Griego I

  • 285 views
Uploaded on

 

More in: Education
  • Full Name Full Name Comment goes here.
    Are you sure you want to
    Your message goes here
    Be the first to comment
    Be the first to like this
No Downloads

Views

Total Views
285
On Slideshare
0
From Embeds
0
Number of Embeds
2

Actions

Shares
Downloads
9
Comments
0
Likes
0

Embeds 0

No embeds

Report content

Flagged as inappropriate Flag as inappropriate
Flag as inappropriate

Select your reason for flagging this presentation as inappropriate.

Cancel
    No notes for slide

Transcript

  • 1. 1GRIEGO IIES GALILEO (ALMERÍA)PROFESOR: JUAN MANUEL CABACO MORGADO
  • 2. 2TEXTOS GRIEGOS IΠΑΝ· Χαίρετε, ὦ ἄνθρωποι! Εγὼ εἰμὶ θεός, οὐ ἄνθρωπος· εἰμὶγὰρ ἀθάνατος. Ἐγὼ οἰκῶ ἐν τοῖς ἀγροῖς· εἰμὶ γὰρ ἄγριος θεός.Ἀλλὰ ἐρωτᾶτε τίς εἰμὶ ἐγώ. Λέγω δή. Ἐγὼ εἰμὶ τέκνον Ἑρμοῦ.Ἑρμῆς ἐστὶν ὁ πατήρ ἐμοῦ. Οὗτος ἐστὶν ὁ ἄγγελος τῶν θεῶν.Ὀνομάζουσιν ἐμέ Πᾶνα, καὶ εἰμὶ θεὸς τῶν ἀγρῶν. Πολλοὶ
  • 3. 3ἄνθρωποι ἐμὲ φιλοῦσιν, καὶ ἐγὼ αὐτοὺς φιλῶ. Μάλιστα φιλῶ τὰςπαρθένους. Ἀλλὰ αὗται οὐ φιλοῦσιν ἐμέ. Αἱ παρθένοι ἔχουσιφόβον ἐμοῦ. Οὐ γιγνώσκω τί. ῾Υμεὶς γιγνώσκετε τί; Ἐγὼ ἀγαθὸςθεὸς εἰμί… καὶ καλός…Οὕτως ἐγὼ οὐκ ἔχω τέκνα. Ἀδελφοὺς δὲ ἔχω πολλούς· καὶ γὰρ ὁπατὴρ ἐμοῦ, Ἑρμῆς, ἔχει πολλὰ τέκνα. Ἀλλὰ ἐγὼ τέκνον οὐκἔχω… χαλεπὸς βίος!
  • 4. 4Ἐγὼ εἰμὶ θεὸς τῶν ἀγρῶν καὶ οἰκῶ ἐν τοῖς ἀγροῖς, ἀλλὰ ὁ πατὴρἐμοῦ οἰκεῖ ἐν τῶι Ὄλυμπωι. Ἔνθα ἄρχει Ζεύς, ὁ πατὴρ τῶνπαντῶν θεῶν. Ἐν τῶι Ὄλυμπωι οἰκοῦσιν οἱ Ὀλυμπικοὶ θεοί, οἳεἰσὶν δὸδεκα. Ὁ πατὴρ οὖν ἐμοῦ, Ἑρμῆς, Ὀλυμπικὸς θεός ἐστιν,ἐγὼ δὲ οὐ. Ἀλλὰ οὖν πάντες οἱ θεοὶ ἐσμὲν ἀθάνατοι· ὁ βίος γὰρἡμῶν τελευτὴν οὐκ ἔχει.
  • 5. 5Ἀλλὰ τί; ἐρωτᾶτε τίς ἐστιν ὁ Ὄλυμπος; Οὐ γιγνώσκετε τίς ἐστιν ὁὌλυμπος; Ὁ Ὄλυμπος ἐστὶ τόπος ἐν ὧι οἰκοῦσιν οἱ Ὀλυμπικοὶθεοί. Οὗτοι δόδεκα εἰσίν. Ὁ Ὄλυμπος ἐστὶν ἀκρὸς τόπος ἐν ὧιἄρχει Ζεύς.Ζεὺς μὲν φοβερὸς θεός, πολὺ δὲ δίκαιος ἐστίν. Πάντες οἱἄνθρωποι αὐτὸν φιλοῦσι, καὶ Ζεὺς καὶ αὐτοὺς φιλεῖ. Ὅδε ἔχει
  • 6. 6ἀδελφοὺς δύο καὶ ἀδελφὰς τρεῖς. Οἱ ἀδελφοὶ μὲν αὐτοὺ εἰσὶΠοσειδῶν καὶ Αἵδης, αἱ ἀδελφαὶ δὲ Ἥρα, Δημήτηρ καὶ Ἑστία.Καὶ ἐρωτᾶτε τὶ Ζεὺς ἄρχει ἐν τῶι Ὄλυμπωι; Λέγω δή. Ὁ πατήραὐτοῦ ἐστι Χρόνος, χαλεπὸς καὶ κακὸς θεός· καταπίνει γὰρ τὰτέκνα… Ζεὺς δὲ αὐτὸν νικᾶι. Ἀλλὰ οὖν οὗτος ἐστὶν ἄλλος μύθος.
  • 7. 7Καὶ τὶ ἐγὼ λέγω ταῦτα; Λέγω οὕτως, ἐπειδὴ ὑμεῖς οὔτε Ἑλληνικοὶἄνθρωποι ἐστέ, οὔτε γιγνώσκετε τοὺς Ἑλληνικοὺς θεούς… οὔτετοὺς Ἐλληνικοὺς ἀνθρώπους.ΟΙ ΑΔΕΛΦΟΙ ΤΟΥ ΘΕΟΥ ΤΩΝ ΘΕΩΝ
  • 8. 8ΑΙ ΑΔΕΛΦΑΙ ΤΟΥ ΘΕΟΥ ΤΩΝ ΘΕΩΝΟΙ ΘΕΟΙ ΤΟΥ ΟΛΥΜΠΟΥ
  • 9. 9ΔΥΣΚΟΛΟΣΠΑΝ· Νῦν ὑμῖν λέγω μύθον Ἐλληνικῶν ἀνθρώπων. Ἐνθα ἐν τῶιἀγρῶι, ἐν τῶι οἴκωι ἐκείνωι, οἰκεῖ δύσκολος ἄνθρωπος, ὃς οὐφιλεῖ τοὺς ἀνθρώπους, ἀλλὰ μισεῖ αὐτούς. Τὸ ὄνομα αὐτῶιΚνήμων ἐστίν. Αεὶ μὲν λέγει κακὰ τοῖς ἄνθρωποις, ἀλλὰ δὲ οὐἐμοί, ὃς εἰμὶ θεός. Κνήμων οὐκ οἰκεῖ σὺν τῆι γυναικί, ἐπειδὴ ἥδεοὐ βούλεται οἰκεῖν σὺν δυσκόλωι ἀνθρώπωι· ὁ βίος σὺν αὐτῶιἐστι πολὺ χαλεπός. Ἡ γυνὴ δὲ οἰκεῖ σὺν τέκνωι ἄλλου ἀνδρός. Τὸὄνομα τῶιδε τῶι τέκνῶι Γοργίας ἐστιν. Ἀλλ’οὖν Κνήμων καὶ ἡ
  • 10. 10γυνὴ ἔχουσι κοινῆι θυγατέρα, καλὴν κόρην ἣ οἰκεῖ σὺν τῶι πατρί.Καὶ δὴ ἡ θυγατὴρ πολὺ καλὴ καὶ ἀγαθή ἐστιν, καὶ τιμᾶι τὰςΝύμφας, τὰς συντρόφους ἐμοί. Καὶ νεανίας καί ἐστιν, ὃ οἰκεῖ ἐντῆι πόλει, καὶ οὗ ὁ πατήρ γεωργός ἐστι καὶ πολλὰ χωρία ἔχει. Τὸὄνομα αὐτῶι Σώστρατος ἔστιν. Ὁ νεανίας ἐρᾶι τῆς κόρης. Νῦνοὗτος σὺν φίλωι θηρεῖ καὶ εἰς τὸν τόπον τόνδε ἔρχεται. Τὸ λοιπὸνὁρᾶτε, εἰ βούλεσθε. Καὶ γὰρ μοι δοκεῖ αὐτοὺς ἔνθα βαίνειν.
  • 11. 11Πραγμα α’ΧΑΙΡΕΑΣ· Τὶ λέγεις, Σώστρατε; ἐρᾶις κόρης ἣ οἰκεῖ ἐν τῶιδε τῶιτόπωι;ΣΩΣΤΡΑΤΟΣ· Ναὶ, μὰ Δία. Καὶ δὲ κακῶς ἔχω.
  • 12. 12ΧΑΙ· Ἀλλὰ οὐκ ἀπιστῶ.ΣΩ· Νομίζω σὲ φίλον καὶ πρακτικὸν εἶναι. Διόπερ δεῖ σὲ μετέχειντοῦ πράγματος τοῦδε.ΧΑΙ· Οὕτως πράττω, εἰ τῶν φίλων τις ἐρᾶι ἑταίρας καὶ μεπαραλαμβάνει· Εὐθὺς αὐτὴν ἁρπάζω, φέρω, μεθύω, κατακαίωτὴν θύραν, οὐκ ἀνέχω λόγον. Ἀλλὰ εἰ φίλος τις λέγει γάμον καὶἐλευθέραν κόρην, ἐνταῦθα ἐγὼ εἰμὶ ἄλλος. Πυνθάνομαι γένος,βίον, τρόπους…
  • 13. 13ΣΩ· Καὶ μάλα εὖ. Ἐγὼ εὑρίσκειν τὸν πατέρα τὴς κόρηςβούλομαι. Διόπερ Πυρρίας, δούλος ἐμοῦ, νῦν εἰς τὴν οἰκίαναὐτοῦ ἔρχεται.ΧΑΙ· Τὶ λέγεις;ΣΩ· Ἀλλὰ νομίζω ἁμαρτάνεσθαι, καὶ γὰρ οὐ χρὴ δοῦλον ταῦταποιεῖν.ΠΥΡΡΙΑΣ· Ὦ θεοί, ὦ φίλοι, μαίνεται, καὶ διώκει ἐμέ, μαίνεται. Ὁμε διώκων, μαίνεται.
  • 14. 14ΣΩ· Τί ἐστι, δοῦλε; Τὶ λέγεις; Τίς ἐστιν ὁ διώκων σέ; Τὶςμαίνεται;ΠΥ· Καὶ γὰρ ὁ διώκων ἐμέ.ΣΩ· Ἀλλὰ τίς ἐστιν ὁ διώκων σέ;ΠΥ· Δεῖ φεύγειν.ΣΩ· Τί γάρ;ΠΥ· Βάλλομαι βώλοις καὶ λίθοις.ΣΩ· Τὶς σοὶ βάλλει βώλους καὶ λίθους;ΠΥ· Καὶ γὰρ ὁ διώκων ἐμέ.
  • 15. 15ΣΩ· Ἀλλὰ τίς ἐστιν οὗτος; Ἀλλὰ ποῖ βαίνεις;ΠΥ· Οὐκέτι διώκει ἐμέ;ΣΩ· Οὐ, μὰ Δία. Ἀλλὰ τὶ δαὶ λέγεις;ΠΥ· Χρὴ ἡμᾶς φεύγειν.ΣΩ· Ποῖ;ΠΥ· Πόρρω, πόρρω. Καὶ γὰρ ὁ ἄνθρωπος ὃς οἰκεῖ ἔνθα, τέκνοντοῦ Ἄλγεος ἐστίν. Οὗτος ὁ ἄνθρωπος τέρας ἐστίν. Ἀπολαύεικόπτων ἐμέ. Καὶ σχεδὸν ἀπολλύει ἐμέ.ΣΩ· Ἀλλὰ τίς ἐστιν οὗτος ὁ ἄνθρωπος ὃς σχεδὸν ἀπολλύει σέ;
  • 16. 16ΠΥ· Λέγω δή· ὁ πατὴρ τῆς κόρης.ΣΩ· Ἀλλὰ τί; Τὶ μαίνεται; Τὶ διώκει σὲ κόπτων;ΠΥ· Μὰ Δία, σχεδὸν με ἀπολλύει. Ἀλλὰ οὐ δύναμαι λέγειν, μοιἄπεστι τὸ πνεῦμα… (Παῦλα) Ἐπεὶ εἰς τὴν οἰκίαν αὐτοῦ ἔρχομαι,τὴν θύραν κόπτω καὶ λέγω ζητεῖν τὸν κύριον. Ἐκβαίνει γραῦς τιςκαὶ μοι λέγει τὸν κύριον εἶναι ἐκεῖ, ἐπὶ τοῦ λόφου ἐκείνου,κόπτοντα ξύλα.ΠΥ· Ἐγὼ εἰς τὸ χωρίον πορεύομαι καὶ αὐτῶι λέγω πόρρωθεν,βουλόμενος φαίνεσθαι πολὺ φιλάνθρωπος· “ἥκω πρός σέ, πατήρ,
  • 17. 17ὁρᾶν καὶ λέγειν πρᾶγμα ὑπὲρ σοῦ.” Ὁ δὲ εὐθὺς λέγει· “ἀνόσιεἄνθρωπε, εἰς τὸ χωρίον μου ἥκεις σύ; Τί γάρ;” Αἴρεται βῶλοντινα καὶ βάλλει εἰς τὸ πρόσωπον αὐτό μου.ΣΩ· Μὰ Δία! Καὶ ἐνταῦθα σὺ τὶ ποιεῖς;ΠΥ· “Ἀλλὰ σὲ Ποσειδῶν…” ἐγὼ μὲν αὐτῶι λέγω καταμύων. Ὁδὲ χάρακα τινα λαμβάνει καὶ ταύτηι με καθαίρει λέγων· “τὶπρᾶγμα σοὶ καὶ ἐμοί ἐστιν; Οὐ γιγνώσκεις τὴν δημοσίαν ὁδόν;”ἀναβοῶν.ΧΑΙ· Γράφεις γεωργὸν τελέως μαινόμενον.
  • 18. 18ΠΥ· Καὶ δὴ διώκει με φεύγοντα ἴσως στάδια πέντε καὶ δέκα,πρῶτον περὶ τὸν λόφον, εἶτα κάτω εἰς τοῦτον τὸν τόπον, βάλλωνμοι βώλους καὶ λίθους. Τελέως ἀνήμερόν τι, ἀνόσιος γέρων.Ἱκετεύω, δεῖ φεύγειν ἐνθένδε.ΣΩ· Δειλίαν λέγεις.ΠΥ· Οὐ γιγνώσκετε τὸ κακὸν οἷόν ἐστι. Οὗτος κατέδεται ἡμᾶς.ΧΑΙ· Ἴσως νῦν αὐτῶι ὀδυνᾶι πούς…ἢ χείρ…ἢ ἡ γαστήρ. Διόπερμοι δοκεῖ ἀναβάλλεσθαι τοῦτο τὸ πράγμα, Σώστρατε. Καιρόςἐστιν ἡμᾶς εἶναι εὔκαιρους.
  • 19. 19ΠΥ· Σοφῶς λέγεις.ΧΑΙ· Πένης γεωργός ἐστιν ὑπέρπικρος, οὐ μόνος οὗτος, σχεδὸνδὲ πάντες. Ἀλλὰ ἐγὼ αὔριον ἕωθεν προσέρχομαι αὐτῶι μόνος.Νῦν δὲ καιρός ἐστιν ἔρχεσθαι οἴκαδε.ΠΥ· Ναὶ μὰ Δία!ΣΩ· (Μόνος) Οὗτος ἤδη πρόφασιν ἔχει. Φανερὸς ἦν τοῦτον οὐχἡδέως ἔρχεσθαι μετ’ἐμοῦ, καὶ οὐ βούλεται ἐμὲ γαμεῖν. (ΕἰςΠιρρίαν) Σὺ δὲ πᾶσι τοῖς θεοῖς μέλλεις εἶναι αἰσχρός, μαστιγία.ΠΥ· Ἀλλὰ τί, Σώστρατε;
  • 20. 20ΣΩ· Δηλαδὴ κακῶς ἔπραττες ἐν τὸ χωρίον αὐτοῦ.ΠΥ· Μὰ Δία, ἐγὼ οὐκ ἔκλεπτον.ΣΩ· Ἀλλὰ μέλλει τις κόπτειν σὲ κακῶς οὐ πράττοντα;ΠΥ· Καὶ γὲ πάρεστιν ὁ πατὴρ αὐτὸς τῆς κόρης. ῾Υπάγω,βέλτιστε. Σὺ δὲ σὺν αὐτῶι λέγε!ΣΩ· Οὐ δὲ δύναμαι· ἀπίθανος ἀεὶ εἰμὶ λέγων. Οὐ φαίνεταιφιλάνθρωπος. Βαίνει μόνος βοῶν. Μοι δοκεῖ αὐτὸν μαίνεσθαι.Καὶ μέντοι φοβοῦμαι, μὰ Ἀπόλλωνα καὶ τοὺς θεούς. Ἡ γαστὴρμου ῥεῖ!
  • 21. 21ΚΝΗΜΩΝ· Μακάριος ὁ Περσεὺς ἐκεῖνος! Πρῶτον ἐπειδὴπτηνὸς ἦν καὶ οὐ συνῆν τοῖς βαδίζουσι χαμαί. Εἶτα ἐπειδὴ εἶχεκεφαλὴν ἣ πάντας ἐποίει λίθους. Εἰ αὐτὴν εἶχον…πανταχοῦ ἂνἦσαν λίθινοι ἄνδρες. Νῦν δ’οὐκ ἐστὶ βιοῦν, μὰ τὸν Ἀσκληπιόν!Ἤδη ἐμβαίνουσι τὸ χωρίον λέξειν. Ἐγὼ ὃς φεύγω τοῦτο τὸ μέροςτοῦ χωρίου καὶ οὐκ ἐργάζομαι… φεύγω τοὺς βαδίζοντας παρὰ
  • 22. 22ταύτην τὴν ὁδόν. Ἀλλὰ με διώκουσιν ἤδη ἐπὶ τοὺς λόφους ἄνω.Ὢ πολυπληθεία ὄχλου! Οἴμοι, πάλιν τις ἔστι πρὸς ταῖς θύραιςἐμοῦ.ΣΩ· Ἆρα μέλλει τύπτειν με;
  • 23. 23ΚΝ· Οὐδαμῆι ἐρεμίαν ἐστὶν εὑρίσκειν, οὐδὲ ἐπιθυμῶν τιςἀπάγχεσθαι, οὐδὲ ἐθέλων τις τὸ ὄργανον λαμβάνεσθαι ἢ κοπρεῖν.ΣΩ· Χαλεπαίνει ἐμοί… Περιμένω τινα ἐνταῦθα, πάτερ.ΚΝ· Οὐκ ἔλεγον ἐγώ; Νομίζετε τοῦτο εἶναι στοὰν ἢ τὴν διάβασινἈλμερίας; Τὶ οὐ τάττετε θᾶκον ἢ μᾶλλον καὶ συνέδριον; Εἰβούλεσθε ὁρᾶν τινα, οὐδὲν πρὸς τὰς ἐμὰς θύρας. Ὢ τάλας ἐγώ!(Εισβαίνει εἰς τὴν οἰκίαν)ΣΩ· Ἐμοὶ δοκεῖ τοῦτο τὸ πράγμα οὐκ εἶναι μικρόν, ἀλλὰΓιγάντων. Δῆλον ἐστίν. Ἆρα πορεύομαι ἐγὼ ἐπὶ τὸν Γέταν, τὸν
  • 24. 24δοῦλον τοῦ πατρός; Νὴ τοὺς θεούς, οὕτως μέλλω πράττειν ἔγωγε.Ἔχει γὰρ διάπυρον ψυχὴν καὶ ἔμπειρος ἔστι καὶ λύει πολλά. Χρὴγὰρ χρόνον οὐ φεύγειν καὶ Γέταν ἐμοὶ παρεῖναι ὡς τάχιστα. Ἐνἡμέραι μίαι πολλὰ γίγνεσθαι ἔστιν. Ἀλλὰ τις τὴν θύραν κόπτει.ΚΟΡΗ· Οἴμοι, τάλαινα ἐγώ! Τὶ ποιῶ νῦν; Ἡ τροφὸς γὰρεἰσέβαλλε τὸν κάδον εἰς τὴν φρεατίαν καὶ ἐνταῦθα μένει ὁκάδος… ἐνταῦθα μένει ὁ κάδος.
  • 25. 25ΣΩ· Ὦ Ζεῦ πάτερ, καὶ Φοῖβε Ἀπολλον, ὦ φίλοι Διοσκόροι!Κάλλιστη, κάλλιστη… πολὺ κάλλιστη!Cástor y Pólux
  • 26. 26ΚΟ· Ὁ πάππας ἐμοῦ μοι προσέταττεν ὕδωρ ποιεῖν θερμόν.ΣΩ· Τέρας, τέρας, ἄνδρες!ΚΟ· Ὁ πάππας, γιγνώσκων τόδε τὸ πρᾶγμα, ἐκείνην ἀπολλύει.Οὐ γὰρ δεῖ τὸν χρόνον φεύγειν. Ὦ φίλαι Νύμφαι, μέλλω βαίνεινεἰς τὴν πηγὴν ὑμῶν. (Ὁρᾶι τοὺς παῖδας) Αἰσχύνομαι δὲ ἐνοχλεῖν,εἰ ἄρα τινες θύουσιν ἔνδον.ΣΩ· Οὐ θύομεν, ἀλλὰ εἰ σὺ ἐθέλεις, σοι λαμβάνω τὴν ὑδρίαν καὶσοὶ αὐτὴν φέρω ὑδρευομένην.ΚΟ· Ναί, πρὸς θεῶν! (Αὐτῶι τὴν ὑδρίαν δίδωσι)
  • 27. 27ΣΩ· Ἄγροικος γὲ κόρη ἐστίν, ἀλλὰ ἐλευθέρια πώς. Ὦ φίλτατοιθεοί, τὶς δαίμων σώζειν ἐμὲ δύναται;ΚΟ· Οἴμοι, τάλαινα ἐγώ! Τὶς ψοφεῖ; Ἆρα ὁ πάππας ἔρχεται; Παίειοὖν ἐμὲ εὑρίσκων ἐνταῦθα.ΔΑΟΣ· (Ἐκβαίνει ἐκ τῆς οἰκίας Γοργίου) Χρὴ ἐμὲ πορεύεσθαιπρὸς τὸν κύριον, Γοργίαν· Μόνος γὰρ σκάπτει. Ὦ κάκιστη Πενία,τὶ ἡμῖν συνοικεῖς χρόνια καὶ χρόνια;ΣΩ· (Τῆι κόρηι) Λάμβανε τὴν ὑδρίαν. Πρήρης ὕδατος ἔστιν.ΚΟ· Εὐχάριστος!
  • 28. 28
  • 29. 29ΔΑ· Τὶς οὗτος ἐστίν;ΣΩ· (Τῆι κόρηι εἰσβαινούσηι εἰς τὴν οἰκίαν) Χαῖρε καὶ μέλε τοῦπατρός… Οἴμοι, κακοδαίμων, Σώστρατε! Ἐλπίζω τόδε τὸ πρᾶγμαῥεῖν εὖ.ΔΑ· Τὶ πρᾶγμα;ΣΩ· Οὐδέν… Μέλλω πορεύεσθαι πρὸς Γέταν καὶ αὐτῶι λέγεινπᾶν τὸ πρᾶγμα. (Ἐκβαίνουσι Σώστρατος καὶ Χαιρέας)ΔΑ· (Μόνος) Τὶ τοῦτο τὸ πρᾶγμα ἐστίν; Τὶ κακὸν ἐστι τοῦτο;Τοῦτο τὸ πρᾶγμα ἐμοὶ μηδὲν ἀρέσκει· Μειράκιον διακονεῖ κόρηι.
  • 30. 30Κακόν. Ἀλλὰ σύ, Κνήμων… κακὰ σοί. Μόνην λείπεις κόρην ἐνἐρημίαι, ἄνευ φυλακῆς… Ταῦτα μέλλω λέγειν τῶι ἀδελφῶι αὐτῆςὡς τάχιστα. Δεῖ ἡμᾶς φυλάττειν τὴν κόρην. Ἤδη τοῦτο μέλλωπράττειν, καὶ γὰρ ὁρῶ Πανιστάς τινας ἐρχομένους δεῦρο καὶβρεχομένους. Μοι δοκεῖ αὐτοῖς οὐκ ἐνοχλεῖν.ΧΟΡΟΣ
  • 31. 31Πραγμα β’(Εἰσβαίνουσι Γοργίας καὶ Δάος)ΓΟΡΓΙΑΣ· Λέγε μοι· Τὶ οὕτως ἐποίησας;ΔΑ· Πῶς;ΓΟ· Φαύλως. Μὰ Δία, οὐ γιγνώσκεις τίς ἐστιν ὁ παῖς ὃς τὴνκόρην προσέβαινε. Καὶ ἔπραξας ἀλλότριος, ὥσπερ τὸ πρᾶγμα σοὶἀλλότριον. Ἀναγκαῖον δ’ἐστὶ σὲ μέλειν τῆς ἀδελφῆς ἐμοῦ. Ὁπατὴρ αὐτῆς ἀλλότριος πρὸς ἡμᾶς βούλεται εἶναι· Δεῖ δὲ ἡμᾶς οὐ
  • 32. 32μιμεῖσθαι τὸ δύσκολον αὐτοῦ. Τὸ κακὸν τῆς ἀδελφῆς ἐμοῦ καὶἐμοὶ κακὸν γίγνεται.ΔΑ· Ὦ Γοργία, τὸν γέροντα ὑπερφοβοῦμαι· Οὗτος γὰρ δύναταιἀπολλύειν ἐμὲ λαμβάνων πρὸς ταῖς θύραις αὐτοῦ.ΓΟ· Χαλεπόν γὲ προσέρχεσθαι αὐτῶι, καὶ πολὺ χαλεπόν ἐστιναὐτὸν γίγνεσθαι ἀγαθόν, καὶ ἄπρακτον ἔστιν αὐτὸν πείθειν. Καὶδὴ καὶ ὁ νόμος λέγει οὐ βιάζεσθαι τοὺς γέροντας.ΔΑ· Σκόπει, Γοργία· Ὁ παῖς ὃν ἔλεγον ἐγώ, οὗτος ἐστίν, ἔρχεταιδὲ πάλιν. (Εἰσβαίνουσι Σώστρατος καὶ Πυρρίας)
  • 33. 33ΓΟ· Ὁ ἔχων τὴν χλανίδα; Οὗτος ἐστὶν ὃν λέγεις;ΔΑ· Οὗτος.
  • 34. 34ΓΟ· Ἀπὸ τῆς ὠπὸς φαίνεται κακὸν χρῆμα.ΣΩ· Γέτας ἐν οἴκωι οὐκ ἦν· Ἡ μήτηρ ἐμοῦ γὰρ ἔμελλε θύειν θεῶιτινί -ὁσημέραι τοῦτο ποιεῖ· περιέρχεται θύουσα ἔνθα καὶ ἔνθα-καὶ ἐκέλευσε αὐτὸν εὑρίσκειν μάγειρον. Καὶ πάλιν ἐνθάδε ἥκω.Καὶ ἐμοὶ δοκῶ μέλλειν διαλέγεσθαι ὑπὲρ ἐμαυτοῦ. Μέλλω δὲκόπτειν τὴν θύραν ἤδη.
  • 35. 35ΓΟ· Μειράκιον, ἐθέλεις λαμβάνειν σοφώτερον λόγον;ΣΩ· Ναί, καὶ μάλα ἡδέως. Λέγε μοι.ΓΟ· Τοῖς εὐτυχέσι τὰ πράγματα τοῦ βίου ἀεὶ μένουσιν εὐδαίμονα,εἰ μὴ ἀδικοῦσιν. Ἀλλὰ ὅτε ἀδικοῦσιν, ἐνταῦθα μεταβολὴν εἰς τὸχεῖρον λαμβάνουσιν. Ὅμως τοῖς δυστυχέσι οἳ κακὸν οὐ ποιοῦσινἐν τῆι ἀπορίαι καὶ τὸν βίον εὐγενῶς φέρουριν, δυνατοὶ εἰσὶλαμβάνειν βελτίονα μερίδα. Τὶ οὖν λέγω; Ἐπειδὴ ὁρῶ σὲεὐπορεῖν καὶ πιστεύειν σεαυτῶι… μὴ καταφρόνει ἡμᾶς διὰ τὴνἀπορίαν. Δεῖ γὰρ σὲ ἄξιον τῆς εὐτυχίας φαίνεσθαι.
  • 36. 36ΣΩ· Σοί δὲ δοκεῖ ἐμὲ ἄτοπον τι ποιεῖν;ΓΟ· Νομίζω σὲ βούλεσθαι πείθειν ἐλευθέραν παρθένον… ἢποιεῖν κακὸν πρᾶγμα τῶι βάκτρῶι.ΣΩ· Ὦ θεοί!ΓΟ· Οὐ δίκαιόν ἐστι γὲ τὴν σὴν σχολὴν κακὸν ἡμῖν γίγνεσθαι.Γιγνώσκε οὖν τοῦτο· Τὸ φοβερώτατον πρᾶγμα ἐστὶν ἀδικοῦμενοςπτωχός.
  • 37. 37ΔΑ· Διόπερ φοβερώτατος εἰμί.ΣΩ· Καὶ σύ, γιγνώσκε τοῦτο πρὶν λέγειν· Εἶδον ἐνθαδὶ κόρηντινα… ταύτης ἐρῶ. Τοῦτο ἐστιν ἀδικεῖν; Ἐνταῦθα ἄδικος εἰμί.Ἥκω ἐνθάδε οὐ πρὸς ἐκείνην, βούλομαι δὲ ὁρᾶν τὸν πατέρααὐτῆς. Ἐγὼ γάρ, ὢν ἐλεύθερος, ἔχων ἱκανὸν βίον, νομίζωλαμβάνειν αὐτὴν ἄπροικον καὶ φιλεῖν. Οὐ βούλομαι οὖν κακὸνὑμῖν ποιεῖν. Ἀπόπληκτος γίγνομαι· νομίζεις γὰρ ἐμὲ κίνα εἶναι.
  • 38. 38ΓΟ· Χρὴ σὲ οὐ λυπεῖν ἤδη· Ἐμὲ γὰρ πείθει ὃ λέγεις, καὶ δὴ καὶἐμὲ ἔχεις φίλον. Οὐκ ἀλλότριος, ἀλλὰ ἀδελφὸς τῆς κόρης εἰμί.Ἔχομεν τὴν ὁμὴν μητέρα, φίλε. Ταῦτα σοὶ λέγω.ΣΩ· Καὶ χρήσιμος ἐμοὶ εἶ ἐνταῦθα, νὴ Δία!ΓΟ· Χρήσιμος; Τί;ΣΩ· Ὁρῶ σὲ γενναῖον τῶι τρόπωι.ΓΟ· Εἰμί. Καὶ φαίνειν σοι τὴν ἀλήθειαν βούλομαι· Ταύτηι ἐστὶμόνος πατήρ… ἀληθὴς κύων.ΣΩ· Ὁ χαλεπός· αὐτὸν ὀλίγον γιγνώσκω.
  • 39. 39ΓΟ· ῾Υπερβολὴ τῶν κακῶν ἐστιν. Τοῦτο τὸ χωρίον γεωργεῖμόνος· Οὐδὲ ἄνθρωπον ἔχει συνεργόν, οὔτε δοῦλον οὔτε γείτονα,ἀλλὰ μόνος γεωργεῖ αὐτός. Τὸ βέλτιστον γὰρ αὐτῶι ἐστιν ὁρᾶνοὐδένα ἄνθρωπον. Πολλάκις δὲ μετὰ τὴν κόρην ἐργάζεται·Μόνως προσλαλεῖ αὐτῆι. Καὶ τοῦτο οὐ ποιεῖ σὺν ἑτέρωι.Βούλεται δὲ ἐκείνην γαμεῖσθαι δυσκόλωι νυμφίωι, βούλεται ἄρατῆς κόρης τὸν νυμφίον εἶναι ὁμότροπον αὐτῶι… καὶ ἔχειν τὸντρόπον κυνός!ΣΩ· Οὐδέποτε, λέγεις.
  • 40. 40ΓΟ· Μὴ λάμβανε κακά, ὦ φίλε, μάτην γάρ ἐστίν. Ἡμεῖς ἐσμὲν, οἳταῦτα φέρειν μέλλομεν τύχηι.ΣΩ· Πρὸς τῶν θεῶν, οὐδέποτε ἠράσθης τινός; Οὐ γιγνώσκεις τὸνἜρον, μειράκιον;
  • 41. 41ΓΟ· Οὐ μοι ἔξεστιν, βέλτιστε.ΣΩ· Πῶς; Τί; Τίς ἐστιν ὁ κωλύων;ΓΟ· Τὰ ἔργα καὶ τὰ κακὰ ἐμοῦ.
  • 42. 42ΣΩ· Ἄπειρος γοῦν διαλέγεις περὶ ταῦτα. Παύειν με κελεύεις,τοῦτο δὲ οὐκέτι ἐστὶν ἐπὶ ἐμοί, ἀλλὰ τῶι θεῶι.ΓΟ· Ἀλλὰ μάτην κακοπαθεῖς.ΣΩ· Οὐκ, ἐὰν λαμβάνω τὴν κόρην.ΓΟ· Ἀδύνατὸν ἐστι σὲ τὴν κόρην λαμβάνειν. Εἰ με διώκεις καὶμένεις μετ’ἐμοῦ, σὺ μέλλεις γιγνώσκειν.ΣΩ· Πῶς;ΓΟ· Λύσω αὐτῶι λόγον τινα περὶ τοῦ γάμου τῆς θυγατρός. Ἐγὼαὐτὸς καὶ βούλομαι τὸν γάμον γίγνεσθαι. Εὐθὺς πολεμήσει πρὸς
  • 43. 43πάντας, λοιδορῶν τοὺς βίους οὓς βιοῦσιν. Καὶ σὲ μισήσει ὁρᾶνοὕτως, ἔχοντα ταύτην τὴν ὤπα, φαινόμενον ὡς ἀνδρόγυνον.ΣΩ· Τὶ μέλλω ποιεῖν; Εἰμὶ σχολαῖον μειράκιον. Ἔχω πολλὰχρήματα… ἡδυπαθέω… Ἀλλὰ νῦν ἔστιν ἐκεῖ;ΓΟ· Νῦν οὐ. Ἀλλὰ μέλλει ἐκβαίνειν ἤδη.ΣΩ· Ἀλλὰ ἄγων τὴν κόρην ἢ μονος;ΓΟ· Οὐ γιγνώσκω. Τοῦτο δυνατόν ἐστιν.ΣΩ· Εὖ ἐστίν. Πορεύομαι μετὰ σοῦ. Ἀλλὰ ἱκετεύω, συμπράττεμοι.
  • 44. 44ΓΟ· Μάλα εὖ. Μέλλω συμπράττειν σοί… Ἀλλὰ πῶς;ΣΩ· Πῶς; Ἐρχώμεθα εἰς τὸν τόπον ὃν λέγεις.ΓΟ· Ἀλλὰ τί; Ἔχων χλανίδα, μέλλεις παρεῖναι ἡμῖνἐργαζομένοις;ΣΩ· Τί γὰρ οὐ;ΓΟ· Ἐπειδὴ εὐθὺς ποιήσει τοῦτο· βάλλειν σοι βώλους, λοιδορεῖνσε, ἀποκαλεῖν σε ἀργόν. Δεῖ σὲ μεθ’ἡμῶν σκάπτειν. Δυνατός γὰρἐστὶν αὐτὸν, τοῦτο ὁρῶντα, ὑπολαμβάνειν λόγον τινα παρὰ σοῦ,καὶ νομίζειν σὲ πένητα εἶναι.
  • 45. 45ΣΩ· Μέλλω πείθεσθαι πάντα. Ἄγε.ΓΟ· Τὶ βούλει κακοπαθεῖν;ΔΑ· Βούλομαι ἡμᾶς ἐργάζεσθαι τήμερον ὡς πλεῖστον καὶ τοῦτονλείπεσθαι τοὺς νεφρούς…καὶ παύεσθαι ἐνοχλεῖν ἡμᾶς.ΣΩ· Ἔκφερε δίκελλαν.ΔΑ· Μᾶλλον βούλει τὸ ὄργανον μου; Λάμβανε αὐτὸ καὶ ποίειἀγαθὸν ἔργον. Δεῖ ἐργάζεσθαι καὶ παχύνεσθαι.ΓΟ· Δάε, οὐ χρὴ σὲ εἶναι αἰσχρόν… ἢ ἐγὼ σοι κόπτω τὰ αἰδοῖα.
  • 46. 46ΔΑ· Τί γάρ; Μόνως βούλομαι διδόναι αὐτῶι τὴν δίκελλαν μου·ἐγὼ γὰρ μέλλω ποιεῖν ἀλλο ἔργον.ΓΟ· Εὖ ἐστίν. (Σώστρατῶι) Σώστρατε, λάμβανε αὐτὴν καὶβαίνωμεν εἰς ἐκείνο τὸ χωρίον. Μέλλομεν ἐργάζεσθαι χαλεπῶς.Οὐ δὴ γιγνώσκεις ὅπηι σε βάλλεις.ΣΩ· Οὕτως ἔχω· Δεῖ ἐμὲ ἀπολλύεσθαι ἐν τῶιδε τῶι πράγματι ἢβιοῦν ἔχοντα τὴν κόρην.ΔΑ· Λάμβανε. Νῦν ὑπάγω. Χαίρετε, βέλτιστοι. (Ἐκβαίνει)ΓΟ· Χαῖρε, Δάε. Ἡμεῖς καὶ ὑπάγομεν.
  • 47. 47ΣΩ· Ὦ φίλτατοι θεοί, νομίζω τὴν ἀγαθὴν τύχην ἔσεσθαιμετ’ἐμοῦ. Εἰ γὰρ ἡ κόρη μὴ γιγνώσκει τὴν τροφὴν ἐν γυναιξί,μηδὲ τὰς τέχνας τῶν τούτων ἐν τῶι βίωι, ἀλλὰ γιγνώσκειἐλευθερίαν παιδείαν μετὰ πατρὸς αγρίου μισοπονήρου, πῶς οὐκἔστι μακρότατον ἄθλον ἐπιτυγχάνειν αὐτῆς; Ἀλλὰ ἥδε ἡ δίκελλαἄγει τάλαντα τέτταρα. Μέλλει ἀπολλύειν με. Ἀλλ’οὖν καιπὸς οὐκἔστι μαλακίζεσθαι νῦν.(Ἐκβαίνουσι Σώστρατος καὶ Γοργίας)
  • 48. 48(Εἰσβαίνουσι Σικὼν καὶ Γέτας)ΣΙΚΩΝ· Τὸ πρόβατον, τὸ πρόβατον… πόρνη τὸ πρόβατον…Τόδε τὸ πρόβατον τὸ κακόν ἐστιν. Ἄπαγε εἰς τὸν Τάρταρον. Εἰαὐτὸ φέρω καὶ αἴρω, ἔχεται θαλλῶν τῶι στόματι καὶ κατεσθίει καὶἀποσπᾶι εἰς βίαν. Εἰ δὲ αὐτὸ λείπει τις χαμαί, οὐ προέρχεται.Ἐγὼ, ὁ μάγειρος, ἀπολλύομαι ὑπὸ τούτου. Ἀλλὰ τὸ νυμφαῖον
  • 49. 49εὐτυχῶς ἐστιν ἔνθα, ὅπη θύσομεν. Χαῖρε, Πᾶν. (Εἰς Γέταν) Ἄγε,Γέτα, ταχύνε.ΓΕΤΑΣ· Φέρω γὰρ τὸ φορτίον τεττάρων ὄνων ὑπὸ τῶν κακίστωνγυναικῶν. Αὗται μοι δωροῦσι καὶ μένουσιν εὐδαίμονες.ΣΙ· Ὡς δοκεῖν, πολὺς ὄχλος ἔρχεται· φέρεις γὰρ πολλὰ στρώματα.ΓΕ· Καὶ τὶ ποιῶ;ΣΙ· Λείπε ταῦτα δεῦρο.ΓΕ· Ἰδού. Ἐὰν γὰρ ὁρᾶι ἐνύπνιον τὸν Πᾶνα, τὸν τοῦ πέμπτουπίτυος, ἐκεῖ πορευσόμεθα θύσοντες εὐθύς.
  • 50. 50ΣΙ· Τὶ ἐνύπνιον; Τὶ λέγεις; Τὶς ὁρᾶι ἐνύπνια;ΓΕ· Μὴ με κόπτε, ἄνερ.ΣΙ· Ὅμως λέγε, Γέτα. Τὶ ἐνύπνιον λέγεις; Τὶς εἶδεν;ΓΕ· Ἡ δέσποινα.ΣΙ· Πρὸς τῶν θεῶν, τὶ εἶδεν ἐνύπνιον;ΓΕ· Με μέλλεις ἀπολλύειν. Αὐτῆι ἐδόκει τὸν Πᾶνα…ΣΙ· Λέγεις τόνδε, τόνδε τὸν Πᾶνα;ΓΕ· Τοῦτον.ΣΙ· Ἀυτῆι ἐδόκει τοῦτον τὸν Πᾶνα…τί ποιεῖν;
  • 51. 51ΓΕ·…τῶι Σωστράτωι, τῶι τέκνωι τοῦ δεσπότου, περιβάλλεσθαιπέδας…ΣΙ· Μὰ Δία.ΓΕ·…καὶ εἶτα αὐτῶι δωρεῖν δίκελλαν καὶ κελεύειν σκάπτειν ἐντῶι χωρίωι τοῦ πλησίου.ΣΙ· Ἄτοπον.ΓΕ· Διόπερ θύομεν, ἵνα παύωμεν τὸ φοβερὸν ἐνύπνιον.ΣΙ· Μανθάνω. Λάμβανε ταῦτα πάλιν καὶ φέρε εἴσω. Ποιῶμενἑτοῖμα τὰ στρώματα καὶ τὰ ἄλλα. Καὶ ἀγαθῆι τύχηι. Καὶ λύε τὰς
  • 52. 52ὀφρῦς ποτέ, κακοδαίμον· ἢ ἐγὼ σε χορτάζω τήμερον τῆι σαρκίμου.ΓΕ· Ἔγωγε ἀεὶ ἐγκωμιάζω σὲ καὶ τὰς τέχνας σοῦ…καὶ δὲ καὶ τὴνσάρκα σοῦ. (Μόνος) Ὅμως σοῖ πιστεύω μηδέν.ΧΟΡΟΣ
  • 53. 53ΤΟ ΑΝΘΡΩΠΙΝΟΝ ΣΩΜΑ
  • 54. 54
  • 55. 55
  • 56. 56OIKEIA ΖΩA