ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ 7ΕΙΜΙ μὲν κἀγὼ θνητὸς ἄνθρωπος ἴσος ἅπασι καὶ γηγενοῦς ἀπόγονοςπρωτοπλάστου· καὶ ἐν κοιλίᾳ μητρὸς ἐγλύφην...
χερσὶν αὐτῆς. 12 εὐφράνθην δὲ ἐπὶ πᾶσιν, ὅτι αὐτῶν ἡγεῖται σοφία,ἠγνόουν δὲ αὐτὴν γενέτιν εἶναι τούτων. 13 ἀδόλως τε ἔμαθο...
εὐεργετικόν, 23 φιλάνθρωπον, βέβαιον, ἀσφαλές, ἀμέριμνον,παντοδύναμον, πανεπίσκοπον καὶ διὰ πάντων χωροῦν πνευμάτων νοερῶν...
Upcoming SlideShare
Loading in …5
×

Wisdom of solomon 7

347 views

Published on

Published in: Education, Spiritual
0 Comments
0 Likes
Statistics
Notes
  • Be the first to comment

  • Be the first to like this

No Downloads
Views
Total views
347
On SlideShare
0
From Embeds
0
Number of Embeds
2
Actions
Shares
0
Downloads
4
Comments
0
Likes
0
Embeds 0
No embeds

No notes for slide

Wisdom of solomon 7

  1. 1. ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ 7ΕΙΜΙ μὲν κἀγὼ θνητὸς ἄνθρωπος ἴσος ἅπασι καὶ γηγενοῦς ἀπόγονοςπρωτοπλάστου· καὶ ἐν κοιλίᾳ μητρὸς ἐγλύφην σὰρξ 2 δεκαμηνιαίῳ χρόνῳπαγεὶς ἐν αἵματι ἐκ σπέρματος ἀνδρὸς καὶ ἡδονῆς ὕπνῳ συνελθούσης. 3καὶ ἐγώ δὲ γενόμενος ἔσπασα τὸν κοινὸν ἀέρα καὶ ἐπὶ τὴν ὁμοιοπαθῆκατέπεσον γῆν, πρώτην φωνὴν τὴν ὁμοίαν πᾶσιν ἴσα κλαίων· 4 ἐνσπαργάνοις ἀνετράφην καὶ ἐν φροντίσιν· 5 οὐδεὶς γὰρ βασιλεὺς ἑτέρανἔσχε γενέσεως ἀρχήν, 6 μία δὲ πάντων εἴσοδος εἰς τὸν βίον, ἔξοδός τε ἴση.7 διὰ τοῦτο ηὐξάμην, καὶ φρόνησις ἐδόθη μοι· ἐπεκαλεσάμην, καὶ ἦλθέ μοιπνεῦμα σοφίας. 8 προέκρινα αὐτὴν σκήπτρων καὶ θρόνων καὶ πλοῦτονοὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς· 9 οὐδὲ ὡμοίωσα αὐτῇ λίθον ἀτίμητον,ὅτι ὁ πᾶς χρυσὸς ἐν ὄψει αὐτῆς ψάμμος ὀλίγη, καὶ ὡς πηλὸς λογισθήσεταιἄργυρος ἐναντίον αὐτῆς. 10 ὑπὲρ ὑγίειαν καὶ εὐμορφίαν ἠγάπησα αὐτὴν καὶπροειλόμην αὐτὴν ἀντὶ φωτὸς ἔχειν, ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης φέγγος. 11ἦλθε δέ μοι τὰ ἀγαθὰ ὁμοῦ πάντα μετ᾿ αὐτῆς καὶ ἀναρίθμητος πλοῦτος ἐν
  2. 2. χερσὶν αὐτῆς. 12 εὐφράνθην δὲ ἐπὶ πᾶσιν, ὅτι αὐτῶν ἡγεῖται σοφία,ἠγνόουν δὲ αὐτὴν γενέτιν εἶναι τούτων. 13 ἀδόλως τε ἔμαθον ἀφθόνως τεμεταδίδωμι, τὸν πλοῦτον αὐτῆς οὐκ ἀποκρύπτομαι· 14 ἀνεκλιπὴς γὰρθησαυρός ἐστιν ἀνθρώποις, ὃν οἱ χρησάμενοι πρὸς Θεὸν ἐστείλαντο φιλίανδιὰ τὰς ἐκ παιδείας δωρεὰς συσταθέντες. 15 ᾿Εμοὶ δὲ δῴη ὁ Θεὸς εἰπεῖνκατὰ γνώμην καὶ ἐνθυμηθῆναι ἀξίως τῶν δεδομένων, ὅτι αὐτὸς καὶ τῆςσοφίας ὁδηγός ἐστι καὶ τῶν σοφῶν διορθωτής. 16 ἐν γὰρ χειρὶ αὐτοῦ καὶἡμεῖς καὶ οἱ λόγοι ἡμῶν πᾶσά τε φρόνησις καὶ ἐργατειῶν ἐπιστήμη. 17αὐτὸς γάρ μοι ἔδωκε τῶν ὄντων γνῶσιν ἀψευδῆ εἰδέναι σύστασιν κόσμουκαὶ ἐνέργειαν στοιχείων, 18 ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων, τροπῶνἀλλαγὰς καὶ μεταβολὰς καιρῶν, 19 ἐνιαυτῶν κύκλους καὶ ἀστέρων θέσεις,20 φύσεις ζῴων καὶ θυμοὺς θηρίων, πνευμάτων βίας καὶ διαλογισμοὺςἀνθρώπων, διαφορὰς φυτῶν καὶ δυνάμεις ριζῶν, 21 ὅσα τέ ἐστι κρυπτὰ καὶἐμφανῆ ἔγνων· ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία. 22 ῎Εστι γὰρ ἐναὐτῇ πνεῦμα νοερόν, ἅγιον, μονογενές, πολυμερές, λεπτόν, εὐκίνητον,τρανόν, ἀμόλυντον, σαφές, ἀπήμαντον, φιλάγαθον, ὀξύ, ἀκώλυτον,
  3. 3. εὐεργετικόν, 23 φιλάνθρωπον, βέβαιον, ἀσφαλές, ἀμέριμνον,παντοδύναμον, πανεπίσκοπον καὶ διὰ πάντων χωροῦν πνευμάτων νοερῶνκαθαρῶν λεπτοτάτων. 24 πάσης γὰρ κινήσεως κινητικώτερον σοφία, διήκειδὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα· 25 ἀτμὶς γάρ ἐστι τῆς τοῦΘεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ Παντοκράτορος δόξης εἰλικρινής· διὰτοῦτο οὐδὲν μεμιαμμένον εἰς αὐτὴν παρεμπίπτει. 26 ἀπαύγασμα γάρ ἐστιφωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ Θεοῦ ἐνεργείας καὶ εἰκὼντῆς ἀγαθότητος αὐτοῦ. 27 μία δὲ οὖσα πάντα δύναται καὶ μένουσα ἐν αὐτῇτὰ πάντα καινίζει καὶ κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνουσα φίλουςΘεοῦ καὶ προφήτας κατασκευάζει· 28 οὐθὲν γὰρ ἀγαπᾷ ὁ Θεὸς εἰ μὴ τὸνσοφίᾳ συνοικοῦντα. 29 ἔστι γὰρ αὕτη εὐπρεπεστέρα ἡλίου καὶ ὑπὲρ πᾶσανἄστρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα· 30 τοῦτο μὲν γὰρδιαδέχεται νύξ, σοφίας δὲ οὐ κατισχύει κακία.

×