SlideShare a Scribd company logo
1 of 15
Download to read offline
20 ΟΚΤΩΒΡΙΟΥ 2013 
Κυριακὴ  Δ´ Λουκᾶ 
Ἀρτεμίου Μεγαλομ, Γερασίμου Ὁσ, Ματρώνης Χιοπ. 

Ἦχος πλ. δ´. Ἑωθινὸν Ϛ´. 
* * * * * 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 
Μετὰ τὸν Ἑξάψαλμον,  
Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις·  
Ὅτιι  πρέπειι  σοιι  πᾶσα  δόξα..... 
Ὅτ πρέπε σο πᾶσα δόξα
Ἦχος πλ. δ´. 
Θεὸς  Κύριος,  καὶ  ἐπέφανεν  ἡμῖν·  εὐλογημέ‐
νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐

θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ 

ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι 

θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 
ΑΠΟΛΥΤΙΚΙΑ 
Τὸ Ἀναστάσιμον. Ἦχος πλ. δ´. 
Ἐξ  ὕψους  κατῆλθες  ὁ  Εὔσπλαγχνος,  ταφὴν 
κατεδέξω  τριήμερον,  ἵνα  ἡμᾶς  ἐλευθερώσῃς 
τῶν  παθῶν.  Ἡ  ζωὴ  καὶ  ἡ  ἀνάστασις  ἡμῶν, 
Κύριε, δόξα σοι. 
Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος Ἀρτεμίου. 
Ἦχος δ´. Ταχὺ προκατάλαβε. 
Ὁ  Μάρτυς  σου,  Κύριε,  ἐν  τῇ  ἀθλήσει  αὐτοῦ, 
τὸ  στέφος  ἐκομίσατο  τῆς  ἀφθαρσίας,  ἐκ  σοῦ 
τοῦ Θεοῦ ἡμῶν, ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς 
τυράννους  καθεῖλεν,  ἔθραυσε  καὶ  δαιμόνων, 
τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις, Χρι‐
στὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. 
Δόξα. 
Ἀπολυτίκιον τοῦ Ὁσίου Γερασίμου. 
Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 
Τῶν ὀρθοδόξων προστάτην, καὶ ἐν σαρκὶ ἄγ‐
γελον,  καὶ  θαυματουργὸν  θεοφόρον  νεοφα‐
νέντα  ἡμῖν,  ἐπαινέσωμεν  πιστοὶ  θεῖον  Γερά‐
σιμον· ὅτι ἀξίως παρὰ Θεοῦ, ἀπείληφεν ἰαμά‐
 

των,  τὴν  ἀένναον  χάριν·  ῥώννυσι  τοὺς  νο‐
σοῦντας,  δαιμονῶντας  ἰᾶται·  Διὸ  καὶ  τοῖς  τι‐
μῶσιν αὐτὸν βρύει ἰάματα. 
Καὶ νῦν. Θεοτοκίον ὁμόηχον. 
Τοῦ  Γαβριὴλ  φθεγξαμένου  σοι  Παρθένε  τὸ 
Χαῖρε,  σὺν  τῇ  φωνῇ  ἐσαρκοῦτο  ὁ  τῶν  ὅλων 
Δεσπότης,  ἐν  σοὶ  τῇ  ἁγίᾳ  κιβωτῷ,  ὡς  ἔφη  ὁ 
δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρα‐
νῶν,  βαστάσασα  τὸν  Κτίστην  σου.  Δόξα  τῷ 
ἐνοικήσαντι  ἐν  σοί,  δόξα  τῷ  προελθόντι  ἐκ 
σοῦ,  δόξα  τῷ  ἐλευθερώσαντι  ἡμᾶς  διὰ  τοῦ 
τόκου σου. 
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·  
Ὅτιι  σὸν  τὸ  κράτος..... 
Ὅτ σὸν τὸ κράτος
* * * 

ΚΑΘΙΣΜΑΤΑ 
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. 

Ἀναστάσιμα. Ἦχος πλ. δ´. 
Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ 
Ἄγγελος  φωτός,  ταῖς  γυναιξὶν  ἐβόα·  Παύσα‐
σθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελί‐
σασθε· κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χρι‐
στὸς  ὁ  Κύριος,  ὁ  εὐδοκήσας  σῶσαι  ὡς  Θεός, 
τὸ γένος τῶν ἀνθρώπων. 
Δόξα. Τὴν Σοφίαν καὶ Λόγον. 
Ἀναστὰς  ἐκ  τοῦ  τάφου  ὡς  ἀληθῶς,  ταῖς  ὁσί‐
αις  προσέταξας  γυναιξί,  κηρῦξαι  τὴν  ἔγερ‐
σιν,  Ἀποστόλοις  ὡς  γέγραπται·  καὶ  δρομαῖος 
ὁ  Πέτρος,  ἐπέστη  τῷ  μνήματι,  καὶ  τὸ  φῶς  ἐν 
τῷ τάφῳ, ὁρῶν κατεπλήττετο· ὅθεν καὶ κατεῖ‐
δε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, 
ἐν αὐτῷ κατακείμενα· καὶ πιστεύσας ἐβόησε· 
Δόξα  σοι  Χριστὲ  ὁ  Θεός,  ὅτι  σώζεις  ἅπαντας 
Σωτὴρ  ἡμῶν·  τοῦ  Πατρὸς  γὰρ  ὑπάρχεις  ἀ‐
παύγασμα. 
Καὶ νῦν. Θεοτοκίον. 
Ὁ δι᾿ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύ‐
ρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνα‐
τον  σκυλεύσας,  καὶ  ἔγερσιν  δείξας  ὡς  Θεός, 
μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον 
τὴν  φιλανθρωπίαν  σου  Ἐλεῆμον·  δέξαι  τὴν 
τεκοῦσάν  σε  Θεοτόκον,  πρεσβεύουσαν  ὑπὲρ 
ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνω‐
σμένον. 

1
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. 

Ἦχος πλ. δ´. 
Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαν‐
το, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλι‐
σε.  Γυναῖκες  ἐθεάσαντο,  ἐγηγερμένον  ἐκ  νε‐
κρῶν,  καὶ  αὗται  εὐηγγελίσαντο,  τοῖς  Μαθη‐
ταῖς  σου  ἐν  Σιών·  Ὅτι  ἀνέστης  ἡ  ζωὴ  τῶν  ἁ‐
πάντων,  καὶ  διελύθη  τὰ  δεσμὰ  τοῦ  θανάτου. 
Κύριε δόξα σοι. 
Δόξα. 
Τὰ  μύρα  τῆς  ταφῆς,  αἱ  γυναῖκες  κομίσασαι, 
φωνῆς ἀγγελικῆς, ἐκ τοῦ τάφου ἤκουον· Παύ‐
σασθε  τῶν  δακρύων,  καὶ  ἀντὶ  λύπης  χαρὰν 
κομίσασθε·  κράξατε  ἀνυμνοῦσαι,  ὅτι  ἀνέστη 
Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θε‐
ός, τὸ γένος τῶν ἀνθρώπων. 
Καὶ νῦν. Θεοτοκίον. 
Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, 
Ἀγγέλων  τὸ  σύστημα,  καὶ  ἀνθρώπων  τὸ  γέ‐
νος,  ἡγιασμένε  ναέ,  καὶ  Παράδεισε  λογικέ, 
παρθενικὸν  καύχημα·  ἐξ  ἧς  Θεὸς  ἐσαρκώθη, 
καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων 
Θεὸς  ἡμῶν.  Τὴν  γὰρ  σὴν  μήτραν,  θρόνον  ἐ‐
ποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐ‐
ρανῶν  ἀπειργάσατο.  Ἐπὶ  σοὶ  χαίρει,  Κεχαρι‐
τωμένη, πᾶσα ἡ κτίσις· δόξα σοι. 
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. 

Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον. 
Ἐγκρατείᾳ  καὶ  πόνοις  καὶ  προσευχαῖς,  τὴν 
ψυχήν  σου  κοσμήσας  θεοπρεπῶς,  γέγονας 
συμμέτοχος  τῶν  Ἀγγέλων  μακάριε,  καὶ  τῶν 
θαυμάτων  ὄντως  χαρίσματα  ἔλαβες,  τοῦ  ἰᾶ‐
σθαι  τὰς  νόσους  τῶν  πίστει  τιμώντων  σε·  ὅ‐
θεν  καὶ  δαιμόνων  ἀπελαύνεις  τὰ  πλήθη,  καὶ 
παρέχεις ἰάματα τοῖς ἀνθρώποις μακάριε, θε‐
οφόρε  Γεράσιμε·  πρέσβευε  Χριστῷ  τῷ  Θεῷ, 
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑ‐
ορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου. 
Δόξα. Ὅμοιον. 
Ἰορδάνης ἐμφαίνει τὸ θαυμαστόν, καὶ περίδο‐
ξον ὕψος τῆς σῆς ζωῆς· τῷ κάλλει γὰρ ἔλαμ‐
ψας,  τῆς  νηστείας  πανόλβιε,  τὴν  Μωϋσέως 
χάριν, πλουτήσας ὡς ἄριστος, καὶ Ἠλιοὺ γεν‐
ναίως ἰχνῶν ἐφαψάμενος· ὅθεν τοῦ Δεσπότου 
μιμητὴς  ἀνεδείχθης,  φαιδρῶς  δοξαζόμενος, 
πολιτείας  λαμπρότητι,  καὶ  τῷ  κόσμῳ  φαινό‐
μενος,  ἀριστεὺς  ἐπουράνιος  Ὅσιε·  διό  σε  πι‐
 

στῶς,  εὐφημοῦμεν,  πόθῳ  ἱκετεύοντες,  τῶν 
δεινῶν περισῴζειν τὴν σὴν νῆσον Γεράσιμε. 
Καὶ νῦν. Θεοτοκίον ὅμοιον. 
Τοῦ  Ἡλίου  νεφέλη  τοῦ  νοητοῦ,  θείου  φέγ‐
γους  λυχνία  χρυσοφαής,  ἄσπιλε,  ἀμόλυντε, 
παναμώμητε Δέσποινα, τὴν σκοτεινὴν ψυχήν 
μου, τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας αἴ‐
γλῃ  καταύγασον  δέομαι,  καὶ  μεμολυσμένην, 
τὴν  καρδίαν  μου  πλῦνον,  ῥοαῖς  κατανύξεως, 
μετανοίας  τε  δάκρυσι,  καὶ  τοῦ  ῥύπου  με  κά‐
θαρον,  ἵνα  πόθῳ  κραυγάζω  σοι·  Θεοτόκε 
πανύμνητε  πρέσβευε  τῷ  σῷ  Υἱῷ  καὶ  Θεῷ, 
τῶν  πταισμάτων  ἄφεσιν  δωρήσασθαι,  τοῖς 
εὐσεβῶς  προσκυνοῦσι  τὸν  πανάγιον  Τόκον 
σου. 
* * * 

ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ 
Ἦχος πλ. α´. 
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * 
ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σω‐
τήρ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * 
τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ‐
λευθερώσαντα. 
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μα‐
θήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ 
ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· * 
Ἴδετε  ὑμεῖς  *  τὸν  τάφον  καὶ  ᾔσθητε·  *  ὁ  Σω‐
τὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος. 
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

Λίαν  πρωῒ  *  μυροφόροι  ἔδραμον  *  πρὸς  τὸ 
μνῆμά  σου  θρηνολογοῦσαι·  *  ἀλλ᾿  ἐπέστη  * 
πρὸς  αὐτὰς  ὁ  ἄγγελος  καὶ  εἶπε·  *  Θρήνου  ὁ 
καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστα‐
σιν δὲ * ἀποστόλοις εἴπατε. 
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

Μυροφόροι γυναῖκες  * μετὰ μύρων  ἐλθοῦσαι 
* πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγ‐
γέλου  *  πρὸς  αὐτὰς  φθεγγομένου·  *  Τί  μετὰ 
νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ 
* ἐξανέστη τοῦ μνήματος. 
Δόξα. 
Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν 
τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα 
2
* ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφεὶμ * κρά‐
ζοντες τὸ Ἅγιος, * Ἅγιος, Ἅγιος εἶ, Κύριε. 
Καὶ νῦν. 
Ζωοδότην  τεκοῦσα,  *  ἐλυτρώσω,  Παρθένε,  * 
τὸν  Ἀδὰμ  ἁμαρτίας·  *  χαρμονὴν  δὲ  τῇ  Εὔᾳ  * 
ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυ‐
νε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε‐
ὸς καὶ ἄνθρωπος. 
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι 
ὁ Θεός. (γ´) 
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·  
Ὅτιι  ηὐλόγηταίί  Σου.... 
Ὅτ ηὐλόγητα Σου
* * * 

ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ 
Ἡ Ὑπακοή. Ἦχος πλ. δ´. 

Ἀντίφωνον Γ´. 

Ἐκέκραξά  σοι  Κύριε,  πρόσχες,  κλῖνόν  μοι  τὸ 
οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ἄρῃς με, ἀ‐
πὸ τῶν ἐνθένδε. 
Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις 
ἀναλύσει,  τοῦ  λαβεῖν  βασάνους,  ἢ  γέρα  τῶν 
βεβιωμένων. 
Δόξα. Καὶ νῦν. 
Ἁγίῳ  Πνεύματι,  θεολογία  μονὰς  τρισαγία·  ὁ 
Πατὴρ  γὰρ  ἄναρχος,  ἐξ  οὗ  ἔφυ  ὁ  Υἱὸς  ἀχρό‐
νως,  καὶ  τὸ  Πνεῦμα  σύμμορφον,  σύνθρονον, 
ἐκ Πατρὸς συνεκλάμψαν. 
Ἀντίφωνον Δ´. 

Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ᾿ ἢ τὸ κα‐
τοικεῖν  ἀδελφοὺς  ἅμα;  ἐν  τούτῳ  γὰρ  Κύριος, 
ἐπηγγείλατο ζωὴν αἰωνίαν. 

Αἱ  Μυροφόροι  τοῦ  ζωοδότου,  ἐπιστᾶσαι  τῷ 
μνήματι,  τὸν  Δεσπότην  ἐζήτουν,  ἐν  νεκροῖς 
τὸν  ἀθάνατον·  καὶ  χαρᾶς  εὐαγγέλια,  ἐκ  τοῦ 
Ἀγγέλου  δεξάμεναι,  τοῖς  Ἀποστόλοις  ἐμήνυ‐
ον· Ὅτι ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ 
τὸ μέγα ἔλεος. 

Τοῦ  ἐνδύματος  αὐτοῦ,  ὁ  τὰ  κρίνα  τοῦ  ἀγροῦ 
κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν. 
Δόξα. Καὶ νῦν. 
Ἁγίῳ  Πνεύματι,  ἑνοειδεῖ  αἰτίᾳ,  πάντα  ἔχεται 
εἰρηνοβραβεύτως· Θεὸς τοῦτο γάρ ἐστι, Πατρί 
τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως. 

Οἱ Ἀναβαθμοί. Ἦχος πλ. δ´. 

Προκείμενον. Ψαλμὸς ρβ´ (102). 
Bασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου 
Σιών, εἰς γενεὰν καὶ γενεάν. (δίς) 

Ἀντίφωνον Α´. 

Ἐκ  νεότητός  μου,  ὁ  ἐχθρός  με  πειράζει,  ταῖς 
ἡδοναῖς  φλέγει  με·  ἐγὼ  δὲ  πεποιθώς,  ἐν  σοὶ 
Κύριε, τροποῦμαι τοῦτον. 
Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκ‐
σπασθῆναι ὡς χόρτος· συγκόψει γὰρ Χριστός, 
αὐχένας αὐτῶν, τομῇ βασάνων. 
Δόξα. Καὶ νῦν. 
Ἁγίῳ Πνεύματι, τὸ ζῆν τὰ πάντα, φῶς ἐκ φω‐
τός,  Θεὸς  μέγας·  σὺν  Πατρὶ  ὑμνοῦμεν  αὐτὸ 
καὶ τῷ Λόγῳ. 
Ἀντίφωνον Β´. 

Ἡ  καρδία  μου,  τῷ  φόβῳ  σου  σκεπέσθω,  τα‐
πεινοφρονοῦσα·  μὴ  ὑψωθεῖσα  ἀποπέσῃ,  ἐκ 
σοῦ Πανοικτίρμον. 
Ἐπὶ  τὸν  Κύριον,  ὁ  ἐσχηκὼς  ἐλπίδα,  οὐ  δείσει 
τότε, ὅτε πυρὶ τὰ πάντα, κρινεῖ καὶ κολάσει. 
Δόξα. Καὶ νῦν. 
Ἁγίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προ‐
λέγει,  τερατουργεῖ  ὕψιστα,  ἐν  τρισὶν  ἕνα  Θε‐
ὸν μέλπων· εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ 
θεῖον. 
 

Στίχ.  Αἴνει  ἡ  ψυχή  μου,  τὸν  Κύριον·  αἰνέσω 

Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως 
ὑπάρχω. 
Bασιλεύσει Κύριος εἰς τὸν αἰῶνα... 
* * * 

ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ 
Ὁ διάκονος· Τοῦ  Κυρίίου  δεηθῶμεν.. 
Τοῦ Κυρ ου δεηθῶμεν
Κύριε, ἐλέησον. 
Ὅτ ἅγ ος ε ὁ Θεὸς ἡμῶν
Ὁ ἱερεύς· Ὅτιι  ἅγιιος  εἶἶ,,  ὁ  Θεὸς  ἡμῶν,,  .... 
Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 
Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. 
Ὁ  διάκονος·  Καὶὶ   ὑπὲρ   τοῦ   καταξιιωθῆναιι   ἡμᾶς  
Κα ὑπὲρ τοῦ καταξ ωθῆνα ἡμᾶς
τῆς   ἀκροάσεως   τοῦ   ἁγίίου   Εὐαγγελίίου   Κύριιον  
τῆς ἀκροάσεως τοῦ ἁγ ου Εὐαγγελ ου Κύρ ον
τὸν  Θεὸν  ἡμῶν  ἱἱκετεύσωμεν.. 
τὸν Θεὸν ἡμῶν κετεύσωμεν

Κύριε, ἐλέησον. (γ´) 
Ὁ διάκονος· Σοφίία··  ὀρθοίί··  ἀκούσωμεν  τοῦ  ἁγίίου  
Σοφ α ὀρθο ἀκούσωμεν τοῦ ἁγ ου
Εὐαγγελίίου.. 
Ε ὐ α γ γ ελ ο υ
Ὁ ἱερεύς· Εἰἰρήνη  πᾶσιι.. 
Ε ρήνη πᾶσ
Καὶ τῷ Πνεύματί σου. 
3
Ὁ ἱερεύς· Ἐκ  τοῦ  κατὰ  Λουκᾶν  ἁγίίου  Εὐαγγελίί‐‐
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγ ου Εὐαγγελ
ου  τὸ  ἀνάγνωσμα.. 
ου τὸ ἀνάγνωσμα
Ὁ διάκονος· Πρόσχωμεν. 
Δόξα σοι, Κύριε, δόξα σοι. 

Ἦχος β´. 
Ἐλεῆμον,  Ἐλέησόν  με,  ὁ  Θεός,  κατὰ  τὸ  μέγα 
ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν 
σου ἐξάλειψον τὸ ἀνόμημά μου. 

ὁ Ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον 

Ἐπὶ  πλεῖον  πλῦνόν  με  ἀπὸ  τῆς  ἀνομίας  μου 
καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 

Ἑωθινὸν Ϛ´  
Ἐκ τοῦ κατὰ Λουκᾶν  
 (κδ´ 36‐53) 

Τῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ Ἰησοῦς ἐκ νεκρῶν ἔστη ἐν μέσῳ 
τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Πτοηθέν‐
τες  δὲ  καὶ  ἔμφοβοι  γενόμενοι  ἐδόκουν  πνεῦμα  θεωρεῖν.  Καὶ 
εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀ‐
ναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ 
τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδε‐
τε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε 
ἔχοντα.  Καὶ  τοῦτο  εἰπὼν  ἐπέδειξεν  αὐτοῖς  τὰς  χεῖρας  καὶ 
τοὺς  πόδας.  Ἔτι  δὲ  ἀπιστούντων  αὐτῶν  ἀπὸ  τῆς  χαρᾶς  καὶ 
θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ 
ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρί‐
ου· καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. Εἶπε δὲ αὐτοῖς· Οὗτοι 
οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πλη‐
ρωθῆναι  πάντα  τὰ  γεγραμμένα  ἐν  τῷ  νόμῳ  Μωϋσέως  καὶ 
προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. Τότε διήνοιξεν αὐτῶν τὸν 
νοῦν  τοῦ  συνιέναι  τὰς  γραφάς,  καὶ  εἶπεν  αὐτοῖς·  Ὅτι  οὕτω 
γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι 
ἐκ  νεκρῶν  τῇ  τρίτῃ  ἡμέρᾳ,  καὶ  κηρυχθῆναι  ἐπὶ  τῷ  ὀνόματι 
αὐτοῦ  μετάνοιαν  καὶ  ἄφεσιν  ἁμαρτιῶν  εἰς  πάντα  τὰ  ἔθνη, 
ἀρξάμενον  ἀπὸ  Ἱερουσαλήμ.  Ὑμεῖς  δέ  ἐστε  μάρτυρες  τού‐
των.  Καὶ  ἰδοὺ  ἐγὼ  ἀποστέλλω  τὴν  ἐπαγγελίαν  τοῦ  πατρός 
μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ ἕως 
οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως 
εἰς  Βηθανίαν,  καὶ  ἐπάρας  τὰς  χεῖρας  αὐτοῦ  εὐλόγησεν  αὐ‐
τούς.  Καὶ  ἐγένετο  ἐν  τῷ  εὐλογεῖν  αὐτὸν  αὐτοὺς  διέστη  ἀπ᾿ 
αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. Καὶ αὐτοὶ προσκυνή‐
σαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγά‐
λης,  καὶ  ἦσαν  διὰ  παντὸς  ἐν  τῷ  ἱερῷ  αἰνοῦντες  καὶ  εὐλο‐
γοῦντες τὸν Θεόν. Ἀμήν. 

Δόξα σοι, Κύριε, δόξα σοι. 
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης· 
Ἀνάστασιν  Χριστοῦ  θεασάμενοι,  προσκυνή‐
σωμεν  ἅγιον  Κύριον Ἰησοῦν, τὸν μόνον  ἀνα‐
μάρτητον. Τὸν σταυρόν σου, Χριστέ, προσκυ‐
νοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦ‐
μεν  καὶ  δοξάζομεν·  σὺ  γὰρ  εἶ  Θεὸς  ἡμῶν,  ἐ‐
κτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀ‐
νομάζομεν.  Δεῦτε  πάντες  οἱ  πιστοὶ  προσκυ‐
νήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰ‐
δοὺ  γὰρ  ἦλθε  διὰ  τοῦ  Σταυροῦ  χαρὰ  ἐν  ὅλῳ 
τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύρι‐
ον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν 
γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, θανάτῳ θάνατον ὤ‐
λεσεν. 

Ὅτι  τὴν  ἀνομίαν  μου  ἐγὼ  γινώσκω,  καὶ  ἡ  ἁ‐
μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. 
Σοὶ  μόνῳ  ἥμαρτον  καὶ  τὸ  πονηρὸν  ἐνώπιόν 
σου  ἐποίησα,  ὅπως  ἂν  δικαιωθῇς  ἐν  τοῖς  λό‐
γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 
Ἰδοὺ  γὰρ  ἐν  ἀνομίαις  συνελήφθην,  καὶ  ἐν  ἁ‐
μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 
Ἰδοὺ  γὰρ  ἀλήθειαν  ἠγάπησας,  τὰ  ἄδηλα  καὶ 
τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. 
Ῥαντιεῖς  με  ὑσσώπῳ,  καὶ  καθαρισθήσομαι· 
πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. 
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐
γαλλιάσονται ὀστέα τεταπεινωμένα. 
Ἀπόστρεψον  τὸ  πρόσωπόν  σου  ἀπὸ  τῶν  ἁ‐
μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐
λειψον. 
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ 
πνεῦμα  εὐθὲς  ἐγκαίνισον  ἐν  τοῖς  ἐγκάτοις 
μου. 
Μὴ  ἀποῤῥίψῃς  με  ἀπὸ  τοῦ  προσώπου  σου, 
καὶ  τὸ  Πνεῦμά  σου  τὸ  ἅγιον  μὴ  ἀντανέλῃς 
ἀπ᾿ ἐμοῦ. 
Ἀπόδος  μοι  τὴν  ἀγαλλίασιν  τοῦ  σωτηρίου 
σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 
Διδάξω  ἀνόμους  τὰς  ὁδούς  σου,  καὶ  ἀσεβεῖς 
ἐπὶ σὲ ἐπιστρέψουσι. 
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐
τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν 
δικαιοσύνην σου. 
Κύριε,  τὰ  χείλη  μου  ἀνοίξεις,  καὶ  τὸ  στόμα 
μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 
Ὅτι,  εἰ  ἠθέλησας  θυσίαν,  ἔδωκα  ἄν·  ὁλοκαυ‐
τώματα οὐκ εὐδοκήσεις. 

Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον 

 

4
Θυσία  τῷ Θεῷ  πνεῦμα  συντετριμμένον· καρ‐
δίαν  συντετριμμένην  καὶ  τεταπεινωμένην  ὁ 
Θεὸς οὐκ ἐξουδενώσει. 
Ἀγάθυνον,  Κύριε,  ἐν  τῇ  εὐδοκίᾳ  σου  τὴν  Σι‐
ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐
ρὰν καὶ ὁλοκαυτώματα. 
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐
σχους. Καὶ ἐλέησόν με, ὁ Θεός. 
Δόξα. 
Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, * 
ἐξάλειψον  τὰ  πλήθη  *  τῶν  ἐμῶν  ἐγκλημά‐
των. 
Καὶ νῦν. 
Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐ‐
ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. 
Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. 
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός 
σου,  καὶ  κατὰ  τὸ  πλῆθος  τῶν  οἰκτιρμῶν  σου 
ἐξάλειψον τὸ ἀνόμημά μου. 
Ἀναστὰς  ὁ  Ἰησοῦς  ἀπὸ  τοῦ  τάφου,  *  καθὼς 
προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν * 
καὶ μέγα ἔλεος. 
Σῶσον,,  ὁ  Θεός,,  τὸν  λαόν  Σου....  Κύριε, ἐλέησον 
Σῶσον ὁ Θεός τὸν λαόν Σου
(ιβ´). Ἐλέειι  καὶὶ  οἰἰκτιιρμοῖῖς....  Ἀμήν. 
Ἐλέε κα ο κτ ρμο ς
* * * 

ΟΙ ΚΑΝΟΝΕΣ 
ὁ Ἀναστάσιμος μετὰ τῶν εἱρμῶν  
καὶ οἱ τῶν Ἁγίων 

ᾨδὴ α´.  
ὁ Ἀναστάσιμος εἰς δ´ 
(ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ) 

Ἦχος πλ. δ´. Ὁ Εἱρμός. 
Ἁρματηλάτην  Φαραὼ  ἐβύθισε,  τερατουργοῦ‐
σα  ποτέ,  Μωσαϊκὴ  ῥάβδος,  σταυροτύπως 
πλήξασα, καὶ διελοῦσα θάλασσαν· Ἰσραὴλ δὲ 
φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θε‐
ῷ ἀναμέλποντα. 

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. 

Ὡς  εὐπρεπὴς  ταῖς  γυναιξὶν  ὁ  Ἄγγελος,  νῦν 
ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύ‐
του  σύμβολα,  ἀΰλου  καθαρότητος,  τῇ  μορφῇ 
δὲ  μηνύων,  τὸ φέγγος  τῆς  ἀναστάσεως,  κρά‐
ζει· Ἐξηγέρθη ὁ Κύριος. 
Θεοτοκίον 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 

Δεδοξασμένα  περὶ  σοῦ  λελάληνται,  ἐν  γενε‐
αῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χω‐
ρήσασα,  ἁγνὴ  δὲ  διαμείνασα,  Θεοτόκε  Παρ‐
θένε· διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θε‐
ὸν προστασίαν ἡμῶν. 
τοῦ Ἁγίου Ἀρτεμίου ἐκ τοῦ Μηναίου,  
οὗ ἡ Ἀκροστιχίς· Τὴν σὴν νέμοις μοι πλουσίαν χάριν Μάκαρ. Ἰωσήφ. 

Ἦχος β´. Ἐν βυθῷ κατέστρωσε. 
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Τὸν  ἀγῶνα  Μάρτυς  τὸν  καλόν,  ὡς  ἀγωνισά‐
μενος, καὶ τοὺς λαμπροὺς στεφάνους κομισά‐
μενος, τῷ φωτὶ παρίστασαι, φωτιζόμενος κα‐
τὰ  μέθεξιν  ἄϋλον·  ὅθεν  δυσωποῦμεν,  φώτι‐
σον ἡμᾶς ταῖς ἱκεσίαις σου. 
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 

Ἡ  φαιδρά  σου  Μάρτυς  ἑορτή,  πάντας  συνε‐
κάλεσε, χαρμονικῶς εἰς πανδαισίαν σήμερον, 
προθεῖσα  τοὺς  ἄθλους  σου,  τὰ  παλαίσματα, 
καὶ  τὴν  ἀνδρείαν  ἔνστασιν·  ὧν  κατατρυφῶν‐
τες, πίστει σε καὶ πόθῳ μακαρίζομεν. 
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 

Νεκρωθέντα μάκαρ ἐν σταυρῷ, τὸν ἀκατανό‐
ητον,  σωματικῶς  κατανοήσας  Κύριον,  τῆς 
ζωῆς  τὸν  αἴτιον,  ἐθελούσιον  ἐπεπόθησας  νέ‐
κρωσιν, τὴν διὰ βασάνων· ὅθεν ἀθανάτου δό‐
ξης ἔτυχες. 
Θεοτοκίον 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 

Σαρκωθεὶς  ἐκ  σοῦ  θεοπρεπῶς,  Λόγος  ὁ  ἀσώ‐
ματος,  ὑπερβολῇ  φιλανθρωπίας  Πάναγνε, 
πάθει  προσωμίλησε,  καὶ  ἀπάθειαν  τοῖς  ἀν‐
θρώποις  ἐπήγασεν,  ὁ  δεδοξασμένος  Κύριος· 
ἐνδόξως γὰρ δεδόξασται. 

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. 

καὶ τοῦ Ὁσίου Γερασίμου 

Τὴν παντοδύναμον Χριστοῦ θεότητα, πῶς μὴ 
θαυμάσωμεν!  ἐκ  μὲν  παθῶν  πᾶσι,  τοῖς  πι‐
στοῖς  ἀπάθειαν,  καὶ  ἀφθαρσίαν  βλύζουσαν· 
ἐκ  πλευρᾶς  δὲ  ἁγίας,  πηγὴν  ἀθάνατον  στά‐
ζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον. 

φέρων ἀκροστιχίδα ἐν τῇ ὀγδόῃ καὶ ἐνάτῃ· ὁ Ἰωάννης. 

 

Ἦχος δ´. Θαλάσσης τὸ ἐρυθραῖον. 
Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Τὸν νοῦν μου, ταῖς σαῖς πρεσβείαις Ἅγιε λαμ‐
πρῶς ὁδήγησον, καὶ τὸ τῆς γλώττης ἄμουσον 
5
σοφέ, ἵν᾿ ἀξίως ἀγῶνας τοὺς σούς, καὶ διαυγῆ 
παλαίσματα, κροτῶν αἰνέσω ἀγαλλόμενος. 
Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 

Τὸν πόθον τῶν γεννητόρων ἔνδοξε, οὐδὲν λε‐
λόγισαι  τὴν  πρὸς  Θεὸν  προκρίνας  βιοτήν,  ἐξ 
ὀνύχων  διὸ  ἁπαλῶν,  πάντα  λιπὼν  Γεράσιμε, 
Χριστοῦ τοῖς ἴχνεσιν ἐβάδισας. 
Δόξα. 
Τερπνότης,  ἡ  τῶν  παρόντων  ῥέουσα  οὐδ᾿  ὅ‐
λως  ἴσχυσε,  τὸ  στιβαρὸν  ἀμβλύναι  σῆς  ψυ‐
χῆς,  καὶ  τὸ  φίλτρον  τὸ  πρὸς  τὸν  Χριστόν,  ᾧ 
κολληθεὶς  κατέλιπες,  πᾶσαν  ἐπίκηρον  ἀπό‐
λαυσιν. 
Καὶ νῦν. 
Θεοτοκίον 

Τὴν  μόνην,  ἐν  γυναιξὶν  ἀπείρανδρον  Ἁγνὴν 
ὑμνήσωμεν,  ἱκετικῶς  βοῶντες  πρὸς  αὐτήν, 
Γερασίμου  λιταῖς  τοῦ  σεπτοῦ,  καὶ  σαῖς  πρε‐
σβείαις Ἄχραντε, τήνδε τὴν ποίμνην σου διά‐
σωσον. 
ᾨδὴ γ´.  
ὁ Ἀναστάσιμος 

Ἦχος β´. Ἐξήνθησεν ἡ ἔρημος. 
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Μαρτύρων  καλλωπίζεσθαι,  τοῖς  στεφάνοις 
ἔνδοξε,  ἐπιποθῶν  ὑπήνεγκας,  τῶν  μαστίγων 
καὶ τῶν στρεβλώσεων, τὰς πικρὰς ἀλγηδόνας 
θείᾳ χάριτι. 
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 

Οὐκ ἔσεισε τὸν πύργον σου, τῆς καρδίας πάν‐
σοφε,  ἡ  σφοδροτάτη  πρόσρηξις,  τῶν  βασά‐
νων·  καὶ  γὰρ  ἐστήρικτο,  νοητὴν  ἐπὶ  πέτραν 
τὴν ἀσάλευτον. 
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 

Ἰκρίῳ  ἀναρτώμενος,  καὶ  νιφάσι  πάντοθεν, 
τῶν  σπαραγμῶν  κυκλούμενος,  σοῦ  τὸ  ὄμμα 
πρὸς τὸν δυνάμενον, ἐνητένιζες σῴζειν ἀξιά‐
γαστε. 
Θεοτοκίον 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 

Σεσάρκωται  βουλήματι,  ἐξ  αἱμάτων  Δέσποι‐
να,  σου  παναχράντων  Κύριος,  διασῴζων  τὴν 
ἀνθρωπότητα,  καὶ  Μαρτύρων  τοὺς  δήμους 
ἐπεσπάσατο. 

Ἦχος πλ. δ´. Ὁ Εἱρμός. 
Ὁ  στερεώσας  κατ᾿  ἀρχάς,  τοὺς  οὐρανοὺς  ἐν 
συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν 
τῇ πέτρᾳ με Χριστέ, τῆς Ἐκκλησίας στήριξον, 
ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρω‐
πε. 

Ἦχος δ´. Εὐφραίνεται ἐπὶ σοί. 
Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Ὡς  ἔμπορος  νουνεχής,  τῶν  ἐπιγείων  τὰ  τερ‐
πνὰ  ἤλευσας  πλοῦτον  ποθῶν  ἔνδοξε,  τὸν  ἀ‐
ληθινὸν καὶ ἀΐδιον. 

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. 

Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 

Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει τῆς ἁμαρ‐
τίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδι‐
καίωσε Χριστέ· αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ 
τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος. 

Τὸ φρόνημα τῆς σαρκός, θεοφιλῶς δουλώσας 
τῷ  πνεύματι,  σκεῦος  ἐχρημάτισας,  καὶ  λαμ‐
πρὸν δοχεῖον τοῦ Πνεύματος. 
Δόξα. 
Ἐργάτης ὡς ἀληθῶς, τῆς ἀρετῆς ἐδείχθης Γε‐
ράσιμε, νοῦν καὶ τὴν διάνοιαν, ἄνω πρὸς Θε‐
ὸν ἔχων ἄτρεπτον. 
Καὶ νῦν. 

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. 

Τῆς  ἀναστάσεως  τὸ  φῶς,  ἐξέλαμψε  τοῖς  ἐν 
σκότει,  τοῦ  θανάτου  καὶ  σκιᾷ  καθημένοις,  ὁ 
Θεός μου Ἰησοῦς, καὶ τῇ αὑτοῦ θεότητι, τὸν ἰ‐
σχυρὸν  δεσμεύσας,  τούτου  τὰ  σκεύη  διήρπα‐
σε. 
Θεοτοκίον 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 

Τῶν  Χερουβὶμ  καὶ  Σεραφίμ,  ἐδείχθης  ὑψηλο‐
τέρα,  Θεοτόκε·  σὺ  γὰρ  μόνη  ἐδέξω,  τὸν  ἀχώ‐
ρητον  Θεόν,  ἐν  σῇ  γαστρὶ  Ἀμόλυντε·  διὸ  πι‐
στοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν. 

καὶ τοῦ Ὁσίου 

Θεοτοκίον 

Συντήρει Μήτηρ Θεοῦ, ἐξ ἐπηρείας τήνδε τὴν 
ποίμνην σου, ἥτις ἐν σοὶ πέποιθε, τῇ σῇ ἀρω‐
γῇ καταφεύγουσα. 
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·  
Ὅτιι  σὺ  εἶἶ  ὁ  Θεὸς  ἡμῶν.... 
Ὅτ σὺ ε ὁ Θεὸς ἡμῶν
* * * 

τοῦ Μεγαλομάρτυρος 

 

6
ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ 
Μεσῴδια Καθίσματα τῶν Ἁγίων 
Κάθισμα τοῦ Ἁγίου Ἀρτεμίου 

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. 
Τὸν  στρατιώτην  τοῦ  Χριστοῦ  τὸν  ἀήττητον, 
καὶ  καθαιρέτην  τοῦ  ἐχθροῦ  γενναιότατον, 
τὸν ἐν μεγίστοις τέρασιν ἐκλάμψαντα, ἅπαν‐
τες Ἀρτέμιον, εὐφημήσωμεν πίστει· βρύει γὰρ 
ἰάματα,  τοῖς  προστρέχουσι  πόθῳ,  καὶ  κατα‐
παύει  πάθη  χαλεπά,  καὶ  τῶν  ἐν  θλίψει  ἀν‐
θρώπων προΐσταται. 
Δόξα.  
τοῦ Ὁσίου Γερασίμου 

Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον. 
Γεννητόρων  τὸν  πόθον  ὑπεριδών,  καὶ  Χρι‐
στὸν  ἀγαπήσας  ὁλοσχερῶς,  αὐτῷ  ἠκολούθη‐
σας,  μέχρι  τέλους  ἀοίδιμε·  τὸν  γὰρ  σταυρόν 
σου  ἄρας,  ἐπ᾿  ὤμων  ἀνέδραμες,  εἰς  ἀβάτους 
ἐρήμους, διάγων ὡς ἄσαρκος· ὅθεν καὶ πλου‐
σίας ἀμοιβὰς τῶν σῶν πόνων, ἐδέξω Μακάρι‐
ε, ἐκ χειρὸς τοῦ Κυρίου σου, θεοφόρε Γεράσι‐
με,  πρέσβευε  Χριστῷ  τῷ  Θεῷ,  τῶν  πταισμά‐
των ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πό‐
θῳ τὴν ἁγίαν μνήμην σου. 
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον. 
Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μη‐
τέρα τοῦ πάντων Δημιουργοῦ, ἐν φωναῖς με‐
γαλύνωμεν,  καὶ  ὑμνοῦντες  βοήσωμεν·  ἡ  τῆς 
χαρᾶς  αἰτία,  Παρθένε  Πανύμνητε,  τοὺς  τι‐
μῶντάς σε σῷζε, καὶ σκέπε πρεσβείαις σου ἐκ 
πειρασμῶν  παντοίων,  καὶ  νόσων,  καὶ  θλίψε‐
ων· ἔχεις γὰρ ὡς Μήτηρ τοῦ Θεοῦ παῤῥησίαν, 
οἰκτείρειν,  βραβεύειν  τε  νοσημάτων  τὴν  ἴα‐
σιν·  διὰ  τοῦτο  βοῶμέν  σοι,  πρέσβευε  τῷ  σῷ 
Υἱῷ  καὶ  Θεῷ,  τῶν πταισμάτων ἄφεσιν δωρή‐
σασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανά‐
γιον Τόκον σου. 

πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν ἐγέρσει 
σου Πολυέλεε. 
ὁ Οἶκος 

Τὰ  τοῦ  ᾅδου  σκυλεύσας  βασίλεια,  καὶ  νε‐
κροὺς ἀναστήσας Μακρόθυμε, γυναιξὶ Μυρο‐
φόροις  συνήντησας,  ἀντὶ  λύπης  χαρὰν  κομι‐
σάμενος·  καὶ  Ἀποστόλοις  σου  ἐμήνυσας,  τὰ 
τῆς  νίκης  σύμβολα,  Σωτήρ  μου  ζωοδότα,  καὶ 
τὴν  κτίσιν  ἐφώτισας  Φιλάνθρωπε·  διὰ  τοῦτο 
καὶ  κόσμος  συγχαίρει,  τῇ  ἐκ  νεκρῶν  ἐγέρσει 
σου Πολυέλεε. 
Συναξάριον 
Τῇ Κ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου ἐν‐
δόξου  Μεγαλομάρτυρος  καὶ  πολυάθλου  Ἀρ‐
τεμίου. 
Στίχοι 
Ὁ πάντα λαμπρὸς Ἀρτέμιος ἐν βίῳ, 
Τμηθεὶς ἀπῆλθεν εἰς ὑπέρτατον κλέος. 
Εἰκάδι Ἀρτέμιος πυκινόφρων αὐχένα τμήθη. 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἔνδοξοι Μάρτυρες Ἐ‐
βόρης, Ἐνόης, Ζεβινᾶς, Γερμανός, Νικηφόρος, 
Ἀντωνῖνος,  καὶ  ἡ  Ἁγία  ἔνδοξος  Μάρτυς  Μα‐
ναθὼ ἡ παρθένος, ξίφει καὶ πυρὶ τελειοῦνται. 
Στίχοι 
Λίθοις Ἐβόρην καὶ σύναθλον Ἐνόην, 
Λίθων λάτραι κτείνουσιν ἀθλητοκτόνοι. 
Ξίφος Ζεβινᾶν, Γερμανόν, Νικηφόρον, 
Σὺν Ἀντωνίνῳ δεικνύει νικηφόρους. 
Τί καὶ καθαρθῇς εἰς τὸ πῦρ βεβλημένη, 
Ἁγνὴ Μαναθώ, πνεῦμα σῶμα παρθένε; 

Τῇ  αὐτῇ  ἡμέρᾳ,  μνήμη  τοῦ  Ὁσίου  καὶ 
θεοφόρου  Πατρὸς  ἡμῶν  Γερασίμου  τοῦ  νέου 
ἀσκητοῦ,  τοῦ  ἐκ  Τρικάλων  τῆς  Πελοποννή‐
σου, οὗ τὸ σεπτὸν καὶ Ἅγιον λείψανον  σῴζε‐
ται ἄφθορον ἐν Κεφαλληνίᾳ. 
Στίχοι 
Γεράσιμος κάλλιστον ᾔρατο στέφος, 
Ἐκ τῆς ἄνωθεν δεξιᾶς τοῦ Κυρίου. 

Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·  
Σὺ  γὰρ  εἶἶ  ὁ  Βασιιλεύς.... 
Σ ὺ γ ὰ ρ ε ὁ Β α σ λ εύ ς

Τῇ  αὐτῇ  ἡμέρᾳ,  μνήμη  τῆς  Ὁσίας  Μητρὸς  ἡ‐
μῶν Ματρώνης, τῆς Χιοπολίτιδος. 

* * * 

Στίχοι 
Λιποῦσα κόσμον ἔμπλεων ἀκοσμίας, 
Νύμφη Ματρῶνα νῦν παρέστη Νυμφίῳ. 

ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ 
Τὸ Ἀναστάσιμον Κοντάκιον μετὰ τοῦ Οἴκου. 
Κοντάκιον. Ἦχος πλ. δ´. Ὡς ἀπαρχὰς τῆς φύσεως. 

Ἐξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἤ‐
γειρας,  καὶ  τὸν  Ἀδὰμ  ἀνέστησας·  καὶ  ἡ  Εὔα 
χορεύει,  ἐν  τῇ  σῇ  ἀναστάσει,  καὶ  κόσμου  τὰ 
 

Τῇ  αὐτῇ  ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις  Πατρὸς 
ἡμῶν  Βασιλείου,  μητροπολίτου  Τραπεζοῦν‐
τος. 
Στίχοι 
Τῆς Τραπεζοῦντος ὁ κλεινὸς ἱεράρχης, 

7
Βασίλειος συμμέτοχος Βασιλείας. 

Τῇ  αὐτῇ  ἡμέρᾳ,  μνήμη  τοῦ  Ἁγίου  ἐνδόξου 
Μάρτυρος  Ἀνδρονίκου  τοῦ  Κρητός,  τοῦ  ὑπὲρ 
τῶν Ἁγίων καὶ σεπτῶν εἰκόνων ἀθλήσαντος. 
Στίχοι 
Κρὴς ἦν ὁ ἀνὴρ καὶ τιμητὴς εἰκόνων, 
Ἅς περ προσκυνῶν ἐνήθλησεν ἀνδρείως. 

Τῇ  αὐτῇ  ἡμέρᾳ,  ἡ  ἀνακομιδὴ  τῶν  λειψάνων 
τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου ἀρχιε‐
πισκόπου Ἡρακλείας καὶ Ῥαιδεστοῦ, τοῦ ἀπὸ 
Θεσσαλονίκης, τοῦ Καλλίδη. (1979) 
Στίχοι 
Γρηγόριε, πένησι δοὺς καὶ σκορπίσας, 
Ὢ ποῖα Χριστῷ νῦν παρεστὼς λαμβάνεις. 

Τῇ  αὐτῇ  ἡμέρᾳ,  τρίτῃ  Κυριακῇ  τοῦ  Ὀκτωβρί‐
ου,  Μνήμην ἐπιτελοῦμεν πάντων τῶν Ἁγίων 
Κρητῶν  Ἐπισκόπων,  τῶν  συμμετασχόντων 
ἐν  ταῖς  ἁγίαις  καὶ  σεπταῖς  Οἰκουμενικαῖς 
Συνόδοις. 
Στίχοι 
Παρεμβολὴ Κρητῶν Συνοδικῶν χαῖρε,  
Ἱεραρχῶν φωστήρων Ὀρθοδοξίας. 

Ταῖς  τῶν  σῶν  Ἁγίων  πρεσβείαις,  Χριστὲ  ὁ 
Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. 
* * * 

ΚΑΤΑΒΑΣΙΑΙ 

ᾨδὴ ε´. 
Ἐξέστη τὰ σύμπαντα * ἐπὶ τῇ θείᾳ δόξῃ σου· * 
σὺ  γάρ,  ἀπειρόγαμε  Παρθένε,  *  ἔσχες  ἐν  μή‐
τρᾳ  *  τὸν  ἐπὶ  πάντων  Θεὸν  *  καὶ  τέτοκας  ἄ‐
χρονον Υἱόν, * πᾶσι τοῖς ὑμνοῦσί σε * σωτηρί‐
αν βραβεύοντα. 
ᾨδὴ ς´. 
Τὴν  θείαν  ταύτην  καὶ  πάντιμον  *  τελοῦντες 
ἑορτὴν οἱ θεόφρονες * τῆς Θεομήτορος * δεῦ‐
τε τὰς χεῖρας κροτήσωμεν, * τὸν ἐξ αὐτῆς τε‐
χθέντα * Θεὸν δοξάζοντες. 
ᾨδὴ ζ´. 
Οὐκ  ἐλάτρευσαν  *  τῇ  κτίσει  οἱ  θεόφρονες  * 
παρὰ  τὸν  κτίσαντα·  *  ἀλλὰ  πυρὸς  ἀπειλὴν  * 
ἀνδρείως πατήσαντες * χαίροντες ἔψαλλον· * 
Ὑπερύμνητε,  *  ὁ  τῶν  πατέρων  Κύριος  *  καὶ 
Θεός, εὐλογητὸς εἶ. 
ᾨδὴ η´. 
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. 

Παῖδας  εὐαγεῖς  ἐν  τῇ  καμίνῳ  *  ὁ  τόκος  τῆς 
Θεοτόκου διεσώσατο, * τότε μὲν τυπούμενος· 
* νῦν δὲ ἐνεργούμενος * τὴν οἰκουμένην ἅπα‐
σαν * ἀγείρει ψάλλουσαν· * Τὸν Κύριον ὑμνεῖ‐
τε  τὰ  ἔργα  *  καὶ  ὑπερυψοῦτε  *  εἰς  πάντας 
τοὺς αἰῶνας. 

τῆς Θεοτόκου 

Τὴν Θε οτόκον καὶ μητέ ρα τοῦ φωτός, 
ὁ διάκονος· Τὴν Θεοτόκον  καὶ μητέρα  τοῦ φωτός, 

ᾨδὴ α´. Ἦχος δ´. 
Ἀνοίξω  τὸ  στόμα  μου  *  καὶ  πληρωθήσεται 
Πνεύματος  *  καὶ  λόγον  ἐρεύξομαι  *  τῇ  βασι‐
λίδι Μητρί· * καὶ ὀφθήσομαι * φαιδρῶς πανη‐
γυρίζων  *  καὶ  ᾄσω  γηθόμενος  *  ταύτης  τὰ 
θαύματα. 

ἐν  ὕμνοιις  τιιμῶντες  μεγαλύνομεν.. 
ἐν ὕμνο ς τ μῶντες μεγαλύνομεν

ᾨδὴ γ´. 
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, * ἡ ζῶσα καὶ 
ἄφθονος  πηγή,  *  θίασον  συγκροτήσαντας  * 
πνευματικόν, στερέωσον· * καὶ ἐν τῇ θείᾳ δό‐
ξῃ σου *  
…στεφάνων δόξης ἀξίωσον. 
ᾨδὴ δ´. 
Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν * τῆς ἐκ τῆς 
Παρθένου  σαρκώσεως  *  σοῦ  τοῦ  ὑψίστου  *  ὁ 
προφήτης Ἀββακοὺμ  * κατανοῶν ἐκραύγαζε· 
* Δόξα τῇ δυνάμει σου, Κύριε. 

 

Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ 
Ἦχος δ´. 
Στίχ.  α´.  Μεγαλύνει  ἡ  ψυχή  μου  τὸν  Κύριον, 
καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ 
σωτῆρί μου. 
Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέ‐
ραν  *  ἀσυγκρίτως  τῶν  Σεραφίμ,  *  τὴν  ἀδια‐
φθόρως  Θεὸν  Λόγον  τεκοῦσαν,  *  τὴν  ὄντως 
Θεοτόκον, * σὲ μεγαλύνομεν. 
Στίχ.  β´.  Ὅτι  ἐπέβλεψεν  ἐπὶ  τὴν  ταπείνωσιν 

τῆς  δούλης  αὐτοῦ·  ἰδοὺ  γὰρ  ἀπὸ  τοῦ  νῦν  μα‐
καριοῦσί με πᾶσαι αἱ γενεαί. 
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 
Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, 

καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ 
εἰς  γενεὰν  καὶ  γενεὰν  τοῖς  φοβουμένοις  αὐ‐
τόν. 
8
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 
Στίχ.  δ´.  Ἐποίησε  κράτος  ἐν  βραχίονι  αὐτοῦ, 

διεσκόρπισεν  ὑπερηφάνους  διανοίᾳ  καρδίας 
αὐτῶν. 
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 
Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕ‐

ψωσε  ταπεινούς·  πεινῶντας  ἐνέπλησεν  ἀγα‐
θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. 
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 
Στίχ.  Ϛ´.  Ἀντελάβετο  Ἰσραὴλ  παιδὸς  αὐτοῦ 

μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς 
πατέρας  ἡμῶν,  τῷ  Ἀβραὰμ  καὶ  τῷ  σπέρματι 
αὐτοῦ ἕως αἰῶνος. 
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 
Καταβασία. ᾨδὴ θ´. 
Ἅπας γηγενὴς * σκιρτάτω τῷ πνεύματι * λαμ‐
παδουχούμενος·  *  πανηγυριζέτω  δὲ  *  ἀΰλων 
νόων  *  φύσις,  γεραίρουσα  *  τὴν  ἱερὰν  πανή‐
γυριν  *  τῆς  Θεομήτορος,  *  καὶ  βοάτω·  *  Χαί‐
ροις, παμμακάριστε * Θεοτόκε ἁγνή, ἀειπάρ‐
θενε. 
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·  
Ὅτιι  σὲ  αἰἰνοῦσιι  πᾶσαιι  αἱἱ  δυνάμειις..... 
Ὅτ σὲ α νοῦσ πᾶσα α δυνάμε ς
* * * 

ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ 
Ἦχος β´. 
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. 
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. 
Ὑψοῦτε  Κύριον  τὸν  Θεὸν  ἡμῶν  καὶ  προσκυ‐
νεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ,  
… ὅτι ἅγιός ἐστιν. 
Ἀναστάσιμον Ἐξαποστειλάριον Ϛ´. 
Δεικνύων  ὅτι  ἄνθρωπος,  Σῶτερ  εἶ  κατ᾿  οὐσί‐
αν, ἀναστὰς ἐκ τοῦ μνήματος, βρώσεως συμ‐
μετέσχες, καὶ μέσον στὰς ἐδίδασκες, μετάνοι‐
αν  κηρύσσειν·  εὐθὺς  δὲ  πρὸς  οὐράνιον,  ἀνε‐
λήφθης  Πατέρα,  καὶ  Μαθηταῖς,  πέμπειν  τὸν 
Παράκλητον ἐπηγγείλω. Ὑπέρθεε, Θεάνθρω‐
πε, δόξα τῇ σῇ ἐγέρσει. 
τοῦ Ἁγίου Ἀρτεμίου 

Ἦχος β´. Τοῖς Μαθηταῖς. 
Παρεστηκὼς  Ἀρτέμιε,  τῇ  Ἁγίᾳ  Τριάδι,  καὶ  ἀ‐
στραπαῖς  λαμπόμενος,  ταῖς  ἐκεῖθεν  πλουσί‐
ως, ἐξ οὐρανοῦ ἐποπτεύοις, τοὺς τιμῶντάς σε 
 

πόθῳ,  μεγαλομάρτυς  ἔνδοξε,  συμμαχῶν  θεί‐
οις  ὅπλοις,  ὡς  τοῦ  Χριστοῦ,  στρατιώτης  ἄρι‐
στος ἀθλοφόρε, τῷ σταυροφόρῳ ἄνακτι, κατ᾿ 
ἐχθρῶν πολεμίων. 
καὶ τοῦ Ὁσίου Γερασίμου 

Ἦχος β´. Γυναῖκες ἀκουτίσθητε. 
Προστάτην  σε  θερμότατον,  Κεφαλληνία  κέ‐
κτηται, φρουρόν τε φύλακα ῥύστην, διὸ λαμ‐
πρῶς  τὴν  σὴν  μνήμην,  πανηγυρίζει  κράζου‐
σα· ἀεὶ σκέπε τὴν νῆσόν σου, καὶ φύλαττε ἀ‐
πήμονα, λοιμοῦ, λιμοῦ καὶ κινδύνων, Γεράσι‐
με θεοφόρε. 
Θεοτοκίον, ὅμοιον. 

Μαρία  καθαρώτατον,  χρυσοῦν  θυμιατήριον, 
τῆς  ἀχωρήτου  Τριάδος,  δοχεῖον  γεγενημένη· 
ἐν  ᾧ  Πατὴρ  ηὐδόκησε,  ὁ  δὲ  Υἱὸς  ἐσκήνωσε, 
καὶ Πνεῦμα τὸ Πανάγιον, ἐπισκιάσαν σοι Κό‐
ρη, ἀνέδειξε Θεοτόκον. 
* * * 

ΑΙΝΟΙ 
Ἦχος πλ. δ´. 
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν 
Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς 
ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 
Αἰνεῖτε  αὐτόν,  πάντες  οἱ  ἄγγελοι  αὐτοῦ·  αἰ‐
νεῖτε  αὐτόν,  πᾶσαι  αἱ  δυνάμεις  αὐτοῦ.  Σοὶ 
πρέπει ὕμνος τῷ Θεῷ. 
Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. δ´. 

Στίχ.  α´.  Τοῦ  ποιῆσαι  ἐν  αὐτοῖς  κρῖμα  ἔγγρα‐

πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. 
Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου 
κρινόμενος,  ἀλλ᾿  οὐκ  ἀπελείφθης  τοῦ  θρό‐
νου, τῷ Πατρὶ συγκαθεζόμενος· καὶ ἀναστὰς 
ἐκ  νεκρῶν,  τὸν  κόσμον  ἠλευθέρωσας,  ἐκ  τῆς 
δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ φι‐
λάνθρωπος. 
Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· 

αἰνεῖτε  αὐτὸν  ἐν  στερεώματι  τῆς  δυνάμεως 
αὐτοῦ. 
Κύριε, εἰ καὶ ὡς θνητὸν ἐν μνημείῳ, Ἰουδαῖοί 
σε  κατέθεντο,  ἀλλ᾿  ὡς  βασιλέα  ὑπνοῦντα 
στρατιῶταί  σε  ἐφύλαττον,  καὶ  ὡς  ζωῆς  θη‐
σαυρόν,  σφραγίδι  ἐσφραγίσαντο·  ἀλλὰ  ἀνέ‐

9
στης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡ‐
μῶν. 
Στίχ.  γ´.  Αἰνεῖτε  αὐτὸν  ἐπὶ  ταῖς  δυναστείαις 

αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐
γαλωσύνης αὐτοῦ. 
Κύριε,  ὅπλον  κατὰ  τοῦ  διαβόλου,  τὸν  Σταυ‐
ρόν σου ἡμῖν δέδωκας· φρίττει γὰρ καὶ τρέμει, 
μὴ  φέρων  καθορᾶν  αὐτοῦ  τὴν  δύναμιν,  ὅτι 
νεκροὺς ἀνιστᾷ, καὶ θάνατον κατήργησε· διὰ 
τοῦτο προσκυνοῦμεν, τὴν ταφήν σου καὶ τὴν 
ἔγερσιν. 
Στίχ.  δ´.  Αἰνεῖτε  αὐτὸν  ἐν  ἤχῳ  σάλπιγγος·  αἰ‐

νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 
Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν ἀνάστασιν κηρύ‐
ξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ γύναι‐
α ἐφώνησε λέγων· Τί ζητεῖτε τὸν ζῶντα μετὰ 
τῶν νεκρῶν; ἀνέστη Θεὸς ὤν, καὶ τῇ οἰκουμέ‐
νῃ ζωὴν ἐδωρήσατο. 
Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου Γερασίμου 

Ἦχος πλ. δ´. Τί ὑμᾶς καλέσωμεν. 
Στίχ.  ε´.  Αἰνεῖτε  αὐτὸν  ἐν  τυμπάνῳ  καὶ  χορῷ· 
αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 
Τί σε νῦν προσείπω θαυμάσιε; ὁδηγὸν τῆς εὐ‐
σεβείας,  ἀρετῆς  ὑπογραμμόν.  Ἀσκητήν;  ὅτι 
γενναίως  παρετάξω  πρὸς  ἐχθρούς.  Προφή‐
την;  ὅτι  προὔλεγες  τὰ  μέλλοντα.  Ἀλείπτην; 
ὅτι πᾶσιν ἐχορήγησας. Πολλά σου τὰ κατορ‐
θώματα,  καὶ  μείζονα  τὰ  χαρίσματα·  ἱκέτευε 
τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. 
Στίχ.  Ϛ´.  Αἰνεῖτε  αὐτὸν ἐν κυμβάλοις εὐήχοις· 

αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐
σα πνοὴ αἰνεσάτω τὸν Κύριον. 
Τί σε ὀνομάσω Γεράσιμε; χορηγὸν τοῖς ἐνδεέ‐
σι,  καὶ  προστάτην  ὀρφανῶν·  καὶ  διδάσκαλον 
παντοίων  νοημάτων  εὐσεβῶν·  καὶ  πέλεκυν 
ἐκκόπτοντα ζιζάνια, τῆς πλάνης, καὶ ἀπάτης 
τῶν  αἱρέσεων.  Πολλά  σου  τὰ  προτερήματα, 
καὶ  ἄξια  τὰ  χαρίσματα·  ἱκέτευε  τοῦ  σωθῆναι 
τὰς ψυχὰς ἡμῶν. 
Στίχ. ζ´. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύ‐

ριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. 
Τί σε νῦν προσφθέγξομαι Ὅσιε; Οὐρανόν; ὅτι 
τὴν  δόξαν  διηγήσω  τοῦ  Θεοῦ·  ποταμόν;  ὅτι 
ἠρδεύσω πᾶσαν ἄγονον ψυχήν· ναμάτων ζω‐
ηῤῥύτων  πηγὴν  ἄφθονον,  καὶ  κῆπον  εὐωδέ‐
 

στατον καὶ πάγκαλον, τῆς ἀρετῆς καὶ τῆς χά‐
ριτος, ἣν ἐκ Θεοῦ πιστῶς εἴληφας· ἱκέτευε τοῦ 
σωθῆναι τὰς ψυχὰς ἡμῶν. 
Στίχ.  η´.  Τίμιος  ἐναντίον  Κυρίου  ὁ  θάνατος 

τοῦ ὁσίου αὐτοῦ. 
Τί  σε  νῦν  καλέσω  Γεράσιμε;  εὐφροσύνην  μο‐
ναστῶν,  καὶ  γλυκασμὸν  μοναζουσῶν,  μεσι‐
τείαν εὐσεβῶν, καὶ ἱερέων καλλονήν; φωστῆ‐
ρα;  νοητὸν  φῶς  ἀπαστράπτοντα·  κρατῆρα; 
θεῖα  νάματα  προχέοντα,  τῆς  πολιτείας  σου 
Ἅγιε,  ὑπέρλαμπρε,  καὶ  θεόπνευστε·  ἱκέτευε 
τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.  
Δόξα. Ἑωθινὸν Ϛ´. Ἦχος πλ. β´. 
Ἡ  ὄντως  εἰρήνη  σὺ  Χριστέ,  πρὸς  ἀνθρώπους 
Θεοῦ, εἰρήνην τὴν σὴν διδούς, μετὰ τὴν ἔγερ‐
σιν  Μαθηταῖς,  ἐμφόβους  ἔδειξας  αὐτούς,  δό‐
ξαντας  πνεῦμα  ὁρᾶν·  ἀλλὰ  κατέστειλας  τὸν 
τάραχον αὐτῶν τῆς ψυχῆς, δείξας τὰς χεῖρας 
καὶ  τοὺς  πόδας  σου·  πλὴν  ἀπιστούντων  ἔτι, 
τῇ  τῆς  τροφῆς  μεταλήψει,  καὶ  διδαχῶν  ἀνα‐
μνήσει, διήνοιξας αὐτῶν τὸν νοῦν, τοῦ συνιέ‐
ναι  τὰς  Γραφάς·  οἷς  καὶ  τὴν  πατρικὴν  ἐπαγ‐
γελίαν  καθυποσχόμενος,  καὶ  εὐλογήσας  αὐ‐
τούς,  διέστης  πρὸς  οὐρανόν.  Διὸ  σὺν  αὐτοῖς 
προσκυνοῦμέν σε, Κύριε δόξα σοι. 
Καὶ νῦν. Θεοτοκίον. 
Ὑπερευλογημένη  ὑπάρχεις,  *  Θεοτόκε  Παρ‐
θένε·  *  διὰ  γὰρ  τοῦ  ἐκ  σοῦ  σαρκωθέντος,  *  ὁ 
ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * 
ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * 
ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι‐
ήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογη‐
τὸς  Χριστὸς  ὁ  Θεὸς  ἡμῶν,  *  ὁ  οὕτως  εὐδοκή‐
σας, δόξα σοι. 
* * * 

Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ 
Δόξα  σοι  τῷ  δείξαντι  τὸ  φῶς.  *  Δόξα  ἐν  ὑψί‐
στοις  Θεῷ  *  καὶ  ἐπὶ  γῆς  εἰρήνη,  *  ἐν  ἀνθρώ‐
ποις εὐδοκία. 
Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐
μέν  σε,  *  δοξολογοῦμέν  σε,  *  εὐχαριστοῦμέν 
σοι * διὰ τὴν μεγάλην σου δόξαν. 

10
Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐
τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐
στέ, * καὶ ἅγιον Πνεῦμα. 
Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ 
Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, 
*  ἐλέησον  ἡμᾶς,  *  ὁ  αἴρων  τὰς  ἁμαρτίας  τοῦ 
κόσμου. 
Πρόσδεξαι  τὴν  δέησιν  ἡμῶν,  *  ὁ  καθήμενος 
ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. 
Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * 
Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐
μήν. 
Καθ᾿  ἑκάστην  ἡμέραν  εὐλογήσω  σε  *  καὶ  αἰ‐
νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν 
αἰῶνα τοῦ αἰῶνος. 
Καταξίωσον,  Κύριε,  *  ἐν  τῇ  ἡμέρᾳ  ταύτῃ  *  ἀ‐
ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. 
Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐
μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐
μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. 
Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * κα‐
θάπερ ἠλπίσαμεν ἐπὶ σέ. 
Εὐλογητὸς  εἶ,  Κύριε·  *  δίδαξόν  με  τὰ  δικαιώ‐
ματά σου. (ἐκ γ´) 
Κύριε,  *  καταφυγὴ  ἐγενήθης  ἡμῖν  *  ἐν  γενεᾷ 
καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με·  * 
ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. 
Κύριε,  πρὸς  σὲ  κατέφυγον·  *  δίδαξόν  με  τοῦ 
ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. 
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐
ψόμεθα φῶς. 
Παράτεινον  τὸ  ἔλεός  σου  *  τοῖς  γινώσκουσί 
σε. 
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´) 
Δόξα. Καὶ νῦν. 
Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. 
Καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ· 
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. 
 

Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β´. 
Ἀναστὰς ἐκ τοῦ μνήματος  * καὶ τὰ δεσμὰ δι‐
αῤῥήξας  τοῦ  ᾅδου,  *  ἔλυσας  τὸ  κατάκριμα 
τοῦ  θανάτου,  Κύριε,  *  πάντας  ἐκ  τῶν  παγί‐
δων  τοῦ  ἐχθροῦ  ῥυσάμενος·  *  ἐμφανίσας  σε‐
αυτὸν  τοῖς  ἀποστόλοις  σου  *  ἐξαπέστειλας 
αὐτοὺς ἐπὶ τὸ κήρυγμα * καὶ δι᾿ αὐτῶν τὴν εἰ‐
ρήνην * παρέσχες τῇ οἰκουμένῃ, * μόνε πολυ‐
έλεε. 
ἢ  τὸ ἕτερον σύνηθες. Ἦχος δ´. 
Σήμερον  σωτηρία  τῷ  κόσμῳ  γέγονεν·  *  ᾄσω‐
μεν τῷ ἀναστάντι ἐκ τάφου * καὶ ἀρχηγῷ τῆς 
ζωῆς  ἡμῶν·  *  καθελὼν  γὰρ  τῷ  θανάτῳ  τὸν 
θάνατον * τὸ νῖκος ἔδωκεν ἡμῖν * καὶ τὸ μέγα 
ἔλεος. 
* * * * * 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ 
Ἀντίφωνα τῶν Κυριακῶν 

Ἀντίφωνον Α´. Ἦχος β´. (Ψαλμὸς ρβ´) 
Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ 
πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Ταῖς  πρεσβείαις  τῆς  Θεοτόκου,  *  Σῶτερ,  σῶ‐
σον ἡμᾶς. 
Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ 

μὴ  ἐπιλανθάνου  πάσας  τὰς  ἀνταποδόσεις 
αὐτοῦ. 
Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 
Στίχ.  γ´.  Κύριος  ἐν  τῷ  οὐρανῷ  ἡτοίμασε  τὸν 

θρόνον αὐτοῦ,  καὶ  ἡ βασιλεία αὐτοῦ πάντων 
δεσπόζει. 
Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 
Στίχ. δ´.  Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα 

αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. 
Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 
Δόξα. Καὶ νῦν. 
Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 
Ἀντίφωνον Β´. Ἦχος β´. (Ψαλμὸς ρμε´) 
Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω 

Κύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕως 
ὑπάρχω. 
Σῶσον  ἡμᾶς,  Υἱὲ  Θεοῦ,  *  ὁ  ἀναστὰς  ἐκ  νε‐
κρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα. 
Στίχ.  β´.  Μακάριος,  οὗ  ὁ  Θεὸς  Ἰακὼβ  βοηθὸς 

αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐ‐
τοῦ. 
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς ... 
11
Στίχ.  γ´.  Τὸν  ποιήσαντα  τὸν  οὐρανὸν  καὶ  τὴν 

γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. 
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς ... 
Στίχ.  δ´.  Βασιλεύσει  Κύριος  εἰς  τὸν  αἰῶνα,  ὁ 

Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. 
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς ... 
Δόξα. Καὶ νῦν. 
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐
νατος  ὑπάρχων  *  καὶ  καταδεξάμενος  *  διὰ 
τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς 
ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * 
ἀτρέπτως  ἐνανθρωπήσας,  *  σταυρωθείς  τε, 
Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * 
εἷς  ὢν  τῆς  ἁγίας  Τριάδος,  *  συνδοξαζόμενος 
τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐
μᾶς. 
Ἀντίφωνον Γ´. Ἦχος πλ. δ´.  (Ψαλμὸς ριζ´) 
Στίχ.  α´.  Ἐξομολογεῖσθε  τῷ  Κυρίῳ,  ὅτι  ἀγα‐
θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 
Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος πλ. δ´. 
Ἐξ  ὕψους  κατῆλθες  ὁ  Εὔσπλαγχνος,  ταφὴν 
κατεδέξω  τριήμερον,  ἵνα  ἡμᾶς  ἐλευθερώσῃς 
τῶν  παθῶν.  Ἡ  ζωὴ  καὶ  ἡ  ἀνάστασις  ἡμῶν, 
Κύριε, δόξα σοι. 
Στίχ.  β´. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι 

τὸν  Κύριον,  ὅτι  ἀγαθός,  ὅτι  εἰς  τὸν  αἰῶνα  τὸ 
ἔλεος αὐτοῦ. 
Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. 
Στίχ. γ´.  Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· 

ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. 
Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. 

τῶν  παθῶν.  Ἡ  ζωὴ  καὶ  ἡ  ἀνάστασις  ἡμῶν, 
Κύριε, δόξα σοι. 
Ἀπολυτίκιον τοῦ Ὁσίου Γερασίμου. 
Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 
Τῶν ὀρθοδόξων προστάτην, καὶ ἐν σαρκὶ ἄγ‐
γελον,  καὶ  θαυματουργὸν  θεοφόρον  νεοφα‐
νέντα  ἡμῖν,  ἐπαινέσωμεν  πιστοὶ  θεῖον  Γερά‐
σιμον· ὅτι ἀξίως παρὰ Θεοῦ, ἀπείληφεν ἰαμά‐
των,  τὴν  ἀένναον  χάριν·  ῥώννυσι  τοὺς  νο‐
σοῦντας,  δαιμονῶντας  ἰᾶται·  Διὸ  καὶ  τοῖς  τι‐
μῶσιν αὐτὸν βρύει ἰάματα. 
Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος Ἀρτεμίου. 
Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος. 
Ποικίλοις  βασάνοις  ἐναθλήσας  μακάριε,  ὡς 
στεῤῥὸς ἀδάμας τὸν παραβάτην κατῄσχυνας· 
καὶ  γὰρ  ἐν  πέτρᾳ  μεγίστῃ  πιεσθεὶς  διὰ  τὴν 
πέτραν  Χριστὸν  καὶ  αἰκισθείς,  στέφος  ἐδέξω 
τοῦ  μαρτυρίου  μεγαλομάρτυς  Ἀρτέμιε.  Δόξα 
τῷ  σὲ  ἐνισχύσαντι·  δόξα  τῷ  σὲ  στεφανώσαν‐
τι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα. 
Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. 
Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β´. 
(ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) 

Προστασία * τῶν Χριστιανῶν ἀκαταίσχυντε, * 
μεσιτεία  *  πρὸς  τὸν  ποιητὴν  ἀμετάθετε,  *  μὴ 
παρίδῃς  *  ἁμαρτωλῶν  δεήσεων  φωνάς,  *  ἀλ‐
λὰ  πρόφθασον  ὡς  ἀγαθὴ  *  εἰς  τὴν  βοήθειαν 
ἡμῶν, * τῶν πιστῶς κραυγαζόντων σοι·  * Τά‐
χυνον  εἰς  πρεσβείαν  *  καὶ  σπεῦσον  εἰς  ἱκεσί‐
αν, * ἡ προστατεύουσα ἀεί, * Θεοτόκε, τῶν τι‐
μώντων σε. 

* * * 

* * * 

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ 

ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ 

Εἰσοδικόν. Ἦχος β´.  

* * * 

(Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) 

Δεῦτε  προσκυνήσωμεν  καὶ  προσπέσωμεν 
Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ 
νεκρῶν…  
… ψάλλοντάς σοι, Ἀλληλούϊα. 
* * * 

Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος πλ. δ´. 
(ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) 

Ἐξ  ὕψους  κατῆλθες  ὁ  Εὔσπλαγχνος,  ταφὴν 
κατεδέξω  τριήμερον,  ἵνα  ἡμᾶς  ἐλευθερώσῃς 
 

ΑΠΟΣΤΟΛΟΣ 
τοῦ Ὁσίου 
(ζήτει τῷ Σαββάτῳ τῆς ΚΖ´ Ἑβδομάδος) 

Προκείμενον. Ἦχος βαρύς. (Ψαλμὸς ρμθ´) 

Καυχήσονται  ὅσιοι  ἐν  δόξῃ  καὶ  ἀγαλλιάσον‐
ται ἐπὶ τῶν κοιτῶν αὐτῶν. 
Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.  

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ 
Ἀνάγνωσμα 
12
(Γαλ. ε´ 22‐ς´ 2) 

Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματος ἐστὶν ἀγά‐
πη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀ‐
γαθωσύνη,  πίστις,  πρᾳότης,  ἐγκράτεια·  κατὰ 
τῶν  τοιούτων  οὐκ  ἔστι  νόμος.  Οἱ  δὲ  τοῦ  Χρι‐
στοῦ  τὴν σάρκα  ἐσταύρωσαν  σὺν  τοῖς  παθή‐
μασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν Πνεύματι, 
Πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενό‐
δοξοι,  ἀλλήλους  προκαλούμενοι,  ἀλλήλοις 
φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄν‐
θρωπος  ἔν  τινι  παραπτώματι,  ὑμεῖς  οἱ  πνευ‐
ματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύμα‐
τι  πρᾳότητος·  σκοπῶν  σεαυτόν,  μὴ  καὶ  σὺ 
πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ 
οὕτως  ἀναπληρώσατε  τὸν  νόμον  τοῦ  Χρι‐
στοῦ.  

ἀφ᾿ οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ· ἀπέλυσε δὲ 
αὐτὸν ὁ Ἰησοῦς λέγων· Ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διη‐
γοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. Καὶ ἀπῆλθε καθ᾿ ὅλην τὴν πό‐
λιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς. 

Δόξα σοι, Κύριε, δόξα σοι. 
* * * 
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου 

* * * 

Εἰς τό· Ἐξαιρέτως… 
Ἄξιόν  ἐστιν  ὡς  ἀληθῶς  *  μακαρίζειν  σε  τὴν 
Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώ‐
μητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τι‐
μιωτέραν  τῶν  Χερουβὶμ  *  καὶ  ἐνδοξοτέραν  * 
ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * 
Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, 
* σὲ μεγαλύνομεν. 

Ἀλληλούϊα. (γ´) 

* * * 

Ἦχος πλ. δ´. (Ψαλμὸς δ´) 
Στίχ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σω‐
τῆρι ἡμῶν. 
Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. 

Κοινωνικόν. 
Αἰνεῖτε  τὸν  Κύριον  ἐκ  τῶν  οὐρανῶν.  Ἀλλη‐
λούϊα. 

* * * 

ΕΥΑΓΓΕΛΙΟΝ 
Κυριακῆς Ϛ´ Λουκᾶ 

Ἐκ τοῦ κατὰ Λουκᾶν  
(η´ 27‐39) 

Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ Ἰησοῦ εἰς τὴν χώραν τῶν Γαδα‐
ρηνῶν ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαι‐
μόνια  ἐκ  χρόνων  ἱκανῶν,  καὶ  ἱμάτιον  οὐκ  ἐνεδιδύσκετο,  καὶ 
ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾿ ἐν τοῖς μνήμασιν. Ἰδὼν δὲ τὸν Ἰη‐
σοῦν καὶ ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶ‐
πε·  Τί  ἐμοὶ  καὶ  σοί,  Ἰησοῦ  υἱὲ  τοῦ  Θεοῦ  τοῦ  ὑψίστου;  δέομαί 
σου, μή με βασανίσῃς. Παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκα‐
θάρτῳ  ἐξελθεῖν  ἀπὸ  τοῦ  ἀνθρώπου.  Πολλοῖς  γὰρ  χρόνοις 
συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασ‐
σόμενος, καὶ διαῤῥήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμο‐
νος εἰς τὰς ἐρήμους. Ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων· Τί 
σοί  ἐστιν  ὄνομα;  Ὁ  δὲ  εἶπε·  Λεγεών·  ὅτι  δαιμόνια  πολλὰ  εἰ‐
σῆλθεν  εἰς  αὐτόν·  καὶ  παρεκάλει  αὐτὸν  ἵνα  μὴ  ἐπιτάξῃ  αὐ‐
τοῖς  εἰς  τὴν  ἄβυσσον  ἀπελθεῖν.  Ἦν  δὲ  ἐκεῖ  ἀγέλη  χοίρων  ἱ‐
κανῶν βοσκομένη ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπι‐
τρέψῃ  αὐτοῖς  εἰς  ἐκείνους  εἰσελθεῖν.  Καὶ  ἐπέτρεψεν  αὐτοῖς. 
Ἐξελθόντα  δὲ  τὰ  δαιμόνια  ἀπὸ  τοῦ  ἀνθρώπου  εἰσῆλθον  εἰς 
τοὺς  χοίρους,  καὶ  ὥρμησεν  ἡ  ἀγέλη  κατὰ  τοῦ  κρημνοῦ  εἰς 
τὴν  λίμνην  καὶ  ἀπεπνίγη.  Ἰδόντες  δὲ  οἱ  βόσκοντες  τὸ  γεγε‐
νημένον ἔφυγον, καὶ ἀπελθόντες ἀπήγγειλαν εἰς τὴν πόλιν 
καὶ εἰς τοὺς ἀγρούς. Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός, καὶ ἦλθον 
πρὸς  τὸν  Ἰησοῦν,  καὶ  εὗρον  καθήμενον  τὸν  ἄνθρωπον,  ἀφ᾿ 
οὗ  τὰ  δαιμόνια  ἐξεληλύθει,  ἱματισμένον  καὶ  σωφρονοῦντα 
παρὰ  τοὺς  πόδας  τοῦ  Ἰησοῦ,  καὶ  ἐφοβήθησαν.  Ἀπήγγειλαν 
δὲ  αὐτοῖς  οἱ  ἰδόντες  πῶς  ἐσώθη  ὁ  δαιμονισθείς.  Καὶ  ἠρώτη‐
σαν  αὐτὸν  ἅπαν  τὸ  πλῆθος  τῆς  περιχώρου  τῶν  Γαδαρηνῶν 
ἀπελθεῖν ἀπ᾿ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο. Αὐτὸς δὲ 
ἐμβὰς  εἰς  τὸ  πλοῖον  ὑπέστρεψεν.  Ἐδέετο  δὲ  αὐτοῦ  ὁ  ἀνὴρ, 

 

Μετὰ τὴν μετάδοσιν. Ἦχος β´. 
Εἴδομεν  τὸ  φῶς  τὸ  ἀληθινόν,  *  ἐλάβομεν 
Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, 
*  ἀδιαίρετον  Τριάδα  προσκυνοῦντες·  *  αὕτη 
γὰρ ἡμᾶς ἔσωσε. 
Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί… 
Ἦχος β´. 
Πληρωθήτω  τὸ  στόμα  ἡμῶν  *  αἰνέσεώς  σου, 
Κύριε, * ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, * ὅτι 
ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυ‐
στηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * 
ὅλην  τὴν  ἡμέραν  *  μελετᾶν  τὴν  δικαιοσύνην 
σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. 
Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´. 
Εἴη  τὸ  ὄνομα  Κυρίου  εὐλογημένον  *  ἀπὸ  τοῦ 
νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) 
Ὁ ἀναστὰς ἐκ νεκρῶν
Ἀπόλυσις· Ὁ  ἀναστὰς  ἐκ  νεκρῶν.... 

Δι᾿ εὐχῶν... Ἀμήν. 
* * * * * 

Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε 
καὶ διανέμεται δωρεὰν 
ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο 
13
http://akolouthies.wordpress.com 
 

Διὰ τὸ Συναξάριον 
Τῇ αὐτῇ ἡμέρᾳ, μνείαν ποιούμεθα τῆς ἐν ἔτει 
1582 ἀνακομιδῆς τοῦ χαριτοβρύτου Λειψάνου 
τοῦ  Ὁσίου  καὶ  θεοφόρου  πατρός  ἡμῶν  Γερα‐
σίμου,  τοῦ  Νέου  Ἀσκητοῦ,  τοῦ  Νοταρᾶ,  τοῦ 
μεγίστου ἐν θαυμασίοις καὶ τέρασι καὶ σημεί‐
οις,  τοῦ  θαυματουργοῦ  καὶ  δαιμονοκαταλύ‐
του,  τοῦ  ἐν  πολλοῖς  μὲν  τόποις  τὸ  πρότερον 
ἀσκήσαντος  ἐν  Ἁγίοις  Τόποις  καὶ  Ἄθωνι  καὶ 
Σινᾷ  καὶ  Κύπρῳ  καὶ  Κρήτῃ  καὶ  Ζακύνθῳ,  ἐν 
τέλει δὲ ἐν τῇ Νήσῳ Κεφαλληνίᾳ διαλάμψαν‐
τος  καὶ  ἐν  τῇ  ὑπ᾿αὐτοῦ  τούτου  συσταθείσῃ 
Μονῇ  τῶν  Ὁμαλῶν,  ἤτοι  τῆς  Νέας  Ἱερουσα‐
λήμ, ἀποκειμένου, ἀφθόρου δὲ ἐν τῇ παρόδῳ 
τῶν ἐτῶν Χάριτι θείᾳ διαμένοντος. 
 
Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων 
Ἕτερον Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος. 
Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος. 
Ποικίλοις  βασάνοις  ἐναθλήσας  μακάριε,  ὡς 
στεῤῥὸς ἀδάμας τὸν παραβάτην κατῄσχυνας· 
καὶ  γὰρ  ἐν  πέτρᾳ  μεγίστῃ  πιεσθεὶς  διὰ  τὴν 
πέτραν  Χριστὸν  καὶ  αἰκισθείς,  στέφος  ἐδέξω 
τοῦ  μαρτυρίου  μεγαλομάρτυς  Ἀρτέμιε.  Δόξα 
τῷ  σὲ  ἐνισχύσαντι·  δόξα  τῷ  σὲ στεφανώσαν‐
τι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα. 
Ἕτερον Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος. 
Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος. 
Ποικίλαις  ἐναθλήσας  Ἀρτέμιε  βασάνοις, 
στεῤῥὸς ἀδάμας ἐδείχθης αἰσχύνας Παραβά‐
την·  καὶ  γὰρ  διὰ  τὴν  Πέτραν  τὸν  Χριστόν,  ὑ‐
περμεγέθει πέτρᾳ πιεσθείς, πλευρὰς καὶ βλέ‐
φαρα  ὀγκίοις  διαπαρείς,  ἐδέξω  ἄφθαρτον 
στέφος.  Δόξα  τῷ  σὲ  δοξάσαντι  Χριστῷ·  δόξα 
τῷ σὲ ἐνισχύσαντι· δόξα τῷ ἰατρὸν κοιλιακῶν 
σε νόσων δείξαντι. 
Ἕτερον Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος. 
(Γερασίμου) 

Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. 
Τῶν  αἱμάτων  τῷ  λύθρῳ  ἐπισταζόμενος,  τῷ 
Κυρίῳ  παρέστης  μάρτυς  Ἀρτέμιε,  ὃν  ἱκέτευε 
ἀεί,  κατοικτειρίσαι  με  σοφέ,  τὸν  ἀτόποις  λο‐
 

γισμοῖς καὶ ἐργασίαις πονηραῖς, ἀφρόνως κα‐
τεγνωσμένον· ἵνα πιστῶς εὐφημῶ σε, τῇ προ‐
στασίᾳ σου τειχιζόμενος. 
Ἕτερον Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος. 
(Γερασίμου) 

Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. 
Εὐσεβείας  τοῖς  τρόποις  καλλωπιζόμενος,  ἀ‐
θλητικῆς  ἀγλαΐας  ὤφθης  σοφὲ  κοινωνός, 
πρὸς  ἀγῶνας  ἀνδρικοὺς  παραταξάμενος·  ὅ‐
θεν ὡς λύχνος φωταυγής, τῶν θαυμάτων τὰς 
βολάς,  ἐκλάμπεις  τῇ  οἰκουμένῃ,  Ἀρτέμιε  Ἀ‐
θλοφόρε, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. 
Ἕτερον Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος. 
(ποίημα Χαραλάμπους Μπούσια) 

Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. 
Τὸν  συγκόψαντα  ξίφει  αὐτοῦ  τὸ  φρύαγμα, 
πολυθεΐας  τὴν  πλάνην  καὶ  τῇ  μαχαίρᾳ  ἐ‐
χθρῶν κεφαλὴν αὐτοῦ τὸν κλίναντα τιμήσω‐
μεν, θεῖον Ἀρτέμιον, λαμπρῶς ἰατῆρα ὡς τα‐
χὺν τοῦ ἄλγους ἐντεροκήλης, αὐτοῦ λιτὰς ἐκ‐
ζητοῦντες ἐν πάσαις βίου περιστάσεσι. 
Ἕτερον Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος. 
(Γερασίμου) 

Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. 
Τῶν  μαρτύρων  λαμπρότης  Μάρτυς  Ἀρτέμιε, 
Ἀστυνομίας  τὸ  Σῶμα  σκέπε  καὶ  φύλαττε  καὶ 
ὁδήγει  ἀσφαλῶς  αὐτῶν  τὰ  βήματα·  σὲ  γὰρ 
προστάτην  ἀληθῆ  ἐπιγράφουσι  σοφὲ  καὶ  πί‐
στει σοι ἐκβοῶσι· διὰ παντὸς ἐκδυσώπει, ἐλε‐
ηθῆναι τὰς ψυχὰς ἡμῶν. 
Ἕτερον Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος. 
(Ἀγγέλου Ἱερομον. τοῦ Ἀνθόπουλου) 

Ἦχος α´. Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 
Ὡς  καλὸς  στρατιώτης  ἐναθλῶν  νομιμώτατα 
τῷ  Χριστῷ  ᾠκειώθης  στεφανίτα  Ἀρτέμιε·  οὐ‐
δόλως  μὲν  τριβόλων  ταῖς  ἀκμαῖς  πλακὸς  δὲ 
τῇ βαρύτητι οὐδὲ ἀξιώματος στερήσει τοῦ κο‐
σμικοῦ  ἐκάμφθης  γενναιότατε.  Κάραν  τὴν 
σὴν ἐξέκλινας λοιπὸν ξίφει, σοφέ, δημίου σου 
καὶ  Θεῷ  συναγάλλῃ·  διὸ  σὲ  πόθῳ  γεραίρο‐
μεν.  
Ἀπολυτίκιον τῆς Ὁσίας Ματρώνης. 
Ἦχος γ´. Τὴν ὡραιότητα. 
Χριστοῦ τοῖς ἴχνεσιν, ἀκολουθήσασα, κόσμου 
τερπνότητα,  Ὁσία  ἔλιπες,  καὶ  ἐμιμήσω  ἐν 
σαρκί, Ἀγγέλων τὴν πολιτείαν· ὅθεν ταῖς τοῦ 
14
2013 10-20 kyriakh-st_louka-a-8

More Related Content

Similar to 2013 10-20 kyriakh-st_louka-a-8

11β. γιατι υπαρχει το κακο στον κοσμο;
11β.  γιατι υπαρχει το κακο στον κοσμο;11β.  γιατι υπαρχει το κακο στον κοσμο;
11β. γιατι υπαρχει το κακο στον κοσμο;
nimessalas53
 
αναγνωστικόν της αρχαίας ελληνικής γλώσσης
αναγνωστικόν της αρχαίας ελληνικής γλώσσηςαναγνωστικόν της αρχαίας ελληνικής γλώσσης
αναγνωστικόν της αρχαίας ελληνικής γλώσσης
GIA VER
 
Γεωργίου Ν. Ζούκη, ΑΝΑΓΝΩΣΤΙΚΟΝ της Αρχαίας Ελληνικής Γλώσσης
Γεωργίου Ν. Ζούκη, ΑΝΑΓΝΩΣΤΙΚΟΝ της Αρχαίας Ελληνικής ΓλώσσηςΓεωργίου Ν. Ζούκη, ΑΝΑΓΝΩΣΤΙΚΟΝ της Αρχαίας Ελληνικής Γλώσσης
Γεωργίου Ν. Ζούκη, ΑΝΑΓΝΩΣΤΙΚΟΝ της Αρχαίας Ελληνικής Γλώσσης
Georgia Dimitropoulou
 
Xenofwn symposion (arxaio keimeno)
Xenofwn   symposion (arxaio keimeno)Xenofwn   symposion (arxaio keimeno)
Xenofwn symposion (arxaio keimeno)
Theodoros Vavouras
 

Similar to 2013 10-20 kyriakh-st_louka-a-8 (20)

11β. γιατι υπαρχει το κακο στον κοσμο;
11β.  γιατι υπαρχει το κακο στον κοσμο;11β.  γιατι υπαρχει το κακο στον κοσμο;
11β. γιατι υπαρχει το κακο στον κοσμο;
 
Τρεις Ιεράρχες
Τρεις ΙεράρχεςΤρεις Ιεράρχες
Τρεις Ιεράρχες
 
εξαημερος
εξαημεροςεξαημερος
εξαημερος
 
αναγνωστικόν της αρχαίας ελληνικής γλώσσης
αναγνωστικόν της αρχαίας ελληνικής γλώσσηςαναγνωστικόν της αρχαίας ελληνικής γλώσσης
αναγνωστικόν της αρχαίας ελληνικής γλώσσης
 
7 metalipsi (1)
7 metalipsi (1)7 metalipsi (1)
7 metalipsi (1)
 
Γεωργίου Ν. Ζούκη, ΑΝΑΓΝΩΣΤΙΚΟΝ της Αρχαίας Ελληνικής Γλώσσης
Γεωργίου Ν. Ζούκη, ΑΝΑΓΝΩΣΤΙΚΟΝ της Αρχαίας Ελληνικής ΓλώσσηςΓεωργίου Ν. Ζούκη, ΑΝΑΓΝΩΣΤΙΚΟΝ της Αρχαίας Ελληνικής Γλώσσης
Γεωργίου Ν. Ζούκη, ΑΝΑΓΝΩΣΤΙΚΟΝ της Αρχαίας Ελληνικής Γλώσσης
 
Griego I
Griego IGriego I
Griego I
 
Xenofwn symposion (arxaio keimeno)
Xenofwn   symposion (arxaio keimeno)Xenofwn   symposion (arxaio keimeno)
Xenofwn symposion (arxaio keimeno)
 
αναγνωστικόν της αρχαίας ελληνικής γλώσσης ζούκης γεώργιος (1)
αναγνωστικόν της αρχαίας ελληνικής γλώσσης ζούκης γεώργιος (1)αναγνωστικόν της αρχαίας ελληνικής γλώσσης ζούκης γεώργιος (1)
αναγνωστικόν της αρχαίας ελληνικής γλώσσης ζούκης γεώργιος (1)
 
παρακλητικος κανονας του αγιου εφραι,
παρακλητικος κανονας του αγιου εφραι,παρακλητικος κανονας του αγιου εφραι,
παρακλητικος κανονας του αγιου εφραι,
 
Σσστ!!! Επιλογές 2013 - 3ο έτος - 26ο τεύχος
Σσστ!!! Επιλογές 2013 - 3ο έτος - 26ο τεύχοςΣσστ!!! Επιλογές 2013 - 3ο έτος - 26ο τεύχος
Σσστ!!! Επιλογές 2013 - 3ο έτος - 26ο τεύχος
 
Ἡ Tάξις Γινομένη Ἐπὶ Χειροτονία Ἐπισκόπου
Ἡ Tάξις Γινομένη Ἐπὶ Χειροτονία Ἐπισκόπου Ἡ Tάξις Γινομένη Ἐπὶ Χειροτονία Ἐπισκόπου
Ἡ Tάξις Γινομένη Ἐπὶ Χειροτονία Ἐπισκόπου
 
Acts
ActsActs
Acts
 
ομηρος οδυσεια
ομηρος οδυσειαομηρος οδυσεια
ομηρος οδυσεια
 
ΑΝΑΣΤΑΣΙΜΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΠΑΝΑΓΙΑΣ
ΑΝΑΣΤΑΣΙΜΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΠΑΝΑΓΙΑΣΑΝΑΣΤΑΣΙΜΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΠΑΝΑΓΙΑΣ
ΑΝΑΣΤΑΣΙΜΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΠΑΝΑΓΙΑΣ
 
Χριστουγεννιάτικοι Υμνοι
Χριστουγεννιάτικοι ΥμνοιΧριστουγεννιάτικοι Υμνοι
Χριστουγεννιάτικοι Υμνοι
 
3c4002 metabalon
3c4002 metabalon3c4002 metabalon
3c4002 metabalon
 
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ζ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ζ" μετά λεξιλογείουΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ζ" μετά λεξιλογείου
ΟΜΗΡΟΥ ΙΛΙΑΣ-ΡΑΨΩΔΙΑ "Ζ" μετά λεξιλογείου
 
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ζ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία ΖὉμήρου Ὀδύσσεια Ῥαψῳδία Ζ
Ὁμήρου Ὀδύσσεια Ῥαψῳδία Ζ
 
3c4004 egkomia shm
3c4004 egkomia shm3c4004 egkomia shm
3c4004 egkomia shm
 

More from Λόγοι πνευματικοί

Akolouthia sylvanou-osiomartyros-mathitou-osiou-maksimou-graikou
Akolouthia sylvanou-osiomartyros-mathitou-osiou-maksimou-graikouAkolouthia sylvanou-osiomartyros-mathitou-osiou-maksimou-graikou
Akolouthia sylvanou-osiomartyros-mathitou-osiou-maksimou-graikou
Λόγοι πνευματικοί
 
Agioi neoi-ieromartyres-neofytos-amvrosios-kai-osiomartys-makarios-oi-vatoaqp...
Agioi neoi-ieromartyres-neofytos-amvrosios-kai-osiomartys-makarios-oi-vatoaqp...Agioi neoi-ieromartyres-neofytos-amvrosios-kai-osiomartys-makarios-oi-vatoaqp...
Agioi neoi-ieromartyres-neofytos-amvrosios-kai-osiomartys-makarios-oi-vatoaqp...
Λόγοι πνευματικοί
 
Ceb2ceb5cebdceb5ceb4ceafcebacf84cebfcf85 ceb9ceb5cf81cebfcebccebfcebdceaccf87...
Ceb2ceb5cebdceb5ceb4ceafcebacf84cebfcf85 ceb9ceb5cf81cebfcebccebfcebdceaccf87...Ceb2ceb5cebdceb5ceb4ceafcebacf84cebfcf85 ceb9ceb5cf81cebfcebccebfcebdceaccf87...
Ceb2ceb5cebdceb5ceb4ceafcebacf84cebfcf85 ceb9ceb5cf81cebfcebccebfcebdceaccf87...
Λόγοι πνευματικοί
 
Sine data, sancti-auctores,_vetus_testamentum._psalterium,_gr
Sine data, sancti-auctores,_vetus_testamentum._psalterium,_grSine data, sancti-auctores,_vetus_testamentum._psalterium,_gr
Sine data, sancti-auctores,_vetus_testamentum._psalterium,_gr
Λόγοι πνευματικοί
 

More from Λόγοι πνευματικοί (20)

En syneidhsei 2
En syneidhsei 2En syneidhsei 2
En syneidhsei 2
 
En syneidhsei 1
En syneidhsei 1En syneidhsei 1
En syneidhsei 1
 
Akolouthia sylvanou-osiomartyros-mathitou-osiou-maksimou-graikou
Akolouthia sylvanou-osiomartyros-mathitou-osiou-maksimou-graikouAkolouthia sylvanou-osiomartyros-mathitou-osiou-maksimou-graikou
Akolouthia sylvanou-osiomartyros-mathitou-osiou-maksimou-graikou
 
Agioi neoi-ieromartyres-neofytos-amvrosios-kai-osiomartys-makarios-oi-vatoaqp...
Agioi neoi-ieromartyres-neofytos-amvrosios-kai-osiomartys-makarios-oi-vatoaqp...Agioi neoi-ieromartyres-neofytos-amvrosios-kai-osiomartys-makarios-oi-vatoaqp...
Agioi neoi-ieromartyres-neofytos-amvrosios-kai-osiomartys-makarios-oi-vatoaqp...
 
Mapodipno
MapodipnoMapodipno
Mapodipno
 
áêïëïõèéá áãéáó ìáñéíçó (äéïñè)
áêïëïõèéá áãéáó ìáñéíçó (äéïñè)áêïëïõèéá áãéáó ìáñéíçó (äéïñè)
áêïëïõèéá áãéáó ìáñéíçó (äéïñè)
 
Ceb2ceb5cebdceb5ceb4ceafcebacf84cebfcf85 ceb9ceb5cf81cebfcebccebfcebdceaccf87...
Ceb2ceb5cebdceb5ceb4ceafcebacf84cebfcf85 ceb9ceb5cf81cebfcebccebfcebdceaccf87...Ceb2ceb5cebdceb5ceb4ceafcebacf84cebfcf85 ceb9ceb5cf81cebfcebccebfcebdceaccf87...
Ceb2ceb5cebdceb5ceb4ceafcebacf84cebfcf85 ceb9ceb5cf81cebfcebccebfcebdceaccf87...
 
Downloaded (1)
Downloaded (1)Downloaded (1)
Downloaded (1)
 
Downloaded
DownloadedDownloaded
Downloaded
 
Agiosharalabos.blogspot.gr -_
Agiosharalabos.blogspot.gr  -_Agiosharalabos.blogspot.gr  -_
Agiosharalabos.blogspot.gr -_
 
Nhsteia
NhsteiaNhsteia
Nhsteia
 
Oruodojh cyxouerapeia
Oruodojh cyxouerapeiaOruodojh cyxouerapeia
Oruodojh cyxouerapeia
 
Pneymatikos dialogos
Pneymatikos  dialogosPneymatikos  dialogos
Pneymatikos dialogos
 
P apoylakos
P apoylakosP apoylakos
P apoylakos
 
Gerontos porfiriou vios kai logoi
Gerontos porfiriou vios kai logoiGerontos porfiriou vios kai logoi
Gerontos porfiriou vios kai logoi
 
Sine data, sancti-auctores,_vetus_testamentum._psalterium,_gr
Sine data, sancti-auctores,_vetus_testamentum._psalterium,_grSine data, sancti-auctores,_vetus_testamentum._psalterium,_gr
Sine data, sancti-auctores,_vetus_testamentum._psalterium,_gr
 
17 prophecies 2007-06
17 prophecies 2007-0617 prophecies 2007-06
17 prophecies 2007-06
 
004 panagia4gr
004 panagia4gr004 panagia4gr
004 panagia4gr
 
002 panagia2gr
002 panagia2gr002 panagia2gr
002 panagia2gr
 
001 panagia1gr
001 panagia1gr001 panagia1gr
001 panagia1gr
 

2013 10-20 kyriakh-st_louka-a-8

  • 1. 20 ΟΚΤΩΒΡΙΟΥ 2013  Κυριακὴ  Δ´ Λουκᾶ  Ἀρτεμίου Μεγαλομ, Γερασίμου Ὁσ, Ματρώνης Χιοπ.  Ἦχος πλ. δ´. Ἑωθινὸν Ϛ´.  * * * * *  ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ  Μετὰ τὸν Ἑξάψαλμον,   Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις·   Ὅτιι  πρέπειι  σοιι  πᾶσα  δόξα.....  Ὅτ πρέπε σο πᾶσα δόξα Ἦχος πλ. δ´.  Θεὸς  Κύριος,  καὶ  ἐπέφανεν  ἡμῖν·  εὐλογημέ‐ νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.  Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐ θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.  Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...  Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ  ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.  Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...  Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι  θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.  Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...  ΑΠΟΛΥΤΙΚΙΑ  Τὸ Ἀναστάσιμον. Ἦχος πλ. δ´.  Ἐξ  ὕψους  κατῆλθες  ὁ  Εὔσπλαγχνος,  ταφὴν  κατεδέξω  τριήμερον,  ἵνα  ἡμᾶς  ἐλευθερώσῃς  τῶν  παθῶν.  Ἡ  ζωὴ  καὶ  ἡ  ἀνάστασις  ἡμῶν,  Κύριε, δόξα σοι.  Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος Ἀρτεμίου.  Ἦχος δ´. Ταχὺ προκατάλαβε.  Ὁ  Μάρτυς  σου,  Κύριε,  ἐν  τῇ  ἀθλήσει  αὐτοῦ,  τὸ  στέφος  ἐκομίσατο  τῆς  ἀφθαρσίας,  ἐκ  σοῦ  τοῦ Θεοῦ ἡμῶν, ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς  τυράννους  καθεῖλεν,  ἔθραυσε  καὶ  δαιμόνων,  τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις, Χρι‐ στὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.  Δόξα.  Ἀπολυτίκιον τοῦ Ὁσίου Γερασίμου.  Ἦχος α´. Τῆς ἐρήμου πολίτης.  Τῶν ὀρθοδόξων προστάτην, καὶ ἐν σαρκὶ ἄγ‐ γελον,  καὶ  θαυματουργὸν  θεοφόρον  νεοφα‐ νέντα  ἡμῖν,  ἐπαινέσωμεν  πιστοὶ  θεῖον  Γερά‐ σιμον· ὅτι ἀξίως παρὰ Θεοῦ, ἀπείληφεν ἰαμά‐   των,  τὴν  ἀένναον  χάριν·  ῥώννυσι  τοὺς  νο‐ σοῦντας,  δαιμονῶντας  ἰᾶται·  Διὸ  καὶ  τοῖς  τι‐ μῶσιν αὐτὸν βρύει ἰάματα.  Καὶ νῦν. Θεοτοκίον ὁμόηχον.  Τοῦ  Γαβριὴλ  φθεγξαμένου  σοι  Παρθένε  τὸ  Χαῖρε,  σὺν  τῇ  φωνῇ  ἐσαρκοῦτο  ὁ  τῶν  ὅλων  Δεσπότης,  ἐν  σοὶ  τῇ  ἁγίᾳ  κιβωτῷ,  ὡς  ἔφη  ὁ  δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρα‐ νῶν,  βαστάσασα  τὸν  Κτίστην  σου.  Δόξα  τῷ  ἐνοικήσαντι  ἐν  σοί,  δόξα  τῷ  προελθόντι  ἐκ  σοῦ,  δόξα  τῷ  ἐλευθερώσαντι  ἡμᾶς  διὰ  τοῦ  τόκου σου.  Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·   Ὅτιι  σὸν  τὸ  κράτος.....  Ὅτ σὸν τὸ κράτος * * *  ΚΑΘΙΣΜΑΤΑ  Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.  Ἀναστάσιμα. Ἦχος πλ. δ´.  Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ  Ἄγγελος  φωτός,  ταῖς  γυναιξὶν  ἐβόα·  Παύσα‐ σθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελί‐ σασθε· κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χρι‐ στὸς  ὁ  Κύριος,  ὁ  εὐδοκήσας  σῶσαι  ὡς  Θεός,  τὸ γένος τῶν ἀνθρώπων.  Δόξα. Τὴν Σοφίαν καὶ Λόγον.  Ἀναστὰς  ἐκ  τοῦ  τάφου  ὡς  ἀληθῶς,  ταῖς  ὁσί‐ αις  προσέταξας  γυναιξί,  κηρῦξαι  τὴν  ἔγερ‐ σιν,  Ἀποστόλοις  ὡς  γέγραπται·  καὶ  δρομαῖος  ὁ  Πέτρος,  ἐπέστη  τῷ  μνήματι,  καὶ  τὸ  φῶς  ἐν  τῷ τάφῳ, ὁρῶν κατεπλήττετο· ὅθεν καὶ κατεῖ‐ δε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος,  ἐν αὐτῷ κατακείμενα· καὶ πιστεύσας ἐβόησε·  Δόξα  σοι  Χριστὲ  ὁ  Θεός,  ὅτι  σώζεις  ἅπαντας  Σωτὴρ  ἡμῶν·  τοῦ  Πατρὸς  γὰρ  ὑπάρχεις  ἀ‐ παύγασμα.  Καὶ νῦν. Θεοτοκίον.  Ὁ δι᾿ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύ‐ ρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνα‐ τον  σκυλεύσας,  καὶ  ἔγερσιν  δείξας  ὡς  Θεός,  μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον  τὴν  φιλανθρωπίαν  σου  Ἐλεῆμον·  δέξαι  τὴν  τεκοῦσάν  σε  Θεοτόκον,  πρεσβεύουσαν  ὑπὲρ  ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνω‐ σμένον.  1
  • 2. Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.  Ἦχος πλ. δ´.  Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαν‐ το, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλι‐ σε.  Γυναῖκες  ἐθεάσαντο,  ἐγηγερμένον  ἐκ  νε‐ κρῶν,  καὶ  αὗται  εὐηγγελίσαντο,  τοῖς  Μαθη‐ ταῖς  σου  ἐν  Σιών·  Ὅτι  ἀνέστης  ἡ  ζωὴ  τῶν  ἁ‐ πάντων,  καὶ  διελύθη  τὰ  δεσμὰ  τοῦ  θανάτου.  Κύριε δόξα σοι.  Δόξα.  Τὰ  μύρα  τῆς  ταφῆς,  αἱ  γυναῖκες  κομίσασαι,  φωνῆς ἀγγελικῆς, ἐκ τοῦ τάφου ἤκουον· Παύ‐ σασθε  τῶν  δακρύων,  καὶ  ἀντὶ  λύπης  χαρὰν  κομίσασθε·  κράξατε  ἀνυμνοῦσαι,  ὅτι  ἀνέστη  Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θε‐ ός, τὸ γένος τῶν ἀνθρώπων.  Καὶ νῦν. Θεοτοκίον.  Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις,  Ἀγγέλων  τὸ  σύστημα,  καὶ  ἀνθρώπων  τὸ  γέ‐ νος,  ἡγιασμένε  ναέ,  καὶ  Παράδεισε  λογικέ,  παρθενικὸν  καύχημα·  ἐξ  ἧς  Θεὸς  ἐσαρκώθη,  καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων  Θεὸς  ἡμῶν.  Τὴν  γὰρ  σὴν  μήτραν,  θρόνον  ἐ‐ ποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐ‐ ρανῶν  ἀπειργάσατο.  Ἐπὶ  σοὶ  χαίρει,  Κεχαρι‐ τωμένη, πᾶσα ἡ κτίσις· δόξα σοι.  Μετὰ τὸν Πολυέλεον, Κάθισμα.  Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.  Ἐγκρατείᾳ  καὶ  πόνοις  καὶ  προσευχαῖς,  τὴν  ψυχήν  σου  κοσμήσας  θεοπρεπῶς,  γέγονας  συμμέτοχος  τῶν  Ἀγγέλων  μακάριε,  καὶ  τῶν  θαυμάτων  ὄντως  χαρίσματα  ἔλαβες,  τοῦ  ἰᾶ‐ σθαι  τὰς  νόσους  τῶν  πίστει  τιμώντων  σε·  ὅ‐ θεν  καὶ  δαιμόνων  ἀπελαύνεις  τὰ  πλήθη,  καὶ  παρέχεις ἰάματα τοῖς ἀνθρώποις μακάριε, θε‐ οφόρε  Γεράσιμε·  πρέσβευε  Χριστῷ  τῷ  Θεῷ,  τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑ‐ ορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.  Δόξα. Ὅμοιον.  Ἰορδάνης ἐμφαίνει τὸ θαυμαστόν, καὶ περίδο‐ ξον ὕψος τῆς σῆς ζωῆς· τῷ κάλλει γὰρ ἔλαμ‐ ψας,  τῆς  νηστείας  πανόλβιε,  τὴν  Μωϋσέως  χάριν, πλουτήσας ὡς ἄριστος, καὶ Ἠλιοὺ γεν‐ ναίως ἰχνῶν ἐφαψάμενος· ὅθεν τοῦ Δεσπότου  μιμητὴς  ἀνεδείχθης,  φαιδρῶς  δοξαζόμενος,  πολιτείας  λαμπρότητι,  καὶ  τῷ  κόσμῳ  φαινό‐ μενος,  ἀριστεὺς  ἐπουράνιος  Ὅσιε·  διό  σε  πι‐   στῶς,  εὐφημοῦμεν,  πόθῳ  ἱκετεύοντες,  τῶν  δεινῶν περισῴζειν τὴν σὴν νῆσον Γεράσιμε.  Καὶ νῦν. Θεοτοκίον ὅμοιον.  Τοῦ  Ἡλίου  νεφέλη  τοῦ  νοητοῦ,  θείου  φέγ‐ γους  λυχνία  χρυσοφαής,  ἄσπιλε,  ἀμόλυντε,  παναμώμητε Δέσποινα, τὴν σκοτεινὴν ψυχήν  μου, τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας αἴ‐ γλῃ  καταύγασον  δέομαι,  καὶ  μεμολυσμένην,  τὴν  καρδίαν  μου  πλῦνον,  ῥοαῖς  κατανύξεως,  μετανοίας  τε  δάκρυσι,  καὶ  τοῦ  ῥύπου  με  κά‐ θαρον,  ἵνα  πόθῳ  κραυγάζω  σοι·  Θεοτόκε  πανύμνητε  πρέσβευε  τῷ  σῷ  Υἱῷ  καὶ  Θεῷ,  τῶν  πταισμάτων  ἄφεσιν  δωρήσασθαι,  τοῖς  εὐσεβῶς  προσκυνοῦσι  τὸν  πανάγιον  Τόκον  σου.  * * *  ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ  Ἦχος πλ. α´.  Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.  Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε *  ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σω‐ τήρ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ *  τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ‐ λευθερώσαντα.  Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.  Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μα‐ θήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ  ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· *  Ἴδετε  ὑμεῖς  *  τὸν  τάφον  καὶ  ᾔσθητε·  *  ὁ  Σω‐ τὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος.  Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.  Λίαν  πρωῒ  *  μυροφόροι  ἔδραμον  *  πρὸς  τὸ  μνῆμά  σου  θρηνολογοῦσαι·  *  ἀλλ᾿  ἐπέστη  *  πρὸς  αὐτὰς  ὁ  ἄγγελος  καὶ  εἶπε·  *  Θρήνου  ὁ  καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστα‐ σιν δὲ * ἀποστόλοις εἴπατε.  Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.  Μυροφόροι γυναῖκες  * μετὰ μύρων  ἐλθοῦσαι  * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγ‐ γέλου  *  πρὸς  αὐτὰς  φθεγγομένου·  *  Τί  μετὰ  νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ  * ἐξανέστη τοῦ μνήματος.  Δόξα.  Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν  τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα  2
  • 3. * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφεὶμ * κρά‐ ζοντες τὸ Ἅγιος, * Ἅγιος, Ἅγιος εἶ, Κύριε.  Καὶ νῦν.  Ζωοδότην  τεκοῦσα,  *  ἐλυτρώσω,  Παρθένε,  *  τὸν  Ἀδὰμ  ἁμαρτίας·  *  χαρμονὴν  δὲ  τῇ  Εὔᾳ  *  ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυ‐ νε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε‐ ὸς καὶ ἄνθρωπος.  Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι  ὁ Θεός. (γ´)  Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·   Ὅτιι  ηὐλόγηταίί  Σου....  Ὅτ ηὐλόγητα Σου * * *  ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ  Ἡ Ὑπακοή. Ἦχος πλ. δ´.  Ἀντίφωνον Γ´.  Ἐκέκραξά  σοι  Κύριε,  πρόσχες,  κλῖνόν  μοι  τὸ  οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ἄρῃς με, ἀ‐ πὸ τῶν ἐνθένδε.  Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις  ἀναλύσει,  τοῦ  λαβεῖν  βασάνους,  ἢ  γέρα  τῶν  βεβιωμένων.  Δόξα. Καὶ νῦν.  Ἁγίῳ  Πνεύματι,  θεολογία  μονὰς  τρισαγία·  ὁ  Πατὴρ  γὰρ  ἄναρχος,  ἐξ  οὗ  ἔφυ  ὁ  Υἱὸς  ἀχρό‐ νως,  καὶ  τὸ  Πνεῦμα  σύμμορφον,  σύνθρονον,  ἐκ Πατρὸς συνεκλάμψαν.  Ἀντίφωνον Δ´.  Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ᾿ ἢ τὸ κα‐ τοικεῖν  ἀδελφοὺς  ἅμα;  ἐν  τούτῳ  γὰρ  Κύριος,  ἐπηγγείλατο ζωὴν αἰωνίαν.  Αἱ  Μυροφόροι  τοῦ  ζωοδότου,  ἐπιστᾶσαι  τῷ  μνήματι,  τὸν  Δεσπότην  ἐζήτουν,  ἐν  νεκροῖς  τὸν  ἀθάνατον·  καὶ  χαρᾶς  εὐαγγέλια,  ἐκ  τοῦ  Ἀγγέλου  δεξάμεναι,  τοῖς  Ἀποστόλοις  ἐμήνυ‐ ον· Ὅτι ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ  τὸ μέγα ἔλεος.  Τοῦ  ἐνδύματος  αὐτοῦ,  ὁ  τὰ  κρίνα  τοῦ  ἀγροῦ  κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν.  Δόξα. Καὶ νῦν.  Ἁγίῳ  Πνεύματι,  ἑνοειδεῖ  αἰτίᾳ,  πάντα  ἔχεται  εἰρηνοβραβεύτως· Θεὸς τοῦτο γάρ ἐστι, Πατρί  τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως.  Οἱ Ἀναβαθμοί. Ἦχος πλ. δ´.  Προκείμενον. Ψαλμὸς ρβ´ (102).  Bασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου  Σιών, εἰς γενεὰν καὶ γενεάν. (δίς)  Ἀντίφωνον Α´.  Ἐκ  νεότητός  μου,  ὁ  ἐχθρός  με  πειράζει,  ταῖς  ἡδοναῖς  φλέγει  με·  ἐγὼ  δὲ  πεποιθώς,  ἐν  σοὶ  Κύριε, τροποῦμαι τοῦτον.  Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκ‐ σπασθῆναι ὡς χόρτος· συγκόψει γὰρ Χριστός,  αὐχένας αὐτῶν, τομῇ βασάνων.  Δόξα. Καὶ νῦν.  Ἁγίῳ Πνεύματι, τὸ ζῆν τὰ πάντα, φῶς ἐκ φω‐ τός,  Θεὸς  μέγας·  σὺν  Πατρὶ  ὑμνοῦμεν  αὐτὸ  καὶ τῷ Λόγῳ.  Ἀντίφωνον Β´.  Ἡ  καρδία  μου,  τῷ  φόβῳ  σου  σκεπέσθω,  τα‐ πεινοφρονοῦσα·  μὴ  ὑψωθεῖσα  ἀποπέσῃ,  ἐκ  σοῦ Πανοικτίρμον.  Ἐπὶ  τὸν  Κύριον,  ὁ  ἐσχηκὼς  ἐλπίδα,  οὐ  δείσει  τότε, ὅτε πυρὶ τὰ πάντα, κρινεῖ καὶ κολάσει.  Δόξα. Καὶ νῦν.  Ἁγίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προ‐ λέγει,  τερατουργεῖ  ὕψιστα,  ἐν  τρισὶν  ἕνα  Θε‐ ὸν μέλπων· εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ  θεῖον.    Στίχ.  Αἴνει  ἡ  ψυχή  μου,  τὸν  Κύριον·  αἰνέσω  Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως  ὑπάρχω.  Bασιλεύσει Κύριος εἰς τὸν αἰῶνα...  * * *  ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ  Ὁ διάκονος· Τοῦ  Κυρίίου  δεηθῶμεν..  Τοῦ Κυρ ου δεηθῶμεν Κύριε, ἐλέησον.  Ὅτ ἅγ ος ε ὁ Θεὸς ἡμῶν Ὁ ἱερεύς· Ὅτιι  ἅγιιος  εἶἶ,,  ὁ  Θεὸς  ἡμῶν,,  ....  Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.  Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.  Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον.  Ὁ  διάκονος·  Καὶὶ   ὑπὲρ   τοῦ   καταξιιωθῆναιι   ἡμᾶς   Κα ὑπὲρ τοῦ καταξ ωθῆνα ἡμᾶς τῆς   ἀκροάσεως   τοῦ   ἁγίίου   Εὐαγγελίίου   Κύριιον   τῆς ἀκροάσεως τοῦ ἁγ ου Εὐαγγελ ου Κύρ ον τὸν  Θεὸν  ἡμῶν  ἱἱκετεύσωμεν..  τὸν Θεὸν ἡμῶν κετεύσωμεν Κύριε, ἐλέησον. (γ´)  Ὁ διάκονος· Σοφίία··  ὀρθοίί··  ἀκούσωμεν  τοῦ  ἁγίίου   Σοφ α ὀρθο ἀκούσωμεν τοῦ ἁγ ου Εὐαγγελίίου..  Ε ὐ α γ γ ελ ο υ Ὁ ἱερεύς· Εἰἰρήνη  πᾶσιι..  Ε ρήνη πᾶσ Καὶ τῷ Πνεύματί σου.  3
  • 4. Ὁ ἱερεύς· Ἐκ  τοῦ  κατὰ  Λουκᾶν  ἁγίίου  Εὐαγγελίί‐‐ Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγ ου Εὐαγγελ ου  τὸ  ἀνάγνωσμα..  ου τὸ ἀνάγνωσμα Ὁ διάκονος· Πρόσχωμεν.  Δόξα σοι, Κύριε, δόξα σοι.  Ἦχος β´.  Ἐλεῆμον,  Ἐλέησόν  με,  ὁ  Θεός,  κατὰ  τὸ  μέγα  ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν  σου ἐξάλειψον τὸ ἀνόμημά μου.  ὁ Ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον  Ἐπὶ  πλεῖον  πλῦνόν  με  ἀπὸ  τῆς  ἀνομίας  μου  καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.  Ἑωθινὸν Ϛ´   Ἐκ τοῦ κατὰ Λουκᾶν    (κδ´ 36‐53)  Τῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ Ἰησοῦς ἐκ νεκρῶν ἔστη ἐν μέσῳ  τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Πτοηθέν‐ τες  δὲ  καὶ  ἔμφοβοι  γενόμενοι  ἐδόκουν  πνεῦμα  θεωρεῖν.  Καὶ  εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀ‐ ναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ  τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδε‐ τε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε  ἔχοντα.  Καὶ  τοῦτο  εἰπὼν  ἐπέδειξεν  αὐτοῖς  τὰς  χεῖρας  καὶ  τοὺς  πόδας.  Ἔτι  δὲ  ἀπιστούντων  αὐτῶν  ἀπὸ  τῆς  χαρᾶς  καὶ  θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ  ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρί‐ ου· καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. Εἶπε δὲ αὐτοῖς· Οὗτοι  οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πλη‐ ρωθῆναι  πάντα  τὰ  γεγραμμένα  ἐν  τῷ  νόμῳ  Μωϋσέως  καὶ  προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. Τότε διήνοιξεν αὐτῶν τὸν  νοῦν  τοῦ  συνιέναι  τὰς  γραφάς,  καὶ  εἶπεν  αὐτοῖς·  Ὅτι  οὕτω  γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι  ἐκ  νεκρῶν  τῇ  τρίτῃ  ἡμέρᾳ,  καὶ  κηρυχθῆναι  ἐπὶ  τῷ  ὀνόματι  αὐτοῦ  μετάνοιαν  καὶ  ἄφεσιν  ἁμαρτιῶν  εἰς  πάντα  τὰ  ἔθνη,  ἀρξάμενον  ἀπὸ  Ἱερουσαλήμ.  Ὑμεῖς  δέ  ἐστε  μάρτυρες  τού‐ των.  Καὶ  ἰδοὺ  ἐγὼ  ἀποστέλλω  τὴν  ἐπαγγελίαν  τοῦ  πατρός  μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ ἕως  οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως  εἰς  Βηθανίαν,  καὶ  ἐπάρας  τὰς  χεῖρας  αὐτοῦ  εὐλόγησεν  αὐ‐ τούς.  Καὶ  ἐγένετο  ἐν  τῷ  εὐλογεῖν  αὐτὸν  αὐτοὺς  διέστη  ἀπ᾿  αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. Καὶ αὐτοὶ προσκυνή‐ σαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγά‐ λης,  καὶ  ἦσαν  διὰ  παντὸς  ἐν  τῷ  ἱερῷ  αἰνοῦντες  καὶ  εὐλο‐ γοῦντες τὸν Θεόν. Ἀμήν.  Δόξα σοι, Κύριε, δόξα σοι.  Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·  Ἀνάστασιν  Χριστοῦ  θεασάμενοι,  προσκυνή‐ σωμεν  ἅγιον  Κύριον Ἰησοῦν, τὸν μόνον  ἀνα‐ μάρτητον. Τὸν σταυρόν σου, Χριστέ, προσκυ‐ νοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦ‐ μεν  καὶ  δοξάζομεν·  σὺ  γὰρ  εἶ  Θεὸς  ἡμῶν,  ἐ‐ κτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀ‐ νομάζομεν.  Δεῦτε  πάντες  οἱ  πιστοὶ  προσκυ‐ νήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰ‐ δοὺ  γὰρ  ἦλθε  διὰ  τοῦ  Σταυροῦ  χαρὰ  ἐν  ὅλῳ  τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύρι‐ ον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν  γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, θανάτῳ θάνατον ὤ‐ λεσεν.  Ὅτι  τὴν  ἀνομίαν  μου  ἐγὼ  γινώσκω,  καὶ  ἡ  ἁ‐ μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.  Σοὶ  μόνῳ  ἥμαρτον  καὶ  τὸ  πονηρὸν  ἐνώπιόν  σου  ἐποίησα,  ὅπως  ἂν  δικαιωθῇς  ἐν  τοῖς  λό‐ γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.  Ἰδοὺ  γὰρ  ἐν  ἀνομίαις  συνελήφθην,  καὶ  ἐν  ἁ‐ μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.  Ἰδοὺ  γὰρ  ἀλήθειαν  ἠγάπησας,  τὰ  ἄδηλα  καὶ  τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.  Ῥαντιεῖς  με  ὑσσώπῳ,  καὶ  καθαρισθήσομαι·  πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.  Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐ γαλλιάσονται ὀστέα τεταπεινωμένα.  Ἀπόστρεψον  τὸ  πρόσωπόν  σου  ἀπὸ  τῶν  ἁ‐ μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐ λειψον.  Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ  πνεῦμα  εὐθὲς  ἐγκαίνισον  ἐν  τοῖς  ἐγκάτοις  μου.  Μὴ  ἀποῤῥίψῃς  με  ἀπὸ  τοῦ  προσώπου  σου,  καὶ  τὸ  Πνεῦμά  σου  τὸ  ἅγιον  μὴ  ἀντανέλῃς  ἀπ᾿ ἐμοῦ.  Ἀπόδος  μοι  τὴν  ἀγαλλίασιν  τοῦ  σωτηρίου  σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.  Διδάξω  ἀνόμους  τὰς  ὁδούς  σου,  καὶ  ἀσεβεῖς  ἐπὶ σὲ ἐπιστρέψουσι.  Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐ τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν  δικαιοσύνην σου.  Κύριε,  τὰ  χείλη  μου  ἀνοίξεις,  καὶ  τὸ  στόμα  μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.  Ὅτι,  εἰ  ἠθέλησας  θυσίαν,  ἔδωκα  ἄν·  ὁλοκαυ‐ τώματα οὐκ εὐδοκήσεις.  Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον    4
  • 5. Θυσία  τῷ Θεῷ  πνεῦμα  συντετριμμένον· καρ‐ δίαν  συντετριμμένην  καὶ  τεταπεινωμένην  ὁ  Θεὸς οὐκ ἐξουδενώσει.  Ἀγάθυνον,  Κύριε,  ἐν  τῇ  εὐδοκίᾳ  σου  τὴν  Σι‐ ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.  Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐ ρὰν καὶ ὁλοκαυτώματα.  Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐ σχους. Καὶ ἐλέησόν με, ὁ Θεός.  Δόξα.  Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, *  ἐξάλειψον  τὰ  πλήθη  *  τῶν  ἐμῶν  ἐγκλημά‐ των.  Καὶ νῦν.  Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐ‐ ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων.  Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός.  Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός  σου,  καὶ  κατὰ  τὸ  πλῆθος  τῶν  οἰκτιρμῶν  σου  ἐξάλειψον τὸ ἀνόμημά μου.  Ἀναστὰς  ὁ  Ἰησοῦς  ἀπὸ  τοῦ  τάφου,  *  καθὼς  προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν *  καὶ μέγα ἔλεος.  Σῶσον,,  ὁ  Θεός,,  τὸν  λαόν  Σου....  Κύριε, ἐλέησον  Σῶσον ὁ Θεός τὸν λαόν Σου (ιβ´). Ἐλέειι  καὶὶ  οἰἰκτιιρμοῖῖς....  Ἀμήν.  Ἐλέε κα ο κτ ρμο ς * * *  ΟΙ ΚΑΝΟΝΕΣ  ὁ Ἀναστάσιμος μετὰ τῶν εἱρμῶν   καὶ οἱ τῶν Ἁγίων  ᾨδὴ α´.   ὁ Ἀναστάσιμος εἰς δ´  (ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ)  Ἦχος πλ. δ´. Ὁ Εἱρμός.  Ἁρματηλάτην  Φαραὼ  ἐβύθισε,  τερατουργοῦ‐ σα  ποτέ,  Μωσαϊκὴ  ῥάβδος,  σταυροτύπως  πλήξασα, καὶ διελοῦσα θάλασσαν· Ἰσραὴλ δὲ  φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θε‐ ῷ ἀναμέλποντα.  Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.  Ὡς  εὐπρεπὴς  ταῖς  γυναιξὶν  ὁ  Ἄγγελος,  νῦν  ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύ‐ του  σύμβολα,  ἀΰλου  καθαρότητος,  τῇ  μορφῇ  δὲ  μηνύων,  τὸ φέγγος  τῆς  ἀναστάσεως,  κρά‐ ζει· Ἐξηγέρθη ὁ Κύριος.  Θεοτοκίον  Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.  Δεδοξασμένα  περὶ  σοῦ  λελάληνται,  ἐν  γενε‐ αῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χω‐ ρήσασα,  ἁγνὴ  δὲ  διαμείνασα,  Θεοτόκε  Παρ‐ θένε· διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θε‐ ὸν προστασίαν ἡμῶν.  τοῦ Ἁγίου Ἀρτεμίου ἐκ τοῦ Μηναίου,   οὗ ἡ Ἀκροστιχίς· Τὴν σὴν νέμοις μοι πλουσίαν χάριν Μάκαρ. Ἰωσήφ.  Ἦχος β´. Ἐν βυθῷ κατέστρωσε.  Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.  Τὸν  ἀγῶνα  Μάρτυς  τὸν  καλόν,  ὡς  ἀγωνισά‐ μενος, καὶ τοὺς λαμπροὺς στεφάνους κομισά‐ μενος, τῷ φωτὶ παρίστασαι, φωτιζόμενος κα‐ τὰ  μέθεξιν  ἄϋλον·  ὅθεν  δυσωποῦμεν,  φώτι‐ σον ἡμᾶς ταῖς ἱκεσίαις σου.  Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.  Ἡ  φαιδρά  σου  Μάρτυς  ἑορτή,  πάντας  συνε‐ κάλεσε, χαρμονικῶς εἰς πανδαισίαν σήμερον,  προθεῖσα  τοὺς  ἄθλους  σου,  τὰ  παλαίσματα,  καὶ  τὴν  ἀνδρείαν  ἔνστασιν·  ὧν  κατατρυφῶν‐ τες, πίστει σε καὶ πόθῳ μακαρίζομεν.  Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.  Νεκρωθέντα μάκαρ ἐν σταυρῷ, τὸν ἀκατανό‐ ητον,  σωματικῶς  κατανοήσας  Κύριον,  τῆς  ζωῆς  τὸν  αἴτιον,  ἐθελούσιον  ἐπεπόθησας  νέ‐ κρωσιν, τὴν διὰ βασάνων· ὅθεν ἀθανάτου δό‐ ξης ἔτυχες.  Θεοτοκίον  Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.  Σαρκωθεὶς  ἐκ  σοῦ  θεοπρεπῶς,  Λόγος  ὁ  ἀσώ‐ ματος,  ὑπερβολῇ  φιλανθρωπίας  Πάναγνε,  πάθει  προσωμίλησε,  καὶ  ἀπάθειαν  τοῖς  ἀν‐ θρώποις  ἐπήγασεν,  ὁ  δεδοξασμένος  Κύριος·  ἐνδόξως γὰρ δεδόξασται.  Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.  καὶ τοῦ Ὁσίου Γερασίμου  Τὴν παντοδύναμον Χριστοῦ θεότητα, πῶς μὴ  θαυμάσωμεν!  ἐκ  μὲν  παθῶν  πᾶσι,  τοῖς  πι‐ στοῖς  ἀπάθειαν,  καὶ  ἀφθαρσίαν  βλύζουσαν·  ἐκ  πλευρᾶς  δὲ  ἁγίας,  πηγὴν  ἀθάνατον  στά‐ ζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον.  φέρων ἀκροστιχίδα ἐν τῇ ὀγδόῃ καὶ ἐνάτῃ· ὁ Ἰωάννης.    Ἦχος δ´. Θαλάσσης τὸ ἐρυθραῖον.  Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.  Τὸν νοῦν μου, ταῖς σαῖς πρεσβείαις Ἅγιε λαμ‐ πρῶς ὁδήγησον, καὶ τὸ τῆς γλώττης ἄμουσον  5
  • 6. σοφέ, ἵν᾿ ἀξίως ἀγῶνας τοὺς σούς, καὶ διαυγῆ  παλαίσματα, κροτῶν αἰνέσω ἀγαλλόμενος.  Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.  Τὸν πόθον τῶν γεννητόρων ἔνδοξε, οὐδὲν λε‐ λόγισαι  τὴν  πρὸς  Θεὸν  προκρίνας  βιοτήν,  ἐξ  ὀνύχων  διὸ  ἁπαλῶν,  πάντα  λιπὼν  Γεράσιμε,  Χριστοῦ τοῖς ἴχνεσιν ἐβάδισας.  Δόξα.  Τερπνότης,  ἡ  τῶν  παρόντων  ῥέουσα  οὐδ᾿  ὅ‐ λως  ἴσχυσε,  τὸ  στιβαρὸν  ἀμβλύναι  σῆς  ψυ‐ χῆς,  καὶ  τὸ  φίλτρον  τὸ  πρὸς  τὸν  Χριστόν,  ᾧ  κολληθεὶς  κατέλιπες,  πᾶσαν  ἐπίκηρον  ἀπό‐ λαυσιν.  Καὶ νῦν.  Θεοτοκίον  Τὴν  μόνην,  ἐν  γυναιξὶν  ἀπείρανδρον  Ἁγνὴν  ὑμνήσωμεν,  ἱκετικῶς  βοῶντες  πρὸς  αὐτήν,  Γερασίμου  λιταῖς  τοῦ  σεπτοῦ,  καὶ  σαῖς  πρε‐ σβείαις Ἄχραντε, τήνδε τὴν ποίμνην σου διά‐ σωσον.  ᾨδὴ γ´.   ὁ Ἀναστάσιμος  Ἦχος β´. Ἐξήνθησεν ἡ ἔρημος.  Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.  Μαρτύρων  καλλωπίζεσθαι,  τοῖς  στεφάνοις  ἔνδοξε,  ἐπιποθῶν  ὑπήνεγκας,  τῶν  μαστίγων  καὶ τῶν στρεβλώσεων, τὰς πικρὰς ἀλγηδόνας  θείᾳ χάριτι.  Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.  Οὐκ ἔσεισε τὸν πύργον σου, τῆς καρδίας πάν‐ σοφε,  ἡ  σφοδροτάτη  πρόσρηξις,  τῶν  βασά‐ νων·  καὶ  γὰρ  ἐστήρικτο,  νοητὴν  ἐπὶ  πέτραν  τὴν ἀσάλευτον.  Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.  Ἰκρίῳ  ἀναρτώμενος,  καὶ  νιφάσι  πάντοθεν,  τῶν  σπαραγμῶν  κυκλούμενος,  σοῦ  τὸ  ὄμμα  πρὸς τὸν δυνάμενον, ἐνητένιζες σῴζειν ἀξιά‐ γαστε.  Θεοτοκίον  Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.  Σεσάρκωται  βουλήματι,  ἐξ  αἱμάτων  Δέσποι‐ να,  σου  παναχράντων  Κύριος,  διασῴζων  τὴν  ἀνθρωπότητα,  καὶ  Μαρτύρων  τοὺς  δήμους  ἐπεσπάσατο.  Ἦχος πλ. δ´. Ὁ Εἱρμός.  Ὁ  στερεώσας  κατ᾿  ἀρχάς,  τοὺς  οὐρανοὺς  ἐν  συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν  τῇ πέτρᾳ με Χριστέ, τῆς Ἐκκλησίας στήριξον,  ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρω‐ πε.  Ἦχος δ´. Εὐφραίνεται ἐπὶ σοί.  Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.  Ὡς  ἔμπορος  νουνεχής,  τῶν  ἐπιγείων  τὰ  τερ‐ πνὰ  ἤλευσας  πλοῦτον  ποθῶν  ἔνδοξε,  τὸν  ἀ‐ ληθινὸν καὶ ἀΐδιον.  Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.  Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.  Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει τῆς ἁμαρ‐ τίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδι‐ καίωσε Χριστέ· αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ  τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος.  Τὸ φρόνημα τῆς σαρκός, θεοφιλῶς δουλώσας  τῷ  πνεύματι,  σκεῦος  ἐχρημάτισας,  καὶ  λαμ‐ πρὸν δοχεῖον τοῦ Πνεύματος.  Δόξα.  Ἐργάτης ὡς ἀληθῶς, τῆς ἀρετῆς ἐδείχθης Γε‐ ράσιμε, νοῦν καὶ τὴν διάνοιαν, ἄνω πρὸς Θε‐ ὸν ἔχων ἄτρεπτον.  Καὶ νῦν.  Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.  Τῆς  ἀναστάσεως  τὸ  φῶς,  ἐξέλαμψε  τοῖς  ἐν  σκότει,  τοῦ  θανάτου  καὶ  σκιᾷ  καθημένοις,  ὁ  Θεός μου Ἰησοῦς, καὶ τῇ αὑτοῦ θεότητι, τὸν ἰ‐ σχυρὸν  δεσμεύσας,  τούτου  τὰ  σκεύη  διήρπα‐ σε.  Θεοτοκίον  Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.  Τῶν  Χερουβὶμ  καὶ  Σεραφίμ,  ἐδείχθης  ὑψηλο‐ τέρα,  Θεοτόκε·  σὺ  γὰρ  μόνη  ἐδέξω,  τὸν  ἀχώ‐ ρητον  Θεόν,  ἐν  σῇ  γαστρὶ  Ἀμόλυντε·  διὸ  πι‐ στοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.  καὶ τοῦ Ὁσίου  Θεοτοκίον  Συντήρει Μήτηρ Θεοῦ, ἐξ ἐπηρείας τήνδε τὴν  ποίμνην σου, ἥτις ἐν σοὶ πέποιθε, τῇ σῇ ἀρω‐ γῇ καταφεύγουσα.  Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·   Ὅτιι  σὺ  εἶἶ  ὁ  Θεὸς  ἡμῶν....  Ὅτ σὺ ε ὁ Θεὸς ἡμῶν * * *  τοῦ Μεγαλομάρτυρος    6
  • 7. ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ  Μεσῴδια Καθίσματα τῶν Ἁγίων  Κάθισμα τοῦ Ἁγίου Ἀρτεμίου  Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.  Τὸν  στρατιώτην  τοῦ  Χριστοῦ  τὸν  ἀήττητον,  καὶ  καθαιρέτην  τοῦ  ἐχθροῦ  γενναιότατον,  τὸν ἐν μεγίστοις τέρασιν ἐκλάμψαντα, ἅπαν‐ τες Ἀρτέμιον, εὐφημήσωμεν πίστει· βρύει γὰρ  ἰάματα,  τοῖς  προστρέχουσι  πόθῳ,  καὶ  κατα‐ παύει  πάθη  χαλεπά,  καὶ  τῶν  ἐν  θλίψει  ἀν‐ θρώπων προΐσταται.  Δόξα.   τοῦ Ὁσίου Γερασίμου  Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.  Γεννητόρων  τὸν  πόθον  ὑπεριδών,  καὶ  Χρι‐ στὸν  ἀγαπήσας  ὁλοσχερῶς,  αὐτῷ  ἠκολούθη‐ σας,  μέχρι  τέλους  ἀοίδιμε·  τὸν  γὰρ  σταυρόν  σου  ἄρας,  ἐπ᾿  ὤμων  ἀνέδραμες,  εἰς  ἀβάτους  ἐρήμους, διάγων ὡς ἄσαρκος· ὅθεν καὶ πλου‐ σίας ἀμοιβὰς τῶν σῶν πόνων, ἐδέξω Μακάρι‐ ε, ἐκ χειρὸς τοῦ Κυρίου σου, θεοφόρε Γεράσι‐ με,  πρέσβευε  Χριστῷ  τῷ  Θεῷ,  τῶν  πταισμά‐ των ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πό‐ θῳ τὴν ἁγίαν μνήμην σου.  Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.  Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μη‐ τέρα τοῦ πάντων Δημιουργοῦ, ἐν φωναῖς με‐ γαλύνωμεν,  καὶ  ὑμνοῦντες  βοήσωμεν·  ἡ  τῆς  χαρᾶς  αἰτία,  Παρθένε  Πανύμνητε,  τοὺς  τι‐ μῶντάς σε σῷζε, καὶ σκέπε πρεσβείαις σου ἐκ  πειρασμῶν  παντοίων,  καὶ  νόσων,  καὶ  θλίψε‐ ων· ἔχεις γὰρ ὡς Μήτηρ τοῦ Θεοῦ παῤῥησίαν,  οἰκτείρειν,  βραβεύειν  τε  νοσημάτων  τὴν  ἴα‐ σιν·  διὰ  τοῦτο  βοῶμέν  σοι,  πρέσβευε  τῷ  σῷ  Υἱῷ  καὶ  Θεῷ,  τῶν πταισμάτων ἄφεσιν δωρή‐ σασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανά‐ γιον Τόκον σου.  πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν ἐγέρσει  σου Πολυέλεε.  ὁ Οἶκος  Τὰ  τοῦ  ᾅδου  σκυλεύσας  βασίλεια,  καὶ  νε‐ κροὺς ἀναστήσας Μακρόθυμε, γυναιξὶ Μυρο‐ φόροις  συνήντησας,  ἀντὶ  λύπης  χαρὰν  κομι‐ σάμενος·  καὶ  Ἀποστόλοις  σου  ἐμήνυσας,  τὰ  τῆς  νίκης  σύμβολα,  Σωτήρ  μου  ζωοδότα,  καὶ  τὴν  κτίσιν  ἐφώτισας  Φιλάνθρωπε·  διὰ  τοῦτο  καὶ  κόσμος  συγχαίρει,  τῇ  ἐκ  νεκρῶν  ἐγέρσει  σου Πολυέλεε.  Συναξάριον  Τῇ Κ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου ἐν‐ δόξου  Μεγαλομάρτυρος  καὶ  πολυάθλου  Ἀρ‐ τεμίου.  Στίχοι  Ὁ πάντα λαμπρὸς Ἀρτέμιος ἐν βίῳ,  Τμηθεὶς ἀπῆλθεν εἰς ὑπέρτατον κλέος.  Εἰκάδι Ἀρτέμιος πυκινόφρων αὐχένα τμήθη.  Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἔνδοξοι Μάρτυρες Ἐ‐ βόρης, Ἐνόης, Ζεβινᾶς, Γερμανός, Νικηφόρος,  Ἀντωνῖνος,  καὶ  ἡ  Ἁγία  ἔνδοξος  Μάρτυς  Μα‐ ναθὼ ἡ παρθένος, ξίφει καὶ πυρὶ τελειοῦνται.  Στίχοι  Λίθοις Ἐβόρην καὶ σύναθλον Ἐνόην,  Λίθων λάτραι κτείνουσιν ἀθλητοκτόνοι.  Ξίφος Ζεβινᾶν, Γερμανόν, Νικηφόρον,  Σὺν Ἀντωνίνῳ δεικνύει νικηφόρους.  Τί καὶ καθαρθῇς εἰς τὸ πῦρ βεβλημένη,  Ἁγνὴ Μαναθώ, πνεῦμα σῶμα παρθένε;  Τῇ  αὐτῇ  ἡμέρᾳ,  μνήμη  τοῦ  Ὁσίου  καὶ  θεοφόρου  Πατρὸς  ἡμῶν  Γερασίμου  τοῦ  νέου  ἀσκητοῦ,  τοῦ  ἐκ  Τρικάλων  τῆς  Πελοποννή‐ σου, οὗ τὸ σεπτὸν καὶ Ἅγιον λείψανον  σῴζε‐ ται ἄφθορον ἐν Κεφαλληνίᾳ.  Στίχοι  Γεράσιμος κάλλιστον ᾔρατο στέφος,  Ἐκ τῆς ἄνωθεν δεξιᾶς τοῦ Κυρίου.  Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·   Σὺ  γὰρ  εἶἶ  ὁ  Βασιιλεύς....  Σ ὺ γ ὰ ρ ε ὁ Β α σ λ εύ ς Τῇ  αὐτῇ  ἡμέρᾳ,  μνήμη  τῆς  Ὁσίας  Μητρὸς  ἡ‐ μῶν Ματρώνης, τῆς Χιοπολίτιδος.  * * *  Στίχοι  Λιποῦσα κόσμον ἔμπλεων ἀκοσμίας,  Νύμφη Ματρῶνα νῦν παρέστη Νυμφίῳ.  ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ  Τὸ Ἀναστάσιμον Κοντάκιον μετὰ τοῦ Οἴκου.  Κοντάκιον. Ἦχος πλ. δ´. Ὡς ἀπαρχὰς τῆς φύσεως.  Ἐξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἤ‐ γειρας,  καὶ  τὸν  Ἀδὰμ  ἀνέστησας·  καὶ  ἡ  Εὔα  χορεύει,  ἐν  τῇ  σῇ  ἀναστάσει,  καὶ  κόσμου  τὰ    Τῇ  αὐτῇ  ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις  Πατρὸς  ἡμῶν  Βασιλείου,  μητροπολίτου  Τραπεζοῦν‐ τος.  Στίχοι  Τῆς Τραπεζοῦντος ὁ κλεινὸς ἱεράρχης,  7
  • 8. Βασίλειος συμμέτοχος Βασιλείας.  Τῇ  αὐτῇ  ἡμέρᾳ,  μνήμη  τοῦ  Ἁγίου  ἐνδόξου  Μάρτυρος  Ἀνδρονίκου  τοῦ  Κρητός,  τοῦ  ὑπὲρ  τῶν Ἁγίων καὶ σεπτῶν εἰκόνων ἀθλήσαντος.  Στίχοι  Κρὴς ἦν ὁ ἀνὴρ καὶ τιμητὴς εἰκόνων,  Ἅς περ προσκυνῶν ἐνήθλησεν ἀνδρείως.  Τῇ  αὐτῇ  ἡμέρᾳ,  ἡ  ἀνακομιδὴ  τῶν  λειψάνων  τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου ἀρχιε‐ πισκόπου Ἡρακλείας καὶ Ῥαιδεστοῦ, τοῦ ἀπὸ  Θεσσαλονίκης, τοῦ Καλλίδη. (1979)  Στίχοι  Γρηγόριε, πένησι δοὺς καὶ σκορπίσας,  Ὢ ποῖα Χριστῷ νῦν παρεστὼς λαμβάνεις.  Τῇ  αὐτῇ  ἡμέρᾳ,  τρίτῃ  Κυριακῇ  τοῦ  Ὀκτωβρί‐ ου,  Μνήμην ἐπιτελοῦμεν πάντων τῶν Ἁγίων  Κρητῶν  Ἐπισκόπων,  τῶν  συμμετασχόντων  ἐν  ταῖς  ἁγίαις  καὶ  σεπταῖς  Οἰκουμενικαῖς  Συνόδοις.  Στίχοι  Παρεμβολὴ Κρητῶν Συνοδικῶν χαῖρε,   Ἱεραρχῶν φωστήρων Ὀρθοδοξίας.  Ταῖς  τῶν  σῶν  Ἁγίων  πρεσβείαις,  Χριστὲ  ὁ  Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.  * * *  ΚΑΤΑΒΑΣΙΑΙ  ᾨδὴ ε´.  Ἐξέστη τὰ σύμπαντα * ἐπὶ τῇ θείᾳ δόξῃ σου· *  σὺ  γάρ,  ἀπειρόγαμε  Παρθένε,  *  ἔσχες  ἐν  μή‐ τρᾳ  *  τὸν  ἐπὶ  πάντων  Θεὸν  *  καὶ  τέτοκας  ἄ‐ χρονον Υἱόν, * πᾶσι τοῖς ὑμνοῦσί σε * σωτηρί‐ αν βραβεύοντα.  ᾨδὴ ς´.  Τὴν  θείαν  ταύτην  καὶ  πάντιμον  *  τελοῦντες  ἑορτὴν οἱ θεόφρονες * τῆς Θεομήτορος * δεῦ‐ τε τὰς χεῖρας κροτήσωμεν, * τὸν ἐξ αὐτῆς τε‐ χθέντα * Θεὸν δοξάζοντες.  ᾨδὴ ζ´.  Οὐκ  ἐλάτρευσαν  *  τῇ  κτίσει  οἱ  θεόφρονες  *  παρὰ  τὸν  κτίσαντα·  *  ἀλλὰ  πυρὸς  ἀπειλὴν  *  ἀνδρείως πατήσαντες * χαίροντες ἔψαλλον· *  Ὑπερύμνητε,  *  ὁ  τῶν  πατέρων  Κύριος  *  καὶ  Θεός, εὐλογητὸς εἶ.  ᾨδὴ η´.  Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.  Παῖδας  εὐαγεῖς  ἐν  τῇ  καμίνῳ  *  ὁ  τόκος  τῆς  Θεοτόκου διεσώσατο, * τότε μὲν τυπούμενος·  * νῦν δὲ ἐνεργούμενος * τὴν οἰκουμένην ἅπα‐ σαν * ἀγείρει ψάλλουσαν· * Τὸν Κύριον ὑμνεῖ‐ τε  τὰ  ἔργα  *  καὶ  ὑπερυψοῦτε  *  εἰς  πάντας  τοὺς αἰῶνας.  τῆς Θεοτόκου  Τὴν Θε οτόκον καὶ μητέ ρα τοῦ φωτός,  ὁ διάκονος· Τὴν Θεοτόκον  καὶ μητέρα  τοῦ φωτός,  ᾨδὴ α´. Ἦχος δ´.  Ἀνοίξω  τὸ  στόμα  μου  *  καὶ  πληρωθήσεται  Πνεύματος  *  καὶ  λόγον  ἐρεύξομαι  *  τῇ  βασι‐ λίδι Μητρί· * καὶ ὀφθήσομαι * φαιδρῶς πανη‐ γυρίζων  *  καὶ  ᾄσω  γηθόμενος  *  ταύτης  τὰ  θαύματα.  ἐν  ὕμνοιις  τιιμῶντες  μεγαλύνομεν..  ἐν ὕμνο ς τ μῶντες μεγαλύνομεν ᾨδὴ γ´.  Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, * ἡ ζῶσα καὶ  ἄφθονος  πηγή,  *  θίασον  συγκροτήσαντας  *  πνευματικόν, στερέωσον· * καὶ ἐν τῇ θείᾳ δό‐ ξῃ σου *   …στεφάνων δόξης ἀξίωσον.  ᾨδὴ δ´.  Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν * τῆς ἐκ τῆς  Παρθένου  σαρκώσεως  *  σοῦ  τοῦ  ὑψίστου  *  ὁ  προφήτης Ἀββακοὺμ  * κατανοῶν ἐκραύγαζε·  * Δόξα τῇ δυνάμει σου, Κύριε.    Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ  Ἦχος δ´.  Στίχ.  α´.  Μεγαλύνει  ἡ  ψυχή  μου  τὸν  Κύριον,  καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ  σωτῆρί μου.  Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέ‐ ραν  *  ἀσυγκρίτως  τῶν  Σεραφίμ,  *  τὴν  ἀδια‐ φθόρως  Θεὸν  Λόγον  τεκοῦσαν,  *  τὴν  ὄντως  Θεοτόκον, * σὲ μεγαλύνομεν.  Στίχ.  β´.  Ὅτι  ἐπέβλεψεν  ἐπὶ  τὴν  ταπείνωσιν  τῆς  δούλης  αὐτοῦ·  ἰδοὺ  γὰρ  ἀπὸ  τοῦ  νῦν  μα‐ καριοῦσί με πᾶσαι αἱ γενεαί.  Τὴν τιμιωτέραν τῶν Χερουβίμ...  Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός,  καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ  εἰς  γενεὰν  καὶ  γενεὰν  τοῖς  φοβουμένοις  αὐ‐ τόν.  8
  • 9. Τὴν τιμιωτέραν τῶν Χερουβίμ...  Στίχ.  δ´.  Ἐποίησε  κράτος  ἐν  βραχίονι  αὐτοῦ,  διεσκόρπισεν  ὑπερηφάνους  διανοίᾳ  καρδίας  αὐτῶν.  Τὴν τιμιωτέραν τῶν Χερουβίμ...  Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕ‐ ψωσε  ταπεινούς·  πεινῶντας  ἐνέπλησεν  ἀγα‐ θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.  Τὴν τιμιωτέραν τῶν Χερουβίμ...  Στίχ.  Ϛ´.  Ἀντελάβετο  Ἰσραὴλ  παιδὸς  αὐτοῦ  μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς  πατέρας  ἡμῶν,  τῷ  Ἀβραὰμ  καὶ  τῷ  σπέρματι  αὐτοῦ ἕως αἰῶνος.  Τὴν τιμιωτέραν τῶν Χερουβίμ...  Καταβασία. ᾨδὴ θ´.  Ἅπας γηγενὴς * σκιρτάτω τῷ πνεύματι * λαμ‐ παδουχούμενος·  *  πανηγυριζέτω  δὲ  *  ἀΰλων  νόων  *  φύσις,  γεραίρουσα  *  τὴν  ἱερὰν  πανή‐ γυριν  *  τῆς  Θεομήτορος,  *  καὶ  βοάτω·  *  Χαί‐ ροις, παμμακάριστε * Θεοτόκε ἁγνή, ἀειπάρ‐ θενε.  Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·   Ὅτιι  σὲ  αἰἰνοῦσιι  πᾶσαιι  αἱἱ  δυνάμειις.....  Ὅτ σὲ α νοῦσ πᾶσα α δυνάμε ς * * *  ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ  Ἦχος β´.  Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.  Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.  Ὑψοῦτε  Κύριον  τὸν  Θεὸν  ἡμῶν  καὶ  προσκυ‐ νεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ,   … ὅτι ἅγιός ἐστιν.  Ἀναστάσιμον Ἐξαποστειλάριον Ϛ´.  Δεικνύων  ὅτι  ἄνθρωπος,  Σῶτερ  εἶ  κατ᾿  οὐσί‐ αν, ἀναστὰς ἐκ τοῦ μνήματος, βρώσεως συμ‐ μετέσχες, καὶ μέσον στὰς ἐδίδασκες, μετάνοι‐ αν  κηρύσσειν·  εὐθὺς  δὲ  πρὸς  οὐράνιον,  ἀνε‐ λήφθης  Πατέρα,  καὶ  Μαθηταῖς,  πέμπειν  τὸν  Παράκλητον ἐπηγγείλω. Ὑπέρθεε, Θεάνθρω‐ πε, δόξα τῇ σῇ ἐγέρσει.  τοῦ Ἁγίου Ἀρτεμίου  Ἦχος β´. Τοῖς Μαθηταῖς.  Παρεστηκὼς  Ἀρτέμιε,  τῇ  Ἁγίᾳ  Τριάδι,  καὶ  ἀ‐ στραπαῖς  λαμπόμενος,  ταῖς  ἐκεῖθεν  πλουσί‐ ως, ἐξ οὐρανοῦ ἐποπτεύοις, τοὺς τιμῶντάς σε    πόθῳ,  μεγαλομάρτυς  ἔνδοξε,  συμμαχῶν  θεί‐ οις  ὅπλοις,  ὡς  τοῦ  Χριστοῦ,  στρατιώτης  ἄρι‐ στος ἀθλοφόρε, τῷ σταυροφόρῳ ἄνακτι, κατ᾿  ἐχθρῶν πολεμίων.  καὶ τοῦ Ὁσίου Γερασίμου  Ἦχος β´. Γυναῖκες ἀκουτίσθητε.  Προστάτην  σε  θερμότατον,  Κεφαλληνία  κέ‐ κτηται, φρουρόν τε φύλακα ῥύστην, διὸ λαμ‐ πρῶς  τὴν  σὴν  μνήμην,  πανηγυρίζει  κράζου‐ σα· ἀεὶ σκέπε τὴν νῆσόν σου, καὶ φύλαττε ἀ‐ πήμονα, λοιμοῦ, λιμοῦ καὶ κινδύνων, Γεράσι‐ με θεοφόρε.  Θεοτοκίον, ὅμοιον.  Μαρία  καθαρώτατον,  χρυσοῦν  θυμιατήριον,  τῆς  ἀχωρήτου  Τριάδος,  δοχεῖον  γεγενημένη·  ἐν  ᾧ  Πατὴρ  ηὐδόκησε,  ὁ  δὲ  Υἱὸς  ἐσκήνωσε,  καὶ Πνεῦμα τὸ Πανάγιον, ἐπισκιάσαν σοι Κό‐ ρη, ἀνέδειξε Θεοτόκον.  * * *  ΑΙΝΟΙ  Ἦχος πλ. δ´.  Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν  Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς  ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.  Αἰνεῖτε  αὐτόν,  πάντες  οἱ  ἄγγελοι  αὐτοῦ·  αἰ‐ νεῖτε  αὐτόν,  πᾶσαι  αἱ  δυνάμεις  αὐτοῦ.  Σοὶ  πρέπει ὕμνος τῷ Θεῷ.  Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. δ´.  Στίχ.  α´.  Τοῦ  ποιῆσαι  ἐν  αὐτοῖς  κρῖμα  ἔγγρα‐ πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.  Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου  κρινόμενος,  ἀλλ᾿  οὐκ  ἀπελείφθης  τοῦ  θρό‐ νου, τῷ Πατρὶ συγκαθεζόμενος· καὶ ἀναστὰς  ἐκ  νεκρῶν,  τὸν  κόσμον  ἠλευθέρωσας,  ἐκ  τῆς  δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ φι‐ λάνθρωπος.  Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ·  αἰνεῖτε  αὐτὸν  ἐν  στερεώματι  τῆς  δυνάμεως  αὐτοῦ.  Κύριε, εἰ καὶ ὡς θνητὸν ἐν μνημείῳ, Ἰουδαῖοί  σε  κατέθεντο,  ἀλλ᾿  ὡς  βασιλέα  ὑπνοῦντα  στρατιῶταί  σε  ἐφύλαττον,  καὶ  ὡς  ζωῆς  θη‐ σαυρόν,  σφραγίδι  ἐσφραγίσαντο·  ἀλλὰ  ἀνέ‐ 9
  • 10. στης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡ‐ μῶν.  Στίχ.  γ´.  Αἰνεῖτε  αὐτὸν  ἐπὶ  ταῖς  δυναστείαις  αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐ γαλωσύνης αὐτοῦ.  Κύριε,  ὅπλον  κατὰ  τοῦ  διαβόλου,  τὸν  Σταυ‐ ρόν σου ἡμῖν δέδωκας· φρίττει γὰρ καὶ τρέμει,  μὴ  φέρων  καθορᾶν  αὐτοῦ  τὴν  δύναμιν,  ὅτι  νεκροὺς ἀνιστᾷ, καὶ θάνατον κατήργησε· διὰ  τοῦτο προσκυνοῦμεν, τὴν ταφήν σου καὶ τὴν  ἔγερσιν.  Στίχ.  δ´.  Αἰνεῖτε  αὐτὸν  ἐν  ἤχῳ  σάλπιγγος·  αἰ‐ νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.  Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν ἀνάστασιν κηρύ‐ ξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ γύναι‐ α ἐφώνησε λέγων· Τί ζητεῖτε τὸν ζῶντα μετὰ  τῶν νεκρῶν; ἀνέστη Θεὸς ὤν, καὶ τῇ οἰκουμέ‐ νῃ ζωὴν ἐδωρήσατο.  Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου Γερασίμου  Ἦχος πλ. δ´. Τί ὑμᾶς καλέσωμεν.  Στίχ.  ε´.  Αἰνεῖτε  αὐτὸν  ἐν  τυμπάνῳ  καὶ  χορῷ·  αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.  Τί σε νῦν προσείπω θαυμάσιε; ὁδηγὸν τῆς εὐ‐ σεβείας,  ἀρετῆς  ὑπογραμμόν.  Ἀσκητήν;  ὅτι  γενναίως  παρετάξω  πρὸς  ἐχθρούς.  Προφή‐ την;  ὅτι  προὔλεγες  τὰ  μέλλοντα.  Ἀλείπτην;  ὅτι πᾶσιν ἐχορήγησας. Πολλά σου τὰ κατορ‐ θώματα,  καὶ  μείζονα  τὰ  χαρίσματα·  ἱκέτευε  τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.  Στίχ.  Ϛ´.  Αἰνεῖτε  αὐτὸν ἐν κυμβάλοις εὐήχοις·  αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐ σα πνοὴ αἰνεσάτω τὸν Κύριον.  Τί σε ὀνομάσω Γεράσιμε; χορηγὸν τοῖς ἐνδεέ‐ σι,  καὶ  προστάτην  ὀρφανῶν·  καὶ  διδάσκαλον  παντοίων  νοημάτων  εὐσεβῶν·  καὶ  πέλεκυν  ἐκκόπτοντα ζιζάνια, τῆς πλάνης, καὶ ἀπάτης  τῶν  αἱρέσεων.  Πολλά  σου  τὰ  προτερήματα,  καὶ  ἄξια  τὰ  χαρίσματα·  ἱκέτευε  τοῦ  σωθῆναι  τὰς ψυχὰς ἡμῶν.  Στίχ. ζ´. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύ‐ ριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.  Τί σε νῦν προσφθέγξομαι Ὅσιε; Οὐρανόν; ὅτι  τὴν  δόξαν  διηγήσω  τοῦ  Θεοῦ·  ποταμόν;  ὅτι  ἠρδεύσω πᾶσαν ἄγονον ψυχήν· ναμάτων ζω‐ ηῤῥύτων  πηγὴν  ἄφθονον,  καὶ  κῆπον  εὐωδέ‐   στατον καὶ πάγκαλον, τῆς ἀρετῆς καὶ τῆς χά‐ ριτος, ἣν ἐκ Θεοῦ πιστῶς εἴληφας· ἱκέτευε τοῦ  σωθῆναι τὰς ψυχὰς ἡμῶν.  Στίχ.  η´.  Τίμιος  ἐναντίον  Κυρίου  ὁ  θάνατος  τοῦ ὁσίου αὐτοῦ.  Τί  σε  νῦν  καλέσω  Γεράσιμε;  εὐφροσύνην  μο‐ ναστῶν,  καὶ  γλυκασμὸν  μοναζουσῶν,  μεσι‐ τείαν εὐσεβῶν, καὶ ἱερέων καλλονήν; φωστῆ‐ ρα;  νοητὸν  φῶς  ἀπαστράπτοντα·  κρατῆρα;  θεῖα  νάματα  προχέοντα,  τῆς  πολιτείας  σου  Ἅγιε,  ὑπέρλαμπρε,  καὶ  θεόπνευστε·  ἱκέτευε  τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.   Δόξα. Ἑωθινὸν Ϛ´. Ἦχος πλ. β´.  Ἡ  ὄντως  εἰρήνη  σὺ  Χριστέ,  πρὸς  ἀνθρώπους  Θεοῦ, εἰρήνην τὴν σὴν διδούς, μετὰ τὴν ἔγερ‐ σιν  Μαθηταῖς,  ἐμφόβους  ἔδειξας  αὐτούς,  δό‐ ξαντας  πνεῦμα  ὁρᾶν·  ἀλλὰ  κατέστειλας  τὸν  τάραχον αὐτῶν τῆς ψυχῆς, δείξας τὰς χεῖρας  καὶ  τοὺς  πόδας  σου·  πλὴν  ἀπιστούντων  ἔτι,  τῇ  τῆς  τροφῆς  μεταλήψει,  καὶ  διδαχῶν  ἀνα‐ μνήσει, διήνοιξας αὐτῶν τὸν νοῦν, τοῦ συνιέ‐ ναι  τὰς  Γραφάς·  οἷς  καὶ  τὴν  πατρικὴν  ἐπαγ‐ γελίαν  καθυποσχόμενος,  καὶ  εὐλογήσας  αὐ‐ τούς,  διέστης  πρὸς  οὐρανόν.  Διὸ  σὺν  αὐτοῖς  προσκυνοῦμέν σε, Κύριε δόξα σοι.  Καὶ νῦν. Θεοτοκίον.  Ὑπερευλογημένη  ὑπάρχεις,  *  Θεοτόκε  Παρ‐ θένε·  *  διὰ  γὰρ  τοῦ  ἐκ  σοῦ  σαρκωθέντος,  *  ὁ  ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, *  ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, *  ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι‐ ήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογη‐ τὸς  Χριστὸς  ὁ  Θεὸς  ἡμῶν,  *  ὁ  οὕτως  εὐδοκή‐ σας, δόξα σοι.  * * *  Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ  Δόξα  σοι  τῷ  δείξαντι  τὸ  φῶς.  *  Δόξα  ἐν  ὑψί‐ στοις  Θεῷ  *  καὶ  ἐπὶ  γῆς  εἰρήνη,  *  ἐν  ἀνθρώ‐ ποις εὐδοκία.  Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐ μέν  σε,  *  δοξολογοῦμέν  σε,  *  εὐχαριστοῦμέν  σοι * διὰ τὴν μεγάλην σου δόξαν.  10
  • 11. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐ τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐ στέ, * καὶ ἅγιον Πνεῦμα.  Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ  Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,  *  ἐλέησον  ἡμᾶς,  *  ὁ  αἴρων  τὰς  ἁμαρτίας  τοῦ  κόσμου.  Πρόσδεξαι  τὴν  δέησιν  ἡμῶν,  *  ὁ  καθήμενος  ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς.  Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, *  Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐ μήν.  Καθ᾿  ἑκάστην  ἡμέραν  εὐλογήσω  σε  *  καὶ  αἰ‐ νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν  αἰῶνα τοῦ αἰῶνος.  Καταξίωσον,  Κύριε,  *  ἐν  τῇ  ἡμέρᾳ  ταύτῃ  *  ἀ‐ ναμαρτήτους φυλαχθῆναι ἡμᾶς.  Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐ μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐ μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν.  Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * κα‐ θάπερ ἠλπίσαμεν ἐπὶ σέ.  Εὐλογητὸς  εἶ,  Κύριε·  *  δίδαξόν  με  τὰ  δικαιώ‐ ματά σου. (ἐκ γ´)  Κύριε,  *  καταφυγὴ  ἐγενήθης  ἡμῖν  *  ἐν  γενεᾷ  καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με·  *  ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι.  Κύριε,  πρὸς  σὲ  κατέφυγον·  *  δίδαξόν  με  τοῦ  ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου.  Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐ ψόμεθα φῶς.  Παράτεινον  τὸ  ἔλεός  σου  *  τοῖς  γινώσκουσί  σε.  Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐ τος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´)  Δόξα. Καὶ νῦν.  Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς.  Καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ·  Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐ τος· * ἐλέησον ἡμᾶς.    Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β´.  Ἀναστὰς ἐκ τοῦ μνήματος  * καὶ τὰ δεσμὰ δι‐ αῤῥήξας  τοῦ  ᾅδου,  *  ἔλυσας  τὸ  κατάκριμα  τοῦ  θανάτου,  Κύριε,  *  πάντας  ἐκ  τῶν  παγί‐ δων  τοῦ  ἐχθροῦ  ῥυσάμενος·  *  ἐμφανίσας  σε‐ αυτὸν  τοῖς  ἀποστόλοις  σου  *  ἐξαπέστειλας  αὐτοὺς ἐπὶ τὸ κήρυγμα * καὶ δι᾿ αὐτῶν τὴν εἰ‐ ρήνην * παρέσχες τῇ οἰκουμένῃ, * μόνε πολυ‐ έλεε.  ἢ  τὸ ἕτερον σύνηθες. Ἦχος δ´.  Σήμερον  σωτηρία  τῷ  κόσμῳ  γέγονεν·  *  ᾄσω‐ μεν τῷ ἀναστάντι ἐκ τάφου * καὶ ἀρχηγῷ τῆς  ζωῆς  ἡμῶν·  *  καθελὼν  γὰρ  τῷ  θανάτῳ  τὸν  θάνατον * τὸ νῖκος ἔδωκεν ἡμῖν * καὶ τὸ μέγα  ἔλεος.  * * * * *  ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ  Ἀντίφωνα τῶν Κυριακῶν  Ἀντίφωνον Α´. Ἦχος β´. (Ψαλμὸς ρβ´)  Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ  πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.  Ταῖς  πρεσβείαις  τῆς  Θεοτόκου,  *  Σῶτερ,  σῶ‐ σον ἡμᾶς.  Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ  μὴ  ἐπιλανθάνου  πάσας  τὰς  ἀνταποδόσεις  αὐτοῦ.  Ταῖς πρεσβείαις τῆς Θεοτόκου...  Στίχ.  γ´.  Κύριος  ἐν  τῷ  οὐρανῷ  ἡτοίμασε  τὸν  θρόνον αὐτοῦ,  καὶ  ἡ βασιλεία αὐτοῦ πάντων  δεσπόζει.  Ταῖς πρεσβείαις τῆς Θεοτόκου...  Στίχ. δ´.  Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα  αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.  Ταῖς πρεσβείαις τῆς Θεοτόκου...  Δόξα. Καὶ νῦν.  Ταῖς πρεσβείαις τῆς Θεοτόκου...  Ἀντίφωνον Β´. Ἦχος β´. (Ψαλμὸς ρμε´)  Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω  Κύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕως  ὑπάρχω.  Σῶσον  ἡμᾶς,  Υἱὲ  Θεοῦ,  *  ὁ  ἀναστὰς  ἐκ  νε‐ κρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα.  Στίχ.  β´.  Μακάριος,  οὗ  ὁ  Θεὸς  Ἰακὼβ  βοηθὸς  αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐ‐ τοῦ.  Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς ...  11
  • 12. Στίχ.  γ´.  Τὸν  ποιήσαντα  τὸν  οὐρανὸν  καὶ  τὴν  γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς.  Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς ...  Στίχ.  δ´.  Βασιλεύσει  Κύριος  εἰς  τὸν  αἰῶνα,  ὁ  Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.  Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς ...  Δόξα. Καὶ νῦν.  Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐ νατος  ὑπάρχων  *  καὶ  καταδεξάμενος  *  διὰ  τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς  ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, *  ἀτρέπτως  ἐνανθρωπήσας,  *  σταυρωθείς  τε,  Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, *  εἷς  ὢν  τῆς  ἁγίας  Τριάδος,  *  συνδοξαζόμενος  τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐ μᾶς.  Ἀντίφωνον Γ´. Ἦχος πλ. δ´.  (Ψαλμὸς ριζ´)  Στίχ.  α´.  Ἐξομολογεῖσθε  τῷ  Κυρίῳ,  ὅτι  ἀγα‐ θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.  Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος πλ. δ´.  Ἐξ  ὕψους  κατῆλθες  ὁ  Εὔσπλαγχνος,  ταφὴν  κατεδέξω  τριήμερον,  ἵνα  ἡμᾶς  ἐλευθερώσῃς  τῶν  παθῶν.  Ἡ  ζωὴ  καὶ  ἡ  ἀνάστασις  ἡμῶν,  Κύριε, δόξα σοι.  Στίχ.  β´. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι  τὸν  Κύριον,  ὅτι  ἀγαθός,  ὅτι  εἰς  τὸν  αἰῶνα  τὸ  ἔλεος αὐτοῦ.  Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον.  Στίχ. γ´.  Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος·  ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.  Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον.  τῶν  παθῶν.  Ἡ  ζωὴ  καὶ  ἡ  ἀνάστασις  ἡμῶν,  Κύριε, δόξα σοι.  Ἀπολυτίκιον τοῦ Ὁσίου Γερασίμου.  Ἦχος α´. Τῆς ἐρήμου πολίτης.  Τῶν ὀρθοδόξων προστάτην, καὶ ἐν σαρκὶ ἄγ‐ γελον,  καὶ  θαυματουργὸν  θεοφόρον  νεοφα‐ νέντα  ἡμῖν,  ἐπαινέσωμεν  πιστοὶ  θεῖον  Γερά‐ σιμον· ὅτι ἀξίως παρὰ Θεοῦ, ἀπείληφεν ἰαμά‐ των,  τὴν  ἀένναον  χάριν·  ῥώννυσι  τοὺς  νο‐ σοῦντας,  δαιμονῶντας  ἰᾶται·  Διὸ  καὶ  τοῖς  τι‐ μῶσιν αὐτὸν βρύει ἰάματα.  Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος Ἀρτεμίου.  Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος.  Ποικίλοις  βασάνοις  ἐναθλήσας  μακάριε,  ὡς  στεῤῥὸς ἀδάμας τὸν παραβάτην κατῄσχυνας·  καὶ  γὰρ  ἐν  πέτρᾳ  μεγίστῃ  πιεσθεὶς  διὰ  τὴν  πέτραν  Χριστὸν  καὶ  αἰκισθείς,  στέφος  ἐδέξω  τοῦ  μαρτυρίου  μεγαλομάρτυς  Ἀρτέμιε.  Δόξα  τῷ  σὲ  ἐνισχύσαντι·  δόξα  τῷ  σὲ  στεφανώσαν‐ τι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.  Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ.  Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β´.  (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον)  Προστασία * τῶν Χριστιανῶν ἀκαταίσχυντε, *  μεσιτεία  *  πρὸς  τὸν  ποιητὴν  ἀμετάθετε,  *  μὴ  παρίδῃς  *  ἁμαρτωλῶν  δεήσεων  φωνάς,  *  ἀλ‐ λὰ  πρόφθασον  ὡς  ἀγαθὴ  *  εἰς  τὴν  βοήθειαν  ἡμῶν, * τῶν πιστῶς κραυγαζόντων σοι·  * Τά‐ χυνον  εἰς  πρεσβείαν  *  καὶ  σπεῦσον  εἰς  ἱκεσί‐ αν, * ἡ προστατεύουσα ἀεί, * Θεοτόκε, τῶν τι‐ μώντων σε.  * * *  * * *  ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ  ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ  Εἰσοδικόν. Ἦχος β´.   * * *  (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν)  Δεῦτε  προσκυνήσωμεν  καὶ  προσπέσωμεν  Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ  νεκρῶν…   … ψάλλοντάς σοι, Ἀλληλούϊα.  * * *  Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος πλ. δ´.  (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον)  Ἐξ  ὕψους  κατῆλθες  ὁ  Εὔσπλαγχνος,  ταφὴν  κατεδέξω  τριήμερον,  ἵνα  ἡμᾶς  ἐλευθερώσῃς    ΑΠΟΣΤΟΛΟΣ  τοῦ Ὁσίου  (ζήτει τῷ Σαββάτῳ τῆς ΚΖ´ Ἑβδομάδος)  Προκείμενον. Ἦχος βαρύς. (Ψαλμὸς ρμθ´)  Καυχήσονται  ὅσιοι  ἐν  δόξῃ  καὶ  ἀγαλλιάσον‐ ται ἐπὶ τῶν κοιτῶν αὐτῶν.  Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.   Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ  Ἀνάγνωσμα  12
  • 13. (Γαλ. ε´ 22‐ς´ 2)  Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματος ἐστὶν ἀγά‐ πη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀ‐ γαθωσύνη,  πίστις,  πρᾳότης,  ἐγκράτεια·  κατὰ  τῶν  τοιούτων  οὐκ  ἔστι  νόμος.  Οἱ  δὲ  τοῦ  Χρι‐ στοῦ  τὴν σάρκα  ἐσταύρωσαν  σὺν  τοῖς  παθή‐ μασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν Πνεύματι,  Πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενό‐ δοξοι,  ἀλλήλους  προκαλούμενοι,  ἀλλήλοις  φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄν‐ θρωπος  ἔν  τινι  παραπτώματι,  ὑμεῖς  οἱ  πνευ‐ ματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύμα‐ τι  πρᾳότητος·  σκοπῶν  σεαυτόν,  μὴ  καὶ  σὺ  πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ  οὕτως  ἀναπληρώσατε  τὸν  νόμον  τοῦ  Χρι‐ στοῦ.   ἀφ᾿ οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ· ἀπέλυσε δὲ  αὐτὸν ὁ Ἰησοῦς λέγων· Ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διη‐ γοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. Καὶ ἀπῆλθε καθ᾿ ὅλην τὴν πό‐ λιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.  Δόξα σοι, Κύριε, δόξα σοι.  * * *  Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου  * * *  Εἰς τό· Ἐξαιρέτως…  Ἄξιόν  ἐστιν  ὡς  ἀληθῶς  *  μακαρίζειν  σε  τὴν  Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώ‐ μητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τι‐ μιωτέραν  τῶν  Χερουβὶμ  *  καὶ  ἐνδοξοτέραν  *  ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως *  Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον,  * σὲ μεγαλύνομεν.  Ἀλληλούϊα. (γ´)  * * *  Ἦχος πλ. δ´. (Ψαλμὸς δ´)  Στίχ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σω‐ τῆρι ἡμῶν.  Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει.  Κοινωνικόν.  Αἰνεῖτε  τὸν  Κύριον  ἐκ  τῶν  οὐρανῶν.  Ἀλλη‐ λούϊα.  * * *  ΕΥΑΓΓΕΛΙΟΝ  Κυριακῆς Ϛ´ Λουκᾶ  Ἐκ τοῦ κατὰ Λουκᾶν   (η´ 27‐39)  Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ Ἰησοῦ εἰς τὴν χώραν τῶν Γαδα‐ ρηνῶν ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαι‐ μόνια  ἐκ  χρόνων  ἱκανῶν,  καὶ  ἱμάτιον  οὐκ  ἐνεδιδύσκετο,  καὶ  ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾿ ἐν τοῖς μνήμασιν. Ἰδὼν δὲ τὸν Ἰη‐ σοῦν καὶ ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶ‐ πε·  Τί  ἐμοὶ  καὶ  σοί,  Ἰησοῦ  υἱὲ  τοῦ  Θεοῦ  τοῦ  ὑψίστου;  δέομαί  σου, μή με βασανίσῃς. Παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκα‐ θάρτῳ  ἐξελθεῖν  ἀπὸ  τοῦ  ἀνθρώπου.  Πολλοῖς  γὰρ  χρόνοις  συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασ‐ σόμενος, καὶ διαῤῥήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμο‐ νος εἰς τὰς ἐρήμους. Ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων· Τί  σοί  ἐστιν  ὄνομα;  Ὁ  δὲ  εἶπε·  Λεγεών·  ὅτι  δαιμόνια  πολλὰ  εἰ‐ σῆλθεν  εἰς  αὐτόν·  καὶ  παρεκάλει  αὐτὸν  ἵνα  μὴ  ἐπιτάξῃ  αὐ‐ τοῖς  εἰς  τὴν  ἄβυσσον  ἀπελθεῖν.  Ἦν  δὲ  ἐκεῖ  ἀγέλη  χοίρων  ἱ‐ κανῶν βοσκομένη ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπι‐ τρέψῃ  αὐτοῖς  εἰς  ἐκείνους  εἰσελθεῖν.  Καὶ  ἐπέτρεψεν  αὐτοῖς.  Ἐξελθόντα  δὲ  τὰ  δαιμόνια  ἀπὸ  τοῦ  ἀνθρώπου  εἰσῆλθον  εἰς  τοὺς  χοίρους,  καὶ  ὥρμησεν  ἡ  ἀγέλη  κατὰ  τοῦ  κρημνοῦ  εἰς  τὴν  λίμνην  καὶ  ἀπεπνίγη.  Ἰδόντες  δὲ  οἱ  βόσκοντες  τὸ  γεγε‐ νημένον ἔφυγον, καὶ ἀπελθόντες ἀπήγγειλαν εἰς τὴν πόλιν  καὶ εἰς τοὺς ἀγρούς. Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός, καὶ ἦλθον  πρὸς  τὸν  Ἰησοῦν,  καὶ  εὗρον  καθήμενον  τὸν  ἄνθρωπον,  ἀφ᾿  οὗ  τὰ  δαιμόνια  ἐξεληλύθει,  ἱματισμένον  καὶ  σωφρονοῦντα  παρὰ  τοὺς  πόδας  τοῦ  Ἰησοῦ,  καὶ  ἐφοβήθησαν.  Ἀπήγγειλαν  δὲ  αὐτοῖς  οἱ  ἰδόντες  πῶς  ἐσώθη  ὁ  δαιμονισθείς.  Καὶ  ἠρώτη‐ σαν  αὐτὸν  ἅπαν  τὸ  πλῆθος  τῆς  περιχώρου  τῶν  Γαδαρηνῶν  ἀπελθεῖν ἀπ᾿ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο. Αὐτὸς δὲ  ἐμβὰς  εἰς  τὸ  πλοῖον  ὑπέστρεψεν.  Ἐδέετο  δὲ  αὐτοῦ  ὁ  ἀνὴρ,    Μετὰ τὴν μετάδοσιν. Ἦχος β´.  Εἴδομεν  τὸ  φῶς  τὸ  ἀληθινόν,  *  ἐλάβομεν  Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ,  *  ἀδιαίρετον  Τριάδα  προσκυνοῦντες·  *  αὕτη  γὰρ ἡμᾶς ἔσωσε.  Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί…  Ἦχος β´.  Πληρωθήτω  τὸ  στόμα  ἡμῶν  *  αἰνέσεώς  σου,  Κύριε, * ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, * ὅτι  ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυ‐ στηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, *  ὅλην  τὴν  ἡμέραν  *  μελετᾶν  τὴν  δικαιοσύνην  σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.  Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´.  Εἴη  τὸ  ὄνομα  Κυρίου  εὐλογημένον  *  ἀπὸ  τοῦ  νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´)  Ὁ ἀναστὰς ἐκ νεκρῶν Ἀπόλυσις· Ὁ  ἀναστὰς  ἐκ  νεκρῶν....  Δι᾿ εὐχῶν... Ἀμήν.  * * * * *  Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε  καὶ διανέμεται δωρεὰν  ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο  13
  • 14. http://akolouthies.wordpress.com    Διὰ τὸ Συναξάριον  Τῇ αὐτῇ ἡμέρᾳ, μνείαν ποιούμεθα τῆς ἐν ἔτει  1582 ἀνακομιδῆς τοῦ χαριτοβρύτου Λειψάνου  τοῦ  Ὁσίου  καὶ  θεοφόρου  πατρός  ἡμῶν  Γερα‐ σίμου,  τοῦ  Νέου  Ἀσκητοῦ,  τοῦ  Νοταρᾶ,  τοῦ  μεγίστου ἐν θαυμασίοις καὶ τέρασι καὶ σημεί‐ οις,  τοῦ  θαυματουργοῦ  καὶ  δαιμονοκαταλύ‐ του,  τοῦ  ἐν  πολλοῖς  μὲν  τόποις  τὸ  πρότερον  ἀσκήσαντος  ἐν  Ἁγίοις  Τόποις  καὶ  Ἄθωνι  καὶ  Σινᾷ  καὶ  Κύπρῳ  καὶ  Κρήτῃ  καὶ  Ζακύνθῳ,  ἐν  τέλει δὲ ἐν τῇ Νήσῳ Κεφαλληνίᾳ διαλάμψαν‐ τος  καὶ  ἐν  τῇ  ὑπ᾿αὐτοῦ  τούτου  συσταθείσῃ  Μονῇ  τῶν  Ὁμαλῶν,  ἤτοι  τῆς  Νέας  Ἱερουσα‐ λήμ, ἀποκειμένου, ἀφθόρου δὲ ἐν τῇ παρόδῳ  τῶν ἐτῶν Χάριτι θείᾳ διαμένοντος.    Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων  Ἕτερον Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος.  Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος.  Ποικίλοις  βασάνοις  ἐναθλήσας  μακάριε,  ὡς  στεῤῥὸς ἀδάμας τὸν παραβάτην κατῄσχυνας·  καὶ  γὰρ  ἐν  πέτρᾳ  μεγίστῃ  πιεσθεὶς  διὰ  τὴν  πέτραν  Χριστὸν  καὶ  αἰκισθείς,  στέφος  ἐδέξω  τοῦ  μαρτυρίου  μεγαλομάρτυς  Ἀρτέμιε.  Δόξα  τῷ  σὲ  ἐνισχύσαντι·  δόξα  τῷ  σὲ στεφανώσαν‐ τι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.  Ἕτερον Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος.  Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος.  Ποικίλαις  ἐναθλήσας  Ἀρτέμιε  βασάνοις,  στεῤῥὸς ἀδάμας ἐδείχθης αἰσχύνας Παραβά‐ την·  καὶ  γὰρ  διὰ  τὴν  Πέτραν  τὸν  Χριστόν,  ὑ‐ περμεγέθει πέτρᾳ πιεσθείς, πλευρὰς καὶ βλέ‐ φαρα  ὀγκίοις  διαπαρείς,  ἐδέξω  ἄφθαρτον  στέφος.  Δόξα  τῷ  σὲ  δοξάσαντι  Χριστῷ·  δόξα  τῷ σὲ ἐνισχύσαντι· δόξα τῷ ἰατρὸν κοιλιακῶν  σε νόσων δείξαντι.  Ἕτερον Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος.  (Γερασίμου)  Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.  Τῶν  αἱμάτων  τῷ  λύθρῳ  ἐπισταζόμενος,  τῷ  Κυρίῳ  παρέστης  μάρτυς  Ἀρτέμιε,  ὃν  ἱκέτευε  ἀεί,  κατοικτειρίσαι  με  σοφέ,  τὸν  ἀτόποις  λο‐   γισμοῖς καὶ ἐργασίαις πονηραῖς, ἀφρόνως κα‐ τεγνωσμένον· ἵνα πιστῶς εὐφημῶ σε, τῇ προ‐ στασίᾳ σου τειχιζόμενος.  Ἕτερον Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος.  (Γερασίμου)  Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.  Εὐσεβείας  τοῖς  τρόποις  καλλωπιζόμενος,  ἀ‐ θλητικῆς  ἀγλαΐας  ὤφθης  σοφὲ  κοινωνός,  πρὸς  ἀγῶνας  ἀνδρικοὺς  παραταξάμενος·  ὅ‐ θεν ὡς λύχνος φωταυγής, τῶν θαυμάτων τὰς  βολάς,  ἐκλάμπεις  τῇ  οἰκουμένῃ,  Ἀρτέμιε  Ἀ‐ θλοφόρε, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.  Ἕτερον Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος.  (ποίημα Χαραλάμπους Μπούσια)  Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.  Τὸν  συγκόψαντα  ξίφει  αὐτοῦ  τὸ  φρύαγμα,  πολυθεΐας  τὴν  πλάνην  καὶ  τῇ  μαχαίρᾳ  ἐ‐ χθρῶν κεφαλὴν αὐτοῦ τὸν κλίναντα τιμήσω‐ μεν, θεῖον Ἀρτέμιον, λαμπρῶς ἰατῆρα ὡς τα‐ χὺν τοῦ ἄλγους ἐντεροκήλης, αὐτοῦ λιτὰς ἐκ‐ ζητοῦντες ἐν πάσαις βίου περιστάσεσι.  Ἕτερον Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος.  (Γερασίμου)  Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.  Τῶν  μαρτύρων  λαμπρότης  Μάρτυς  Ἀρτέμιε,  Ἀστυνομίας  τὸ  Σῶμα  σκέπε  καὶ  φύλαττε  καὶ  ὁδήγει  ἀσφαλῶς  αὐτῶν  τὰ  βήματα·  σὲ  γὰρ  προστάτην  ἀληθῆ  ἐπιγράφουσι  σοφὲ  καὶ  πί‐ στει σοι ἐκβοῶσι· διὰ παντὸς ἐκδυσώπει, ἐλε‐ ηθῆναι τὰς ψυχὰς ἡμῶν.  Ἕτερον Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος.  (Ἀγγέλου Ἱερομον. τοῦ Ἀνθόπουλου)  Ἦχος α´. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.  Ὡς  καλὸς  στρατιώτης  ἐναθλῶν  νομιμώτατα  τῷ  Χριστῷ  ᾠκειώθης  στεφανίτα  Ἀρτέμιε·  οὐ‐ δόλως  μὲν  τριβόλων  ταῖς  ἀκμαῖς  πλακὸς  δὲ  τῇ βαρύτητι οὐδὲ ἀξιώματος στερήσει τοῦ κο‐ σμικοῦ  ἐκάμφθης  γενναιότατε.  Κάραν  τὴν  σὴν ἐξέκλινας λοιπὸν ξίφει, σοφέ, δημίου σου  καὶ  Θεῷ  συναγάλλῃ·  διὸ  σὲ  πόθῳ  γεραίρο‐ μεν.   Ἀπολυτίκιον τῆς Ὁσίας Ματρώνης.  Ἦχος γ´. Τὴν ὡραιότητα.  Χριστοῦ τοῖς ἴχνεσιν, ἀκολουθήσασα, κόσμου  τερπνότητα,  Ὁσία  ἔλιπες,  καὶ  ἐμιμήσω  ἐν  σαρκί, Ἀγγέλων τὴν πολιτείαν· ὅθεν ταῖς τοῦ  14