Isaiah 65 greek

234 views
172 views

Published on

Published in: Education
0 Comments
0 Likes
Statistics
Notes
  • Be the first to comment

  • Be the first to like this

No Downloads
Views
Total views
234
On SlideShare
0
From Embeds
0
Number of Embeds
2
Actions
Shares
0
Downloads
1
Comments
0
Likes
0
Embeds 0
No embeds

No notes for slide

Isaiah 65 greek

  1. 1. ΗΣΑΪΑΣ 65ΕΜΦΑΝΗΣ ἐγενήθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, εὑρέθην τοῖς ἐμὲ μὴζητοῦσιν. εἶπα· ἰδού εἰμι τῷ ἔθνει, οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα. 2ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶἀντιλέγοντα, οἳ οὐκ ἐπορεύθησαν ὁδῷ ἀληθινῇ, ἀλλ᾿ ὀπίσω τῶν ἁμαρτιῶναὐτῶν. 3 ὁ λαὸς οὗτος ὁ παροξύνων με ἐναντίον ἐμοῦ διαπαντός, αὐτοὶθυσιάζουσιν ἐν τοῖς κήποις καὶ θυμιῶσιν ἐπὶ ταῖς πλίνθοις τοῖς δαιμονίοις, ἃοὐκ ἔστιν. 4 ἐν τοῖς μνήμασι καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται δι᾿ ἐνύπνια, οἱἔσθοντες κρέα ὕεια καὶ ζωμὸν θυσιῶν, μεμολυμμένα πάντα τὰ σκεύηαὐτῶν· 5 οἱ λέγοντες· πόρρω ἀπ᾿ ἐμοῦ, μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι·οὗτος καπνὸς τοῦ θυμοῦ μου, πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας. 6ἰδοὺ γέγραπται ἐνώπιόν μου· οὐ σιωπήσω ἕως ἂν ἀποδώσω εἰς τὸνκόλπον αὐτῶν· 7 τὰς ἁμαρτίας αὐτῶν καὶ τῶν πατέρων αὐτῶν, λέγειΚύριος, οἳ ἐθυμίασαν ἐπὶ τῶν ὀρέων καὶ ἐπὶ τῶν βουνῶν ὠνείδισάν με,ἀποδώσω τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν. 8 Οὕτως λέγει Κύριος· ὃν
  2. 2. τρόπον εὑρεθήσεται ὁ ρὼξ ἐν τῷ βότρυϊ καὶ ἐροῦσι· μὴ λυμήνῃ αὐτόν, ὅτιεὐλογία ἐστὶν ἐν αὐτῷ, οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι, τούτουἕνεκεν οὐ μὴ ἀπολέσω πάντας. 9 καὶ ἐξάξω τὸ ἐξ ᾿Ιακὼβ σπέρμα καὶ τὸ ἐξ᾿Ιούδα, καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου, καὶ κληρονομήσουσιν οἱἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου καὶ κατοικήσουσιν ἐκεῖ. 10 καὶ ἔσονται ἐν τῷδρυμῷ ἐπαύλεις ποιμνίων καὶ φάραγξ ᾿Αχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷλαῷ μου, οἳ ἐζήτησάν με. 11 ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με καὶἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου καὶ ἑτοιμάζοντες τῷ δαιμονίῳτράπεζαν καὶ πληροῦντες τῇ τύχῃ κέρασμα, 12 ἐγὼ παραδώσω ὑμᾶς εἰςμάχαιραν, πάντες ἐν σφαγῇ πεσεῖσθε· ὅτι ἐλάλησα ὑμᾶς, καὶ οὐχὑπηκούσατε, ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίονἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην, ἐξελέξασθε. - 13 Διὰ τοῦτο τάδε λέγει Κύριος·ἰδοὺ οἱ δουλεύσαντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε. ἰδοὺ οἱ δουλεύοντέςμοι πίονται, ὑμεῖς δὲ διψήσετε· ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται,ὑμεῖς δὲ αἰσχυνθήσεσθε· 14 ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐνεὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν καὶ ἀπὸ
  3. 3. συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε. 15 καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶνεἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ Κύριος· τοῖς δὲδουλεύουσί μοι κληθήσεται ὄνομα καινόν, 16 ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς·εὐλογήσουσι γὰρ τὸν Θεὸν τὸν ἀληθινόν, καὶ οἱ ὀμνύοντες ἐπὶ τῆς γῆςὁμοῦνται τὸν Θεὸν τὸν ἀληθινόν· ἐπιλήσονται γὰρ τὴν θλῖψιν αὐτῶν τὴνπρώτην, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν. 17 ἔσται γὰρ ὁοὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδ᾿ οὐμὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν, 18 ἀλλ᾿ εὐφροσύνην καὶ ἀγαλλίαμαεὑρήσουσιν ἐν αὐτῇ· ὅτι ἰδοὺ ἐγὼ ποιῶ ἀγαλλίαμα ῾Ιερουσαλὴμ καὶ τὸνλαόν μου εὐφροσύνην. 19 ἀγαλλιάσομαι ἐπὶ ῾Ιερουσαλὴμ καὶεὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου καὶ οὐκέτι μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴκλαυθμοῦ οὐδὲ φωνὴ κραυγῆς. 20 καὶ οὐ μὴ γένηται ἔτι ἐκεῖ ἄωρος καὶπρεσβύτης, ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ· ἔσται γὰρ ὁ νέος ἑκατὸνἐτῶν, ὁ δὲ ἀποθνήσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν καὶ ἐπικατάρατος ἔσται.21 καὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσι, καὶ καταφυτεύσουσιἀμπελῶνας καὶ αὐτοὶ φάγονται τὰ γεννήματα αὐτῶν· 22 καὶ οὐ μὴ
  4. 4. οἰκοδομήσουσι καὶ ἄλλοι ἐνοικήσουσι, καὶ οὐ μὴ φυτεύσουσι καὶ ἄλλοιφάγονται· κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦλαοῦ μου· τὰ γὰρ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσιν. 23 οἱ δὲ ἐκλεκτοίμου οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν, ὅτισπέρμα εὐλογημένον ὑπὸ Θεοῦ ἐστι, καὶ τὰ ἔκγονα αὐτῶν μετ᾿ αὐτῶνἔσονται. 24 καὶ ἔσται πρὶν ἢ κεκράξαι αὐτούς, ἐγὼ ὑπακούσομαι αὐτῶν, ἔτιλαλούντων αὐτῶν ἐρῶ· τί ἐστι; 25 τότε λύκοι καὶ ἄρνες βοσκηθήσονται ἅμα,καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, ὄφις δὲ γῆν ὡς ἄρτον· οὐκ ἀδικήσουσινοὐδὲ μὴ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ μου, λέγει Κύριος.

×