δηχθείς τις ὑπὸ κυνὸς περιῄει ζητῶν τὸν ἰασόμενον.
εἰπόντος δέ τινος [οὕτως] ὡς ἄρα δέοι αὐτὸν ἄρτῳ τὸ αἷμα ἐκμάξαντα τῷ δακόντι κυνὶ βαλεῖν, ὑποτυχὼν ἔφη·
«ἀλλ’ ἐὰν τοῦτο πράξω, δεήσει με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δάκνεσθαι.»

Fabula 16 ESOPO

  • 1.
    δηχθείς τις ὑπὸκυνὸς περιῄει ζητῶν τὸν ἰασόμενον. εἰπόντος δέ τινος [οὕτως] ὡς ἄρα δέοι αὐτὸν ἄρτῳ τὸ αἷμα ἐκμάξαντα τῷ δακόντι κυνὶ βαλεῖν, ὑποτυχὼν ἔφη· «ἀλλ’ ἐὰν τοῦτο πράξω, δεήσει με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δάκνεσθαι.»