Successfully reported this slideshow.
We use your LinkedIn profile and activity data to personalize ads and to show you more relevant ads. You can change your ad preferences anytime.
ΕΠΙΚΤΗΤΟΣ - Αποσπάσµατα

Πίνακας περιεχοµένων
•
•
•
•
•
•
•

1 Ἀῤῥιανοῦ Ἐπικτητείου πρὸς τὸν περὶ οὐσίας
2 Ἐπικτήτου.
3 Το...
http://www.projethomere.com
Αποσπάσµατα
Φιλοσοφικαί διατριβαί

Επίκτητος

Fragmenta dissertationum Epictetearum sive ab Arriano sive ab aliis
digestar...
Ἀῤῥιανοῦ Ἐπικτητείου πρὸς τὸν περὶ οὐσίας
Τί µοι µέλει, φησί, πότερον ἐξ ἀτόµων ἢ ἐξ ἀµερῶν ἢ ἐκ πυρὸς καὶ γῆς συνέστηκε τ...
Τὸ δὲ οἴεσθαι εὐκαταφρονήτους τοῖς ἄλλοις ἔσεσθαι, ἐὰν µὴ τοὺς πρώτους ἐχθροὺς
παντὶ τρόπῳ βλάψωµεν, σφόδρα ἀγεννῶν καὶ ἀν...
Ἐν Ῥώµῃ αἱ γυναῖκες µετὰ χεῖρας ἔχουσι τὴν Πλάτωνος Πολιτείαν, ὅτι κοινὰς ἀξιοῖ
εἶναι τὰς γυναῖκας. τοῖς γὰρ ῥήµασι προσέχ...
Θαυµαστὴ ἡ φύσις καί, ὥς φησιν ὁ Ξενοφῶν, φιλόζῳος. τὸ γοῦν σῶµα, τὸ πάντων
ἀηδέστατον καὶ ῥυπαρώτατον, στέργοµεν καὶ θερα...
Καὶ τοῖς σκέλεσι καὶ ταῖς ἐλπίσι τὰ δυνατὰ δεῖ διαβαίνειν. [Ἐπικτήτου.]
Ψυχὴν σώµατος ἀναγκαιότερον ἰᾶσθαι: τοῦ γὰρ κακῶς ...
Τοὺς εἰς φιλίαν σοι καθιέντας δοκίµαζε µὴ ἐξ ὧν σοι δωροῦνται, ἀλλ' ἐξ ὧν ἑαυτοῖς
µνῶνται καὶ χαρίζονται καὶ κατεπηγγείλαν...
Ἐν Πέρσαις µὲν γεννηθεὶς οὐκ ἂν ἔσπευδες οἰκεῖν τὴν Ἑλλάδα, ἀλλ' αὐτόθι διάγων
εὐτυχεῖν: ἐν πενίᾳ δὲ γεννηθείς, τί σπεύδει...
Ἄριστον µέν, εἰ κἀν ταῖς παρασκευαῖς χειρουργῶν κἀν ταῖς τροφαῖς ἑστιώµενος
κοινωνεῖς τοῖς θεραπεύουσι τῶν παρόντων. εἰ δὲ...
Ὅπερ φεύγεις παθεῖν, τοῦτο µὴ ἐπιχείρει διατιθέναι: φεύγεις δὲ δουλείαν, φυλάσσου
τὸ δουλεύεσθαι. ὑποµένων γὰρ δουλεύεσθαι...
Μὴ πρότερον ἐν ἑτέρῳ δικαστηρίῳ δικάσῃς, πρὶν ἂν αὐτὸς παρὰ τῇ δίκῃ κριθῇς.
Εἰ βούλει τὰς κρίσεις δικαίας ποιεῖσθαι, µηδέν...
Καθάπερ οὔτε κλαγγῇ χὴν οὔτε βληχῇ καταπλήσσεται πρόβατον, οὕτω µηδὲ πλήθους
ἀνοήτου σε δεδιττέσθω φωνή.
Ὥσπερ πλῆθος ἀκρί...
Upcoming SlideShare
Loading in …5
×

Επίκτητος- Αποσπάσματα- http://www.projethomere.com

  • Login to see the comments

  • Be the first to like this

Επίκτητος- Αποσπάσματα- http://www.projethomere.com

  1. 1. ΕΠΙΚΤΗΤΟΣ - Αποσπάσµατα Πίνακας περιεχοµένων • • • • • • • 1 Ἀῤῥιανοῦ Ἐπικτητείου πρὸς τὸν περὶ οὐσίας 2 Ἐπικτήτου. 3 Τοῦ αὐτοῦ. 4 Ἐπικτήτου. 5 Ἐκ τοῦ Ἐπικτήτου ἐγχειριδίου. 6 Επικτήτειον Γνωµολογικόν [Gnomologium Epicteteum (e Stobaei libris 1-2)] 7 Επικτήτειον Γνωµολογικόν [Gnomologium Epicteteum (e Stobaei libris 3-4)]
  2. 2. http://www.projethomere.com
  3. 3. Αποσπάσµατα Φιλοσοφικαί διατριβαί Επίκτητος Fragmenta dissertationum Epictetearum sive ab Arriano sive ab aliis digestarum Ἀποσπάσµατα διατριβῶν Ἐπικτήτου µηδὲ ὑπὸ Ἀῤῥιανοῦ µηδὲ ὑπὸ ἄλλων καταχωρηθέντα Πίνακας περιεχοµένων • • • • • • • 1 Ἀῤῥιανοῦ Ἐπικτητείου πρὸς τὸν περὶ οὐσίας 2 Ἐπικτήτου. 3 Τοῦ αὐτοῦ. 4 Ἐπικτήτου. 5 Ἐκ τοῦ Ἐπικτήτου ἐγχειριδίου. 6 Επικτήτειον Γνωµολογικόν [Gnomologium Epicteteum (e Stobaei libris 1-2)] 7 Επικτήτειον Γνωµολογικόν [Gnomologium Epicteteum (e Stobaei libris 3-4)]
  4. 4. Ἀῤῥιανοῦ Ἐπικτητείου πρὸς τὸν περὶ οὐσίας Τί µοι µέλει, φησί, πότερον ἐξ ἀτόµων ἢ ἐξ ἀµερῶν ἢ ἐκ πυρὸς καὶ γῆς συνέστηκε τὰ ὄντα; οὐ γὰρ ἀρκεῖ µαθεῖν τὴν οὐσίαν τοῦ ἀγαθοῦ καὶ κακοῦ καὶ τὰ µέτρα τῶν ὀρέξεων καὶ ἐκκλίσεων καὶ ἔτι ὁρµῶν καὶ ἀφορµῶν καὶ τούτοις ὥσπερ κανόσι χρώµενον διοικεῖν τὰ τοῦ βίου, τὰ δ' ὑπὲρ ἡµᾶς ταῦτα χαίρειν ἐᾶν, ἃ τυχὸν µὲν ἀκατάληπτά ἐστι τῇ ἀνθρωπίνῃ γνώµῃ, εἰ δὲ καὶ τὰ µάλιστα θείη τις εἶναι καταληπτά, ἀλλ' οὖν τί ὄφελος καταληφθέντων; οὐχὶ δὲ διακενῆς πράγµατα ἔχειν φατέον τοὺς ταῦτα ὡς ἀναγκαῖα τῷ τοῦ φιλοσόφου λόγῳ προσνέµοντας; -- Μή τι οὖν καὶ τὸ ἐν ∆ελφοῖς παράγγελµα παρέλκον ἐστί, τὸ Γνῶθι σαυτόν; -- Τοῦτο δὲ µὲν οὔ, φησί. -Τίς οὖν ἡ δύναµις αὐτοῦ; εἰ χορευτῇ τις παρήγγελλε τὸ γνῶναι ἑαυτόν, οὔκουν ἂν τῇ προστάξει προσεῖχε τῷ ἐπιστραφῆναι καὶ τῶν συγχορευτῶν καὶ τῆς πρὸς αὐτοὺς συµφωνίας; -- Φησίν. -- Εἰ δὲ ναύτῃ; εἰ δὲ στρατιώτῃ; πότερον οὖν ὁ ἄνθρωπος αὐτὸς ἐφ' αὑτοῦ πεποιῆσθαί σοι δοκεῖ ζῷον ἢ πρὸς κοινωνίαν; -- Πρὸς κοινωνίαν. -- Ὑπὸ τίνος; -- Ὑπὸ τῆς φύσεως. -- Τίνος οὔσης καὶ πῶς διοικούσης τὰ ὅλα καὶ πότερον οὔσης ἢ µή, ταῦτα οὐκέτι ἀναγκαῖον πολυπραγµονεῖν; Ἀῤῥιανοῦ Ἐπικτητείου. Ὁ τοῖς παροῦσι καὶ δεδοµένοις ὑπὸ τῆς τύχης δυσχεραίνων ἰδιώτης ἐν βίῳ, ὁ δὲ ταῦτα γενναίως φέρων καὶ εὐλογίστω † τὰ ἀπ' αὐτῶν † ἀνὴρ ἀγαθὸς ἄξιος νοµίζεσθαι. Τοῦ αὐτοῦ. Πάντα ὑπακούει τῷ κόσµῳ καὶ ὑπηρετεῖ καὶ γῆ καὶ θάλασσα καὶ ἥλιος καὶ τὰ λοιπὰ ἄστρα καὶ τὰ γῆς φυτὰ καὶ ζῷα: ὑπακούει δὲ αὐτῷ καὶ τὸ ἡµέτερον σῶµα καὶ νοσοῦν καὶ ὑγιαῖνον, ὅταν ἐκεῖνος θέλῃ, καὶ νεάζον καὶ γηρῶν καὶ τὰς ἄλλας διερχόµενον µεταβολάς. οὐκοῦν εὔλογον καί, ὃ ἐφ' ἡµῖν ἐστι, τουτέστι τὴν κρίσιν, µὴ ἀντιτείνειν µόνην πρὸς αὐτόν: καὶ γὰρ ἰσχυρός ἐστι καὶ κρείσσων καὶ ἄµεινον ὑπὲρ ἡµῶν βεβούλευται µετὰ τῶν ὅλων καὶ ἡµᾶς συνδιοικῶν. πρὸς δὲ τούτοις καὶ ἡ ἀντίπραξις µετὰ τοῦ ἀλόγου καὶ πλέον οὐδὲν ποιοῦσα πλὴν τὸ διακενῆς σπᾶσθαι καὶ περιπίπτειν ὀδύναις καὶ λύπαις ποιεῖ. Ῥούφου ἐκ τῶν Ἐπικτήτου περὶ φιλίας. Τῶν ὄντων τὰ µὲν ἐφ' ἡµῖν ἔθετο ὁ θεός, τὰ δ' οὐκ ἐφ' ἡµῖν. ἐφ' ἡµῖν µὲν τὸ κάλλιστον καὶ σπουδαιότατον, ᾧ δὴ καὶ αὐτὸς εὐδαίµων ἐστί, τὴν χρῆσιν τῶν φαντασιῶν. τοῦτο γὰρ ὀρθῶς γιγνόµενον ἐλευθερία ἐστίν, εὔροια, εὐθυµία, εὐστάθεια, τοῦτο δὲ καὶ δίκη ἐστὶ καὶ νόµος καὶ σωφροσύνη καὶ ξύµπασα ἀρετή. τὰ δ' ἄλλα πάντα οὐκ ἐφ' ἡµῖν ἐποιήσατο. οὐκοῦν καὶ ἡµᾶς συµψήφους χρὴ τῷ θεῷ γενέσθαι καὶ ταύτῃ διελόντας τὰ πράγµατα τῶν µὲν ἐφ' ἡµῖν πάντα τρόπον ἀντιποιεῖσθαι, τὰ δὲ µὴ ἐφ' ἡµῖν ἐπιτρέψαι τῷ κόσµῳ καί, εἴτε τῶν παίδων δέοιτο εἴτε τῆς πατρίδος εἴτε τοῦ σώµατος εἴτε ὁτουοῦν, ἀσµένους παραχωρεῖν. Ῥούφου ἐκ τοῦ Ἐπικτήτου περὶ φιλίας. Τὸ δὲ Λυκούργου τοῦ Λακεδαιµονίου τίς ἡµῶν οὐ θαυµάζει; πηρωθεὶς γὰρ ὑπό τινος τῶν πολιτῶν τῶν ὀφθαλµῶν τὸν ἕτερον καὶ παραλαβὼν τὸν νεανίσκον παρὰ τοῦ δήµου, ἵνα τιµωρήσαιτο, ὅπως ἂν αὐτὸς βούληται, τούτου µὲν ἀπέσχετο, παιδεύσας δὲ αὐτὸν καὶ ἀποφήνας ἄνδρα ἀγαθὸν παρήγαγεν εἰς τὸ θέατρον. θαυµαζόντων δὲ τῶν Λακεδαιµονίων "τοῦτον µέντοι λαβών", ἔφη, "παρ' ὑµῶν ὑβριστὴν καὶ βίαιον ἀποδίδωµι ὑµῖν ἐπιεικῆ καὶ δηµοτικόν". Ῥούφου ἐκ τοῦ Ἐπικτήτου περὶ φιλίας. Ἀλλὰ παντὸς µᾶλλον τῆς µὲν φύσεως ἐκεῖνο τὸ ἔργον συνδῆσαι καὶ συναρµόσαι τὴν ὁρµὴν τῇ τοῦ προσήκοντος καὶ ὠφελίµου φαντασίᾳ. Τοῦ αὐτοῦ.
  5. 5. Τὸ δὲ οἴεσθαι εὐκαταφρονήτους τοῖς ἄλλοις ἔσεσθαι, ἐὰν µὴ τοὺς πρώτους ἐχθροὺς παντὶ τρόπῳ βλάψωµεν, σφόδρα ἀγεννῶν καὶ ἀνοήτων ἀνθρώπων. φαµὲν γὰρ τὸν εὐκαταφρόνητον νοεῖσθαι µὲν καὶ κατὰ τὸ ἀδύνατον εἶναι βλάψαι: ἀλλὰ πολὺ µᾶλλον νοεῖται κατὰ τὸ ἀδύνατον εἶναι ὠφελεῖν. Ῥούφου ἐκ τῶν Ἐπικτήτου περὶ φιλίας. Ὅτι τοιαύτη ἡ τοῦ κόσµου φύσις καὶ ἦν καὶ ἔστι καὶ ἔσται καὶ οὐχ οἷόν τε ἄλλως γίγνεσθαι τὰ γιγνόµενα ἢ ὡς νῦν ἔχει: καὶ ὅτι ταύτης τῆς τροπῆς καὶ τῆς µεταβολῆς οὐ µόνον οἱ ἄνθρωποι µετειλήφασι καὶ τἆλλα ζῷα τὰ ἐπὶ γῆς, ἀλλὰ καὶ τὰ θεῖα καὶ νὴ ∆ί' αὐτὰ τὰ τέτταρα στοιχεῖα ἄνω καὶ κάτω τρέπεται καὶ µεταβάλλει καὶ γῆ τε ὕδωρ γίνεται καὶ ὕδωρ ἀήρ, οὗτος δὲ πάλιν εἰς αἰθέρα µεταβάλλει: καὶ ὁ αὐτὸς τρόπος τῆς µεταβολῆς ἄνωθεν κάτω. ἐὰν πρὸς ταῦτά τις ἐπιχειρῇ ῥέπειν τὸν νοῦν καὶ πείθειν ἑαυτὸν ἑκόντα δέχεσθαι τὰ ἀναγκαῖα, πάνυ µετρίως καὶ µουσικῶς διαβιώσεται τὸν βίον. "ἄνευ τοῦ πράττειν, µέχρι τοῦ λέγειν" "Ἄνθρωπε, ποῦ βάλλεις; σκέψαι, εἰ κεκάθαρται τὸ ἀγγεῖον. ἂν γὰρ εἰς τὴν οἴησιν αὐτὰ βάλ[λ]ῃς, ἀπώλετο: ἢν σαπῇ, οὖρον ἢ ὄξος ἐγένετο ἢ εἴ τι τούτων χεῖρον." κυνικώτερον "ἀνέχου" et "ἀπέχου". Ἐκ τῶν Ἀῤῥιανοῦ προτρεπτικῶν ὁµιλιῶν. Ἀλλὰ δὴ Σωκράτης Ἀρχελάου µεταπεµποµένου αὐτὸν ὡς ποιήσοντος πλούσιον ἐκέλευσεν ἀπαγγεῖλαι αὐτῷ διότι "Ἀθήνησι τέσσαρές εἰσι χοίνικες τῶν ἀλφίτων ὀβολοῦ ὤνιοι καὶ κρῆναι ὕδατος ῥέουσιν". εἰ γάρ τοι µὴ ἱκανὰ τὰ ὄντα ἐµοί, ἀλλ' ἐγὼ τούτοις ἱκανὸς καὶ οὕτω κἀκεῖνα ἐµοί. ἢ οὐχ ὁρᾷς, ὅτι οὐκ εὐφωνότερον οὐδὲ ἥδιον ὁ Πῶλος τὸν τύραννον Οἰδίποδα ὑπεκρίνετο ἢ τὸν ἐπὶ Κολωνῷ ἀλήτην καὶ πτωχόν; εἶτα χείρων Πώλου ὁ γενναῖος ἀνὴρ φανεῖται, ὡς µὴ πᾶν τὸ περιτεθὲν ἐκ τοῦ δαιµονίου πρόσωπον ὑποκρίνασθαι καλῶς; οὐδὲ τὸν Ὀδυσσέα µιµήσεται, ὃς καὶ ἐν τοῖς ῥάκεσιν οὐδὲν µεῖον διέπρεπεν ἢ ἐν τῇ οὔλῃ χλαίνῃ τῇ πορφυρᾷ; Ἀῤῥιανοῦ. Μεγαλόθυµοι πρᾴως εἰσί τινες ἡσυχῇ καὶ οἷον ἀοργήτως πράττοντες ὅσα καὶ οἱ σφόδρα τῷ θυµῷ φερόµενοι. φυλακτέον οὖν καὶ τὸ τούτων ἀβλέπτηµα ὡς πολὺ χεῖρον ὂν τοῦ διατεινόµενον ὀργίζεσθαι. οὗτοι µὲν γὰρ ταχὺ κόρον τῆς τιµωρίας λαµβάνουσιν, οἱ δὲ εἰς µακρὸν παρατείνουσιν ὡς οἱ λεπτῶς πυρέττοντες. Ἐκ τῶν Ἐπικτήτου ἀποµνηµονευµάτων. Ἀλλ' ὁρῶ, φησί τις, τοὺς καλοὺς καὶ ἀγαθοὺς καὶ λιµῷ καὶ ῥίγει ἀπολλυµένους. -Τοὺς δὲ µὴ καλοὺς καὶ µὴ ἀγαθοὺς οὐχ ὁρᾷς τρυφῇ καὶ ἀλαζονείᾳ καὶ ἀπειροκαλίᾳ ἀπολλυµένους; -- Ἀλλ' αἰσχρὸν τὸ παρ' ἄλλου τρέφεσθαι. -- Καὶ τίς, ὦ κακόδαιµον, αὐτὸς ἐξ ἑαυτοῦ τρέφεται ἄλλος γε ἢ ὁ κόσµος; ὅστις γοῦν ἐγκαλεῖ τῇ προνοίᾳ, ὅτι οἱ πονηροὶ οὐ διδόασι δίκην, ὅτι ἰσχυροί εἰσι καὶ πλούσιοι, ὅµοιόν τι δρᾷ ὥσπερ εἰ τοὺς ὀφθαλµοὺς ἀπολωλεκότων αὐτῶν ἔλεγε µὴ δεδωκέναι δίκην αὐτούς, ὅτι οἱ ὄνυχες ὑγιεῖς εἶεν. ἐγὼ µὲν γάρ φηµι πολὺ [αἱ] διαφέρειν µᾶλλον ἀρετὴν † κακίας ἢ ὀφθαλµοὶ ὀνύχων διαφέρουσιν. Ἐκ τῶν Ἐπικτήτου ἀποµνηµονευµάτων. .c 5 τοὺς δυσχερεῖς δὲ φιλοσόφους εἰς µέσον ἄγοντες, οἷς οὐ δοκεῖ κατὰ φύσιν ἡδονὴ εἶναι, ἀλλ' ἐπιγίγνεσθαι τοῖς κατὰ φύσιν, δικαιοσύνῃ, σωφροσύνῃ, ἐλευθερίᾳ. τί ποτ' οὖν ἡ ψυχὴ ἐπὶ µὲν τοῖς τοῦ σώµατος ἀγαθοῖς µικροτέροις οὖσι χαίρει καὶ γαληνιᾷ, ὥς φησιν Ἐπίκουρος, ἐπὶ δὲ τοῖς αὑτῆς ἀγαθοῖς µεγίστοις οὖσιν οὐχ ἥδεται; καίτοι καὶ δέδωκέ µοι ἡ φύσις αἰδῶ καὶ πολλὰ ὑπερυθριῶ, ὅταν τι ὑπολάβω αἰσχρὸν λέγειν. τοῦτό µε τὸ κίνηµα οὐκ ἐᾷ τὴν ἡδονὴν θέσθαι ἀγαθὸν καὶ τέλος τοῦ βίου. Ἐκ τῶν Ἐπικτήτου ἀποµνηµονευµάτων.
  6. 6. Ἐν Ῥώµῃ αἱ γυναῖκες µετὰ χεῖρας ἔχουσι τὴν Πλάτωνος Πολιτείαν, ὅτι κοινὰς ἀξιοῖ εἶναι τὰς γυναῖκας. τοῖς γὰρ ῥήµασι προσέχουσι τὸν νοῦν, οὐ τῇ διανοίᾳ τἀνδρός, ὅτι οὐ γαµεῖν κελεύων καὶ συνοικεῖν ἕνα µιᾷ εἶτα κοινὰς εἶναι βούλεται τὰς γυναῖκας, ἀλλ' ἐξαιρῶν τὸν τοιοῦτον γάµον καὶ ἄλλο τι εἶδος γάµου εἰσφέρων. καὶ τὸ ὅλον οἱ ἄνθρωποι χαίρουσιν ἀπολογίας τοῖς ἑαυτῶν ἁµαρτήµασι πορίζοντες: ἐπεί τοι φιλοσοφία φησίν, ὅτι οὐδὲ τὸν δάκτυλον ἐκτείνειν εἰκῇ προσήκει. Ἐκ τῶν Ἐπικτήτου ἀποµνηµονευµάτων. Εἰδέναι χρή, ὅτι οὐ ῥᾴδιον δόγµα παραγενέσθαι ἀνθρώπῳ, εἰ µὴ καθ' ἑκάστην ἡµέραν τὰ αὐτὰ καὶ λέγοι τις καὶ ἀκούοι καὶ ἅµα χρῷτο πρὸς τὸν βίον. Ἐπικτήτου. Εἰς συµπόσιον µὲν οὖν παρακληθέντες τῷ παρόντι χρώµεθα: εἰ δέ τις κελεύοι τὸν ὑποδεχόµενον ἰχθῦς αὐτῷ παρατιθέναι ἢ πλακοῦντας, ἄτοπος ἂν δόξειεν. ἐν δὲ τῷ κόσµῳ αἰτοῦµεν τοὺς θεούς, ἃ µὴ διδόασι, καὶ ταῦτα πολλῶν ὄντων, ἅ γε ἡµῖν δεδώκασι. Τοῦ αὐτοῦ. Χαρίεντες, ἔφη, εἰσὶν οἱ µέγα φρονοῦντες ἐπὶ τοῖς οὐκ ἐφ' ἡµῖν. "ἐγώ", φησί, "κρείττων εἰµί σου: ἀγροὺς γὰρ ἔχω πολλούς, σὺ δὲ λιµῷ παρατείνῃ". ἄλλος λέγει "ἐγὼ ὑπατικός εἰµι". ἄλλος "ἐγὼ ἐπίτροπος": ἄλλος "ἐγὼ οὔλας τρίχας ἔχω". ἵππος δ' ἵππῳ οὐ λέγει ὅτι "κρείττων εἰµί σου: πολὺν γὰρ κέκτηµαι χιλὸν καὶ κριθὰς πολλὰς καὶ χαλινοί µοί εἰσι χρυσοῖ καὶ ἐφίππ[ε]ια ποικίλα", ἀλλ' ὅτι "ὠκύτερός σου εἰµί". καὶ πᾶν ζῷον κρεῖττον καὶ χεῖρόν ἐστιν ἐκ τῆς ἑαυτοῦ ἀρετῆς καὶ κακίας. ἆρ' οὖν ἀνθρώπου µόνου ἀρετὴ οὐκ ἔστιν, ἀλλὰ δεῖ ἡµᾶς εἰς τρίχας ἀφορᾶν καὶ τὰ ἱµάτια καὶ τοὺς πάππους; Τῷ µὲν ἰατρῷ µηδὲν συµβουλεύοντι ἄχθονται οἱ κάµνοντες καὶ ἡγοῦνται ἀπεγνῶσθαι ὑπ' αὐτοῦ: πρὸς δὲ τὸν φιλόσοφον διὰ τί οὐκ ἄν τις οὕτω διατεθείη, ὥστε οἰηθῆναι ἀπεγνῶσθαι ὑπ' αὐτοῦ σωφρονήσειν, εἰ µηδὲν λέγοι [τι] πρὸς αὐτὸν τῶν χρησίµων; Τοῦ αὐτοῦ. Οἱ τὸ σῶµα εὖ διακείµενοι καὶ καύµατα καὶ ψύχη ὑποµένουσιν: οὕτω δὲ καὶ οἱ τὴν ψυχὴν καλῶς διακείµενοι καὶ ὀργὴν καὶ λύπην καὶ περιχάρειαν καὶ τὰ ἄλλα πάθη φέρουσιν. Ἐπικτήτου. ∆ιὰ τοῦτο ἐπαινεῖν Ἀγριππῖνον δίκαιον, ὅτι πλείστου ἄξιος ἀνὴρ γενόµενος οὐδεπώποτε ἐπῄνεσεν ἑαυτόν, ἀλλ' εἰ καὶ ἄλλος τις αὐτὸν ἐπῄνει, ἠρυθρία. οὗ τος δ', ἔφη, ὁ ἀνὴρ τοιοῦτος ἦν, ὥστε τοῦ συµβαίνοντος ἀεὶ ἑαυτῷ δυσκόλου ἔπαινον γράφειν: εἰ µὲν πυρέττοι, πυρετοῦ: εἰ δὲ ἀδοξοῖ, ἀδοξίας: εἰ δὲ φεύγοι, φυγῆς. καί ποτε µέλλοντι, ἔφη, αὐτῷ ἀριστήσειν ἐπέστη ὁ λέγων, ὅτι φεύγειν αὐτὸν κελεύει Νέρων, καὶ ὃς [ἔφη] "οὐκοῦν", εἶπεν, "ἐν Ἀρικίᾳ ἀριστήσοµεν". Ὁ Ἀγριππῖνος ἡγεµονεύων ἐπειρᾶτο τοὺς καταδικαζοµένους ὑπ' αὐτοῦ πείθειν, ὅτι προσήκει αὐτοῖς καταδικασθῆναι. οὐ γὰρ ὡς πολέµιος αὐτοῖς, ἔφη, οὐδ' ὡς λῃστὴς καταφέρω τὴν ψῆφον αὐτῶν, ἀλλ' ὡς ἐπιµελητὴς καὶ κηδεµών, ὥσπερ καὶ ὁ ἰατρὸς τὸν τεµνόµενον παραµυθεῖται καὶ πείθει παρέχειν ἑαυτόν. Ἐπικτήτου.
  7. 7. Θαυµαστὴ ἡ φύσις καί, ὥς φησιν ὁ Ξενοφῶν, φιλόζῳος. τὸ γοῦν σῶµα, τὸ πάντων ἀηδέστατον καὶ ῥυπαρώτατον, στέργοµεν καὶ θεραπεύοµεν: εἰ γὰρ ἔδει πέντε µόναις ἡµέραις θεραπεῦσαι τὸ τοῦ γείτονος σῶµα, οὐκ ἂν ὑπεµείναµεν. ὅρα γὰρ οἷόν ἐστιν ἕωθεν ἀναστάντα τρίβειν τοὺς ὀδόντας τοὺς ἀλλοτρίους καί τι τῶν ἀναγκαίων ποιήσαντα ἀπονίζειν ἐκεῖνα τὰ µέρη. τῷ ὄντι θαυµαστόν ἐστι φιλεῖν πρᾶγµα, ᾧ τοσαῦτα λειτουργοῦµεν καθ' ἑκάστην ἡµέραν. νάττω τουτονὶ τὸν θύλακον: εἶτα κενῶ: τί τούτου βαρύτερον; ἀλλὰ θεῷ δεῖ µε ὑπηρετεῖν. διὰ τοῦτο µένω καὶ ἀνέχοµαι λούων τὸ δύστηνον τοῦτο σωµάτιον, χορτάζων, σκέπων: ὅτε δὲ νεώτερος ἦν, καὶ ἄλλο τι προσέταττέ µοι καὶ ὅµως ἠνειχόµην αὐτοῦ. διὰ τί οὖν οὐκ ἀνέχεσθε, ὅταν ἡ δοῦσα ἡµῖν φύσις τὸ σῶµα ἀφαιρῆται; -- Φιλῶ, φησιν, αὐτό. -- Οὐκ οὖν, ὃ νῦν δὴ ἔλεγον, καὶ αὐτὸ τὸ φιλεῖν [αὐτὸ] ἡ φύσις σοι δέδωκεν; ἡ δ' αὐτὴ λέγει "ἄφες αὐτὸ ἤδη καὶ µηκέτι πρᾶγµα ἔχε". Τοῦ αὐτοῦ. Ἐὰν νέος τελευτᾷ τὸν βίον †, ἐγκαλεῖ τοῖς θεοῖς †, ὅτι δέον αὐτὸν ἤδη ἀναπεπαῦσθαι πρᾶγµα ἔχει, καὶ οὐδὲν ἧττον, ὅταν προσίῃ ὁ θάνατος, ζῆν βούλεται καὶ πέµπει παρὰ τὸν ἰατρὸν καὶ δεῖται αὐτοῦ µηδὲν ἀπολιπεῖν προθυµίας καὶ ἐπιµελείας. θαυµαστοί, ἔφη, ἄνθρωποι µήτε ζῆν θέλοντες µήτε ἀποθνῄσκειν. Ἐπικτήτου. Ὅτῳ µετὰ ἀνατάσεως καὶ ἀπειλῆς ἐπιχειρεῖς, µέµνησο προλέγειν, ὅτι ἥµερος εἶ: καὶ οὐδὲν ἄγριον δράσας ἀµετανόητος καὶ ἀνεύθυνος διαγενήσῃ. Ψυχάριον εἶ βαστάζον νεκρόν, ὡς Ἐπίκτητος ἔλεγεν. Τέχνην ἔφη δὲ περὶ τὸ συγκατατίθεσθαι εὑρεῖν καὶ ἐν τῷ περὶ τὰς ὁρµὰς τόπῳ τὸ προσεκτικὸν φυλάσσειν, ἵνα µεθ' ὑπεξαιρέσεως, ἵνα κοινωνικαί, ἵνα κατ' ἀξίαν, καὶ ὀρέξεως µὲν παντάπασιν ἀπέχεσθαι, ἐκκλίσει δὲ πρὸς µηδὲν τῶν οὐκ ἐφ' ἡµῖν χρῆσθαι. Οὐ περὶ τοῦ τυχόντος οὖν, ἔφη, ἐστὶν ὁ ἀγών, ἀλλὰ περὶ τοῦ µαίνεσθαι ἢ µή. Ὁ Σωκράτης ἔλεγεν "τί θέλετε; λογικῶν ψυχὰς ἔχειν ἢ ἀλόγων;" "λογικῶν". "τίνων λογικῶν; ὑγιῶν ἢ φαύλων;" "ὑγιῶν." "τί οὖν οὐ ζητεῖτε;" "ὅτι ἔχοµεν." "τί οὖν µάχεσθε καὶ διαφέρεσθε;" Ἐκ τοῦ Ἐπικτήτου ἐγχειριδίου. Μηδενὸς οὕτως ἐν παντὶ προνόει, ὡς τοῦ ἀσφαλοῦς: ἀσφαλέστερον γὰρ τοῦ λέγειν τὸ σιγᾶν: ἐᾶν δὲ τὸ λέγειν, ὅσα δίχα ἔσται νοῦ καὶ ψόγου .c 8 [Ἐπικτήτου.] Οὔτε ναῦν ἐξ ἑνὸς ἀγκυρίου οὔτε βίον ἐκ µιᾶς ἐλπίδος ἁρµοστέον. Τοῦ αὐτοῦ.
  8. 8. Καὶ τοῖς σκέλεσι καὶ ταῖς ἐλπίσι τὰ δυνατὰ δεῖ διαβαίνειν. [Ἐπικτήτου.] Ψυχὴν σώµατος ἀναγκαιότερον ἰᾶσθαι: τοῦ γὰρ κακῶς ζῆν τὸ τεθνάναι κρεῖσσον. [Τοῦ αὐτοῦ Ἐπικλήτοὐ]. ̔ Τῶν ἡδέων τὰ σπανιώτατα γινόµενα µάλιστα τέρπει. Τοῦ αὐτοῦ. Εἴ τις ὑπερβάλλοι τὸ µέτριον, τὰ ἐπιτερπέστατα ἀτερπέστατα ἂν γίνοιτο. Οὐδεὶς ἐλεύθερος ἑαυτοῦ µὴ κρατῶν. Ἀθάνατον χρῆµα ἡ ἀλήθεια καὶ ἀίδιον, παρέχει δὲ ἡµῖν οὐ κάλλος χρόνῳ µαραινόµενον οὔτε παῤῥησίαν ἀφαιρε[ῖ]τὴν ὑπὸ δίκης, ἀλλὰ τὰ δίκαια καὶ τὰ νόµιµα διακρίνουσα ἀπ' αὐτῶν τὰ ἄδικα καὶ ἀπελέγχουσα. Επικτήτειον Γνωµολογικόν [Gnomologium Epicteteum (e Stobaei libris 1-2)] Ἐπικτήτου. Θεοὺς δικαίᾳ καὶ µεµετρηµένῃ διαθέσει τίµα, ἀλλὰ µὴ ἀµέτροις δωρεαῖς κολάκευε: οὔτε γὰρ κολακείᾳ χαίρει θεὸς οὔτε ὁ κολακεύων τιµᾷ τὸ θεῖον. Θεοῖς θῦε µὴ ἡνίκα ἂν πλουτήσῃς, ἀλλ' ἡνίκα ἂν φρονήσῃς, τὸ µὲν γὰρ πλουτεῖν καὶ τῶν κακοδαιµόνων, τὸ δὲ φρονεῖν µόνον ἴδιον εὐδαιµόνων. Παρὰ θεῶν µὴ συνεχῆ αἴτει ὑγίειαν σώµατος, ἀλλὰ διηνεκῶς λάµβανε σωφροσύνην ψυχῆς: καὶ οὔτε ῥᾳδίως νοσήσεις οὔτε νοσῶν δυσαρεστήσεις. Μὴ ὧν ἐπιθυµεῖς ταῦτα παρὰ θεῶν αἴτει, ἀλλ' ὅπως αὐτῆς ἀπαλλαγῇς τῆς ἐπιθυµίας, τοῦτο ζήτει παρὰ θεῶν. τότε σου εἰσακούουσιν οἱ θεοί, ἡνίκα ἂν µὴ περὶ τῶν ἡδέων, ἀλλὰ περὶ τῶν καλῶν εὔχῃ. καὶ τότε σοι δώσουσι τὰ καλά, ἡνίκα µὴ ἡδονῇ, ἀλλ' ἀρετῇ χαίρεις. Μέµνησο παρὰ τῶν µεγάλων αἰτεῖν τὰ µεγάλα: µικρὰ γὰρ οὐκ ἂν δοῖεν. οὐδὲν θεοῦ µεῖζον καὶ ὑψηλότερον: εὐχόµενος τοιγαροῦν θεοῖς αἴτει τὰ θεῖα, ὧν οὐδὲν σάρκινον καὶ γήινον ψαύει πάθος. Ὥσπερ µέλιτταν οὐ διὰ τὸ κέντρον µισεῖς, ἀλλὰ διὰ τὸν καρπὸν τηµελεῖς, οὕτω καὶ φίλον µὴ δι' ἐπίπληξιν ἀποστραφῇς, ἀλλὰ διὰ τὴν εὔνοιαν ἀγάπα. Ἐοίκασιν οἱ κόλακες κηφῆσι: καὶ γὰρ ἀργοὶ καὶ ἄκεντροι καὶ τοὺς ἀλλοτρίους ἀναλίσκοντες καµάτους. οἱ φθονεροὶ σφηξί: καὶ γὰρ πληκτικοὶ καὶ ἄποροι καὶ ἀµετάδοτοι καὶ ἄχρειοι. οἱ χρηστοὶ µελίτταις: καὶ γὰρ φιλόπονοι καὶ αὐτουργοὶ καὶ οἰκονοµικοὶ καὶ εὔποροι καὶ πρᾷοι καὶ ἐπιπληκτικοὶ καὶ κοινωνικοί. ὥστ', εἰ βούλει φίλος ὑπάρχων µετὰ πολλῶν διάγειν φίλων, µιµοῦ τὴν µέλιτταν: καθαρὸν ἔστω σοι τὸ σµῆνος κηφήνων καὶ σφηκῶν.
  9. 9. Τοὺς εἰς φιλίαν σοι καθιέντας δοκίµαζε µὴ ἐξ ὧν σοι δωροῦνται, ἀλλ' ἐξ ὧν ἑαυτοῖς µνῶνται καὶ χαρίζονται καὶ κατεπηγγείλαντο καὶ διέθεσαν. Οὐ τὰ χρήµατα φίλοι, ἀλλ' ὁ φίλος χρήµατα. καὶ χρήµατα µὲν φιλίαν οὐδέποτ' ἂν ἐργάσαιντο, ὥσπερ οὐδὲ γῆ θεόν: φιλία δὲ χρήµατα καὶ ἄλλως ἂν κτήσαιτο, καθάπερ θεὸς γῆν. Επικτήτειον Γνωµολογικόν [Gnomologium Epicteteum (e Stobaei libris 3-4)] Ὁ τύχῃ βίος συµπεπλεγµένος ἔοικε χειµάῤῥῳ ποταµῷ: καὶ γὰρ ταραχώδης καὶ ἰλύος ἀνάµεστος καὶ δυσέµβατος καὶ τυραννικὸς καὶ πολύηχος καὶ ὀλιγοχρόνιος. Ψυχὴ ὁµιλοῦσα ἀρετῇ ἔοικεν ἀεννάῳ πηγῇ: καὶ γὰρ καθαρὸν καὶ ἀτάραχον καὶ πότιµον καὶ νόστιµον καὶ κοινωνικὸν καὶ πλούσιον καὶ ἀβλαβὲς καὶ ἀνώλεθρον. Εἰ βούλει ἀγαθὸς εἶναι, πρῶτον πίστευσον, ὅτι κακὸς εἶ. Βέλτιον ὀλιγάκις πληµµελεῖν ὁµολογοῦντα σωφρονεῖν πλεονάκις ἢ ὀλιγάκις ἁµαρτάνειν λέγοντα πληµµελεῖν πολλάκις. Κόλαζε τὰ πάθη, ἵνα µὴ ὑπ' αὐτῶν τιµωρῇ. Μὴ οὕτως τὸ ἐκ τῆς δόξης αἰσχύνου, ὡς τὸ ἐκ τῆς ἀληθείας ἀπόφευγε. Εἰ θέλεις καλῶς ἀκούειν, µάθε καλῶς λέγειν: µαθὼν δὲ καλῶς λέγειν πειρῶ καλῶς πράττειν καὶ οὕτω καρπώσῃ τὸ καλῶς ἀκούειν. Ἐξέταζε σαυτόν, πότερα πλουτεῖν θέλεις ἢ εὐδαιµονεῖν. καὶ εἰ µὲν πλουτεῖν, ἴσθι, ὅτι οὔτε ἀγαθὸν οὔτε ἐπὶ σοὶ πάντῃ: εἰ δὲ εὐδαιµονεῖν, ὅτι καὶ ἀγαθὸν καὶ ἐπὶ σοί: ἐπεὶ τὸ µὲν τύχης ἐπίκαιρον δάνειον, τὸ δὲ † τῆς εὐδαιµονίας προαιρέσεως. Καθάπερ ἔχιν ἢ ἀσπίδα ἢ σκορπίον ἐν ἐλεφαντίνῃ ἢ χρυσῇ θεώµενος κίστῃ οὐ διὰ τὸ πολυτελὲς τῆς ὕλης ἀγαπᾷς καὶ εὐδαιµονίζεις, ἀλλ' ὅτι λυµαντικὴ ἡ φύσις, ἐκτρέπῃ καὶ µυσάττῃ, οὕτω καὶ ἐπειδὰν ἐν πλούτῳ καὶ ὄγκῳ τύχης θεάσῃ κακίαν ἐνοῦσαν, µὴ καταπλαγῇς τὸ περιλαµπὲς τῆς ὕλης, ἀλλὰ καταφρόνει τῆς ἐν τῷ τρόπῳ κιβδηλίας. Ὁ πλοῦτος οὐ τῶν ἀγαθῶν, ἡ πολυτέλεια τῶν κακῶν, ἡ σωφροσύνη τῶν ἀγαθῶν. καλεῖ δὲ ἡ µὲν σωφροσύνη ἐπὶ τὴν εὐτέλειαν καὶ τὴν κτῆσιν τῶν ἀγαθῶν, ὁ δὲ πλοῦτος ἐπὶ τὴν πολυτέλειαν καὶ ἀφέλκει τῆς σωφροσύνης. δυσχερὲς ἄρα πλουτοῦντα σωφρονεῖν ἢ σωφρονοῦντα πλουτεῖν. Ὥσπερ, εἰ ἐν νηὶ ἐσπάρης ἢ ἐτέχθης, οὐκ ἂν ἔσπευδες αὐτῆς κυβερνήτης ὑπάρχειν, .c 8 οὔτε γὰρ ἐκεῖ σοι φύσει ἡ ναῦς συνέσται οὔτε ἐνταῦθα ὁ πλοῦτος, ἀλλὰ πάντῃ ὁ λόγος. ὅπερ οὖν σοι φυσικὸν καὶ συγγενές, ὁ λόγος, τοῦτο καὶ οἰκεῖον ἡγησάµενος τούτου ἐπιµελοῦ.
  10. 10. Ἐν Πέρσαις µὲν γεννηθεὶς οὐκ ἂν ἔσπευδες οἰκεῖν τὴν Ἑλλάδα, ἀλλ' αὐτόθι διάγων εὐτυχεῖν: ἐν πενίᾳ δὲ γεννηθείς, τί σπεύδεις πλουτεῖν, ἀλλ' οὐκ αὐτόθι µένων εὐτυχεῖν; Ὥσπερ ἐπὶ σµικροῦ σκίµποδος θλιβόµενον ὑγιαίνειν ἄµεινον ἢ ἐπὶ πλατείας κλίνης κυλινδούµενον νοσεῖν, οὕτω καὶ ἐν µικρᾷ περιουσίᾳ βέλτιον συστελλόµενον εὐθυµεῖν ἢ ἐν µεγάλῃ τυγχάνοντα δυσθυµεῖν. Οὐ πενία λύπην ἐργάζεται, ἀλλὰ ἐπιθυµία: οὐδὲ πλοῦτος φόβου ἀπαλλάττει, ἀλλὰ λογισµός. κτησάµενος τοιγαροῦν τὸν λογισµὸν οὔτε πλούτου ἐπιθυµήσεις οὔτε πενίαν µέµψῃ. Οὔτε ἵππος ἐπὶ φάτνῃ καὶ φαλάροις καὶ τάπησιν οὔτε ὄρνις ἐπὶ βρώµῃ καὶ καλιᾷ ὑψοῦται καὶ γαυριᾷ, ἀλλ' ἄµφω ἐπὶ ὠκύτητι, ὁ µὲν ποδῶν, ὁ δὲ πτερῶν. καὶ σὺ τοιγαροῦν µὴ ἐπὶ τροφῇ καὶ σκέπῃ καὶ ἁπλῶς τῇ ἔξωθεν περιουσίᾳ µέγα ὀγκύλλου, ἀλλ' ἐπὶ χρηστότητι καὶ εὐποιίᾳ. Τὸ καλῶς ζῆν τοῦ πολυτελῶς διαφέρει: τὸ µὲν γὰρ ἐκ σωφροσύνης καὶ αὐταρκείας καὶ εὐταξίας καὶ κοσµιότητος καὶ εὐτελείας παραγίνεται, τὸ δὲ ἐξ ἀκολασίας καὶ τρυφῆς καὶ ἀταξίας καὶ ἀκοσµίας: τέλος δὲ τοῦ µὲν ἔπαινος ἀληθής, τοῦ δὲ ψόγος. εἰ τοίνυν βούλει καλῶς ζῆν, µὴ ζήτει µετὰ πολυτελείας ἐπαινεῖσθαι. Μέτρον ἔστω σοι παντὸς σίτου καὶ ποτοῦ ἡ πρώτη τῆς ὀρέξεως ἔµπλησις, ὄψον δὲ καὶ ἡδονὴ αὐτὴ ἡ ὄρεξις: καὶ οὔτε πλείονα τῶν δεόντων προσοίσῃ οὔτε ὀψοποιῶν δεηθήσῃ ποτῷ τε τῷ παραπεσόντι ἀρκεσθήσῃ. Τὰς σιτήσεις ποιοῦ µὴ πολυτελεῖς καὶ σκυθρωπάς, ἀλλὰ λαµπρὰς καὶ εὐτελεῖς, ἵνα µήτε διὰ τὰ σωµατικὰ αἱ ψυχαὶ ταράττωνται µήτε φενακιζόµεναι πρὸς τῶν ἡδονῶν τῶν σωµατικῶν ὀλιγωρῶσιν, ἔπειτα βλάπτωνται τρυφῶντα µὲν παραυτίκα, νοσοῦντα δὲ εἰσαῦθις τὰ σώµατα. Φρόντιζε, ὅπως σε µὴ τὰ ἐν τῇ γαστρὶ σιτία ἐπαίρῃ, ἀλλ' ἡ ἐν τῇ ψυχῇ εὐφρασία: ἐπεὶ τὰ µὲν ἀποσκυβαλίζεται καὶ συνεκρεῖ ὁ † ἔπαινος, ἡ δέ, κἂν ἡ ψυχὴ χωρισθῇ, διὰ παντὸς ἀκήρατος µένει. Ἐν ταῖς ἑστιάσεσι µέµνησο, ὅτι δύο ὑποδέχῃ, σῶµα καὶ ψυχήν, καὶ ὅ τι ἂν τῷ σώµατι δῷς, τοῦτο εὐθὺς ἐξέχεας, ὅ τι δ' ἂν τῇ ψυχῇ, διὰ παντὸς τηρεῖς. Μὴ συγκεράσας ἅµα ὀργὴν πολυτελείᾳ προσενέγκῃς. πολυτέλεια µὲν ἐµπηδήσασα τῷ σώµατι µετ' οὐ πολὺ οἴχεται, ἡ δὲ ὀργὴ ἐνδῦσα τῇ ψυχῇ ἐπὶ τὸ µήκιστον µένει. σκόπει τοιγαροῦν, ὅπως µὴ ὑπ' ὀργῆς ἐξαχθεὶς τοὺς δαιτυµόνας πολυτελῶς ὑβρίσῃς, ἀλλὰ µᾶλλον µεθ' ἡµερότητος εὐτελῶς εὐφράνῃς. Αἰσχρὸν τοῖς τῶν µελιττῶν δωρήµασι γλυκάζοντα τὴν κατάποσιν τὸ τῶν θεῶν δῶρον πικράζειν τὸν λόγον τῇ κακίᾳ. Μελέτω σοι ἐν τοῖς σιτίοις, ὅπως σοι οἱ ὑπουργοῦντες µὴ πλείους τῶν ὑπουργουµένων ὑπάρχωσιν: ἄτοπον γὰρ ὀλίγαις στιβάσι πολλὰς δουλεύειν ψυχάς.
  11. 11. Ἄριστον µέν, εἰ κἀν ταῖς παρασκευαῖς χειρουργῶν κἀν ταῖς τροφαῖς ἑστιώµενος κοινωνεῖς τοῖς θεραπεύουσι τῶν παρόντων. εἰ δὲ τὸ τοιόνδε δυσχερὲς τῷ καιρῷ ὑπάρχοι, µέµνησο, ὅτι µὴ κάµνων ὑπὸ καµνόντων ὑπουργῇ, ἐσθίων ὑπὸ µὴ ἐσθιόντων, πίνων ὑπὸ µὴ πινόντων, [ἐσθίων] λαλῶν ὑπὸ σιωπώντων, ἀνειµένος ὑπὸ συνεσταλµένων: καὶ οὔτε αὐτὸς φλεγµήνας ἄτοπον πείσῃ οὐθ' ἕτερον ἀγριάνας χαλεπὸν ἐργάσῃ. Ἐρίζειν καὶ φιλονεικεῖν πάντῃ µὲν ἀνοίκειον, µάλιστα δὲ ἐν ταῖς παρὰ πότον ὁµιλίαις ἀπρεπές. οὔτε γὰρ ἂν µεθύων νήφοντα διδάξειέ τις οὔτ' αὖ µεθύων πρὸς νήφοντος πεισθείη. ἔνθα δ' ἂν µὴ παρῇ πειθοῦς τέλος, εἰκῇ σε παρέχεις διατείνεσθαι. Οἱ τέττιγες µουσικοί, οἱ δὲ κοχλίαι ἄφωνοι: χαίρουσι δὲ οἱ µὲν ὑγραινόµενοι, οἱ δὲ ἀλεαινόµενοι: ἔπειτα προκαλεῖται τοὺς µὲν ἡ δρόσος καὶ ἐπὶ ταύτῃ ἐκδύνουσι, τοὺς δ' αὖ διεγείρει ἀκµάζων ὁ ἥλιος καὶ ἐπ' αὐτῷ ᾄδουσι. τοιγαροῦν εἰ βούλει µουσικὸς καὶ εὐάρµοστος ὑπάρχειν ἀνήρ, ἡνίκ' ἂν ἐν τοῖς πότοις ὑπὸ τοῦ οἴνου δροσισθῇ ἡ ψυχή, τότε αὐτὴν µὴ ἔα προιοῦσαν µολύνεσθαι: ἀλλ' ἡνίκ' ἂν ἐν τοῖς συνεδρίοις ὑπὸ τοῦ λόγου διαπυρωθῇ, τότε θεσπίζειν καὶ ᾄδειν τὰ τῆς δικαιοσύνης κέλευε λόγια. Τὸν προσοµιλοῦντα τριχῇ διασκοποῦ, ἢ ὡς ἀµείνονα ἢ ὡς ἥττονα ἢ ὡς ἴσον: καὶ εἰ µὲν ἀµείνονα, ἀκούειν χρὴ καὶ πείθεσθαι αὐτῷ: εἰ δὲ ἥττονα, πείθειν: εἰ δὲ ἴσον, συµφωνεῖν: καὶ οὔποτε ἁλώσῃ φιλονεικίας. Ἄµεινον τῇ ἀληθείᾳ συγχωρήσαντα τὴν δόξαν νικᾶν ἢ τῇ δόξῃ συγχωρήσαντα πρὸς τῆς ἀληθείας ἡττᾶσθαι. Ζητῶν τὴν ἀλήθειαν οὐ ζητήσεις τὸ ἐκ παντὸς τρόπου νικᾶν καὶ εὑρὼν τὴν ἀλήθειαν ἕξεις τὸ µὴ νικᾶσθαι. Ἡ ἀλήθεια παρ' αὑτῇ νικᾷ, ἡ δὲ δόξα παρὰ τοῖς ἔξω. Ἐλευθερία καὶ δουλεία, τὸ µὲν ἀρετῆς ὄνοµα, τὸ δὲ κακίας, ἄµφω δὲ προαιρέσεως ἔργα. οἷς δὲ προαίρεσις οὐ κοινωνεῖ, τούτων ψαύει µὲν οὐδέτερον: τύχη δὲ δεσπόζειν εἴωθε σώµατος καὶ ὅσα τῶν ἀµφὶ σῶµα προαιρέσεως ἀκοινώνητα. οὐδεὶς γὰρ δοῦλος τὴν προαίρεσιν ὑπάρχων ἐλεύθερος. Κακὸς δεσµὸς σώµατος µὲν τύχη, ψυχῆς δὲ κακία. ὁ µὲν γὰρ τὸ σῶµα λελυµένος, τὴν δὲ ψυχὴν δεδεµένος δοῦλος: ὁ δ' αὖ τὸ σῶµα δεδεµένος, τὴν δὲ ψυχὴν λελυµένος ἐλεύθερος. Τὸν µὲν τοῦ σώµατος δεσµὸν λύει καὶ φύσις διὰ θανάτου καὶ κακία διὰ χρηµάτων, τὸν δὲ τῆς ψυχῆς ἀρετὴ διὰ µαθήσεως καὶ ἐµπειρίας καὶ ἀσκήσεως. Εἰ βούλει ἀταράχως καὶ εὐαρέστως ζῆν, πειρῶ τοὺς συνοικοῦντάς σοι σύµπαντας ἀγαθοὺς ἔχειν: ἕξεις δὲ ἀγαθούς, εἰ τοὺς µὲν ἑκόντας παιδεύοις, τοὺς δὲ ἄκοντας ἔπειτα κεχειρωµένους ἀπολύοις. συµφεύξεται γὰρ τοῖς φυγοῦσιν ἡ µοχθηρία ἅµα καὶ ἡ δουλεία, συναπολειφθήσεται δὲ τοῖς συµµένουσί σοι ἡ χρηστότης καὶ ἡ ἐλευθερία. Βέλτιον µετὰ ἑνὸς ἐλευθέρου ζῶντα ἄφοβον καὶ ἐλεύθερον ὑπάρχειν ἢ µετὰ πολλῶν δουλεύειν.
  12. 12. Ὅπερ φεύγεις παθεῖν, τοῦτο µὴ ἐπιχείρει διατιθέναι: φεύγεις δὲ δουλείαν, φυλάσσου τὸ δουλεύεσθαι. ὑποµένων γὰρ δουλεύεσθαι αὐτὸς ὑπάρχειν πρότερον ἔοικας δοῦλος: οὔτε γὰρ κακίᾳ ἀρετὴ κοινωνεῖ οὔτε ἐλευθερία δουλείᾳ. Ὥσπερ ὁ ὑγιαίνων οὐκ ἂν ὑπὸ νοσούντων βούλοιτο θεραπεύεσθαι οὐδὲ τοὺς συνοικοῦντας ἑαυτῷ νοσεῖν, οὕτως οὐδ' ὁ ἐλεύθερος ἀνάσχοιτ' ἂν ὑπὸ δούλων ὑπηρετεῖσθαι ἢ τοὺς συµβιοῦντας ἑαυτῷ δουλεύειν. Εἰ βούλει δούλων ἐκτὸς ὑπάρχειν, αὐτὸς ἀπολύθητι δουλείας: ἔσῃ δ' ἐλεύθερος, ἐὰν ἀπολυθῇς ἐπιθυµίας. οὔτε γὰρ Ἀριστείδης οὔτε Ἐπαµεινώνδας οὔτε Λυκοῦργος πλουτοῦντες καὶ δουλευόµενοι ὁ µὲν δίκαιος, ὁ δὲ σωτήρ, ὁ δὲ θεὸς ἀνηγορεύθησαν: ἀλλ' ὅτι πενόµενοι τὴν Ἑλλάδα δουλείας ἀπέλυον. Εἰ βούλει σοι τὴν οἰκίαν εὖ οἰκεῖσθαι, µιµοῦ τὸν Σπαρτιάτην Λυκοῦργον. ὃν γὰρ τρόπον οὗτος οὐ τείχεσι τὴν πόλιν ἔφραξεν, ἀλλ' ἀρετῇ τοὺς ἐνοικοῦντας ὠχύρωσε καὶ διαπαντὸς ἐτήρησεν ἐλευθέραν τὴν πόλιν, οὕτω καὶ σὺ µὴ µεγάλην αὐλὴν περιβάλλου καὶ πύργους ὑψηλοὺς ἀνίστα, ἀλλὰ τοὺς ἐνοικοῦντας εὐνοίᾳ καὶ πίστει καὶ φιλίᾳ στήριζε: καὶ οὐδὲν εἰς αὐτὴν εἰσελεύσεται βλαβερόν, οὐδ' ἂν τὸ σύµπαν τῆς κακίας παρατάξηται στῖφος. Μὴ πίναξι καὶ γραφαῖς τὴν οἰκίαν σου περίβαλλε, ἀλλὰ σωφροσύνῃ κατάγραφε. τὸ µὲν γὰρ ἀλλοῖον τῶν ὀφθαλµῶν ἐστιν ἐπίκαιρος γοητεία, τὸ δὲ σύµφυτος καὶ ἀνεξάλειπτος καὶ ἀίδιος οἰκίας κόσµος. Ἀντὶ βοῶν ἀγέλης πειρῶ φίλων ἀγέλας ἐναγελάζεσθαί σου τῇ οἰκίᾳ. Ὥσπερ λύκος ὅµοιον κυνί, οὕτω καὶ κόλαξ καὶ µοιχὸς καὶ παράσιτος ὅµοιον φίλῳ. πρόσεχε τοιγαροῦν, µὴ ἀντὶ κυνῶν φυλάκων λάθῃς λυµεῶνας εἰσδεχόµενος λύκους. Τὸ µὲν γύψῳ λευκανθίζουσαν σπουδάζειν θαυµάζεσθαι τὴν οἰκίαν ἀπειροκάλου, τὸ δὲ ἦθος χρηστότητι κοινωνίας λαµπρύνειν φιλοκάλου ἅµα καὶ φιλανθρώπου. Ἐὰν θαυµάζῃς τὰ µικρὰ πρὸ τῶν µεγάλων, καταφρονήσῃ: ἐὰν δὲ καταφρονήσῃς τῶν µικρῶν µεγάλως, θαυµασθήσῃ. Οὐδὲν µικρότερον φιλοκερδείας καὶ φιληδονίας καὶ ἀλαζονείας: οὐδὲν κρεῖσσον µεγαλοφροσύνης καὶ ἡµερότητος καὶ φιλανθρωπίας καὶ εὐποιίας. Οὐδεὶς φιλοχρήµατος καὶ φιλήδονος καὶ φιλόδοξος φιλάνθρωπος, ἀλλὰ µόνος ὁ φιλόκαλος. Ὥσπερ οὐκ ἂν ἐβούλου ἐν νηὶ µεγάλῃ καὶ γλαφυρᾷ καὶ πολυχρύσῳ πλέων βαπτίζεσθαι, οὕτω µηδὲ ἐν οἰκίᾳ αἱροῦ ὑπερµεγέθει καὶ πολυτελεῖ αὐλιζόµενος χειµάζεσθαι. Ὥσπερ ἀληθὴς ζυγὸς οὔτε πρὸς ἀληθοῦς εὐθύνεται ζυγοῦ οὔθ' ὑπὸ ψευδοῦς κρίνεται, οὕτω καὶ ὁ δίκαιος κριτὴς οὔθ' ὑπὸ δικαίων εὐθύνεται οὔτε παρ' ἀδίκοις δικάζεται. Ὥσπερ τὸ εὐθὺ εὐθέος οὐ δεῖται, οὕτως οὐδὲ τὸ δίκαιον δικαίου.
  13. 13. Μὴ πρότερον ἐν ἑτέρῳ δικαστηρίῳ δικάσῃς, πρὶν ἂν αὐτὸς παρὰ τῇ δίκῃ κριθῇς. Εἰ βούλει τὰς κρίσεις δικαίας ποιεῖσθαι, µηδένα τῶν δικαζοµένων καὶ δικαιολογούντων ἐπιγίγνωσκε, ἀλλ' αὐτὴν τὴν δίκην. Ἥκιστα πταίσεις ἐν ταῖς κρίσεσιν, ἐὰν αὐτὸς ἐν τῷ βίῳ ἄπταιστος διατελῇς. Ἄµεινον δικαίως κρίναντα πρὸς τοῦ καταδικασθέντος ἀδίκως µεµφθῆναι ἢ ἀδίκως κρίναντα παρὰ τῇ φύσει δικαίως ψέγεσθαι. Καθάπερ ἡ τὸν χρυσὸν δοκιµάζουσα λίθος οὐκέτι καὶ αὐτὴ πρὸς τοῦ χρυσοῦ δοκιµάζεται, οὕτω καὶ ὁ τὸ κριτήριον ἔχων. Αἰσχρὸν τὸν δικαστὴν πρὸς ἑτέρων δικάζεσθαι. Καθάπερ ὀρθοῦ οὐδὲν ὀρθότερον, οὕτως οὐδὲ δικαίου οὐδὲν δικαιότερον. Ὥσπερ οἱ ἐπὶ τῶν λιµένων πυρσοὶ δι' ὀλίγων φρυγάνων πολλὴν ἀνάψαντες φλόγα ταῖς ἀλωµέναις ἀνὰ τὸ πέλαγος ναυσὶν ἱκανὴν ἐργάζονται βοήθειαν, οὕτω καὶ ἀνὴρ λαµπρὸς ἐν πόλει χειµαζοµένῃ αὐτὸς ὀλίγοις ἀρκούµενος µεγάλα τοὺς πολίτας εὐεργετεῖ. Ὥσπερ εἰ ναῦν κυβερνᾶν ἐπεχείρεις, πάντως ἂν τὴν κυβερνητικὴν ἐξεµάνθανες τέχνην, .c 7 ἐξέσται γάρ σοι, ὥσπερ ἐκεῖσε πᾶσαν, οὕτω κἀνθάδε πᾶσαν κυβερνᾶν πόλιν. Εἰ πρόκειταί σοι τὴν πόλιν ἀναθήµασι κοσµεῖν, σεαυτῷ πρῶτον ἀνάθες τὸ κάλλιστον ἡµερότητος καὶ δικαιοσύνης καὶ εὐποιίας ἀνάθηµα. Εὐποιήσεις σὺ τὰ µέγιστα τὴν πόλιν, εἰ µὴ τοὺς ὀρόφους ὑψώσεις, ἀλλὰ τὰς ψυχὰς αὐξήσεις. ἄµεινον γὰρ ἐν µικροῖς οἰκήµασι µεγάλας οἰκεῖν ψυχὰς ἢ ἐν µεγάλαις οἰκίαις ταπεινὰ φωλεύειν ἀνδράποδα. Μὴ τοῖς ἐξ Εὐβοίας καὶ Σπάρτης λίθοις τοὺς τοίχους τῆς κατασκευῆς ποίκιλλε, ἀλλὰ γὰρ τῇ ἐκ τῆς Ἑλλάδος παιδείᾳ τὰ στέρνα τῶν πολιτῶν καὶ τῶν πολιτευοµένων διακόσµει. γνώµαις γὰρ ἀνδρῶν εὖ οἰκοῦνται πόλεις; ἀλλ' οὐ λίθοις καὶ ξύλοις. Ὥσπερ, εἰ λέοντας ἐβούλου τρέφειν, οὐκ ἄν σοι τῆς πολυτελείας τῶν ζωγρείων ἔµελεν, ἀλλὰ τῆς πράξεως τῶν ζῴων: οὕτως, εἰ πολιτῶν πειρᾷ προίστασθαι, µὴ τοσοῦτον τῆς πολυτελείας τῶν ἀναστηµάτων φρόντιζε, ὁπόσον τῆς ἀνδρείας τῶν ἐνδιατριβόντων ἐπιµελοῦ. Καθάπερ ἀγαθὸς πωλοδάµνης οὐ τῶν πώλων τοὺς µὲν ἀγαθοὺς τρέφει, τοὺς δὲ δυσηνίους λιµώττειν ἐᾷ, ἀλλὰ τρέφει µὲν ἐπ' ἴσης ἄµφω, κολάζει δὲ µᾶλλον θάτερον ἐξισοῦν θατέρῳ βιαζόµενος µέρει: οὕτω καὶ κηδεµονικὸς ἀνὴρ καὶ πολιτικῆς ἐπιστήµων δυνάµεως τῶν πολιτῶν τοὺς µὲν εὐγνώµονας ποιεῖν ἐπιχειρεῖ, τοὺς δὲ ἔµπαλιν οὐ καθάπαξ διαφθείρεσθαι, ἀλλὰ τροφῆς µὲν ἀµφοῖν ἥκιστα φθονεῖ, παιδεύει δὲ καὶ σφοδρότερον ἐπισπέρχει τὸν ἀντιβαίνοντα τῷ λόγῳ καὶ τῷ νόµῳ.
  14. 14. Καθάπερ οὔτε κλαγγῇ χὴν οὔτε βληχῇ καταπλήσσεται πρόβατον, οὕτω µηδὲ πλήθους ἀνοήτου σε δεδιττέσθω φωνή. Ὥσπερ πλῆθος ἀκρίτως αἰτοῦν τί σε τῶν ἰδίων οὐ δυσωπεῖ, οὕτω µηδὲ ὄχλον ἀδίκως σε δυσωποῦντα διατραπῇς. Ὅπερ ἐπιβάλλει τῇ πόλει, τοῦτο εἴσφερε φθάνων: καὶ οὐδέποτε αἰτηθήσῃ τὰ µὴ ἐπιβάλλοντα. Ὥσπερ ὁ ἥλιος οὐ περιµένει λιτὰς καὶ γοητείας, ἵν' ἀνατείλῃ, ἀλλ' εὐθὺς λάµπει καὶ πρὸς ἁπάντων ἀσπάζεται, οὕτω µηδὲ σὺ περίµενε κρότους καὶ ψόφους καὶ ἐπαίνους, ἵν' εὐποιήσῃς, ἀλλ' ἑκοντὴς εὐεργέτει καὶ ἴσα τῷ ἡλίῳ φιληθήσῃ.

×