Successfully reported this slideshow.
We use your LinkedIn profile and activity data to personalize ads and to show you more relevant ads. You can change your ad preferences anytime.

ΑΓΡΙΑ ΔΕΝΔΡΑ (IIIa)

1,820 views

Published on

Texto del método "A Greek Boy at home", de W.H.D. Rouse, para aprender griego antiguo.

Published in: Education
  • Be the first to comment

  • Be the first to like this

ΑΓΡΙΑ ΔΕΝΔΡΑ (IIIa)

  1. 1. ΑΓΡΙΑ ΔΕΝΔΡΑ Texto del método de W.H.D. Rouse, A Greek Boy at home . Ana Mª Ovando
  2. 2. ταῦτ’ ἐστί τοι δένδρα ἥμερα · ἔστι δὲ καὶ ἄγρια δένδρα ἐπὶ τῶν λόφων. καὶ δὴ ἐρωτᾷς, τί ποτ᾽ ἐστὶν ἄγριον καὶ τί ἥμερον· λέγω οὖν σοι καὶ ταῦτα, καὶ μανθάνεις σὺ ἐν ᾧ λέγω.
  3. 3. τὰ μὲν ἥμερα δένδρα ταῦτ᾽ ἐστίν, ἅπερ φυτεύομεν ἐν τῷ κήπῳ ὥσπερ καὶ τὰ ἥμερα ζῷα ταῦτ’ ἐστίν, ἅπερ τρέφομεν ἐν τῇ οἰκίᾳ καὶ ἐν τῷ χωρίῳ.
  4. 4. ἀλλὰ τὰ ἄγρια δένδρ’ ἐστὶ ταῦθ’, ἃ μὴ φυτεύομεν, ὥσπερ καὶ τὰ ἄγρια ζῷα ταῦτ’ ἐστίν, ἃ μὴ τρέφομεν.
  5. 5. ἐπὶ οὖν τῶν λόφων ἐστὶ τὰ ἄγρια δένδρα, καὶ δὴ καὶ τὰ ζῷα τὰ ἄγρια. ποῖα δ’ ἐστὶ τὰ δένδρα τὰ ἄγρια; ἔστι μεν ἄλλα, περὶ ὧν ὕστερον· νῦν δὲ λέγω ἔνια αὐτῶν·
  6. 6. ἔστι μὲν πεύκη , ἔστι δὲ φηγός , ἔστι δὲ καὶ ἰτέα καὶ πτελέα ·
  7. 7. ὅπου δὲ πολλὰ δένδρα ὁμοῦ ἐστιν, ταύτην ὕλην ὀνομάζομεν.
  8. 8. ἕκαστον δὲ δένδρον κλάδους ἔχει, ἔκαστος δὲ κλάδος φύλλα .
  9. 9. ἡ δ’ ὕλη πολλὰ δένδρ’ ἐνέχει, καὶ φηγοὺς καὶ ἰτέας καὶ πεύκας καὶ πτελέας·
  10. 10. καὶ τὰ δένδρα πολλοὺς ἔχει καὶ κλάδους καὶ φύλλα. ταῦτ’ ἐστὶν ὑψηλὰ τὰ δένδρα·
  11. 11. τὰ δὲ μὴ ὑψηλά, δρυμοὺς λέγομεν. ὑψηλὰ μὲν τὰ δένδρα, ταπεινοὶ δὲ οἱ δρυμοί.
  12. 12. Crédito de las imágenes ajenas, publicadas en Flickr bajo licencia CC: José Mª Cuellar Roberto Asategi Iturriondobeitia Antonio Martínez Enric Archivell Salomé

×