Successfully reported this slideshow.
We use your LinkedIn profile and activity data to personalize ads and to show you more relevant ads. You can change your ad preferences anytime.
Ο   ΚΥΚΛΩΨ
ἐπεὶ δὲ περαίνει
τὸν μῦθον ἡ
Μυρρίννη, ἡ
Μέλιττα, «ὡς
καλός ἐστιν ὁ
μῦθος,» φησίν ·
«λέγε ἡμῖν ἄλλον
τινὰ μῦθον, ὦ
μῆτερ.»
ἡ δὲ Μυρρίννη, «οὐδαμῶς,»
φησίν · «νῦν γὰρ ἐν νῷ ἔχω τὸ
 δεῖπνον παρασκευάζειν.» ἡ
  μὲν οὖν Μέλιττα δακρύει.
ὁ δὲ Φίλιππος, «μὴ δάκρυε, ὦ
  Μέλιττα,» φησίν · «ἐγὼ γὰρ
ἐθέλω σοι μῦθον καλὸν λέγειν
   περὶ ἀνδρὸς πολυτρόπου,
      ὀν...
ὁ γὰρ Ὀδυσσεὺς ἐπὶ τὴν
 Τροίαν πλεῖ μετὰ τοῦ
τ΄Ἀγαμέμνονος καὶ τῶν
       Ἀχαιῶν.
δέκα μὲν οὖν ἔτη περὶ Τροίαν
 μάχονται, τέλος δὲ τὴν πόλιν
αἱροῦσιν. ὁ οὖν Ὀδυσσεὺς τοὺς
 ἑταίρους κελεύει εἰς τὰς ναῦς
εἰ...
ἐν δὲ τῇ ὁδῷ πολλὰ καὶ δεινὰ
πάσχουσιν. πολλάκις μὲν γὰρ
    χειμῶνας ὑπέχουσιν,
   πολλάκις δὲ εἰς ἄλλους
    κινδύνους μ...
πλέουσί ποτε εἰς νῆσόν τινα
μικράν, ἐκβαίνουσι δὲ ἐκ τῶν
νεῶν καὶ δεῖπνον ποιοῦσιν ἐν
  τῷ αἰγιαλῷ. ἔστι δὲ ἐγγὺς
        ...
καπνὸν ὁρῶσι καὶ φθόγγον
ἀκούουσιν προβάτων τε καὶ
         αἰγῶν.



      ὁ κάπνος (τοῦ καπνοῦ)
      ἡ αἴξ (τῆς αἰγός)
τῇ οὖν ὑστεραίᾳ ὁ Ὀδυσσεὺς
τοὺς ἑταίρους κελεύει εἰς τὴν
νῆσον πλεῖν καὶ γιγνώσκειν
     τίνες ἐκεῖ οἰκοῦσιν.
δι΄ὀλίγου οὖν ἀφικνοῦνται εἰς
        τὴν νῆσον. ἐγγὺς τῆς
   θαλάττης ἄντρον μέγα ὁρῶσι
     καὶ πολλά τε πρόβατα καὶ
   ...
ὁ οὖν Ὀδυσσεὺς τοῖς ἑταίροις,
«ὑμεῖς μέν,» φησίν, «πρὸς τῇ
νηΐ μένετε. ἐγὼ δὲ ἐν νῷ ἔχω
   εἰς τὸ ἄντρον εἰσιέναι.»
δώδεκα οὖν τῶν ἑταίρων
κελεύει ἑαυτῷ ἕπεσθαι. οἱ δὲ
ἄλλοι πρὸς τῇ νηΐ μένουσιν.
ἐπεὶ δὲ εἰς τὸ ἄντρον
     ἀφικνοῦνται, οὐδένα
ἄνθρωπον εὑρίσκουσιν ἔνδον.
 οἱ οὖν ἑταῖροι, «ὦ Ὀδυσσεῦ,»
   φασίν, «οὐδεὶς...
ἔλαυνε οὖν τά τε πρόβατα καὶ
 τὰς αἶγας πρὸς τὴν ναῦν καὶ
    ἀπόπλει ὡς τάχιστα.»
ὁ δὲ Ὀδυσσεὺς οὐκ ἐθέλει
τοῦτο ποιεῖν · βούλεται γὰρ
γιγνώσκειν τίς ἐν τῷ ἄντρῳ
          οἰκεῖ.
οἱ δὲ ἑταῖροι μάλα φοβοῦνται ·
ὅμως δὲ τῷ Ὀδυσσεῖ πείθονται
 καὶ μένουσιν ἐν τῷ ἄντρῳ.»
«δι΄ὀλίγου δὲ ψόφον μέγιστον
   ἀκούουσι καὶ εἰσέρχεται γίγας
             φοβερός·




ὁ γίγας, τοῦ γίγαντος
φοβερός < φο...
δεινὸς γάρ ἐστιν·
εἷς ὀφθαλμὸς ἐν μέσῳ τῷ
     μετώπῳ ἔνεστιν.

 τὸ μέτωπον,       ὁ ὀφθαλμός,
 τοῦ μετώπου       τοῦ ὀφθα...
ὅ τ΄οὖν Ὀδυσσεὺς καὶ οἱ
     ἑταῖροι μάλιστα φοβοῦνται
    καὶ εἰς τὸν τοῦ ἄντρου μυχὸν
              φεύγουσιν.




ὁ μυχ...
ὁ δὲ γίγας πρῶτον μὲν τὰ
         ποίμνια εἰς τὸ ἄντρον
               εἰσελαύνει




τὰ ποίμνια, των ποιμνίων = πρόβατα τ...
επεὶ δὲ πάντα
  ἔνδον ἐστίν,
λίθον μέγιστον
αἴρει καὶ εἰς τὴν
  τοῦ ἄντρου
εἴσοδον βάλλει
ἐνταῦθα δὴ πρῶτον μὲν τὰ
ποίμνια ἀμέλγει, ἔπειτα δὲ
        πῦρ καίει.




                  τὸ πῦρ, τοῦ πυρός
οὕτω δὴ τόν τ΄Ὀδυσσέα καὶ
 τοὺς ἑταίρους ὁρᾷ καί, «ὦ
ξένοι,» βοᾷ, «τίνες ἐστὲ καὶ
      πόθεν πλεῖτε;»
ὁ Ὀδυσσεύς, «ἡμεῖς Ἀχαιοί
ἐσμεν,» φησίν, «καὶ ἀπὸ τῆς
   Τροίας οἴκαδε πλέομεν.
   χειμὼν δὲ ἡμᾶς ἐνθάδε
          ἐλαύνει...
ὁ δὲ Κύκλωψ οὐδὲν
ἀποκρίνεται ἀλλὰ ὁρμᾶται ἐπὶ
       τοὺς Ἀχαιούς·
τῶν ἑταίρων δὲ δύο ἁρπάζει
καὶ κόπτει πρὸς τὴν γῆν· ὁ δὲ
ἐγκέφαλος ἐκρεῖ καὶ δεύει τὴν
γῆν.»




ὁ ἐγκέφαλος, τοῦ ἐγκεφάλο...
ἡ δὲ Μέλιττα, «παῦε, ὦ
Φίλιππε,» φησίν, «παῦε· δεινὸς
 γάρ ἐστιν ὁ μῦθος. ἀλλ΄ εἰπέ
μοι, πῶς ἐκφεύγει ὁ Ὀδυσσεύς;
  ἆρα πά...
ὁ δὲ Φίλιππος, «οὐδαμῶς,»
φησίν· «οὐ πάντας ἀποκτείνει
 ὁ Κύκλωψ. ὁ γὰρ Ὀδυσσεύς
   ἐστιν ἀνὴρ πολύμητις.
πρῶτον μὲν οὖν πολὺν οἶνον
 τῷ Κύκλωπι παρέχει, ὥστε
  δι΄ὀλίγου μάλα μεθύει.
ἐπεὶ δὲ καθεύδει ὁ Κύκλωψ,
ῥόπαλον μέγιστον ὁ Ὀδυσσεὺς
  εὑρίσκει καὶ τοὺς ἑταίρους
κελεύει θερμαίνειν αὐτὸ ἐν τῷ
        ...
ἐπεὶ δὲ μέλλει ἅψεσθαι τὸ
 ῥόπαλον, ὁ Ὀδυσσεὺς αἴρει
αὐτὸ ἐκ τοῦ πυρὸς καὶ ἐλαύνει
  εἰς τὸν ἕνα ὀφθαλμὸν τοῦ
          Κύ...
Numeral 1

Masc-Fem          Neutro
   εἷς            ἕν
   ἑνά            ἕν
           ἑνός
           ἑνί
ὁ δὲ ἀναπηδᾷ καὶ δεινῶς
 κλάζει. ὁ δὲ Ὀδυσσεὺς καὶ οἱ
  ἑταῖροι εἰς τὸν τοῦ ἄντρου
μυχὸν φεύγουσι. ὁ δὲ Κύκλωψ
   οὐ δύνατ...
ἡ δὲ Μέλιττα· «ὡς σοφός ἐστιν
    ὁ Ὀδυσσεύς. ἀλλὰ πῶς
ἐκφεύγουσιν ἐκ τοῦ ἄντρου;»
ὁ δὲ Φίλιππος · «τῇ ὑστεραίᾳ,
  ἐπεὶ πρῶτον ἀνατέλλει ὁ
 ἥλιος, ὁ Κύκλωψ τὸν λίθον
  ἐξαίρει ἐκ τῆς τοῦ ἄντρου
   εἰσόδου ...
ὁ οὖν Ὀδυσσεὺς τοὺς ἑταίρους
 κρύπτει ὑπὸ τῶν προβάτων.
 οὕτω δὴ ὁ Κύκλωψ ἐκπέμπει
    τοὺς Ἀχαιοὺς μετὰ τῶν
 προβάτων, οἱ...
ὁ ἥλιος, ἡλίου
     ὁ παῖς, παιδός
 τὸ ὄνομα, ὀνόματος
τὸ σπέρμα, σπέρματος
     ὁ κύων, κυνός
τὸ πνεῦμα, πνεύματος
   ἡ γ...
Upcoming SlideShare
Loading in …5
×

El Cíclope

633 views

Published on

Texto ilustrado para aprender griego antiguo.

Published in: Education
  • Be the first to comment

  • Be the first to like this

El Cíclope

  1. 1. Ο ΚΥΚΛΩΨ
  2. 2. ἐπεὶ δὲ περαίνει τὸν μῦθον ἡ Μυρρίννη, ἡ Μέλιττα, «ὡς καλός ἐστιν ὁ μῦθος,» φησίν · «λέγε ἡμῖν ἄλλον τινὰ μῦθον, ὦ μῆτερ.»
  3. 3. ἡ δὲ Μυρρίννη, «οὐδαμῶς,» φησίν · «νῦν γὰρ ἐν νῷ ἔχω τὸ δεῖπνον παρασκευάζειν.» ἡ μὲν οὖν Μέλιττα δακρύει.
  4. 4. ὁ δὲ Φίλιππος, «μὴ δάκρυε, ὦ Μέλιττα,» φησίν · «ἐγὼ γὰρ ἐθέλω σοι μῦθον καλὸν λέγειν περὶ ἀνδρὸς πολυτρόπου, ὀνόματι Ὀδυσσέως.
  5. 5. ὁ γὰρ Ὀδυσσεὺς ἐπὶ τὴν Τροίαν πλεῖ μετὰ τοῦ τ΄Ἀγαμέμνονος καὶ τῶν Ἀχαιῶν.
  6. 6. δέκα μὲν οὖν ἔτη περὶ Τροίαν μάχονται, τέλος δὲ τὴν πόλιν αἱροῦσιν. ὁ οὖν Ὀδυσσεὺς τοὺς ἑταίρους κελεύει εἰς τὰς ναῦς εἰσβαίνειν, καὶ ἀπὸ τῆς Τροίας οἴκαδε ἀποπλέουσιν.
  7. 7. ἐν δὲ τῇ ὁδῷ πολλὰ καὶ δεινὰ πάσχουσιν. πολλάκις μὲν γὰρ χειμῶνας ὑπέχουσιν, πολλάκις δὲ εἰς ἄλλους κινδύνους μεγίστους ἐμπίπτουσιν.
  8. 8. πλέουσί ποτε εἰς νῆσόν τινα μικράν, ἐκβαίνουσι δὲ ἐκ τῶν νεῶν καὶ δεῖπνον ποιοῦσιν ἐν τῷ αἰγιαλῷ. ἔστι δὲ ἐγγὺς ἄλλη νῆσος
  9. 9. καπνὸν ὁρῶσι καὶ φθόγγον ἀκούουσιν προβάτων τε καὶ αἰγῶν. ὁ κάπνος (τοῦ καπνοῦ) ἡ αἴξ (τῆς αἰγός)
  10. 10. τῇ οὖν ὑστεραίᾳ ὁ Ὀδυσσεὺς τοὺς ἑταίρους κελεύει εἰς τὴν νῆσον πλεῖν καὶ γιγνώσκειν τίνες ἐκεῖ οἰκοῦσιν.
  11. 11. δι΄ὀλίγου οὖν ἀφικνοῦνται εἰς τὴν νῆσον. ἐγγὺς τῆς θαλάττης ἄντρον μέγα ὁρῶσι καὶ πολλά τε πρόβατα καὶ πολλὰς αἶγας. τὸ ἄντρον (τοῦ ἄντρου)
  12. 12. ὁ οὖν Ὀδυσσεὺς τοῖς ἑταίροις, «ὑμεῖς μέν,» φησίν, «πρὸς τῇ νηΐ μένετε. ἐγὼ δὲ ἐν νῷ ἔχω εἰς τὸ ἄντρον εἰσιέναι.»
  13. 13. δώδεκα οὖν τῶν ἑταίρων κελεύει ἑαυτῷ ἕπεσθαι. οἱ δὲ ἄλλοι πρὸς τῇ νηΐ μένουσιν.
  14. 14. ἐπεὶ δὲ εἰς τὸ ἄντρον ἀφικνοῦνται, οὐδένα ἄνθρωπον εὑρίσκουσιν ἔνδον. οἱ οὖν ἑταῖροι, «ὦ Ὀδυσσεῦ,» φασίν, «οὐδεὶς ἄνθρωπός ἐστιν ἔνδον.
  15. 15. ἔλαυνε οὖν τά τε πρόβατα καὶ τὰς αἶγας πρὸς τὴν ναῦν καὶ ἀπόπλει ὡς τάχιστα.»
  16. 16. ὁ δὲ Ὀδυσσεὺς οὐκ ἐθέλει τοῦτο ποιεῖν · βούλεται γὰρ γιγνώσκειν τίς ἐν τῷ ἄντρῳ οἰκεῖ.
  17. 17. οἱ δὲ ἑταῖροι μάλα φοβοῦνται · ὅμως δὲ τῷ Ὀδυσσεῖ πείθονται καὶ μένουσιν ἐν τῷ ἄντρῳ.»
  18. 18. «δι΄ὀλίγου δὲ ψόφον μέγιστον ἀκούουσι καὶ εἰσέρχεται γίγας φοβερός· ὁ γίγας, τοῦ γίγαντος φοβερός < φοβοῦμαι
  19. 19. δεινὸς γάρ ἐστιν· εἷς ὀφθαλμὸς ἐν μέσῳ τῷ μετώπῳ ἔνεστιν. τὸ μέτωπον, ὁ ὀφθαλμός, τοῦ μετώπου τοῦ ὀφθαλμοῦ
  20. 20. ὅ τ΄οὖν Ὀδυσσεὺς καὶ οἱ ἑταῖροι μάλιστα φοβοῦνται καὶ εἰς τὸν τοῦ ἄντρου μυχὸν φεύγουσιν. ὁ μυχός, τοῦ μυχοῦ
  21. 21. ὁ δὲ γίγας πρῶτον μὲν τὰ ποίμνια εἰς τὸ ἄντρον εἰσελαύνει τὰ ποίμνια, των ποιμνίων = πρόβατα τε καῖ αἶγες
  22. 22. επεὶ δὲ πάντα ἔνδον ἐστίν, λίθον μέγιστον αἴρει καὶ εἰς τὴν τοῦ ἄντρου εἴσοδον βάλλει
  23. 23. ἐνταῦθα δὴ πρῶτον μὲν τὰ ποίμνια ἀμέλγει, ἔπειτα δὲ πῦρ καίει. τὸ πῦρ, τοῦ πυρός
  24. 24. οὕτω δὴ τόν τ΄Ὀδυσσέα καὶ τοὺς ἑταίρους ὁρᾷ καί, «ὦ ξένοι,» βοᾷ, «τίνες ἐστὲ καὶ πόθεν πλεῖτε;»
  25. 25. ὁ Ὀδυσσεύς, «ἡμεῖς Ἀχαιοί ἐσμεν,» φησίν, «καὶ ἀπὸ τῆς Τροίας οἴκαδε πλέομεν. χειμὼν δὲ ἡμᾶς ἐνθάδε ἐλαύνει.»
  26. 26. ὁ δὲ Κύκλωψ οὐδὲν ἀποκρίνεται ἀλλὰ ὁρμᾶται ἐπὶ τοὺς Ἀχαιούς·
  27. 27. τῶν ἑταίρων δὲ δύο ἁρπάζει καὶ κόπτει πρὸς τὴν γῆν· ὁ δὲ ἐγκέφαλος ἐκρεῖ καὶ δεύει τὴν γῆν.» ὁ ἐγκέφαλος, τοῦ ἐγκεφάλου ἐκ-ρεῖ, ὥσπερ τὸ ὕδωρ ἐκ τῆς κρήνης
  28. 28. ἡ δὲ Μέλιττα, «παῦε, ὦ Φίλιππε,» φησίν, «παῦε· δεινὸς γάρ ἐστιν ὁ μῦθος. ἀλλ΄ εἰπέ μοι, πῶς ἐκφεύγει ὁ Ὀδυσσεύς; ἆρα πάντας τοὺς ἑταίρους ἀποκτείνει ὁ Κύκλωψ;»
  29. 29. ὁ δὲ Φίλιππος, «οὐδαμῶς,» φησίν· «οὐ πάντας ἀποκτείνει ὁ Κύκλωψ. ὁ γὰρ Ὀδυσσεύς ἐστιν ἀνὴρ πολύμητις.
  30. 30. πρῶτον μὲν οὖν πολὺν οἶνον τῷ Κύκλωπι παρέχει, ὥστε δι΄ὀλίγου μάλα μεθύει.
  31. 31. ἐπεὶ δὲ καθεύδει ὁ Κύκλωψ, ῥόπαλον μέγιστον ὁ Ὀδυσσεὺς εὑρίσκει καὶ τοὺς ἑταίρους κελεύει θερμαίνειν αὐτὸ ἐν τῷ πυρί.
  32. 32. ἐπεὶ δὲ μέλλει ἅψεσθαι τὸ ῥόπαλον, ὁ Ὀδυσσεὺς αἴρει αὐτὸ ἐκ τοῦ πυρὸς καὶ ἐλαύνει εἰς τὸν ἕνα ὀφθαλμὸν τοῦ Κύκλωπος.
  33. 33. Numeral 1 Masc-Fem Neutro εἷς ἕν ἑνά ἕν ἑνός ἑνί
  34. 34. ὁ δὲ ἀναπηδᾷ καὶ δεινῶς κλάζει. ὁ δὲ Ὀδυσσεὺς καὶ οἱ ἑταῖροι εἰς τὸν τοῦ ἄντρου μυχὸν φεύγουσι. ὁ δὲ Κύκλωψ οὐ δύναται αὐτοὺς ὁρᾶν. τυφλὸς γὰρ ἐστιν.»
  35. 35. ἡ δὲ Μέλιττα· «ὡς σοφός ἐστιν ὁ Ὀδυσσεύς. ἀλλὰ πῶς ἐκφεύγουσιν ἐκ τοῦ ἄντρου;»
  36. 36. ὁ δὲ Φίλιππος · «τῇ ὑστεραίᾳ, ἐπεὶ πρῶτον ἀνατέλλει ὁ ἥλιος, ὁ Κύκλωψ τὸν λίθον ἐξαίρει ἐκ τῆς τοῦ ἄντρου εἰσόδου καὶ πάντα τά τε πρόβατα καὶ τὰς αἶγας ἐκπέμπει.
  37. 37. ὁ οὖν Ὀδυσσεὺς τοὺς ἑταίρους κρύπτει ὑπὸ τῶν προβάτων. οὕτω δὴ ὁ Κύκλωψ ἐκπέμπει τοὺς Ἀχαιοὺς μετὰ τῶν προβάτων, οἱ δὲ τὰ πρόβατα πρὸς τὴν ναῦν ἐλαύνουσι καὶ ἀποπλέουσιν.»
  38. 38. ὁ ἥλιος, ἡλίου ὁ παῖς, παιδός τὸ ὄνομα, ὀνόματος τὸ σπέρμα, σπέρματος ὁ κύων, κυνός τὸ πνεῦμα, πνεύματος ἡ γυνή, γυναικός ἡ λάμπας, λαμπάδος τὸ δέρμα, δέρματος

×