Successfully reported this slideshow.
We use your LinkedIn profile and activity data to personalize ads and to show you more relevant ads. You can change your ad preferences anytime.

En la fuente, segunda parte

321 views

Published on

Texto ilustrado para aprender griego antiguo.

Published in: Education
  • Be the first to comment

  • Be the first to like this

En la fuente, segunda parte

  1. 1. ΠΡΟΣ ΤΗΙ ΚΡΗΝΗΙ (β)
  2. 2. ἡ δὲ Μυρρίνη · «τί λέγετε, ὦ φίλαι; ἆρα ἀληθῶς ἑορτὴν ἄγουσιν οἱ Ἀθηναῖοι; ἐγὼ μὲν μάλιστα ἐθέλω αὐτὴν θεωρεῖν · σὺ δέ, ὦ Μέλιττα, ἆρα καὶ σὺ ἐθέλεις θεωρεῖν;
  3. 3. ἀλλ ΄ οὐ δυνατόν ἐστιν · χαλεπὸς γάρ ἐστιν ὁ ἀνήρ · ἀεὶ γὰρ πονεῖ καὶ σπανίως ἐθέλει ἰέναι πρὸς τὸ ἄστυ.»
  4. 4. ἡ δὲ Μέλιττα · «ἀλλ ΄ οὐ μάλα χαλεπός ἐστιν ὁ πατήρ · ῥᾴδιον γάρ ἐστι πείθειν αὐτὸν.»
  5. 5. ἡ δὲ Μυρρίννη · «μὴ οὕτω φλυάρει ἀλλὰ τὴν ὑδρίαν ταχέως πλήρου · καιρός γὰρ ἐστιν οἴκαδε ἐπανιέναι.»
  6. 6. ἥ τε οὖν μήτηρ καὶ ἡ θυγάτηρ τὰς ὑδρίας ταχέως πληροῦσι καὶ οἴκαδε βαδίζουσιν.
  7. 7. ἐν δὲ τῇ ὁδῷ πταίει ἡ Μέλιττα καὶ καταβάλλει τὴν ὑδρίαν πρὸς τὴν γῆν καὶ θραύει αὐτὴν.
  8. 8. στενάζει οῡν καί, «οἴμοι,» φησίν, «οὐκ αἰτία εἰμὶ ἐγώ · μεγάλη γάρ ἐστιν ἡ ὑδρία καὶ οὐ δυνατόν ἐστι φέρειν αὐτήν.»
  9. 9. ἡ δὲ μήτηρ · «τί λέγεις, ὦ θύγατερ; μὴ φλυάρει ἀλλὰ οἴκαδε σπεῦδε καὶ ἄλλην ὑδρίαν φέρε.»
  10. 10. ἡ μὲν οὖν Μέλιττα οἴκαδε σπεύδει, ἡ δὲ Μυρρίνη βραδέως βαδίζει · μεγάλη γάρ ἐστιν ἡ ὑδρία καὶ οὐ βούλεται καταβάλλειν αὐτήν.
  11. 11. Indica el caso y número • τοῦς ἄνδρας • τοῦ δεσπότου • τῷ παιδί • ταῖς γυναιξί • τὴν ναῦν • οἱ κύνες • ὦ πάτερ • τῆς μητρός • τὸν βασιλέα • τοῖς παισί • τῆς πόλεως • τὸν πατέρα

×