Psalm 104
Upcoming SlideShare
Loading in...5
×
 

Like this? Share it with your network

Share

Psalm 104

on

  • 259 views

 

Statistics

Views

Total Views
259
Views on SlideShare
259
Embed Views
0

Actions

Likes
0
Downloads
0
Comments
0

0 Embeds 0

No embeds

Accessibility

Upload Details

Uploaded via as Adobe PDF

Usage Rights

© All Rights Reserved

Report content

Flagged as inappropriate Flag as inappropriate
Flag as inappropriate

Select your reason for flagging this presentation as inappropriate.

Cancel
  • Full Name Full Name Comment goes here.
    Are you sure you want to
    Your message goes here
    Processing…
Post Comment
Edit your comment

Psalm 104 Document Transcript

  • 1. ΨΑΛΜΟΙ 104᾿Αλληλούϊα. - ΕΞΟΜΟΛΟΓΕΙΣΘΕ τῷ Κυρίῳ καὶἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ, ἀπαγγείλατε ἐν τοῖς ἔθνεσιτὰ ἔργα αὐτοῦ· 2 ᾄσατε αὐτῷ καὶ ψάλατε αὐτῷ,διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ. 3 ἐπαινεῖσθε ἐντῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ. εὐφρανθήτω καρδίαζητούντων τὸν Κύριον· 4 ζητήσατε τὸν Κύριον καὶκραταιώθητε, ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός.5 μνήσθητε τῶν θαυμασίων αὐτοῦ, ὧν ἐποίησε, τὰτέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ, 6σπέρμα ῾Αβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ ᾿Ιακὼβ ἐκλεκτοὶαὐτοῦ. 7 αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰκρίματα αὐτοῦ. 8 ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκηςαὐτοῦ, λόγου, οὗ ἐνετείλατο εἰς χιλίας γενεάς, 9 ὃνδιέθετο τῷ ῾Αβραάμ, καὶ τοῦ ὅρκου αὐτοῦ τῷ ᾿Ισαὰκ 10καὶ ἔστησεν αὐτὸν τῷ ᾿Ιακὼβ εἰς πρόσταγμα καὶ τῷ᾿Ισραὴλ εἰς διαθήκην αἰώνιον 11 λέγων· σοὶ δώσω τὴνγῆν Χαναὰν σχοίνισμα κληρονομίας ὑμῶν. 12 ἐν τῷεἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶπαροίκους ἐν αὐτῇ 13 καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος,
  • 2. καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον. 14 οὐκ ἀφῆκενἄνθρωπον ἀδικῆσαι αὐτοὺς καὶ ἤλεγξεν ὑπὲρ αὐτῶνβασιλεῖς· 15 μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖςπροφήταις μου μὴ πονηρεύεσθε. 16 καὶ ἐκάλεσε λιμὸνἐπὶ τὴν γῆν, πᾶν στήριγμα ἄρτου συνέτριψεν· 17ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον, εἰς δοῦλονἐπράθη ᾿Ιωσήφ. 18 ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδαςαὐτοῦ, σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ 19 μέχρι τοῦἐλθεῖν τὸν λόγον αὐτοῦ, τὸ λόγιον τοῦ Κυρίουἐπύρωσεν αὐτόν. 20 ἀπέστειλε βασιλεὺς καὶ ἔλυσεναὐτόν, ἄρχων λαοῦ, καὶ ἀφῆκεν αὐτόν. 21 κατέστησεναὐτὸν κύριον τοῦ οἴκου αὐτοῦ καὶ ἄρχοντα πάσης τῆςκτήσεως αὐτοῦ 22 τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦὡς ἑαυτὸν καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι. 23καὶ εἰσῆλθεν ᾿Ισραὴλ εἰς Αἴγυπτον, καὶ ᾿Ιακὼβπαρῴκησεν ἐν γῇ Χάμ. 24 καὶ ηὔξησε τὸν λαὸν αὐτοῦσφόδρα καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺςαὐτοῦ. 25 μετέστρεψε τὴν καρδίαν αὐτοῦ τοῦ μισῆσαιτὸν λαὸν αὐτοῦ, τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ.26 ἐξαπέστειλε Μωϋσῆν τὸν δοῦλον αὐτοῦ, ᾿Ααρών, ὃνἐξελέξατο ἑαυτῷ. 27 ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν
  • 3. σημείων αὐτοῦ καὶ τῶν τεράτων αὐτοῦ ἐν γῇ Χάμ. 28ἐξαπέστειλε σκότος καὶ ἐσκότασεν, ὅτι παρεπίκραναντοὺς λόγους αὐτοῦ· 29 μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰςαἷμα, καὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν. 30 ἐξῆρψεν ἡ γῆαὐτῶν βατράχους ἐν τοῖς ταμιείοις τῶν βασιλέωναὐτῶν. 31 εἶπε, καὶ ἦλθε κυνόμυια καὶ σκνῖπες ἐν πᾶσιτοῖς ὁρίοις αὐτῶν. 32 ἔθετο τὰς βροχὰς αὐτῶν χάλαζαν,πῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν, 33 καὶ ἐπάταξε τὰςἀμπέλους αὐτῶν καὶ τὰς συκᾶς αὐτῶν καὶ συνέτριψεπᾶν ξύλον ὁρίου αὐτῶν. 34 εἶπε καὶ ἦλθεν ἀκρίς, καὶβροῦχος, οὗ οὐκ ἦν ἀριθμός, 35 καὶ κατέφαγε πάντατὸν χόρτον ἐν τῇ γῇ αὐτῶν, καὶ κατέφαγε τὸν καρπὸντῆς γῆς αὐτῶν. 36 καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν τῇγῇ αὐτῶν, ἀπαρχὴν παντὸς πόνου αὐτῶν. 37 καὶἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ, καὶ οὐκ ἦν ἐνταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. 38 εὐφράνθη Αἴγυπτοςἐν τῇ ἐξόδῳ αὐτῶν, ὅτι ἐπέπεσεν ὁ φόβος αὐτῶν ἐπ᾿αὐτούς. 39 διεπέτασε νεφέλην εἰς σκέπην αὐτοῖς καὶπῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα. 40 ᾔτησαν, καὶἦλθεν ὀρτυγομήτρα, καὶ ἄρτον οὐρανοῦ ἐνέπλησεναὐτούς· 41 διέρρηξε πέτραν, καὶ ἐρρύησαν ὕδατα,
  • 4. ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί. 42 ὅτι ἐμνήσθη τοῦλόγου τοῦ ἁγίου αὐτοῦ τοῦ πρὸς ῾Αβραὰμ τὸν δοῦλοναὐτοῦ 43 καὶ ἐξήγαγε τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει καὶτοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφροσύνῃ. 44 καὶ ἔδωκεναὐτοῖς χώρας ἐθνῶν, καὶ πόνους λαῶνκατεκληρονόμησαν, 45 ὅπως ἂν φυλάξωσι τὰδικαιώματα αὐτοῦ, καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν.