδιώκει αὺτοὺς ἐν τῷ σκότῳ καὶ μάλα δεινῶς βρυχάνται. βρυχᾶται · «μῦ, μῦ»
  • 22.
    ἐνταῦθα δὴ τὸντῶν ποδῶν ψόφον ἀκούουσι καὶ τὸ τοῦ θηρίου πνεῦμα ὀσφραίνονται, καὶ ἰδού, ἐν τῇ ὁδῷ πάρεστιν ὁ Μινώταυρος. δεινῶς δὴ βρυχᾶται καὶ ἐπὶ τὸν Θησέα ὁρμᾶται. ὁρμᾶται = ὁρμᾷ
  • 23.
    ὁ δὲ Θησεὺςοὐ φοβεῖται ἀλλὰ μάλα ἀνδρείως μάχεται · τῇ μὲν γὰρ ἀριστερᾷ λαμβάνεται τῆς κεφαλῆς τοῦ θηρίου, τῇ δὲ δεξιᾷ τὸ στῆθος τύπτει. ὁ δὲ Μινώταυρος δεινῶς κλάζει καὶ καταπίπτει πρὸς τὴν γῆν.
  • 24.
    οἱ δὲ ἑταῖροι,ἐπεὶ ὁρῶσι τὸ θηρίον ἐπὶ τῇ γῇ κείμενον, χαίρουσι καὶ, «ὦ Θησεῦ,» φασίν, «ὡς ἀνδρεῖος εἶ · ὡς θαυμάζομέν σε καὶ τιμῶμεν.
  • 25.
    ἀλλὰ νῦν γεσῷζε ἡμᾶς ἐκ τοῦ λαβυρίνθου καὶ ἡγοῦ πρὸς τὰς πύλας. μακρὰ γάρ ἐστιν ἡ ὁδὸς καὶ πολὺς ὁ σκότος · τὴν δ΄ὁδὸν ἀγνοοῦμεν.» ἡγοῦ ἡμῖν = ἄγε ἡμᾶς
  • 26.
    ὁ δὲ Θησεὺςοὐ φοβεῖται ἀλλὰ τὸ λίνον λαμβάνει – οὕτω γὰρ τὴν ὁδὸν γιγνώσκει – καὶ ἡγεῖται τοῖς ἑταῖροις πρὸς τὰς πύλας. ἐπεὶ δ΄ἀφικνοῦνται, τὸν μοχλὸν διακόπτουσι καὶ μένουσιν ἐκεῖ ·
  • 27.
    ἔτι γὰρ ἡμέραἐστίν. ἐπεὶ δὲ νύξ γίγνεται, ἐξέρχονται ἐκ τοῦ λαβυρίνθου καὶ σπεύδουσι πρὸς τὴν ναῦν. ἐκεῖ δὲ τὴν Ἀριάδνην ὁρῶσιν · μένει γὰρ πρὸς τῇ νηΐ.
  • 28.
    ταχέως οὖν εἰσβαίνουσικαὶ ἀποπλέουσι πρὸς τὰς Ἀθηνας. οὕτως οὖν ὁ Θησεὺς τόν τε Μινώταυρον ἀποκτείνει καὶ τοὺς ἑταίρους σῴζει εἰς τὰς Ἀθηνας.»
  • 29.
    οὕτω περαίνει τὸνμῦθον ἡ Μυρρίνη, ἡ δὲ Μέλιττα, «καὶ ἡ Ἀριάδνη;» φησίν · «ἆρα χαίρει; ἆρα φιλεῖ αὐτὴν ὁ Θησεύς;» ἡ δὲ Μυρρίνη · «οὐδαμῶς · οὐ χαίρει ἡ Ἀριάδνη οὐδὲ φιλεῖ αὐτὴν ὁ Θησεύς.»
  • 30.
    ἡ δὲ Μέλιττα· «διὰ τί οὐ φιλεῖ αὐτὴν ὁ Θησεύς; τί γίγνεται;» ἡ δὲ μήτηρ · «’εκεῖνον τὸν μῦθον οὐκ ἐθέλω σοι λέγειν νῦν γε.»