Successfully reported this slideshow.
We use your LinkedIn profile and activity data to personalize ads and to show you more relevant ads. You can change your ad preferences anytime.

En la fuente, primera parte

431 views

Published on

Texto ilustrado para aprender griego antiguo.

Published in: Education
  • Be the first to comment

  • Be the first to like this

En la fuente, primera parte

  1. 1. ΠΡΟΣ ΤΗΙ ΚΡΗΝΗΙ (α)
  2. 2. Διὰ τοῦ χειμῶμονος ὅ τε Φίλιππος καὶ ὁ Δικαιόπολις ἐν τοῖς ἀγροῖς πονοῦσιν ·
  3. 3. ὁ μὲν γὰρ Φίλιππος τὰ πρόβατα θεραπεύει ·
  4. 4. τὰ γὰρ πρόβατα ἐν τῷ αὐλίῳ ἐστίν.
  5. 5. Καθ΄ ἡμέραν οὖν ὁ Φίλιππος ἀμέλγει αὐτὰ καὶ χόρτον (*) παρέχει. (*) ὁ χόρτος : ὁ τῶν προβάτων σῖτος
  6. 6. Ὁ δὲ Δικαιόπολις τὰς ἐλαίας πιέζει καὶ ἔλαιον ποιεῖ.
  7. 7. Τέλος δὲ ὁ Δικαιόπολις μάλα κάμνει καὶ οὐκ ἐθέλει πονεῖν. ἡ γυνὴ τὸν ἄνδρα καλεῖ καί, «ἔπαιρε σεαυτόν, ὦ ἄνερ», φησίν ·
  8. 8. «ὁ γὰρ ἥλιος ἀνατέλλει, ὁ δὲ δοῦλος ἤδη ἄγει τοὺς βοῦς πρὸς τὸν ἀγρόν, ἐγὼ δὲ καὶ ἡ θυγάτηρ ἐν νῷ ἔχομεν βαδίζειν πρὸς τὴν κρήνην.
  9. 9. ἔπαιρε σεαυτόν. καιρὸς γὰρ ἐστι βαδίζειν πρὸς τὸν ἀγρόν»
  10. 10. ὁ δὲ Δικαιόπολις μάλα κάμνει καὶ οὐκ ἐθέλει ἐπαίρειν ἑαυτόν
  11. 11. λέγει οὖν · «μὴ χαλεπὴ ἴσθι, ὦ γύναι · μάλα γὰρ κάμνω καὶ ἐθέλω καθεύδειν».
  12. 12. ἡ δὲ γυνή, «ἀλλ΄ οὐ δυνατὸν ἐστιν», φησίν, «ἔτι καθεύδειν · καιρὸς γάρ ἐστι πονεῖν. ἔπαιρε σεαυτόν, ὦ ῥᾴθυμε». ὁ μὲν οὐν Δικαιόπολις μόλις ἐπαίρει ἑαυτὸν καὶ βαδίζει πρὸς τὸν ἀγρόν.
  13. 13. ἡ δὲ Μυρρίννη καὶ ἡ Μέλιττα πρὸς τὴν κρήνην βαδίζουσιν
  14. 14. τίς ἐστι ἡ Μέλιττα ; ἡ Μέλιττα θυγάτηρ ἐστίν, κόρη μάλα καλή
  15. 15. ἥ τε οὖν μήτηρ καὶ ἡ θυγάτηρ βραδεώς βαδίζουσιν. τὰς γὰρ ὑδρίας φέρουσιν
  16. 16. μεγάλαι δ΄εἰσὶν αἱ ὑδρίαι, ὥστε οὐ δυνατόν ἐστι σπεύδειν.
  17. 17. δια δια - βαίνουσι δια - περῶσι δια - τρέχουσι
  18. 18. ἡ οὖν Μυρρίνη καὶ ἡ Μέλιττα πρὸς τὴν κρήνην σπεύδουσι καὶ διαπερῶσι τὴν κώμην. ἡ δὲ κώμη οὐ μεγάλη ἐστίν.
  19. 19. ὁ ἀγρὸς μέγας ἐστίν ἡ κωμή μεγάλη ἐστίν
  20. 20. ἡ δὲ Μυρρίνη τε καὶ ἡ Μέλιττα τὴν ὁδὸν οὐκ ἀγνοοῦσιν. πολλοί ἤδη ἄνθρωποι ἔν ταῖς ὁδοῖς εἰσιν · οἱ γὰρ γεωργοὶ ἀπὸ τῆς κώμης πρὸς τοὺς ἀγροὺς σπεύδουσι μετὰ τῶν δούλων.
  21. 21. ἐν δὲ τῇ κώμῃ μόνον τὰ παιδία καὶ αἱ γυναῖκες μένουσιν. αἱ δὲ οἰκίαι αἱ ἐν τῇ κώμῃ οὐ μεγάλαι εἰσίν, ἀγροίκοις δὲ ἱκαναί. διὰ τοῦτο οἱ γεωργοὶ τὰς οἰκίας φιλοῦσιν, καὶ μάλα χαίρουσιν ἐπεὶ μετὰ τὰ ἔργα ἐκ τῶν ἀγρῶν οἴκαδε ἐπανέρχονται. ἄγροικος = ἀγρός + οἰκέω. ὁ ἄγροικος ἐν τοῖς ἀγροῖς οἰκίαν ἔχει
  22. 22. νῦν δὲ οἵ τε γεωργοὶ καὶ τὰ παιδία ἐκ τῶν οἰκιῶν ἐκβαίνουσιν · οἱ μὲν γὰρ εἰς τοὺς ἀγροὺς σπεύδουσιν, οἱδὲ μετ ΄ ἄλλων ἡλίκων παίζουσιν ἐν τῇ ὁδῷ.
  23. 23. ἐν δὲ ταῖς οἰκίαις αἱ γυναῖκες μένουσι καῖ τὰ κατ ΄ οἶκον ἔργα ποιοῦσιν. ἄλλαι δὲ γυναῖκες μετὰ τῶν δουλῶν πρὸς τὴν κρήνην σπεύδουσιν, ὥσπερ ἡ Μυρρίνη καὶ ἡ Μέλιττα.
  24. 24. ἡ μὲν οὖν Μυρρίνη καὶ ἡ Μέλιττα τὴν ἀγορὰν διαβαίνουσιν. ἡ δὲ ἀγορὰ οὐκ ἔστι μεγάλη ὥσπερ αἱ ἀγοραὶ αἱ τῶν ἄστεων, ἀλλ΄ ὅμως καλή ἐστιν, καὶ ἀεὶ μεστὴ ἀνθρώπων.
  25. 25. οἱ δὲ ἀνθρωποι καθ ΄ἡμέραν πολὺν χρόνον ἐν τῇ καλῇ ἀγορᾷ διαλέγονται ἀλλήλοις. τέλος δὲ ἀπὸ τῆς ἀγορᾶς ἀποχωροῦσιν, καὶ πρὸς τὰς οἰκίας βαίνουσιν.
  26. 26. Declinar • μέστος, η, ον • οἶκος, ου • καλός, η, ον • ἄγορα, ας • χαλεπός, η, ον • κρήνη, ης • ἔργον, ου • δούλος, ου • δούλη, ης
  27. 27. ἐπεὶ δὲ ἡ Μυρρίνη καὶ ἡ Μέλιττα τῇ κρήνῃ προσχωροῦσιν, ἰδού · ἄλλαι γυναῖκες ἤδη πάρεισι καὶ τὰς ὑδρίας πληροῦσιν.
  28. 28. ἡ οὖν Μυρρίνη τὰς γυναῖκας καλεῖ καὶ, «χαίρετε, ὦ φίλαι,» φησίν · «ἆρα ἤδη πληροῦτε τὰς ὑδρίας;» αἱ δὲ λέγουσιν · «χαῖρε καὶ σύ · ναί, ἤδη πληροῦμεν τὰς ὑδρίας· ἐξ ἑωθινοῦ γὰρ πάρεσμεν.
  29. 29. ἀλλ ΄ ἐλθὲ δεῦρο ταχέως καὶ ἄκουε · ἄγγελος γὰρ ἥκει ἀπὸ τοῦ ἄστεως ·
  30. 30. λέγει δὲ ὅτι οἱ Ἀθηναῖοι ἑορτὴν ποιοῦσιν. ἡμεῖς οὖν ἐν νῷ ἔχομεν βαδίζειν πρὸς τὸ ἄστυ ·
  31. 31. τοὺς γὰρ χοροὺς ἐθέλομεν θεωρεῖν καὶ τοὺς ἀγῶνας. ἆρα ἐθέλεις καὶ σὺ τὴν ἑορτὴν θεωρεῖν;»

×