Successfully reported this slideshow.
We use your LinkedIn profile and activity data to personalize ads and to show you more relevant ads. You can change your ad preferences anytime.
ΣΟΦΙΑ ΣΕΙΡΑΧΑΙΝΕΣΙΣ ΣΟΦΙΑΣ. - ῾Η σοφία αἰνέσει ψυχὴν αὐτῆς καὶἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται. 2 ἐν ἐκκλησίᾳ῾Υψίστου στόμα α...
Λιβάνῳ καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν ᾿Αερμών· 14 ὡςφοῖνιξ ἀνυψώθην ἐν αἰγιαλοῖς καὶ ὡς φυτὰ ρόδου ἐν῾Ιεριχώ, ὡς ἐλαία εὐπρεπ...
᾿Ιακώβ. [24 μὴ ἐκλύεσθε ἰσχὺν ἐν Κυρίῳ, κολλᾶσθε δὲπρὸς αὐτόν, ἵνα κραταιώσῃ ὑμᾶς, Κύριος παντοκράτωρΘεὸς μόνος ἐστί, καὶ ...
Upcoming SlideShare
Loading in …5
×

Wisdom of sirach 24

313 views

Published on

Published in: Education, Spiritual
  • Be the first to comment

  • Be the first to like this

Wisdom of sirach 24

  1. 1. ΣΟΦΙΑ ΣΕΙΡΑΧΑΙΝΕΣΙΣ ΣΟΦΙΑΣ. - ῾Η σοφία αἰνέσει ψυχὴν αὐτῆς καὶἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται. 2 ἐν ἐκκλησίᾳ῾Υψίστου στόμα αὐτῆς ἀνοίξει καὶ ἔναντι δυνάμεωςαὐτοῦ καυχήσεται· 3 ἐγὼ ἀπὸ στόματος ῾Υψίστουἐξῆλθον, καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν· 4 ἐγὼ ἐνὑψηλοῖς κατεσκήνωσα, καὶ ὁ θρόνος μου ἐν στύλῳνεφέλης· 5 γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη καὶ ἐν βάθειἀβύσσων περιεπάτησα· 6 ἐν κύμασι θαλάσσης καὶ ἐνπάσῃ τῇ γῇ καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην. 7μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα καὶ ἐνκληρονομίᾳ τίνος αὐλισθήσομαι. 8 τότε ἐνετείλατό μοι ὁκτίστης ἁπάντων, καὶ ὁ κτίσας με κατέπαυσε τὴνσκηνήν μου καὶ εἶπεν· ἐν ᾿Ιακὼβ κατασκήνωσον καὶ ἐν᾿Ισραὴλ κατακληρονομήθητι. 9 πρὸ τοῦ αἰῶνος ἀπ᾿ἀρχῆς ἔκτισέ με, καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπω. 10 ἐνσκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα καὶ οὕτως ἐνΣιὼν ἐστηρίχθην· 11 ἐν πόλει ἠγαπημένῃ ὁμοίως μεκατέπαυσε, καὶ ἐν ῾Ιερουσαλὴμ ἡ ἐξουσία μου· 12 καὶἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ, ἐν μερίδι Κυρίουκληρονομίας αὐτοῦ. 13 ὡς κέδρος ἀνυψώθην ἐν τῷ
  2. 2. Λιβάνῳ καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν ᾿Αερμών· 14 ὡςφοῖνιξ ἀνυψώθην ἐν αἰγιαλοῖς καὶ ὡς φυτὰ ρόδου ἐν῾Ιεριχώ, ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ, καὶ ἀνυψώθηνὡς πλάτανος. 15 ὡς κιννάμωμον καὶ ἀσπάλαθοςἀρωμάτων δέδωκα ὀσμὴν καὶ ὡς σμύρνα ἐκλεκτὴδιέδωκα εὐωδίαν, ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτὴ καὶὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ. 16 ἐγὼ ὡς τερέμινθοςἐξέτεινα κλάδους μου, καὶ οἱ κλάδοι μου κλάδοι δόξηςκαὶ χάριτος. 17 ἐγὼ ὡς ἄμπελος βλαστήσασα χάριν, καὶτὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου. [18 ἐγὼ μήτηρτῆς ἀγαπήσεως τῆς καλῆς, καὶ φόβου καὶ γνώσεως καὶτῆς ὁσίας ἐλπίδος, δίδομαι οὖν πᾶσι τοῖς τέκνοις μου,ἀειγενὴς τοῖς λεγομένοις ὑπ αὐτοῦ]. 19 προσέλθετεπρός με οἱ ἐπιθυμοῦντές μου, καὶ ἀπὸ τῶν γεννημάτωνμου ἐμπλήσθητε· 20 τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ τὸμέλι γλυκύ, καὶ ἡ κληρονομία μου ὑπὲρ μέλιτος κηρίον.21 οἱ ἐσθίοντές με ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με ἔτιδιψήσουσιν. 22 ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται,καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσι. 23 ταῦταπάντα βίβλος διαθήκης Θεοῦ ῾Υψίστου, νόμον ὃνἐνετείλατο ἡμῖν Μωυσῆς κληρονομίαν συναγωγαῖς
  3. 3. ᾿Ιακώβ. [24 μὴ ἐκλύεσθε ἰσχὺν ἐν Κυρίῳ, κολλᾶσθε δὲπρὸς αὐτόν, ἵνα κραταιώσῃ ὑμᾶς, Κύριος παντοκράτωρΘεὸς μόνος ἐστί, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ σωτήρ].25 ὁ πιμπλῶν ὡς Φεισὼν σοφίαν καὶ ὡς Τίγρις ἐνἡμέραις νέων, 26 ὁ ἀναπληρῶν ὡς Εὐφράτης σύνεσινκαὶ ὡς ᾿Ιορδάνης ἐν ἡμέραις θερισμοῦ, 27 ὁ ἐκφαίνωνὡς φῶς παιδείαν, ὡς Γηὼν ἐν ἡμέραις τρυγητοῦ. 28 οὐσυνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν, καὶ οὕτως ὁἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν· 29 ἀπὸ γὰρ θαλάσσηςἐπληθύνθη διανόημα αὐτῆς καὶ ἡ βουλὴ αὐτῆς ἀπὸἀβύσσου μεγάλης. 30 κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦκαὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον· 31 εἶπα·ποτιῶ μου τὸν κῆπον καὶ μεθύσω μου τὴν πρασιάν· καὶἰδοὺ ἐγένετό μοι ἡ διῶρυξ εἰς ποταμόν, καὶ ὁ ποταμόςμου ἐγένετο εἰς θάλασσαν. 32 ἔτι παιδείαν ὡς ὄρθρονφωτιῶ καὶ ἐκφανῶ αὐτὰ ἕως εἰς μακράν· 33 ἔτιδιδασκαλίαν ὡς προφητείαν ἐκχεῶ καὶ καταλείψωαὐτὴν εἰς γενεὰς αἰώνων. 34 ἴδετε ὅτι οὐκ ἐμοὶ μόνῳἐκοπίασα, ἀλλὰ πᾶσι τοῖς ἐκζητοῦσιν αὐτήν.

×