Successfully reported this slideshow.
We use your LinkedIn profile and activity data to personalize ads and to show you more relevant ads. You can change your ad preferences anytime.

El arado, primera parte

635 views

Published on

Texto ilustrado para aprender griego antiguo.

Published in: Education
  • Be the first to comment

  • Be the first to like this

El arado, primera parte

  1. 1. Ο ΑΡΟΤΟΣ (α)
  2. 2. ὁ μὲν Δικαιόπολις ἐλαύνει τοὺς βοῦς, οἱ δὲ βόες ἕλκουσι τὸ ἄροτρον.
  3. 3. ὀ δὲ Ξανθίας σπείρει τὸ σπέρμα.
  4. 4. ἀλλὰ ἰδού · μένουσιν οἱ βόες καὶ οὐκέτι ἕλκουσι τὸ ἄροτρον.
  5. 5. ὁ μὲν οὖν Δικαιόπολις τοὺς βοῦς καλεῖ καί , «σπεύδετε, ὦ βόες», φησίν · «μὴ μένετε».
  6. 6. οἱ δὲ βόες ἐτι μένουσιν
  7. 7. ὁ οὖν Δικαιόπολις, «διὰ τί μένετε, ὦ βόες;» φησὶ
  8. 8. βλέπει πρὸς τὸ ἄροτρον, καὶ ἰδού · λίθος ἐμποδίζει αὐτό.
  9. 9. ὁ οὖν Δικαιόπολις λαμβάνει τὸν λίθον ἀλλ΄ οὐκ αἴρει αὐτόν · μέγας γάρ ἐστιν.
  10. 10. καλεῖ οὖν τὸν δοῦλον καί, «ἐλθὲ δεῦρο, ὦ Ξανθία», φησίν, «καὶ συλλάμβανε.
  11. 11. λίθος γὰρ μέγας τὸ ἄροτρον ἐμποδίζει, οἱ δὲ βόες μένουσιν».
  12. 12. ὁ οὖν Ξανθίας βραδέως προσχωρεῖ ἀλλ ΄ οὐ συλλαμβάνει
  13. 13. βλέπει γὰρ πρὸς τὸν λίθον καί, «μέγας ἐστὶν ὁ λίθος, ὦ δέσποτα», φησίν
  14. 14. «ἰδού · οὐ δυνατόν ἐστιν αἴρειν αὐτόν».
  15. 15. ὁ δὲ Δικαιόπολις, «μὴ ῥᾴθυμος ἴσθι», φησίν, «ἀλλὰ βοήθει. δυνατὸν γάρ ἐστιν αἴρειν τὸν λίθον».
  16. 16. ἅμα οὖν ὅ τε δεσπότης καὶ ὁ δοῦλος αἴρουσι τὸν λίθον καὶ φέρουσιν αὐτὸν ἐκ τοῦ ἀγροῦ.
  17. 17. ἐν ᾧ δὲ φέρουσιν αὐτόν, πταίει ὁ Ξανθίας καὶ καταβάλλει τὸν λίθον
  18. 18. ὁ δὲ λίθος πίπτει πρὸς τὸν τοῦ Δικαιοπολέως πόδα.
  19. 19. ὅ οὖν Δικαιόπολις στενάζει καὶ, «ὦ Ζεῦ», φησίν, «φεῦ τοῦ ποδός.
  20. 20. λάμβανε τὸν λίθον, ὦ ἀνόητε, καὶ αἶρε αὐτὸν καὶ μὴ οὕτω σκαιὸς ἴσθι»
  21. 21. ὁ δὲ Ξανθίας, «διὰ τί οὕτω χαλεπὸς εἶ, ὦ δέσποτα;» φησίν
  22. 22. «οὐ γὰρ αἴτιος εἰμι ἐγώ · μέγας γὰρ ἐστιν ὁ λίθος καὶ οὐ δυνατόν ἐστιν αὐτὸν φέρειν»
  23. 23. ὁ δὲ Δικαιόπολις, «μὴ φλυάρει, ὦ μαστιγία, ἀλλ΄ αἶρε τὸν λίθον καὶ ἔκφερε ἐκ τοῦ ἀγροῦ»
  24. 24. αὖθις οὖν αἴρουσι τὸν λίθον καὶ μόλις ἐκφέρουσιν αὐτὸν ἐκ τοῦ ἀγροῦ
  25. 25. ἔπειτα δὲ ὁ μὲν Δικαιόπολις έλαύνει τοὺς βοῦς, οἱ δὲ βόες οὐκέτι μένουσιν ἀλλὰ ἕλκουσι τὸ ἄροτρον

×