Successfully reported this slideshow.
We use your LinkedIn profile and activity data to personalize ads and to show you more relevant ads. You can change your ad preferences anytime.

Lisias, Oración Fúnebre, 1-43

6,275 views

Published on

Lisias, Oración fúnebre 1-43
Grupo ΘΑΛΑΣΣΑ
Ἐπιτάφιος τοῖς Κορινθίων βοηθοῖς.
Texto en griego con preguntas de morfología, sintaxis y etimología.

Published in: Education
  • Be the first to comment

Lisias, Oración Fúnebre, 1-43

  1. 1. Lisias, Oración fúnebre 1-43 Grupo ΘΑΛΑΣΣΑ Ἐπιτάφιος τοῖς Κορινθίων βοηθοῖς (1-43)1. Εἰ μὲν ἡγούμην οἷόν τε εἶναι, ὦ παρόντες ἐπὶ τῷδε τῷ τάφῳ, λόγῳ δηλῶσαι τὴν τῶν ἐνθάδεκειμένων ἀνδρῶν ἀρετήν, ἐμεμψάμην ἂν τοῖς ἐπαγγείλασιν ἐπ᾽ αὐτοῖς ἐξ ὀλίγων ἡμερῶν λέγειν·ἐπειδὴ δὲ πᾶσιν ἀνθρώποις ὁ πᾶς χρόνος οὐχ ἱκανὸς λόγον ἴσον παρασκευάσαι τοῖς τούτων ἔργοις,διὰ τοῦτο καὶ ἡ πόλις μοι δοκεῖ, προνοουμένη τῶν ἐνθάδε λεγόντων, ἐξ ὀλίγου τὴν πρόσταξινποιεῖσθαι, ἡγουμένη οὕτως ἂν μάλιστα συγγνώμης αὐτοὺς παρὰ τῶν ἀκουσάντων τυγχάνειν. 1.- Analiza morfosintácticamente y traduce 2.- a) Morfología: Analiza las siguientes palabras: ἡγούμην, ἀκουσάντων, συγγνώμης. b) Sintaxis: - ¿Qué tipo de oración introduce εἰ? - ¿Qué función hace el dativo λόγῳ? 3.- Etimología: Indica dos derivados modernos de los étimos subrayados.2.ὅμως δὲ ὁ μὲν λόγος μοι περὶ τούτων, ὁ δ᾽ ἀγὼν οὐ πρὸς τὰ τούτων ἔργα ἀλλὰ πρὸς τοὺς πρότερονἐπ᾽ αὐτοῖς εἰρηκότας. τοσαύτην γὰρ ἀφθονίαν παρεσκεύασεν ἡ τούτων ἀρετὴ καὶ τοῖς ποιεῖνδυναμένοις καὶ τοῖς εἰπεῖν βουληθεῖσιν, ὥστε καλὰ μὲν πολλὰ τοῖς προτέροις περὶ αὐτῶν εἰρῆσθαι,πολλὰ δὲ καὶ ἐκείνοις παραλελεῖφθαι, ἱκανὰ δὲ καὶ τοῖς ἐπιγιγνομένοις ἐξεῖναι εἰπεῖν· οὔτε γὰρ γῆςἄπειροι οὔτε θαλάττης οὐδεμιᾶς, πανταχῇ δὲ καὶ παρὰ πᾶσιν ἀνθρώποις οἱ τὰ αὑτῶν πενθοῦντεςκακὰ τὰς τούτων ἀρετὰς ὑμνοῦσι. 1.- Analiza morfosintácticamente y traduce 2.- a) Morfología: Analiza las siguientes palabras: παρεσκεύασεν, βουληθεῖσιν, ἀρετὰς. b) Sintaxis: - ¿Qué función hacen los siguientes infinitivos: εἰπεῖν, παραλελεῖφθαι, ἐξεῖναι? 3.- Etimología: Indica dos derivados modernos de los étimos subrayados.
  2. 2. Lisias, Oración fúnebre 1-43 Grupo ΘΑΛΑΣΣΑ3. πρῶτον μὲν οὖν τοὺς παλαιοὺς κινδύνους τῶν προγόνων δίειμι, μνήμην παρὰ τῆς φήμης λαβών·ἄξιον γὰρ πᾶσιν ἀνθρώποις κἀκείνων μεμνήσθαι, ὑμνοῦντας μὲν ἐν ταῖς ᾠδαῖς, λέγοντας δ’ἐν ταῖςτῶν ἀγαθῶν μνήμαις, τιμῶντας δ’ἐν τοῖς καιροῖς τοῖς τοιούτοις, παιδεύοντας δ’ἐν τοῖς τῶν τεθνεώτωνἔργοις τοῦς ζῶντας. 1.- Analiza morfosintácticamente y traduce 2.- a) Morfología: Analiza las siguientes palabras: μεμνήσθαι, πᾶσιν, μνήμην. b) Sintaxis: - ¿Qué función hace el genitivo κἀκείνων? - Señala los participios y di de que tipo son. 3.- Etimología: Indica dos derivados modernos de los étimos subrayados.4. Ἀμαζόνες γὰρ Ἄρεως μὲν τὸ παλαιὸν θυγατέρες, οἰκοῦσαι δὲ παρὰ τὸν Θερμώδοντα ποταμόν,μόναι μὲν ὡπλισμέναι σιδήρῳ τῶν περὶ αὐτάς, πρῶται δὲ τῶν πάντων ἐφ’ἵππους ἀναβᾶσαι, οἷςἀναλπίστως δι’ἀπειρίαν τῶν ἐναντίων ἥρουν μὲν οὺς φεύγοντας, ἀπέλειπον δὲ διώκοντας ἐνομίζοντοδὲ διὰ τὴν εὐψυχῖαν μᾶλλον ἄνδρες ἤ διὰ τὴν φύσιν γυναῖκες· πλέον γὰρ ἐδόκουν τῶν ἀνδρῶν ταῖςψυχαῖς διαφέρειν ἤ ταῖς ἰδέαις ἐλλείπειν. 1.- Analiza morfosintácticamente y traduce 2.- a) Morfología: Analiza las siguientes palabras: ἐδόκουν, οἷς, θυγατέρες. b) Sintaxis: - ¿ Qué tipo de subordinada introduce οἷς ? - ¿ Cuál es su antecedente? 3.- Etimología: Indica dos derivados modernos de los étimos subrayados.
  3. 3. Lisias, Oración fúnebre 1-43 Grupo ΘΑΛΑΣΣΑ5. ἄρχουσαι δὲ πολλῶν ἐθνῶν, καὶ ἔργῳ μὲν τοὺς περὶ αὐτὰς καταδεδουλωμέναι, λόγῳ δὲ περὶ τῆσδετῆς χώρας ἀκούουσαι κλέος μέγα, πολλῆς δόξης καὶ μεγάλης ἐλπίδος χάριν παραλαβοῦσαι τὰμαχιμώτατα τῶν ἐθνῶν ἐστράτευσαν ἐπὶ τήνδε τὴν πόλιν. τυχοῦσαι δ’ἀγαθῶν ἀνδρῶν ὁμοίαςἐκτήσαντο τὰς ψυχὰς τῇ φύσει, καὶ ἐναντίαν τὴν δόξαν τῆς προτέρας λαβοῦσαι μᾶλλον ἐκ τῶνκινδύνων ἤ ἐκ τῶν σωμάτων ἔδοξαν εἶναι γυναῖκες. 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: ἔδοξαν, μαχιμώτατα, ἐλπίδος. b) Sintaxis: - ¿ Qué función sintáctica realiza los genitivos τῶν ἐθνῶν, ἀγαθῶν, ἀνδρῶν? 3.- Etimología: Indica dos derivados modernos de los étimos subrayados.6. μόναις δ’αὐταῖς οὐκ ἐξεγένετο ἐκ τῶν ἡμαρτημένων μαθούσαις περὶ τῶν λοιπῶν ἄμεινονβουλεύσασθαι οὐδ’ οἴκαδε ἀπελθούσαις ἀπαγγείλαι τήν τε σφετέραν αὐτῶν δυστυχίαν καὶ τὴν τῶνἡμετέρῶν προγόνων ἀρετήν· αὐτοῦ γὰρ ἀποθανοῦσαι, καὶ δοῦσαι δίκην τῆς ἀνοίας, τῆσδε μὲν πόλεωςδιὰ τὴν ἀρετὴν ἀθάνατον [τὴν] μνήμην ἐποίησαν, τὴν δὲ ἑαυτῶν πατρίδα διὰ τὴν ἐνθάδε συμφορὰνἀνώνυμον κατέστησαν. ἐκεῖναι μὲν οὖν τῆς ἀλλοτρίας ἀδίκως ἐπιθυμήσασαι τὴν ἑαυτῶν δικαίωςἀπώλεσαν. 1.- Analiza morfosintácticamente y traduce 2.- a) Morfología: Analiza las siguientes palabras: βουλεύσασθαι, πατρίδα, ἐκεῖναι. b) Sintaxis: - Analiza sintácticamente la siguiente oración: ἐκεῖναι μὲν οὖν τῆς ἀλλοτρίας ἀδίκως ἐπιθυμήσασαι τὴν ἑαυτῶν δικαίως ἀπώλεσαν. 3.- Etimología: Indica dos derivados modernos de los étimos subrayados.
  4. 4. Lisias, Oración fúnebre 1-43 Grupo ΘΑΛΑΣΣΑ7. Ἀδράστου δὲ καὶ Πολυνείκους ἐπὶ Θήβας στρατευσάντων καὶ ἡττηθέντων μάχῃ, οὐκ ἐώντωνΚαδμείων θάπτειν τοὺς νεκρούς, Ἀθηναῖοι ἡγησάμενοι ἐκείνους μέν, εἴ τι ἠδίκουν, ἀποθανόνταςδίκην ἔχειν τὴν μεγίστην, τοὺς δὲ κάτω τὰ αὑτῶν οὐ κομίζεσθαι, ἱερῶν δὲ μιαινομένων τοὺς ἄνωθεοὺς ἀσεβεῖσθαι, τὸ μὲν πρῶτον πέμψαντες κήρυκας ἐδέοντο αὐτῶν δοῦναι τῶν νεκρῶν ἀναίρεσιν,8. νομίζοντες ἀνδρῶν μὲν ἀγαθῶν εἶναι ζώντας τοὺς ἐχθροὺς τιμωρήσασθαι, ἀπιστούντων δὲ σφίσιναὐτοῖς ἐν τοῖς τῶν τεθνεώτων σώμασι τὴν εὐψυχίαν ἐπιδείκνυσθαι· οὐ δυνάμενοι δὲ τούτων τυχεῖνἐστράτευσαν ἐπ’αὐτούς, οὐδεμιᾶς διαφορᾶς πρότερον πρὸς Καδμείους ὑπαρχούσης, οὐδὲ τοῖς ζῶσινἈργείων χαριζόμενοι, 9. ἀλλὰ τοὺς τεθνεῶτας ἐν τῷ πολέμῷ ἀξιοῦντες τῶν νομιζομένων τυγχάνεινπρὸς τούς ἑτέρους ὑπὲρ ἀμφοτέρων ἐκινδύνευσαν, ὑπὲρ μέν τῶν, ἵνα μηκέτι εἰς τοὺς τεθνεῶταςεξαμαρτάνοντες πλείω περὶ τοὺς θεοὺς ἐξυβρίσωσιν, ὑπὲρ δὲ τῶν ἑτέρων, ἵνα μή πρότερον εἰς τὴναὐτων ἀπέλθωσι πατρίου τιμῆς ἀτυχήσαντες καὶ Ἐλληνικοῦ νόμου στερηθέντες καὶ κοινῆς ἐλπίδοςἡμαρτηκότες. 7. 1.- Analiza morfosintácticamente y traduce 2.- a) Morfología: - Analiza las siguientes palabras: ἡγησάμενοι, πέμψαντες, ἐδέοντο. b) Sintaxis: - ¿Qué tipo de oraciones introduce la conjunción εἰ? 3.- Etimología: Indica dos derivados modernos de los étimos subrayados. 8. 1.- Analiza morfosintácticamente y traduce 2.- a) Morfología: - Analiza las siguientes palabras: σφίσιν, οὐδεμιᾶς, σώμασι. b) Sintaxis: - ¿Qué tipo de genitivo es ἀνδρῶν ἀγαθῶν? - ¿Qué función sintáctica realiza el infinitivo τιμωρήσασθαι? 3.- Etimología: Indica dos derivados modernos de los étimos subrayados. 9. 1.- Analiza morfosintácticamente y traduce 2.- a) Morfología: - Analiza las siguientes palabras: ἐξυβρίσωσιν, τυγχάνειν, ἑτέρων. b) Sintaxis: - ¿Qué tipo de oraciones introduce la conjunción ἵνα? 3.- Etimología: Indica dos derivados modernos de los étimos subrayados.
  5. 5. Lisias, Oración fúnebre 1-43 Grupo ΘΑΛΑΣΣΑ10. ταῦτα διανοηθέντες, καὶ τὰς ἐν τῷ πολέμῷ τύχας κοινὰς ἁπάντων ἀνθρώπων νομίζοντες,πολλούς μὲν πολεμίους κτώμενοι, τὸ δὲ δίκαιον ἔχοντες σύμμαχον ἐνίκων μαχόμενοι, καὶ οὐχ ὑπὸτῆς τύχης ἐπαρθέντες μείζονος παρὰ Καδμείων τιμωρίας ἐπεθύμησαν, ἀλλ’ ἐκείνοις μὲν ἀντὶ τῆςἀσεβείας τὴν ἑαυτων ἀρετὴν ἐπεδειξαντο, αὐτοι δὲ λαβόντες τὰ ἄθλα ὧνπερ ἕνεκα ἀφικοντο, τουςἈργείων νεκρούς, ἔθαψαν ἐν τῇ αὑτων Ἐλευσῖν περὶ μὲν οὖν τοὺς ἀποθανόντας τῶν ἑπτὰ ἐπὶ Θήβαςτοιοῦτοι γεγόνασιν. 1.- Analiza morfosintácticamente y traduce 2.- a) Morfología: - Analiza las siguientes palabras: ἐνίκων, ἀσεβείας, ἀφικοντο. b) Sintaxis: - Señala los participios del fragmento y dí de qué tipo son. 3.- Etimología: Indica dos derivados modernos de los étimos subrayados.11. ὑστέρῳ δὲ χρόνῳ, ἐπειδὴ Ἡρακλῆς μὲν ἐξ ἀνθρώπων ἠφανίσθη, οἱ δὲ παῖδες αὐτοῦ ἔφευγον μὲνΕὐρυσθέα, ἐξηλαύνοντο δὲ ὑπὸ πάντων τῶν Ἑλλήνων, αἰσχυνομένων μὲν τοῖς ἔργοις, φοβουμένων δὲτὴν Εὐρυσθέως δύναμιν, ἀφικόμενοι εἰς τήνδε τὴν πόλιν ἱκέται ἐπὶ τῶν βωμῶν ἐκαθέζοντο· 1.- Analiza morfosintácticamente y traduce 2.- a) Morfología: - Analiza las siguientes palabras: ἐξηλαύνοντο, δύναμιν, ἱκέται. b) Sintaxis: - ¿Qué clase de oración es: ἐπειδὴ Ἡρακλῆς μὲν ἐξ ἀνθρώπων ἠφανίσθη ? 3.- Etimología: Indica dos derivados modernos de los étimos subrayados.12. ἐξαιτουμένου δὲ αὐτοὺς Εὐρυσθέως Ἀθηναῖοι οὐκ ἠθέλησαν ἐκδοῦναι, ἀλλὰ τὴν Ἡρακλέουςἀρετὴν μᾶλλον ᾐδοῦντο ἢ τὸν κίνδυνον τὸν ἑαυτῶν ἐφοβοῦντο, καὶ ἠξίουν ὑπὲρ τῶν ἀσθενεστέρωνμετὰ τοῦ δικαίου διαμάχεσθαι μᾶλλον ἤ τοῖς δυναμένοις χαριζόμενοι τοὺς ὑπ’ἐκείνων ἀδικουμένουςἐκδοῦναι. 1.- Analiza morfosintácticamente y traduce 2.- a) Morfología: - Analiza las siguientes palabras: Εὐρυσθέως, ἀσθενεστέρων, ἐκδοῦναι. b) Sintaxis: - Localiza y comenta la función del genitivo absoluto. 3.- Etimología: Indica dos derivados modernos de los étimos subrayados.
  6. 6. Lisias, Oración fúnebre 1-43 Grupo ΘΑΛΑΣΣΑ13. ἐπιστρατεύσαντος δ’Εὐρυσθέως μετὰ τῶν ἐν ἐκείνῷ τῷ χρονῷ Πελοπὸννησον ἐξόντων, οὐκ ἐγγύςτῶν δεινῶν γενόμενοι μετέγνωσαν, ἀλλὰ τὴν αὐτὴν εἶχον γνώνην ἥνπερ πρότερον, ἀγαθὸν μὲνοὐδὲν ιδίᾳ ὑπὸ τοῦ πατρὸς αὐτῶν πεπονθότες, ἐκείνους τ’οὐκ εἰδότες ὁποῖοί τινες ἄνδρες ἔσονταιγενόμενοι· 1.- Analiza morfosintácticamente y traduce 2.- a) Morfología: - Analiza las siguientes palabras: μετέγνωσαν, ἔσονται, ὁποῖοί. b) Sintaxis: - ¿Qué tipo de oración es: ὁποῖοί τινες ἄνδρες ἔσονται γενόμενοι? - ¿Qué función sintáctica realiza? 3.- Etimología: Indica dos derivados modernos de los étimos subrayados.14. δἰκαιον δὲ νομιίζοντες εἶναι, οὐ προτέρας ἔχθρας ὑπαρχούσης πρὸς Εὐρυσθέα, οὐδε κέρδουςπροκειμένου πλὴν δόξης ἀγαθῆς, τοσοῦτον κίνδθνον ὑπὲρ αὐτῶν ἢραντο, τοὺς μὲν ἀδικουμένουςἐλεοῦντες, τοὺς δ`ὑβρίζοντας μισοῦντες, καὶ τοὺς μὲν κωλύειν ἐπιχειροῦντες, τοῖς δ`ἐπικουρεῖνἀξιοῦντες, ἡγούμενοι ἐλευθερίας μὲν σημεῖον εἶναι μηδὲν ποιεῖν ἂκοντας, δικαιοσύνης δὲ τοῖςἀδικουμένοις βοηθεῖν, εὐψυχίας δ`ὑπὲρ τούτων ἀμφοτέρων, εἰ δέοι, μαχομένους ἀποθνῄσκειν. 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: ἀποθνῄσκειν, κέρδους, σημεῖον. b) Sintaxis: - ¿Cómo se construyen las oraciones subordinadas condicionales? Marca la que hay en el texto. 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos.
  7. 7. Lisias, Oración fúnebre 1-43 Grupo ΘΑΛΑΣΣΑ15. τοσοῦτον δ`ἐφρόνουν ἀμφότεροι, ὥσθ`οἱ μὲν μετ`Εὐρυσθέως οὐδὲν παρ`ἑκόντων ἐζήτουνεὑρίσκεσθαι, Ἀθηναῖοι δὲ οὐκ <ἂν> ἠξίουν Εὐρυσθέα αὐτὸν ἱκετεύοντα τοὺς ἱκέτας παρ`ἑαυτῶνἐξελεῖν. Παραταξάμενοι δ`ἰδίᾳ δυνάμει τὴν ἐξ ἁπάσης Πελοποννήσου στρατιὰν ἐλθοῦσαν ἐνίκων μαχόμενοι, καὶ τῶν Ἡρακλέους παίδων τὰ μὲν σώματα εἰς ἂδειαν κατέστησαν,ἀπαλλάξαντες δὲ τοῦ δέους καὶ τὰς ψυχὰς ἠλευθέρωσαν, διὰ δὲ τὴν τοῦ πατρὸς ἀρετὴνἐκείνους τοῖς αὑτῶν κινδύνοις ἐστεφάνωσαν. 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: παραταξάμενοι, σώματα, Ἡρακλέους . b) Sintaxis: - Señala los participios que hay en el fragmento y dí de que tipo son. 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos.16. τοσοῦτον δὲ εὐτυχέστεροι παῖδες ὄντες ἐγένοντο τοῦ πατρός· ὁ μὲν γὰρ, καὶπερ ὤν ἀγαθῶνπολλῶν αἴτιος ἅπασιν ἀνθρώποις, ἐπίπονον καὶ φιλόνοκον καὶ φιλότιμον αὑτῷ καταστήσας τὸν βίοντοὺς μὲν ἄλλους ἀδικούντας ἐκόλασεν, Εὐρυσθέα δὲ καὶ ἐχθρὸν ὄντα καὶ εἰς αὐτὸν ἐξαμαρτάνονταοὐχ οἷος τε ἧν τιμωρήσασθαι· οἰ δὲ παῖδες αὐτου διὰ τήνδε τήν πόλιν τῇ αὐτῇ εἶδον ἡμερᾳ τήν1θἑαυτῶν σωτηρίαν καὶ τὴν τῶν ἐχθρῶν τιμωρίαν. 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: εὐτυχέστεροι, πατρός, τιμωρήσασθαι . b) Sintaxis: Analiza sintácticamente la siguiente oración: οἰ δὲ παῖδες αὐτου διὰ τήνδε τήν πόλιν τῇ αὐτῇ εἶδον ἡμερᾳ τήν θἑαυτῶν σωτηρίαν καὶ τὴν τῶν ἐχθρῶν τιμωρίαν. 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos.1οὐχ οἷος τε ἧν...: no fue capaz de...
  8. 8. Lisias, Oración fúnebre 1-43 Grupo ΘΑΛΑΣΣΑ17. πολλὰ μὲν ὑπῆρχε τοῖς ἡμετέροις προγόνοις μιᾷ γνώμῃ χρωμένοις περὶ τοῦ δικαίου διαμάχεσθαι.ἣ τε γὰρ ἀρχὴ τοῦ βίου δικαία· οὐ ὣσπερ, οἱ πολλοί, πανταχόθεν συνειλεγμένοι καὶ ἑτέρουςἐκβαλόντες τὴν ἀλλοτρίαν ᾢκησαν, ἀλλαὐτόχθονες ὂντες τὴν αὐτὴν ἐκέκτηντο μητέρα καὶ πατρίδα. 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: ὑπῆρχε, ᾢκησαν, μητέρα. b) Sintaxis: ¿Qué función sintáctica realiza el infinitivo: διαμάχεσθαι? 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos.18. πρῶτοι δὲ καὶ μόνοι ἐν ἐκείνῳ τῷ χρόνῳ ἐκβαλόντες τὰς παρὰ σφίσιν αὐτοῖς δυναστείαςδημοκρατίαν κατεστήσαντο, ἡγούμενοι τὴν πάντων ἐλευθερίαν ὁμόνοιαν εἶναι μεγίστην, κοινὰςδἀλλήλοις τάς ἐκ τῶν κινδύνων ἐλπίδας ποιήσαντες ἐλευθέραις ταῖς ψυχαῖς ἐπολιτεύοντο, 19. νόμῳτοὺς ἀγαθοὺς τιμῶντες καὶ τοὺς κακοὺς κολάζοντες, ἡγησάμενοι θηρίων μὲν ἒργον εἶναιὑπἀλλήλων βίᾳ κρατεῖσθαι, ἀνθρώποις δὲ προσήκειν νόμῳ μέν ὁρίσαι τὸ δίκαιον, λόγῳ δὲ πεῖσαι,ἒργῳ δὲ τούτοις ὑπηρετεῖν, ὑπο νόμου μὲν βασιλευομένους, ὑπὸ λόγου δὲ διδασκομένους. 18. 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: κατεστήσαντο, σφίσιν, ἐπολιτεύοντο. b) Sintaxis: Señala los participios del fragmento y di de qué tipo son. 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos. 19. 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: τιμῶντες, ὁρίσαι, ἀλλήλων. b) Sintaxis: Señala los dativos del fragmentot y di qué función sintáctica realizan. 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos.
  9. 9. Lisias, Oración fúnebre 1-43 Grupo ΘΑΛΑΣΣΑ20. καὶ γὰρ τοι καὶ φύντες καλῶς καὶ ὃμοια, πολλὰ μὲν καλὰ καὶ θαυμαστὰ οἱ πρόγονοι τῶν ἐνθάδεκειμένων ἠργάσαντο, ἀείμνηστα δὲ καὶ μεγάλα καὶ πανταχοῦ οἱ ἐξ ἐκείνων γεγονότες τρόπαια διὰτὴν αὑτῶν ἀρετὴν κατέλιπον. μόνοι γὰρ ὑπὲρ ἁπασης τῆς Ἑλλάδος πρὸς πολλὰς μυριάδας τῶνβαρβάρων διεκινδύνευσαν. 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: κατέλιπον, γεγονότες, ἀείμνηστα. b) Sintaxis: Analiza sintácticamente la siguiente oración: μόνοι γὰρ ὑπὲρ ἁπασης τῆς Ἑλλάδος πρὸς πολλὰς μυριάδας τῶν βαρβάρων διεκινδύνευσαν 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos.21. ὁ γὰρ τῆς Ἀσίας βασιλεύς οὐκ ἀγαπῶν τοῖς ὑπάρχουσιν ἀγαθοῖς, ἀλλ ἐλπίζων καὶ τὴν Εὐρώπηνδουλώσεσθαι, ἒστειλε πεντήκοντα μυρίαδας στρατατιάν, ἡγησάμενοι δέ, εἰ τήνδε τὴν πόλιν ἢἑκοῦσαν φίλην ποιήσαιντο ἢ ἂκουσαν καταστρέψαιντο, ῥαδίως τῶν ἂλλων Ἑλλήνων ἂρξειν,ἀπέβησαν εἰς Μαραθῶνα, νομίζοντες οὓτως ἂν ἐρημοτάτους εἶναι συμμάχῶν [τοὺς Ἓλληνας], εἰ ἒτιστασιαζούσης τῆς Ἑλλάδος ᾧ τινι χρὴ τρόπῳ τοὺς ἐπιόντας ἀμύνασθαι τὸν κίνδυνον ποιήσαιντο. 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: ἐρημοτάτους, ἀπέβησαν, χρὴ . b) Sintaxis: Explica las oraciones subordinadas condicionales. Marca la que hay en el texto. Marca los optativos e indica de qué tipo son. 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos.
  10. 10. Lisias, Oración fúnebre 1-43 Grupo ΘΑΛΑΣΣΑ22. ἒτι δαὐτοῖς ἐκ τῶν προτέρων ἒργων περὶ τῆς πόλεως τοιαύτη δόξα παρειστήκει, ὡς εἰ μὲνπρότερον ἐπἂλλην πόλιν ἲασιν, ἐκείνος καὶ Ἀθηναίοις πολεμήσουσι· προθύμως γὰρ τοῖςἀδικουμένοις ἣξουσι βοηθήσοντες· εἰ δἐνθάδε πρῶτον ἀφίξονται, οὐδένας ἂλλους τῶν Ἑλλήνωντολμήσειν ἑτέρους σῴζοντας φανερὰν ἒχθραν πρὸς ἐκείνους ὑπὲρ αὐτῶν καταθέσθαι. 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: παρειστήκει, ἣξουσι, τολμήσειν. b) Sintaxis: ¿Qué tipo de oraciones introduce la conjunción εἰ?. Indica las que hay en el texto. 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos.23. οἱ μέν τοίνυν τοιαῦτα διεοοῦντο· οἱ δἡμέτεροι πρόγονοι οὐ λογισμῷ δόντες τοὺς ἐν τῷ πολέμῳκινδύνους, ἀλλὰ νομίζοντες τὸν εὐκλεᾶ θάνατον ἀθάνατον περὶ τῶν ἀγαθῶν καταλείπεν λόγον, οὐκἐφοβήθησαν τὸ πλῆθος τῶν ἐναντίων, ἀλλὰ τῇ αὑτῶν ἀρετῇ μᾶλλον ἐπίστεθσαν. καὶ αἰσχυνόμενοιὃτι ἦσαν οἱ βάρβαροι αὐτῶν ἐν τῇ χώρᾳ, οὐκ ἀνέμειναν πυθέσθαι οὐδὲ βοηθῆσαι τοὺς συμμάχους,οὐδᾠἠθησαν δεῖν ἑτέροις τῆς σωτηρίας χάριν εἰδέναι, ἀλλὰ σφίσιν αὐτοῖς τοὺς ἂλλους Ἓλληνας. 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: ἐφοβήθησαν, εὐκλεᾶ , ᾠἠθησαν. b) Sintaxis: Oraciones subordinas completivas: tipos y función sintáctca. Marca la que hay en el texto, indicando a qué tipo pertenece y cuál es su función sintáctica 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos.
  11. 11. Lisias, Oración fúnebre 1-43 Grupo ΘΑΛΑΣΣΑ24. ταῦτα μιᾷ γνώμῃ πάντες γνόντες ἀπήντων ὀλίγοι πρὸς πολλούς· ἐνόμιζον γὰρ ἀποθανεῖν μὲναὐτοῖς μετὰ πάντων προσήκειν, ἀγαθοὺς δ εἶναι μετὀλίγων, καὶ τὰς μὲν ψυχὰς ἀλλοτρίας διὰ τὸνθάνατον κεκτήσθαι, τὴν δἐκ τῶν κινδύνων μνήμην ἰδίαν καταλείψειν. ἠξίουν δέ, οὓς μὴ μόνοινικῷεν, οὐδἂν μετὰ τῶν συμμάχων δύνασθαι· καὶ ἡττηθέντες μὲν ὀλίγῳ τῶν ἂλλων προαπολεῖσθαι,νικήσαντες δὲ καὶ τοὺς ἂλλους ἐλευθερώσειν. 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: κεκτήσθαι, νικήσαντες, οὓς. b) Sintaxis: Analiza sintácticamente los infinitivos que aparecen en el fragmento. 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos.25. ἂνδρες δἀγαθοὶ γενόμενοι, καὶ τῶν μὲν σωμάτων ἀφειδήσαντες, ὑπὲρ δὲ τῆς ἀρετῆς οὐφιλοψυχήσαντες, καὶ μᾶλλον τοὺς παραὑτοῖς νόμους αἰσχυνόμενοι ἢ τὸν πρὸς τοὺς πολεμίουςκίνδυνον φοβούμενοι, ἒστησαν μὲν τρόπαιον ὑπὲρ τῆς Ἑλλάδος τῶν βαρβάρων ἐν τῇ αὑτῶν, ὑπὲρχρημάτων εἰς τὴν ἀλλοτρίαν ἐμβαλόντων, 26. παρὰ τοὺς ὃρους τῆς χώρας, οὓτω δὲ διὰ ταχέων τὸνκίνδυνον ἐποιήσαντο, ὣστε οἱ αὐτοὶ τοῖς ἂλλοις ἀπήγγειλαν τήν τἐνθάδε ἂφιξιν τῶν βαρβάρων καὶτὴν νίκην τῶν προγόνων. καὶ γάρ τοι οὐδεὶς τῶν ἂλλων ἒδεισεν ὑπὲρ τοῦ μέλλοντος κινδύνου,ἀλλἀκούσαντες τῆς αὐτῶν ἐλευθερίας ἣσθησαν. ὣστε οὐδὲν θαυμαστόν, πάλαι τῶν ἒργωνγεγενημένων, ὣσπερ καινῶν ὂντων ἒτι καὶ νῦν τὴν ἀρετήν αὐτῶν ὑπὸ πάντων ἀνθρώπων ζηλοῦσθαι. 25. 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: ἒστησαν, νόμους, ἐμβαλόντων. b) Sintaxis: Explica la construcción: [...]καὶ μᾶλλον τοὺς παραὑτοῖς νόμους αἰσχυνόμενοι ἢ τὸν πρὸς τοὺς πολεμίους κίνδυνον φοβούμενοι,[...] 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos. 26. 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: ἂφιξιν, ζηλοῦσθαι, ἐλευθερίας. b) Sintaxis: Explica las oraciones subordinadas consecutivas. Marca la que hay en el fragmento indicando cuál es su antecedente 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos.
  12. 12. Lisias, Oración fúnebre 1-43 Grupo ΘΑΛΑΣΣΑ27. μετὰ ταῦτα δὲ Ξέρξης ὁ τῆς Ασίας βασιλεύς, καταφρονήσας μὲν τῆς Ἑλλάδος, ἐψευσμένος δὲ τῆςἐλπίδος, ἀτιμαζόμενος δὲ τῷ γεγενημένῳ, ἀχθόμενος δὲ τῇ συμφορᾷ, ὀργιζόμενος δὲ τοῖς αἰτίοις,ἀπαθὴς δὢν κακῶν καὶ ἂπειρος ἀνδρῶν ἀγαθῶν, δεκάτῳ ἒτει παρασκεθασάμενος διακοσίας μὲν καὶχιλίας ναυσὶν ἀφίκετο, τῆς δὲ πεζῆς στρατιᾶς οὓτως ἂπειρον τὸ πλῆθος ἧγεν, ὧστε καὶ τὰ ἒθνη τὰμεταὐτοῦ ἀκολουθήσαντα πολύ ἂν ἒργον εἲη καταλέξαι· 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: ἀκολουθήσαντα, καταλέξαι, ὢν. b) Sintaxis: Marca los participios que hay en el texto y dí de qué tipo son 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos.28. ὅ δὲ μέγιστον σημεῖον τοῦ πλήθους· ἐξὸν γάρ αὐτῷ χιλίας ναυσὶ διαβιβάσαι κατὰ τὸ στενότατοντοῦ Ἑλλησπόντου τὴν πεζὴν στρατιὰν ἐκ τῆς Ασίας εἰς τὴν Εὐρώπην, οὐκ ἠθέλησεν, ἡγούμενος τὴνδιατριβὴν αὑτῷ πολλὴν ἒσεσθαι· 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: στενότατον, ἠθέλησεν,ὅ . b) Sintaxis: Analiza sintácticamente la siguiente oración. ἐξὸν γάρ αὐτῷ χιλίας ναυσὶ διαβιβάσαι κατὰ τὸ στενότατον τοῦ Ἑλλησπόντου τὴν πεζὴν στρατιὰν ἐκ τῆς Ασίας εἰς τὴν Εὐρώπην 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos.
  13. 13. Lisias, Oración fúnebre 1-43 Grupo ΘΑΛΑΣΣΑ29. ἀλλὑπεριδὼν καὶ τὰ φύσει πεφυκότα καὶ τὰ θεῖα πράγματα καὶ τὰς ἀνθρωπίνας διανοίας ὁδὸνμὲν διὰ τῆς θαλάττης ἐποιήσατο, πλοῦν δὲ διὰ τῆς γῆς ἠνάγκασε γενέσθαι, ζεύξας μέν τὸνἙλλήσποντο, διορύξας δὲ τὸν Ἂθω, ὑφισταμένου οὐδενός, ἀλλὰ τῶν μὲν ἀκόντων ὐπακουόντων, τῶνδὲ ἑκόντων προδιδόντων. οἱ μὲν οὐχ ἱκανοὶ ἦσαν ἀμύνασθαι, οἱ δὑπὸ χρημάτων διεφθαρμένοι·ἀμφότερα δἦν αὐτοὺς τὰ πείθοντα, κέρδος καὶ δέος. 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: φύσει, ἐποιήσατο, ἦσαν. b) Sintaxis: Marca los infinitivos del fragmento y di qué función sintáctica realizan. 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos.30. Ἀθηναῖοι δοὓτως διακειμένης τῆς Ἑλλάδος αὐτοὶ μὲν εἰς τὰς ναῦς ἐμβάντες ἐπ Ἀρτεμίσιονἐβοήθησαν, Λακεδαιμόνοι δὲ καὶ τῶν συμμάχων ἒνιοι εἰς Θερμοπύλας ἀπήντησαν, ἡγούμενοι διὰ τὴνστενότητα τῶν χωρίων τὴν πάροδον οἷοι τἒσεσθαι διαφυλάξαι. 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: ἐβοήθησαν, οἷοι, διαφυλάξαι. b) Sintaxis: Explica la siguiente construcción: “διακειμένης τῆς Ἑλλάδος" 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos.31. γενομένου δὲ τοῦ κινδύνου κατὰ τὸν αὐτὸν χρόνον Ἀθηναῖοι μὲν ἐνίκων τῇ ναυμαχίᾳ,Λακεδαιμόνιοι δέ, οὐ ταῖς ψυχαῖς ἐνδεεῖς γενόμενοι, ἀλλὰ τοῦ πλήθους ψευθέντες καὶ οὓς φυλάξεινᾢοντο καὶ πρὸς οὓς κινδυνεύσειν ἒμελλον <διεφθάρησαν> οὐχ ἡττηθέντες τῶν ἐναντίων,ἀλλἀποθανόντες οὗπερ ἐτάχθησαν μάχεσθαι· 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: ἐνίκων, γενόμενοι, οὓς. b) Sintaxis: Explica la siguiente construcción: “γενομένου δὲ τοῦ κινδύνου κατὰ τὸν αὐτὸν χρόνον" 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos.
  14. 14. Lisias, Oración fúnebre 1-43 Grupo ΘΑΛΑΣΣΑ32. τούτῳ δὲ τῷ τρόπῳ τῶν μὲν δυστυχησάντων, τῶν δὲ τῆς παρόδου κρατησάντων, οἱ μὲν ἐπορεύοντοἐπὶ τήνδε τὴν πόλιν, οἱ δ ἡμέτεροι πρόγονοι πυθόμενοι μὲν τὴν γεγενημένην Λακεδαιμονίοιςσυμφορὰν, ἀποροῦντες δὲ τοῖς περιεστηκόσι πράγμασιν, εἰδότες δ ὃτι, εἰ μὲν κατὰ γῆν τοῖςβαρβάροις ἀπαντήσονται, ἐπιπλεύσαντες χιλίαις ναυσὶν ἐρήμην τὴν πόλιν λήψονται, εἰ δὲ εὶς τὰςτριήρεις ἐμβήσονται, ὑπὸ τῆς πεζῆς στρατιᾶς ἁλώσονται, ἀμφότερα δὲ οὐ δυνήσονται,ἀμύνασθαι τεκαὶ φυλακὴν ἱκανὴν καταλιπεῖν, (33) δυοῖν δὲ προκειμένοιν, πότερον χρὴ τὴν πατρίδα ἐκλιπεῖν ἢμετὰ τῶν βαρβάρων γενομένους καταδουλώσασθαι τοὺς Ἓλληνας, ἡγησάμενοι κρεῖττον εἶναι μετἀρετῆς καὶ πενίας καὶ φυγῆς ἐλευθερίαν ἢ μετ ὀνείδους καὶ πλούτου δουλείαν τῆς πατρίδος, ἐξέλιπονὑπὲρ τῆς Ἑλλάδος τὴν πόλιν, ἳν ἐν μέρει πρὸς ἑκατέραν ἀλλὰ μὴ πρὸς ἀμφοτέρας ἃμα τὰς δυνάμειςκινδυνεύσωσιν. 32. 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: πράγμασιν, λήψονται, ἐπορεύοντο. b) Sintaxis: Explica las oraciones subordinadas condicionales y marca las que hay en el fragmento. 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos. 33. 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: προκειμένοιν, κρεῖττον, ἐξέλιπον. b) Sintaxis: Indica los infinitivos del fragmento y dí que función sintácica realizan. 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos.
  15. 15. Lisias, Oración fúnebre 1-43 Grupo ΘΑΛΑΣΣΑ34. ὑπεκθέμενοι δὲ παῖδας καὶ γυναῖκας καὶ μητέρας εἰς Σαλαμῖνα, συνήθροιζον καὶ τὸ τῶν ἂλλωνσύμμάχων ναυτικόν, οὐ πολλαῖς δ ὓστερον ἡμέραις ἦλθε καὶ ἡ πεζή στρατιὰ καὶ τὸ ναυτικὸν τὸ τῶνβαρβάρων, ὃ τίς οὐκ ἂν ἰδὼν ἀφοβήθη, ὡς μέγας καὶ δεινὸς τῇδε τῇ πόλει κίνδυνος ὑπὲρ τῆς τῶνἙλλήνων ἐλεθερίας ἠγωνίσθη; 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: γυναῖκας, ἦλθε , ὃ. b) Sintaxis: Explica las oraciones subordinadas relativas. Marca la que hay en el fragmento e indica de quién depende. 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos.35. ποίαν δὲ γνώμην εἶχον ἢ οἱ θεώμενοι τοὺς ἐν ταῖς ναυσὶν ἐκείναις, οὒσης καὶ τῆς αὑτῶν σωτηρίαςἀπίστου καὶ τοσούτου προσιόντος κινδύνου, ἢ οἱ μέλλοντες ναυμαχήσειν ὑπὲρ τῆς φιλότητος, ὑπὲρτῶν ἂθλων τῶν ἐν Σαλαμίνι; 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: εἶχον, ναυμαχήσειν , τοσούτου. b) Sintaxis: Explica la siguiente construcción: οὒσης καὶ τῆς αὑτῶν σωτηρίας ἀπίστου καὶ τοσούτου προσιόντος κινδύνου 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos.36. οἷς τοσοῦτον πανταχόθεν περιειτήκει πλὴθος πολεμίων, ὣστε ἐλάχιστον μὲν αὐτοῖς εἶναι τῶνπαρόντων κακῶν τὸν θάνατον τὸν αῦτῶν προειδέναι, μεγίστην δὲ συμφορὰν, < ἂ> ὑπὸ τῶν βαρβάρωνεὐτυχησάντων τοὺς ὑπεκτεθέντας ἢλπιζον πείσεσθαι. 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: ἐλάχιστον, εὐτυχησάντων , οἷς. b) Sintaxis: Marca los genitivos del fragmento y dí que función sintáctica tienen. 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos.
  16. 16. Lisias, Oración fúnebre 1-43 Grupo ΘΑΛΑΣΣΑ37. ἦ που διὰ τὴν ὑπάρχουσαν ἀπορίαν πολλάκις μὲν ἐδεξιώσαντο ἀλλήλους, εἰκότως δὲ σφᾶς αὐτουςὠλοφύραντο, εἰδότες μὲν τὰς σφετέρας ναῦς ὀλίγας οὒσας, ὁρῶντες δὲ πολλὰς τὰς τῶν πολεμίων,ἐπιστάμενοι δὲ τὴν μὲν πόλιν ἠρημωμένην, τὴν δὲ χώραν πορθουμένην καί μεστὴν τῶν βαρβάρων,ἱερῶν δὲ καιομένην, ἁπάντων δ ἐγγὺς ὂντων τῶν δεινῶν 38. ἀκούοντες δ ἐν ταὐτῷ συμμεμειγμένουἙλληνικοῦ καὶ βαρβαρικοῦ παιῶνος, παρακελευσμοῦ δ ἀμφοτέρων καὶ κραυγῆς τῶνδιαφθειρομένων, καὶ τῆς θαλάττης μεστῆς τῶν νεκρῶν, καὶ πολλῶν μὲν συμπιπτόντων καὶ φιλίωνκαὶ πολεμίων ναυαγίων, ἀντιπάλου δὲ πολὺν χρόνον ὂυσης τῆς ναυμαχίας δοκοῦντες τοτὲ μὲννενικηκέναι καὶ σεσῶσθαι, τοτὲ δ ἡττῆσθαι καὶ ἀπολωλέναι. 37. 1.-Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: ὑπάρχουσαν, ἐδεξιώσαντο , ὂντων. b) Sintaxis: Marca los infinitivos del fragmento y dí cuál es su función sintáctica. 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos. 38. 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras:συμμεμειγμένου, ἀπολωλέναι , ἀντιπάλου. b) Sintaxis: marca los participios del fragmento y dí de qué tipo son 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos.39. ἦ που διὰ παρόντα φόβον πολλὰ μὲν ᾠήθησαν ἰδεῖν ὧν οὐκ εἶδον, πολλὰ δ ἀκοῦσαι ὧν οὐκἢκουσαν. Ποῖαι δ οὐχ ἱκεταῖαι θεῶν ἐγένοντο ἢ θυσιῶν ἀναμνήσεις, ἒλεός τε παίδων καὶ γυναικῶνπόθος οἶκτός τε πατέρων καὶ μητέρων, λογισμὸς δ, εἰ δυστυχήσειαν, τῶν μελλόντων ἒσεσθαι κακῶν; 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: ὧν, ἐγένοντο , ἒσεσθαι. b) Sintaxis: El optativo oblicuo. 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos.
  17. 17. Lisias, Oración fúnebre 1-43 Grupo ΘΑΛΑΣΣΑ40. τίς οὐκ ἂν θεῶν ἠλέησεν αὐτοὺς ὑπὲρ τοῦ μεγέθους τοῦ κινδύνου ἢ τίς ἀνθρώπων οὐκ ἂνἐδάκρυσεν ἢ τίς τῆς τόλμης αὐτοὺς οὐκ ἂν ἠγάσθη; ἦ πολὺ πλεῖστον ἐκεῖνοι κατὰ τὴν ἀρετὴνἁπάντων ἀνθρώπων διήνεγκαν καὶ ἐν τοῖς βουλεύμασι καὶ ἐν τοῖς τοῦ πολέμου κινδύνοις, ἐκλιπόντεςμὲν τὴν πόλιν, εἰς τὰς ναῦς δ ἐμβάντες, τὰς δ αὑτων ψυχὰς ὀλίγας οὒσας ἀντιτάξαντες τῷ πλήθει τῷτῆς Ἀσίας. 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: ἐδάκρυσεν, ἀντιτάξαντες , μεγέθους . b) Sintaxis: ¿ Qué función sintáctica realiza el genitivo: ἁπάντων ἀνθρώπων. 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos.41. ἐπέδειξαν δὲ πᾶσιν ἀνθρώποις, νικήσαντες τῇ ναυμαχίᾳ, ὃτι κρεῖττον μετ ὀλίγων ὑπὲρ τῆςἐλευθερίας κινδυνεύειν ἢ μετὰ πολλῶν βασιλευομένων ὑπὲρ τῆς αὑτῶν δουλείας. 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: ἐπέδειξαν, ναυμαχίᾳ , κινδυνεύειν . b) Sintaxis: Oraciones subordinadas completivas: tipos y función sintáctica. Marca la que hay en el fragmento y dí qué función sintáctica realiza 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos.42. πλεῖστα δὲ καὶ κάλλιστα ἐκεῖνοι ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας συνεβάλοντο, στρατηγόν μὲνΘεμιστοκλέα, ἱκανώτατον εἰπεῖν καὶ γνῶναι καὶ πρᾶξαι, ναῦς δὲ πλείους τῶν ἂλλων ἁπάντωνσυμμάχων, ἂνδρας δ ἐμπειροτάτους. καὶ γὰρ τίνες ἂν τούτοις τῶν ἂλλων Ἑλλήνων ἢρισαν γνώμῃκαὶ πλήθει καὶ ἀρετῇ; 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras:κάλλιστα, πρᾶξαι , πλήθει . b) Sintaxis: Analiza sintácticamente la siguiente oración. καὶ γὰρ τίνες ἂν τούτοις τῶν ἂλλων Ἑλλήνων ἢρισαν γνώμῃ καὶ πλήθει καὶ ἀρετῇ; 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos.
  18. 18. Lisias, Oración fúnebre 1-43 Grupo ΘΑΛΑΣΣΑ43. ὣςτε δικαίως μὲν ἀναμφισβήτητα τἁριστεῖα τῆς ναυμαχίας ἒλαβον παρὰ τῆς Ἑλλάδος. Εἰκότως δὲτὴν εὐτυχίαν ὁμονοοῦσα τοῖς κινδύνοις ἐκτήσαντο. γνησίαν δὲ καὶ αὐτόχθονα τοῖς ἐκ τῆς Ἀσίαςβαρβάροις τὴν αὑτῶν ἀρετὴν ἐπεδείξαντο. 1.- Analiza morfosintácticamente y traduce. 2.- a) Morfología: Analiza las siguientes palabras: ἒλαβον, ὁμονοοῦσα , ἀναμφισβήτητα. b) Sintaxis: ¿ Qué función realizan las partículas μέν...δέ ? 3.- Etimología: Indica dos derivados modernos de cada uno de los étimos griegos.

×